Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀντιρρητικὸς πρὸς Ἀπολλινάριον

Γρηγόριος ὁ Νύσσης

Το μυστήριο της ενώσεως των φύσεων και η απόρριψη της τριμερούς ανθρωπολογίας

Απόρριψη του ισχυρισμού περί δύο υιών, εξέταση της οφειλόμενης προσκύνησης του ενσάρκου Λόγου και ανασκευή της παρερμηνείας των Γραφών που υποστηρίζει την τριμερή διαίρεση του ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 8

Ὅσα δὲ προσέθηκε κατὰ τὸ ἀπρόσκολλόν τε καὶ ἀνακόλουθον, περιττὸν οἶμαι διεξετάζειν τοῦτον ἔχοντα τὸν τρόπον· 〈Καὶ πᾶσι〉, φησί, 〈τοῖς νοερῶς ὁμοιουμένοις Χριστῷ καὶ μὴ σαρκικῶς ἀνομοιουμένοις〉, τί γὰρ βούλεται ἡ τῶν εἰρημένων ναυτία, διδασκέτωσαν ταῦτα οἱ θαυμασταὶ τῆς ἀπάτης· ἡμεῖς δὲ πρὸς τὰ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. 〈Καὶ εἰ ἀνθρώπῳ〉, φησί, 〈συνήφθη ὁ θεός, τέλειος τελείῳ, δύο ἂν ἦσαν, εἷς μὲν φύσει υἱὸς θεοῦ, εἷς δὲ θετός〉. ἡδέως ἂν μάθοιμι παρὰ τῶν τὰ τοιαῦτα πεπαιδευμένων, οἳ τὸν ἔννουν καὶ τέλειον ἄνθρωπον υἱὸν θετὸν λέγουσι, τὸν ἀνόητον ἄνθρωπον—οὕτω γὰρ πάντως τὸν μὴ ἔχοντα νοῦν ὀνομάζουσι—τί προσεροῦσιν; ὁ γὰρ μονογενὴς θεὸς αὐτὸς καθ᾽ ἑαυτὸν ἀνελλιπὴς καὶ τέλειος ὢν τὴν τοῦ ἀληθινοῦ υἱοῦ προσηγορίαν ἔχει ἐπαληθευούσης τὴν κλῆσιν τῆς φύσεως· ἡ δὲ προσθήκη τοῦ ἡμιτελοῦς ἀνθρώπου ποῖον ὄνομα ἔχει; εἰ γὰρ ὁ τέλειος ἄνθρωπος θετὸς υἱὸς κατὰ τὸν Ἀπολινάριον λέγεται, καὶ ὁ ἡμιτελὴς ἄνθρωπος, καθ᾽ ὃ ἄνθρωπος, ἡμίθετος δηλονότι υἱὸς καὶ οὗτος ὀνομασθήσεται, ἡμισεύων ἐφ᾽ ἑαυτοῦ τὴν τοῦ θετοῦ κλῆσιν· ὥστε κυριώτερον εἰπεῖν ἐκεῖνον μὲν τέλειον τὸν θετὸν εἶναι, τοῦτον δὲ ἥμισυν ἢ τὸ τριτημόριον λείποντα κατὰ τὸ βούλημα τῶν ταῖς τοιαύταις τομαῖς μιστυλλόντων τὸν ἄνθρωπον.

ἀλλ᾽ εἰ ἀνάρμοστόν ἐστι τῷ θεῷ τὸ θετὸν ἔχειν υἱόν, ὁμοίως πάντως καὶ ἐπὶ τοῦ τελείου καὶ ἐπὶ τοῦ ἀτελοῦς ἐστι τὸ ἀνάρμοστον· μᾶλλον δὲ καὶ πλέον ἐν τῷ ἠκρωτηριασμένῳ τὸ ἄτοπον. εἰ γὰρ αἰσχρόν τι καὶ ἔξω τῆς θεοπρεποῦς ὑπολήψεως τὸ ἄρτιον τῆς ἀνθρωπίνης φύσεως ἐνομίσθη περὶ τὸ θεῖον βλεπόμενον, πολλῷ μᾶλλον αἰσχρὸν ἂν εἴη τὸ λελωβημένην περὶ αὐτὸν καθορᾶσθαι τὴν φύσιν. οὐ γὰρ ἐπειδὴ νοῦς οὐκ ἔστι, διὰ τοῦτο ἡ σὰρξ πρὸς τὴν τοῦ πατρὸς φύσιν οἰκείως ἔχει, ἀλλὰ τῆς μὲν τοῦ πατρὸς οὐσίας, ὁμοίως ..... ἄνθρωπος καὶ ὅλος καὶ τὸ μέρος κεχώρισται κατὰ τὸν τῆς φύσεως λόγον, καὶ οὐθέτερον τῶν ἐν ἡμῖν, οὔτε ὁ νοῦς οὔτε τὸ σῶμα, πρὸς τὴν ὑπερκειμένην φύσιν τῷ λόγῳ τῆς οὐσίας ᾠκείωται. κἂν οὐράνιόν τι σαρκὸς εἶδος ἀναπλάσῃ περὶ τὸ θεῖον ὁ μῦθος, οὐδὲν μᾶλλον διὰ τοῦτο ὁμοούσιον εἶναι τῷ θεῷ καὶ πατρὶ τὴν σάρκα ἐκείνην ὁ λελογισμένος συνθήσεται. εἰ δὲ ἠλλοτρίωται τῆς πατρικῆς οὐσίας ἡ σάρξ, πῶς ἂν εἴη υἱὸς τὸ ἀλλότριον; ἀνάγκη γὰρ πᾶσα τὸ ἀληθῶς ἔκ τινος ὂν ἐκεῖνο κατὰ τὴν οὐσίαν εἶναι ὅπερ ὁ γεννήσας ἐστίν. ἀλλὰ μὴν ὁ πατὴρ σὰρξ οὐκ ἔστιν· οὐδ᾽ ἂν ὁ ἐξ ἐκείνου πάντως σὰρξ εἴη· τὸ γὰρ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμα καὶ οὐχὶ σὰρξ εἶναι λέγεται. εἰ οὖν μὴ ἔστιν ἐκ τοῦ πατρὸς ἡ σάρξ, υἱὸς οὐκ ἔστιν. τί οὖν ὀνομασθήσεται;

ὅπερ γὰρ ἂν τῇ οὐρανίᾳ ἐκείνῃ τῇ μυθοποιηθείσῃ παρὰ τοῦ λογογράφου ἐπινοήσωσιν ὄνομα, τοῦτο ἡμεῖς τῇ ἐξ ἀνθρώπων ἀναληφθείσῃ σαρκὶ κατὰ τὸ ἀκόλουθον ἐπιθήσομεν καί, ὅπερ ἂν τὸ ἡμέτερον ὀνομάσωσιν, τῷ αὐτῷ ὀνόματι κἀκεῖνο κληθήσεται. οὐκ ἔστιν υἱὸς τὸ γήϊνον, οὐδὲ ἐκεῖνο πάντως. θετὸς υἱὸς τὸ γήϊνον, οὐκοῦν κἀκεῖνο. υἱῶν δυὰς ἐνταῦθα, κἀκεῖ πάντως. εἷς υἱὸς ἐν ἐκείνῳ ἡ σὰρξ καὶ ἡ θεότης, τοῦτο καὶ ὧδε. ἐπειδὴ γὰρ ὁμοίως ἀφέστηκε τῆς θείας οὐσίας ἡ κτίσις πᾶσα, τὸ μὲν ἔξω εἶναι τῆς τοῦ πατρὸς φύσεως τό τε γήϊνον καὶ οὐράνιον ἐπίσης συνωμολόγηται.

λείπεται δὲ, ὅπερ ἂν τῷ σκοπῷ τῆς φιλανθρωπίας συμβαίνῃ, τοῦτο εὐλογώτερον περὶ τὸν θεὸν οἴεσθαι, ὄνομα δὲ αὐτῷ ἴδιον ἐφευρίσκειν μηδέν, ἀλλὰ τῷ πλεονάζοντι καὶ ἐπικρατοῦντι συνονομάζεσθαι, καθάπερ ἐπὶ τοῦ πελάγους γίνεται· εἰ γάρ τις σταγόνα ὄξους ἐπιβάλοι θαλάττῃ καὶ ἡ σταγὼν θάλασσα γίνεται συμμεταποιηθεῖσα τῇ θαλασσίᾳ ποιότητι, οὕτως ὁ ἀληθινὸς υἱὸς καὶ μονογενὴς θεός, τὸ ἀπρόσιτον φῶς καὶ ἡ αὐτοζωὴ σοφία τε καὶ ἁγιασμὸς καὶ δύναμις καὶ πᾶν ὑψηλὸν ὄνομά τε καὶ νόημα—ταῦτα ὁ διὰ σαρκὸς φανερωθεὶς τοῖς ἀνθρώποις ἐστί· τῆς δὲ σαρκὸς τῇ ἰδίᾳ φύσει σαρκὸς οὔσης, μεταποιηθείσης δὲ πρὸς τὸ τῆς ἀθανασίας πέλαγος, καθώς φησιν ὁ ἀπόστολος ὅτι Κατεπόθη τὸ θνητὸν ὑπὸ τῆς ζωῆς, συμμετεβλήθη καὶ πάντα τὰ κατὰ τὴν σάρκα τότε φαινόμενα πρὸς τὴν θείαν τε καὶ ἀκήρατον φύσιν· οὐ βάρος, οὐκ εἶδος, οὐ χρῶμα, οὐκ ἀντιτυπία, οὐ μαλακότης, οὐχ ἡ κατὰ τὸ ποσὸν περιγραφή, οὐκ ἄλλο τι τῶν τότε καθορωμένων οὐδὲν παραμένει, τῆς πρὸς τὸ θεῖον ἀνακράσεως εἰς τὰ θεϊκὰ ἰδιώματα τὸ ταπεινὸν τῆς σαρκώδους φύσεως ἀναλαβούσης. ὥστε κίνδυνός ἐστιν οὐδεὶς 〈εἰς τετράδα ἡμῖν τὸν τῆς τριάδος λόγον πλατύνεσθαι〉, καθὼς ὁ Ἀπολινάριος λέγει, οὐδὲ 〈τοὺς ἀγγέλους τῷ ἀνθρώπῳ δουλαγωγοῦμεν〉, ὡς ὁ ἐκείνου μῦθος καθ᾽ ἡμῶν λέγει.

οὐ γὰρ ἀνθρώπῳ δουλεύουσιν οἱ τῷ δεσπότῃ ἑαυτοὺς ὑποκύπτοντες οὐδὲ ἐπαισχύνονται προσκυνοῦντες τῷ διὰ σαρκὸς τῇ οἰκουμένῃ ἐπιδημήσαντι· Ὅταν γὰρ εἰσαγάγῃ τὸν πρωτότοκον, φησίν, εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες οἱ ἄγγελοι αὐτοῦ. μία δὲ εἴσοδος ἐπὶ τὴν οἰκουμένην ἡ διὰ τοῦ τόκου ἐστὶ καὶ οὐκ ἔστιν ἑτέρως ἐντὸς τοῦ βίου τῶν ἀνθρώπων γενέσθαι μὴ ταύτῃ τῇ εἰσόδῳ χρησάμενον. οὐκοῦν τὴν διὰ σαρκὸς αὐτοῦ γένεσιν εἴσοδον εἰς τὴν οἰκουμένην ὀνομάζει ὁ λόγος. εἰ οὖν εἰσελθόντι αὐτῷ εἰς τὴν οἰκουμένην πάντες προσκυνοῦσιν οἱ ἄγγελοι, ἡ δὲ εἴσοδος διὰ σαρκός ἐστι γένεσις, οὐχ ἡμεῖς δουλαγωγοῦμεν τῷ δεσπότῃ τὸ ἴδιον κτῆμα, ἀλλ᾽ αὐτὴ τῶν ἀγγέλων ἡ φύσις οὐκ ἀγνοεῖ τὴν ὑπερκειμένην ἑαυτῆς δεσποτείαν, ὥστε σιγάτω προστιθεὶς ἐκεῖνα τῷ λόγῳ τὰ μάταια 〈ὅτι〉 τὰ ἄνω ποιοῦμεν κάτω, θεοφόρους ἀγγέλους θεοφόρῳ ἀνθρώπῳ καταδουλοῦντες.

Ἔτι πρὸς τούτοις φησίν· 〈Εἰ ὁ θεὸν δεξάμενος θεός ἐστιν ἀληθινός, πολλοὶ ἂν εἶεν θεοί, ἐπειδὴ πολλοὶ δέχονται τὸν θεόν〉. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; ὅτι μὲν Ὁ θεὸς ἦν ἐν Χριστῷ, κόσμον ἑαυτῷ καταλλάσσων, ἱκανὸς εἰς μαρτυρίαν ὁ μέγας Παῦλος.

εἰ δὲ διὰ τοῦτο οἴεται ὁ λογογράφος πλῆθος θεῶν παρ᾽ ἡμῶν ἐπεισάγεσθαι τῷ κηρύγματι, ὅτι ὁμολογοῦμεν ἐν Χριστῷ τὸν θεὸν ἑαυτῷ καταλλάσσειν τὸν κόσμον, ὡς καὶ ἐν ἀνθρώποις τοῦ θεοῦ γινομένου, ταῦτα ἀποκρινούμεθα· εἰ πολλαὶ μητέρες παρθένοι καὶ πρὸς πολλὰς ἡ μυσταγωγία τοῦ Γαβριὴλ καὶ πρὸς ἑκάστην ἡ τοῦ ἁγίου πνεύματος ἐπέλευσις καὶ ἡ τῆς τοῦ ὑψίστου δυνάμεως παρουσία· καὶ εἰ περὶ πολλῶν οἱ προφῆται τὴν χάριν κηρύσσουσιν ὥστε πληθυντικῶς λέγειν· παιδία ἐγεννήθησαν ἡμῖν καὶ υἱοὶ ἐδόθησαν ἡμῖν καὶ αἱ παρθένοι ἐν γαστρὶ λήψονται καὶ τὰ ὀνόματα τῶν τεχθέντων πάντων Ἐμμανουήλ ἐστιν, εἰ πάντες πεζῇ τῶν κυμάτων ἐπιβατεύουσι καὶ τῇ ἀφράστῳ δυνάμει τὰς τοσαύτας χιλιάδας ἐπ᾽ ἐρημίας τρέφουσιν αὔξοντες τῷ κόρῳ τὸν ἄρτον τὸν ἐν ταῖς χερσὶ τῶν μαθητῶν γεωργούμενον, εἰ πάντες νεκροὺς τετραημέρους ἐκ τῶν χωμάτων ἐγείρουσιν, εἰ πάντες ἀμνοὶ τοῦ θεοῦ γίνονται καὶ ὑπὲρ ἡμῶν πάσχα θύονται καὶ τῷ σταυρῷ προσηλοῦσι τὴν ἁμαρτίαν καὶ καταλύουσι τοῦ θανάτου τὸ κράτος καὶ εἰς ὀφθαλμοὺς τῶν μαθητῶν εἰς οὐρανοὺς ἀνατρέχουσι καὶ ἐν δεξιᾷ τοῦ πατρὸς καθέζονται, εἰ πάντες ἐλεύσονται κρῖναι τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ ἐν ὀνόματι πάντων ἡ τῶν ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων γλῶσσα ἐξομολογεῖται, δώσομεν τὸ πολλοὺς εἶναι θεούς, εἴπερ ἐν τούτοις εἶεν οἱ πολλοὶ τοῖς γνωρίσμασιν.

εἰ δὲ εἷς κύριος Ἰησοῦς, δι᾽ οὗ τὰ πάντα, καὶ Ἐξ αὐτοῦ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα, καὶ περὶ μόνον αὐτὸν ἡ τοιαύτη τῶν θεοπρεπῶν ὀνομάτων ἀπαρίθμησις, τίς κίνδυνος πολλοὺς ἀναπλασθῆναι θεούς, ὅταν λέγωμεν θεὸν διὰ σαρκὸς ἐμψύχου πεφανερῶσθαι; ὅτι γὰρ ἄνθρωπος τὸ φαινόμενον ἦν, τίς οὕτω τῶν εὐαγγελικῶν διδαγμάτων ἀνήκοος, ὡς ἀγνοεῖν τὸ παρ᾽ αὐτοῦ τοῦ σωτῆρος πρὸς τοὺς Ἰουδαίους λεγόμενον· Νυνὶ δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; ὁρᾷς ἐν τοῖς λεγομένοις, τί τὸ ἀποκτεινόμενον ὁ λόγος ὑπέδειξεν εἰπών· Ζητεῖτέ με ἀποκτεῖναι; οὐ τὴν ἀλήθειαν, ἀλλὰ τὸν ἄνθρωπον, δι᾽ οὗ ἐφθέγγετο ἡ ἀλήθεια. οὐ γὰρ ἄνθρωπος ἦν ὁ λαλῶν τὴν ἀλήθειαν· ἀλλὰ δηλονότι ὁ μὲν λαλῶν θεὸς ἦν, ὁ δὲ ἄνθρωπος ἐμεσίτευε πρὸς τοὺς ἀνθρώπους τῇ ἰδίᾳ φωνῇ τὸ λεγόμενον. δι᾽ ὃ καὶ μεσίτης λέγεται θεοῦ καὶ ἀνθρώπων ὡς οὐ δυναμένης τῆς ἀνθρωπίνης φύσεως ἀκράτῳ προσμῖξαι τῇ τοῦ θεοῦ συνουσίᾳ καὶ διὰ τοῦτο δεομένης τῆς συγγενοῦς αὐτῇ καὶ κατὰ φύσιν φωνῆς, δι᾽ ἧς εἰκὸς χωρεῖσθαι τὴν ἄνωθεν δύναμιν. καταλειπτέον καὶ τοῦτο, πρὸς δὲ τὸ ἐφεξῆς τρεπτέον τὸν λόγον. 〈Οὐδέν〉, φησίν, 〈οὕτως ἥνωται πρὸς θεὸν ὡς ἡ σὰρξ ἡ προσληφθεῖσα〉. ὢ τῆς περιεσκεμμένης αὐτοῦ ἀποφάσεως!

οὐδὲν οὕτως ἥνωται πρὸς θεὸν ὡς ἡ σάρξ, οὐδὲ ἡ ἀγαθότης οὐδὲ ἡ ἀϊδιότης οὐδὲ ἡ ἀφθαρσία οὐδὲ τὸ ἐπὶ πάντων κράτος οὐδὲ ἄλλο τι τῶν θεοπρεπῶν νοημάτων, ἀλλὰ πάντα ταῦτα τῆς σαρκός ἐστι δεύτερα συγκρίσει τῇ πρὸς τὸν θεὸν καὶ τῇ πρὸς ταύτην τῆς τοῦ θεοῦ ἑνώσεως καὶ σαρκὸς τῆς ἐπικτηθείσης. ὁμολογεῖ αὐτὸ τοῦτο ὁ λογογράφος· ὁ γὰρ προσειλῆφθαι αὐτὴν εἰπὼν τὸ ἐπιγεννηματικὸν αὐτῆς ἐνεδείξατο.

Καὶ τοῦτο παραδραμούμεθα τὰ ἐφεξῆς ὡς αὐτόθεν ἔχοντα τὸν ἔλεγχον τῆς ἀσυστάτου μυθοποιΐας καὶ ἀβλαβῆ ὄντα τοῖς ἐντυγχάνουσι σιωπήσαντες· προθεὶς γὰρ τὸ μηδὲν ἄλλο τῶν ἐπὶ θεοῦ γενομένων οὕτως ἡνῶσθαι τῷ κυρίῳ, ὡς ἥνωται πρὸς αὐτὸν ἡ προσληφθεῖσα σάρξ, 〈ἐπεὶ〉 ἐπήγαγεν ἐν τῷ συμπεράσματι, ὅτι τὰ μὴ οὕτως ἡνωμένα οὐδ᾽ οὕτω προσκυνητά, ἑτέραν ἐπιτίθησι κορωνίδα· 〈Οὐδὲν δὲ οὕτως προσκυνητὸν ὡς ἡ σὰρξ τοῦ Χριστοῦ〉. ταῦτα ὡς καὶ παιδίοις γνώριμον ἔχοντα τὴν ἀτοπίαν μετὰ τῆς ἀνοίας σιωπησόμεθα. εἴποι γὰρ ἂν καὶ τὰ ταῖς ἀγοραῖς ἐγκαθήμενα παιδία καὶ παίζοντα ὅτι, εἰ μηδὲν οὕτως ἐστὶ προσκυνητὸν ὥσπερ ἡ σάρξ, ἄρα σεβασμιωτέρα ἐστὶν ἡ τοῦ Χριστοῦ σὰρξ καὶ αὐτῆς τῆς τοῦ πατρὸς μεγαλειότητος καὶ τῆς παντοδυνάμου ἐξουσίας καὶ τῆς πάντων ἀρχῆς καὶ εἴ τι ἄλλο χωρεῖ ἡ φύσις ἡμῶν περὶ τῆς θείας δυνάμεως φθέγγεσθαι, ὥστε καταλιπόντας τὸ προσκυνεῖν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον μόνην σέβεσθαι καὶ προσκυνεῖν τὴν παρὰ τούτου προτετιμημένην σάρκα καὶ ἐν ἐκείνῃ τὸ κατὰ πάντων τίθεσθαι κράτος. ὅμοιον δὲ τοῖς προαποδεδομένοις καὶ τὸ ἐφεξῆς ἐπιχείρημα· Ἡ 〈σὰρξ τοῦ κυρίου〉, φησί, 〈προσκυνεῖται, καθὸ ἕν ἐστι πρόσωπον καὶ ἓν ζῷον μετ᾽ αὐτοῦ〉. δύο μνημονεύσας πραγμάτων, κυρίου καὶ σαρκὸς κυρίου, ἓν ζῷον τὰ δύο ἐποίησεν.

νῦν ἀποκαλύπτει σαφῶς τὸ ἐν τῇ ἐπιγραφῇ τοῦ λόγου δηλούμενον, ἐν ᾗ διδάσκειν κατεπαγγέλλεται περὶ τῆς θείας σαρκώσεως τῆς καθ᾽ ὁμοίωσιν ἀνθρώπου· ἐπειδὴ γὰρ ψυχῆς σώματι συνδραμούσης ἐκ τῆς τῶν ἑτερογενῶν τούτων μίξεώς τε καὶ κοινωνίας συνίσταται ἡ ἀνθρωπίνη ζωὴ καὶ οὐκ ἄν τις ἄλλο τι τὴν σύστασιν ἡμῶν ὁρίσαιτο πλὴν σώματος καὶ ψυχῆς κοινωνίαν, τοῦτο αὐτὸ καὶ περὶ τὴν θείαν φύσιν φαντασθεὶς ὁ λογογράφος εὐθὺς ἔν τε τῇ ἐπιγραφῇ τοῦ λόγου διδάσκειν κατεπαγγέλλεται, ὅτι καθ᾽ ὁμοίωσιν ἀνθρώπου καὶ τὸ θεῖον ἐν σαρκὶ θεωρεῖται, καὶ νῦν ἐν τῷ μέρει τούτῳ τοῦ λόγου σαφῶς κατασκευάζει, ὅτι ἕν ἐστι πρόσωπον καὶ ζῷον ἓν ἥ τε σὰρξ καὶ ὁ κύριος, ὡσανεὶ λέγοι Παῦλον τὸν αὐτὸν εἶναι τῷ κρυπτῷ τὸν φαινόμενον διὰ τὴν τοῦ σώματος πρὸς τὴν ψυχὴν συμφυΐαν. τί οὖν ἄρα ἐπεξιέναι προσήκει τοῖς εἰρημένοις καὶ ἀντιμάχεσθαι; καὶ πῶς οὐκ ἄν τις ἡμᾶς ἀφραίνειν κατῃτιάσατο τοῖς παρεξευρημένοις τῶν νοημάτων ἐνισταμένους; οὐκοῦν τὸ μετὰ τοῦτο κατανοήσωμεν. 〈Εἰ μηδέν〉, φησί, 〈ποίημα προσκυνητὸν μετὰ τοῦ κυρίου ὡς ἡ σὰρξ αὐτοῦ〉. τίς ἀγωνοθετήσει περὶ τῶν ἐν ἀσεβείᾳ πρωτείων ἀγωνιζομένῳ τῷ Ἀπολιναρίῳ πρὸς τὸν Εὐνόμιον; τίς ἄρα τῶν ἀριστείων ἐν τοῖς κατὰ τῆς ἀληθείας ἱδρῶσιν ἀξιωθήσεται; τάχα ἄκριτος ἐπ᾽ ἀμφοτέρων ἡ νίκη τῷ ἀμφηρίστῳ καὶ ἰσοπαλεῖ τῆς ἀσεβείας καταλειφθήσεται.

ὁ μὲν γὰρ ποίημα τὸν μονογενῆ θεὸν λέγων νοερόν τε αὐτὸν καὶ ἔξω τῆς ἀντιτύπου φύσεως εἶναι οὐκ ἀπομάχεται· οὗτος δὲ σύνθετον ἐξ ἀρχῆς αὐτὸν ἐξ ἑτεροφυῶν ἀναπλάσας, ἐκ σαρκός τε καὶ θεότητος συγκεκροτημένον, ἓν εἶναι ζῷον κατασκευάζει καθ᾽ ὁμοίωσιν τῆς ἀνθρωπίνης φύσεως. ἡ μὲν γὰρ τοῦ ποιήματος προσκύνησις ἐπ᾽ ἀμφοῖν ἴση· ἀλλ᾽ ἐκεῖνος μὲν τὴν νοεράν τε καὶ ἀσώματον φύσιν πεποιῆσθαί φησιν· οὗτος δὲ προστίθησι καὶ τὸ σαρκώδη φύσιν εἶναι περὶ τὸ ποίημα καὶ ταύτην προσκυνεῖσθαι πλέον τῶν λοιπῶν ποιημάτων ὡς καὶ ἄλλοις ποιήμασι προσαγομένης τῆς προσκυνήσεως, ὃ καὶ τοῖς τὰ Εὐνομίου πρεσβεύουσιν ἀσεβὲς εἶναι ὁμολογεῖται. οὐκοῦν ἐχέτω κατὰ τοῦ Εὐνομίου τὰ νικητήρια καὶ ἐπαγαλλέσθω τοῖς τῆς ἀσεβείας στεφάνοις καλλωπιζόμενος· ὅσῳ γὰρ ἐν τῇ ἀνθρωπίνῃ φύσει τῆς ψυχῆς τὸ σῶμα καταδεέστερον, τοσοῦτον ἐν τοῖς τὰ ποιήματα προσκυνοῦσιν ὁ τὴν σάρκα προσκυνεῖν νομοθετῶν τῶν τὸ νοερὸν ποίημα σεβομένων ἐν τῷ λόγῳ τῆς ἀσεβείας ἐστὶν ἀτοπώτερος, καὶ μάλιστα, εἰ καὶ ἄλλα προσκυνεῖσθαι ποιήματα λέγοι, ὧν τὸ πλέον ἡ σὰρξ διὰ συγκρίσεως κατὰ τὴν προσκύνησιν ἔχει· 〈Οὐδὲν〉 γάρ, φησί, 〈ποίημα προσκυνητὸν ὡς ἡ σὰρξ τοῦ κυρίου〉. πάντα μὲν γὰρ ἐπίσης κάτω τῆς θείας ἐστὶ δυνάμεως, ὅσαπερ ἐν τῇ κτίσει καταλαμβάνεται, κἂν ἀσώματον ᾖ κἂν μετὰ σώματος.

ἀλλ᾽ ἔχει πρὸς ἑαυτὴν ἡ κτίσις διὰ συγκρίσεως ὑπερβολὴν καὶ ἐλάττωσιν, τῆς τῶν ἀσωμάτων φύσεως προτερευούσης παρὰ τὴν αἰσθητήν τε καὶ σωματώδη κατάστασιν. ὥστε καθὸ μὲν τῷ ποιήματι λατρεύειν οἴονται δεῖν Εὐνόμιός τε καὶ Ἀπολινάριος, ἰσοπαλεῖς ἐν τῷ λόγῳ τῆς ἀσεβείας εἰσὶ καὶ ἀμφήριστοι· ὁ δὲ τῇ σαρκὶ παρὰ τὴν νοερὰν φύσιν τὰ πρωτεῖα νέμων τὸ πλέον εἰς ἀσέβειαν ἔχει. ἀκουσάτωσαν οἱ μαθηταὶ τῆς ἀπάτης πρὸς τίνα τῷ διδασκάλῳ αὐτῶν καὶ περὶ τίνων ἡ ἅμιλλα.

Ἴδωμεν δὲ καὶ τὴν ἐφεξῆς ἀλυκτοπέδην, κατ᾽ αὐτὸν εἰπεῖν τὸν Ἀπολιναρίου διδάσκαλον, ἣν ταῖς ἀλύτοις σειραῖς τῶν συλλογισμῶν διασφίγξας προτείνεται. 〈Εἰ ἄνθρωπον〉, φησίν, 〈οἴεταί τις ἑνοῦσθαι θεῷ παρὰ πάντας ἀνθρώπους καὶ ἀγγέλους〉. ἄρα χρὴ καὶ τὴν ἐν τούτοις διεξετάζειν διάνοιαν. ἀλλ᾽ ὅμοιον ἂν εἴη ψυχὴν ἐν λίθῳ ζητεῖν καὶ ἐν ξύλῳ φρόνησιν καὶ ἐν τοῖς ἐκτεθεῖσι ῥήμασιν ἔμφασίν τινος ἐνθυμήσεως, οὐ λέγω τῆς κρείττονος, ἀλλὰ τῆς γοῦν εἰς τὸ ἀσεβὲς συντελούσης· μᾶλλον δ᾽ ἂν ἐκ τῆς συμφράσεως μαρτυρηθείη τὸ τῶν λεγομένων ἀδιανόητον. 〈Ποιήσει μὴ αὐτεξουσίους τοὺς ἀγγέλους καὶ τοὺς ἀνθρώπους ὡς οὐδὲ ἡ σὰρξ αὐτεξούσιος. φθορὰ δὲ τοῦ αὐτεξουσίου ζῴου τὸ μὴ εἶναι αὐτεξούσιον· οὐ φθείρεται δὲ ἡ φύσις ὑπὸ τοῦ ποιήσαντος αὐτήν· οὐκ ἄρα ἑνοῦται ὁ ἄνθρωπος θεῷ〉. βαβαὶ τῆς ἀνάγκης! ὡς ἄλυτοι τῶν συλλογισμῶν αἱ πλεκτάναι! ἀφαιρεῖται τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων τὸ αὐτεξούσιον ἡ πρὸς τὸ θεῖον ἕνωσις καὶ φθορὰ τοῦ αὐτεξουσίου ζῴου τὸ μὴ εἶναι αὐτεξούσιον γίνεται, καὶ εἰ ταῦτα τεθείη, ἀποδείκνυται τὸ μὴ ἑνοῦσθαι ἄνθρωπον θεῷ. τί τοιοῦτον οἱ ἐγγαστρίμυθοι, τί δὲ οἱ ἐκ γῆς φωνοῦντες καὶ ἐγκαρδίους μαντείας πεπαιδευμένοι παραπλήσιον τούτοις ἀποφοιβάζουσιν; ἀφαιρεῖται τῶν ἀνθρώπων καὶ τῶν ἀγγέλων ἡ αὐτεξουσιότης, ἐὰν ἑνωθῇ τῷ θεῷ τὸ ἀνθρώπινον.

μὴ οὐκ ἦν ἄνθρωπος ὁ εἰπὼν Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα; μὴ οὐκ ἀνεκράθη τῇ θείᾳ φύσει ὁ πᾶσαν τὴν θεϊκὴν δύναμιν ἐν ἑαυτῷ δεικνὺς κατ᾽ ἐξουσίαν ἐνεργῶν ὅπερ ἐβούλετο; εἰ μὲν οὖν οὐκ ἐγένετο τοῦτο ἐν ἐκείνῳ καὶ ἐν τούτῳ ἐκεῖνο, παραγραφέσθω τὴν εὐαγγελικὴν μαρτυρίαν, ψεύδους πάντως καὶ ὁ Παῦλος ἁλώσεται καὶ οἱ προφῆται καὶ πάντες οἱ τὰ θαύματα περὶ τοῦ κυρίου προκαταγγέλλοντες καὶ οἱ τὰ μετὰ ταῦτα γεγονότα διηγησάμενοι. εἰ δὲ ἀληθῶς γέγονε τοῦτο καὶ θεὸς ἐφανερώθη ἐν σαρκὶ καὶ ἡ σὰρξ ἡ ἀνακραθεῖσα τῇ θείᾳ φύσει ἓν πρὸς ἐκείνην ἐγένετο, ἄρα κατὰ τὸν ποιητικὸν μῦθον ἀπόλωλε τῇ ἀνθρωπίνῃ φύσει τὸ αὐτεξούσιον καὶ κατεδουλώθησαν 〈οἱ〉 ἄγγελοι, ἐπειδὴ τοῦτο ἐγένετο, ζημιωθέντες τοῦ αὐτεξουσίου τὴν χάριν. ὢ τῆς παραλόγου καινοφωνίας! οἵα δὲ καὶ ἡ ἐπαγωγὴ τὸ λέγειν· 〈Φθορὰ δὲ τοῦ αὐτεξουσίου ζῴου ἐστὶ τὸ μὴ εἶναι αὐτεξούσιον〉. ἄρα οὐκ ἀριθμεῖ τὸ οἰκετικὸν ἐν τοῖς ζῴοις, ὅτι μὴ αὐτεξουσίως οἰκονομεῖται παρὰ τὸν βίον τῇ ἐπικρατούσῃ δυναστείᾳ δεδουλωμένον; ἐν γὰρ τῷ αὐτεξουσίῳ τὸ ζῷον εἶναί τινα ὁ λογογράφος ὁρίζεται· ᾧ δὲ μὴ πάρεστιν ἡ αὐτοκρατὴς τοῦ θελήματος κίνησις, μηδὲ ζῷον οἴεσθαι τοῦτον εἶναι νομοθετεῖ.

οὐκοῦν νεκρὸς ἦν ἐκεῖνος ὁ Χαναάν, ὅτε τοῖς ἀδελφοῖς διὰ τὴν ἀταξίαν κατεδουλώθη, νεκρὸς ὁ οἰκέτης τοῦ Ἀβραάμ, νεκρὸς Γιεζὶ τὸ τοῦ Ἐλισσαίου παιδάριον, καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις νεκρὸς ὁ Ὀνήσιμος, νεκροὶ πάντες οἱ ἑκατοντάρχαι δουλεύοντες. καὶ τί ταῦτα λέγω; τεθνᾶσι πάντες οἱ ὑπεζευγμένοι ταῖς τῶν κρατούντων ἀρχαῖς, ἐν οἷς κωλύεται τὸ αὐτεξούσιον βούλημα. ἀλλὰ καὶ οἷς ὁ Παῦλος νομοθετεῖ ταῖς ὑπερεχούσαις ἐξουσίαις ὑποτάσσεσθαι, νεκροὶ πάντως εἰσί, κἂν ψυχαὶ ὦσι, τῇ ἀπουσίᾳ τοῦ αὐτεξουσίου φθαρέντες καὶ μηκέτι ζῷα εἶναι δυνάμενοι. τοῦτο γὰρ κελεύει τοῦ Ἀπολιναρίου ὁ μῦθος, ἵνα τὴν ἄψυχον ἐκείνην σάρκα συζεύξῃ τῷ ἐπὶ πάντων θεῷ, εἴτ᾽ οὖν ἄψυχον εἴτ᾽ οὖν ἀνόητον· πρὸς ἀμφότερα γὰρ ἐπίσης ὁ μῦθος βλέπει. ἀλλὰ τὸ μὲν ἄψυχον νεκρός ἐστι· τὸ δὲ δίχα διανοίας ἔμψυχον κτῆνός ἐστιν, ὅπερ οὐδὲ αὐτὸς οὗτος ἀποφεύγει ὡς ἄτοπον, ἀφαιρούμενος τῆς σαρκὸς ἐκείνης τὸ αὐτεξούσιον· τῶν γὰρ ἀλόγων ἴδιον τὸ μὴ ἐφ᾽ ἑαυτῶν εἶναι, ἀλλ᾽ ὑποτετάχθαι τῇ τοῦ ἀνθρώπου ἀρχῇ.

Ἀλλ᾽ ἐάσθω καὶ ταῦτα, πρὸς δὲ τὰ ἐφεξῆς τοῦ λόγου μετέλθωμεν· λέξω δὲ τῇ ἐμαυτοῦ φωνῇ τὴν τοῦ ἐναντίου διάνοιαν συντομίας χάριν. 〈ἐκ τριῶν εἶναι τὸν ἄνθρωπόν〉 φησι, 〈πνεύματος καὶ ψυχῆς καὶ σώματος〉, ὡς καὶ τοῦ ἀποστόλου τοῦτο διὰ τῆς πρὸς Θεσσαλονικεῖς ἐπιστολῆς δογματίζοντος, καὶ ἐπάγει τῆς ὑμνῳδίας τῶν τριῶν παίδων τοῦτο τὸ μέρος τὸ Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων· εἶτα καὶ τὸ ἐν πνεύματι φησὶ λατρεύειν τῷ κυρίῳ· καὶ τὴν τοῦ εὐαγγελίου φωνὴν παρατίθεται, δι᾽ ἧς διδασκόμεθα τοὺς προσκυνοῦντας θεῷ ἐν πνεύματι δεῖν προσκυνεῖν. ταῦτα διεξελθὼν προστίθησιν εἶναί τι παρὰ τοῦτο, τὴν σάρκα τὴν ἀντιστρατευομένην τῷ πνεύματι· ταύτην δὲ οὐκ ἄψυχον λέγει, ὡς διὰ τούτου δείκνυσθαι τρίτον εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχὴν καὶ τὸ σῶμα. 〈Εἰ οὖν ἐκ τριῶν〉, φησίν, ὁ 〈ἄνθρωπος, ἄνθρωπος δὲ καὶ ὁ κύριος, ἐκ τριῶν πάντως ἐστὶ καὶ ὁ κύριος, πνεύματος καὶ ψυχῆς καὶ σώματος〉. ἵνα τοίνυν τὸ διημαρτημένον αὐτοῦ τῆς περὶ τῶν θείων γραφῶν ὑπολήψεως γένηται δῆλον, ἐν ὀλίγῳ τὰ καθ᾽ ἕκαστον τῶν εἰρημένων διαληψόμεθα. καὶ πρῶτόν γε τὸ ἀποστολικὸν ἐξετάσωμεν.

οὐ γὰρ τὸν ἄνθρωπον τρισὶ τμήμασι καταμερίζων ὁ Παῦλος κατά γε τὸν ἡμέτερον λόγον τοῖς Θεσσαλονικεῦσιν ἐκεῖνα γράφει, ὁλοτελῶς αὐτοὺς ἁγιασθῆναι εὐχόμενος τῷ κυρίῳ, ἐν σώματι καὶ ψυχῇ καὶ πνεύματι· ἀλλά τίς ἐστι φιλοσοφία περὶ τῆς κατὰ τοῦτον τὸν βίον προαιρέσεως διαφόρως ὑψηλοτέρα, οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐν οἷς πρὸς τοὺς Κορινθίους ποιεῖται τὸν λόγον. οἶδε γὰρ ἐκεῖ τινα σάρκινον ἄνθρωπον καὶ πνευματικὸν πάλιν ἕτερον καὶ διὰ μέσου τῶν δύο τὸν ψυχικόν· τὸν μὲν ἐμπαθῆ καὶ ὑλώδη σάρκινον προσαγορεύων, τὸν δὲ μὴ βαρούμενον τῷ ἐφολκίῳ τοῦ σώματος ἀλλ᾽ ἐν τοῖς ὑψηλοῖς τὴν διάνοιαν ἔχοντα πνευματικὸν ὀνομάζων, τὸν δὲ μηθέτερον ἀκριβῶς ὄντα καὶ πρὸς ἑκάτερον ἔχοντα τὴν κοινωνίαν ψυχικὸν ἀποκαλῶν. ταῦτα δὲ λέγων οὔτε τὸν σάρκινον τῆς κατὰ τὸν νοῦν ἢ τὴν ψυχὴν ἐνεργείας ἐστερῆσθαι λέγει οὔτε τὸν πνευματικὸν τῆς πρὸς τὸ σῶμα καὶ τὴν ψυχὴν συμπλοκῆς ἀλλότριον δείκνυσιν οὐδὲ τὸν ψυχικὸν ἢ ἄνουν ἢ ἄσαρκον ὑποτίθεται, ἀλλ᾽ ἐκ τοῦ πλεονάζοντος τὰς ἐπωνυμίας ταῖς προαιρέσεσι τίθεται.

Ὅ τε γὰρ ἀνακρίνων τὰ πάντα καὶ ὑπ᾽ οὐδενὸς ἀνακρινόμενος καὶ ἔνσαρκός ἐστι καὶ ἔμψυχος καὶ πνευματικὸς ὀνομάζεται· καὶ ὁ κατὰ τῆς εὐνῆς τῆς πατρῴας τῷ τῆς σαρκὸς πάθει λυσσήσας οὔτε ἄψυχος ἦν οὔτε διανοίας κεχώριστο· ὡσαύτως δὲ καὶ ὁ μέσως ἔχων τοῦ τε ἐπαινετοῦ καὶ τοῦ κατεγνωσμένου ἐν ἑκατέροις ἐστὶ καὶ νοῦν ἔχων ἐν ἑαυτῷ καὶ τὴν φύσιν τῆς σαρκὸς περικείμενος. ἀλλά, καθὼς εἴρηται, πρὸς τὰ φαινόμενα τοῦ βίου γνωρίσματα τῆς προσηγορίας κυρίως ἐφαρμοζούσης οἱ μὲν ἀπολαυστικοί τε καὶ φιλήδονοι καὶ πρὸς τὰς ἐριστικὰς φιλονεικίας ἐκθύμως ἔχοντες σάρκινοι λέγονται· οἱ δὲ τὰ πάντα μὲν ἀνακρίνοντες, αὐτοὶ μηδεμίαν παρέχοντες τοῖς βουλομένοις ἀνακρίσεως λαβὴν διὰ τὸ ὑψηλὸν τῆς πολιτείας πνευματικοὶ ὀνομάζονται· ψυχικὸν δὲ τὸν μεταξὺ τούτων ἑστῶτά φησιν, ὃς τοσοῦτον ὑποβέβηκε τοῦτον, ὅσον ἐκείνου ὑπερανέστηκεν. ἐπειδὴ τοίνυν βούλεται τὸν δι᾽ ἀρετῆς τελειούμενον μὴ μόνον ἐν τῷ ὑψηλῷ μαρτυρεῖσθαι βίῳ, ἀλλὰ κἄν τι τῶν σωματικῶν ἐνεργῇ πρὸς θεὸν βλέπειν, κἄν τι τῶν μέσων, μηδὲ οὕτως τοῦ θεοῦ ἀπολείπεσθαι. (Εἴτε γὰρ ἐσθίετε, φησίν, εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε, ὡς καὶ 〈διὰ〉 τῶν σωματικῶν ἀσχολημάτων τοῦ σκοποῦ τῆς θείας δόξης μὴ ἀποπίπτειν.)

διὰ τοῦτο τοῖς Θεσσαλονικεῦσιν ἤδη διὰ πάντων πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὁλοτελῆ τὸν ἁγιασμὸν διὰ τῆς εὐλογίας χαρίζεται εἰπών· Ὁ δὲ θεὸς ἁγιάσει ὑμᾶς ὁλοτελεῖς καὶ ὁλόκληρον ὑμῶν τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα, τουτέστι πᾶν τὸ σωματικὸν καὶ ψυχικὸν καὶ πνευματικὸν ἐπιτήδευμα, πρὸς ἁγιασμὸν βλέποι. οὗτος ὁ ἡμέτερος λόγος. εἰ δέ φησιν ὁ Ἀπολινάριος διὰ τούτου ἰδίως τὸν νοῦν εὐλογεῖσθαι καὶ τὸ σῶμα πάλιν καὶ τὴν ψυχὴν ἰδιαζόντως διαστεῖλαι τῆς ἐφ᾽ ἑκάστου τούτων εὐλογίας τὴν δύναμιν, πῶς ὁλόκληρον τὸ σῶμα φυλάσσεται τὸ πάντῃ καὶ πάντως ἐν τῷ θανάτῳ διαπεσούμενον; πῶς ὁλόκληρον τὸ δι᾽ ἐγκρατείας ὑποπιεζόμενόν τε καὶ ῥικνούμενον καὶ διὰ τῆς σκληροτέρας δουλαγωγίας σαθροποιούμενον; πῶς ἄν τις εἴποι τὸν πτωχὸν ἐκεῖνον Λάζαρον μὴ διημαρτηκέναι τῆς εὐλογίας τοῖς τοιούτοις ἕλκεσι βρύοντα καὶ διὰ τῶν ἰχώρων ἐκδαπανώμενον; ἀλλά, κἂν παράδοξον εἰπεῖν, ἐν ἐκείνῳ τῷ σώματι τῷ διερρυηκότι τοῖς ἕλκεσιν ἐντελὴς ἦν ἡ εὐλογία τοῦ Παύλου· ὁλόκληρον γὰρ αὐτοῦ τὸ σῶμα τῇ ψυχῇ διὰ τῆς πνευματικῆς πολιτείας συνδιεσώθη, ὅτι οὐ κατεσπάσθη ταῖς τῆς σαρκὸς ἀνάγκαις ἀπὸ τῆς ὑψηλοτέρας ἐλπίδος εἴς τι τῶν ἀπρεπῶν νοημάτων· οὐ γὰρ παρέσχεν ἡ σὰρξ τῇ ψυχῇ περισπασμὸν οὐδὲ ἐπεθορυβεῖτο τοῖς πάθεσι τοῖς σωματικοῖς ἡ διάνοια.

Ἥ τε τῶν τριῶν ὑμνῳδία παίδων πνεύματα καὶ ψυχὰς δικαίων πρὸς κοινωνίαν τῆς δοξολογίας παραλαμβάνουσα οὐκ ἰδίᾳ τὰς ψυχὰς αἰνεῖν διακελεύεται καὶ ἰδίᾳ τῶν ψυχῶν τὰ πνεύματα, καθὼς ὁ Ἀπολινάριος οἴεται. τίς γὰρ ἂν γένοιτο τῆς ψυχῆς ἰδιάζων αἶνος μὴ διὰ τῆς διανοίας πληρούμενος; ψυχὴ γὰρ διανοίας κεχωρισμένη, καθὼς ἤδη πολλάκις εἴρηται, κτῆνός ἐστι τῆς λογικῆς τε καὶ διανοητικῆς ἐνεργείας ἀμέτοχον. τί οὖν ἄρα τὸν νοῦν, καθὼς οὗτός φησιν, ἀποχωρίζει τῆς ψυχῆς ἡμῶν; δεδόσθω δυνατὸν εἶναι παρὰ τῶν πνευμάτων πληροῦσθαι τὸν αἶνον τῷ θεῷ, διότι νοῦν εἶναι λέγει τὰ πνεύματα. εἰ δὲ τὴν ψυχὴν ἄλλο τι παρὰ τὸν νοῦν οἴεται, πῶς αἰνέσει τὸν θεὸν ὁ ἀνόητος; τίς ἐξ ἀνοίας ἀρέσει τῷ θεῷ ὑμνῳδία; τίς δ᾽ ἂν ἔτι χρεία γένοιτο τοῦ νοῦ τῇ ψυχῇ, εἴπερ ἐπὶ τῆς θείας δοξολογίας αὐτάρκης εἴη καθ᾽ ἑαυτὴν ὑμνῳδοῦσα καὶ μηδὲν τῆς τοῦ νοῦ συνεργίας προσδεομένη; ἀλλ᾽ οὐ ταῦτα παρὰ τῶν ἐξηγησαμένων ἡμῖν μεμαθήκαμεν. ἀλλ᾽ ἐπειδὴ ἰσάγγελοί εἰσιν αἱ ψυχαὶ τῶν σωματικῶν λυθεῖσαι δεσμῶν, καθὼς ὁ κύριος λέγει, διὰ τοῦτο τῇ μετὰ τῶν πνευμάτων συζυγίᾳ τὴν πρὸς τοὺς ἀγγέλους τῶν ψυχῶν ὁμοτιμίαν ὁ λόγος ἐνδείκνυται· πνεύματα γὰρ οἱ ἄγγελοι κατὰ τὸν εἰπόντα προφήτην· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, μεθ᾽ ὧν ὑμνῳδεῖν οἱ τρεῖς παῖδες καὶ τὰς τῶν δικαίων ἀξιοῦσι ψυχάς.

ὁ δὲ σωτὴρ λέγων ἐν πνεύματι δεῖν προσκυνεῖν τὸν θεὸν οὐ τὸν νοῦν δηλοῖ τῇ προσηγορίᾳ τοῦ πνεύματος, ἀλλὰ τὸ μὴ δεῖν σωματικάς τινας περὶ τὸ θεῖον τὰς ὑπολήψεις ἔχειν. ἐπειδὴ γὰρ ἡ Σαμαρεῖτίς φησι πρὸς τὸν κύριον ἐν τῷ ὄρει δεῖν προσκυνεῖν τὸν θεὸν ὡς ἐν περιγεγραμμένῳ τῷ τόπῳ, ὅπερ οὐκ ἔξω τῆς σωματικῆς ὑπονοίας ἐστί, διὰ τοῦτό φησι πρὸς τὴν πεπλανημένην ἐκ τῆς ἀληθείας ὁ λόγος, ὅτι πνεῦμα ὁ θεός, τουτέστιν ἀσώματος, καὶ τοὺς προσκυνοῦντας αὐτὸν μὴ σωματικῶς δύνασθαι προσεγγίζειν τῷ ἀσωμάτῳ, ἀλλ᾽ ἐν πνεύματι καὶ ἀληθείᾳ πληροῦν τὴν προσκύνησιν. ἀντιδιαστέλλει γὰρ τὰς διορθωτικὰς φωνὰς ταῖς διπλαῖς ἀγνοίαις, τὴν μὲν ἀλήθειαν τῷ τόπῳ, τὸ δὲ πνεῦμα ἀντιδιαιρῶν ταῖς σωματικαῖς ὑπολήψεσιν. τούτου χάριν καὶ ὁ Παῦλος οὔτε ἐν τόπῳ οὔτε ἐν σώματι, ἀλλ᾽ ἐν πνεύματι λατρεύειν φησὶ τῷ κυρίῳ τῇ ἀληθείᾳ ἑπόμενος. τὸ δὲ λέγειν ὅτι Ἡ σὰρξ τῷ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, αὐτόθεν ἔχει τῆς τοῦ δόγματος αὐτῶν ἀπάτης τὸν ἔλεγχον· τὸ γὰρ ἀντιστρατεύεσθαι καὶ αἰχμαλωτίζειν καὶ μὴ ὑποτάσσεσθαι καὶ πάντα τὰ τοιαῦτα προαιρέσεώς ἐστιν ἐνεργήματα. νοῦ δὲ μὴ ὄντος οὐδ᾽ ἂν ἡ προαίρεσις εἴη. οὐκοῦν, ἥν φησιν Ἀπολινάριος σάρκα ἔμψυχον τε καὶ ἐμπροαίρετον, ταύτην οὐδὲ τοῦ νοῦ κεχωρίσθαι ὁμολογεῖ.