Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀντιρρητικὸς πρὸς Ἀπολλινάριον

Γρηγόριος ὁ Νύσσης

Ανασκευή των θέσεων περί επουράνιας σάρκας και έλλειψης ανθρώπινου νου

Αναίρεση της διδασκαλίας περί καθόδου της ανθρώπινης φύσης από τον ουρανό, περί προϋπάρχουσας σάρκας, καθώς και της άποψης ότι ο Χριστός στερείται ανθρώπινου νου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 8

Ἀλλ᾽ οὐκ εἰκῆ τὴν τοιαύτην τῆς λογογραφίας ἀνάγκην ἑαυτῷ σχηματίζεται· ἀλλ᾽ ὡς ἂν ὁδόν τινα καὶ ἀκολουθίαν πρὸς τὴν κατασκευὴν τοῦ καθ᾽ ἑαυτὸν δόγματος λάβοι, τὸ μὴ λεχθὲν ὡς εἰρημένον ὑπέθετο, ἵνα τῷ πρὸς ταῦτα δοκεῖν ἀγωνίζεσθαι διὰ τῆς ἐσχηματισμένης ἀντιρρήσεως κατασκευάσῃ τὸ θνητὸν εἶναι τὸ θεῖον. ἅπας γὰρ αὐτῷ τῆς λογογραφίας ὁ σκοπὸς πρὸς τοῦτο βλέπει, τὸ θνητὴν εἶναι τοῦ μονογενοῦς υἱοῦ τὴν θεότητα καὶ οὐχὶ τῷ ἀνθρωπίνῳ τὸ πάθος δέξασθαι, ἀλλὰ τὴν ἀπαθῆ καὶ ἀναλλοίωτον φύσιν πρὸς πάθους μετουσίαν ἀλλοιωθῆναι. ὅθεν πρὸς τί μὲν αὐτῷ χρήσιμον ὁ λόγος βλέπει, εἰδεῖεν ἂν οἱ τῶν μυστηρίων αὐτοῦ ἐπιίστορες· ἃ δὲ ἡ ἀκολουθία καὶ τοῖς ἄγαν νηπίοις προδείκνυσι, τοιαῦτά ἐστιν, οἷα μηδ᾽ ἂν τοὺς ἀθεωτάτους τῶν Ἑλλήνων εἰπεῖν. εἰ γὰρ αὐτὴ τέθνηκε τοῦ μονογενοῦς ἡ θεότης, συναπέθανε ταύτῃ πάντως καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀγαθότης καὶ τὸ φῶς καὶ ἡ δύναμις· ταῦτα γὰρ κατὰ διαφόρους ἐπιβολὰς ὁ μονογενὴς θεὸς καὶ ἔστι καὶ λέγεται. ἁπλοῦς δὲ ὢν καὶ ἀμερὴς καὶ ἀσύνθετος, ὅπερ ἂν λέγηται, ὅλος ἐστίν, οὐκ ἐν μέρει τοῦτο καὶ ἐν μέρει τὸ ἕτερον ὥστε ἑνὸς ὄντος πάντα ἐν αὐτῷ νοεῖσθαι καὶ μὴ ὄντος τὰ πάντα συνδιαγράφεσθαι. εἰ οὖν ἠφανίσθη τῷ θανάτῳ τὸ θεῖον, συνηφανίσθη τῷ θανάτῳ πάντα τὰ συνημμένως περὶ τὴν αὐτοῦ θεότητα θεωρούμενα.

ἀλλὰ μὴν οὐχ ἁπλῶς δύναμις ὁ Χριστός, ἀλλὰ θεοῦ δύναμις καὶ θεοῦ σοφία. ὅτε οὖν ταῦτα τῇ θεότητι τοῦ υἱοῦ διὰ τοῦ θανάτου συγκατεσβέσθη, οὐχ ἦν παρὰ τῷ πατρὶ θεοῦ σοφία, οὐ δύναμις, οὐ ζωή, οὐκ ἄλλο τι τῶν πρὸς τὸ κρεῖττον ὀνομαζομένων οὐδέν· θεοῦ γὰρ πάντα ταῦτα εἶναι 〈καὶ πάντα〉 τὰ τοῦ πατρὸς ἐν αὐτῷ εἶναι πιστεύεται, ἅπερ ὄντος μὲν τοῦ υἱοῦ ἔστι, μὴ ὄντος δὲ πάντως οὐκ ἔστι διὰ τὸ ἐν αὐτῷ εἶναι πάντα τὰ τοῦ πατρὸς ὁμολογεῖσθαι. εἰ οὖν ἐναπεσβέσθη τῷ θανάτῳ ἡ δύναμις, Χριστὸς δὲ θεοῦ ἐστι δύναμις, ποία πάλιν ἐκ τοῦ μὴ ὄντος ἀνεκλήθη δύναμις τῆς μὲν οὔσης τῷ θανάτῳ ἀφανισθείσης, ἑτέρας δὲ οὐχ ὑπολειφθείσης; τὴν γὰρ τοῦ πατρὸς δύναμιν ἐν τῷ υἱῷ εἶναι καὶ παρὰ τῶν μαχομένων ἡμῖν ὁμολογεῖται. εἰ οὖν μία ἡ δύναμις, αὕτη δὲ ὑπὸ τοῦ θανάτου δυναστευθεῖσα εἰς ἀφανισμὸν μετεχώρησεν ἐν τῷ καιρῷ τῆς τοῦ πάθους οἰκονομίας, τίς ἄλλη δύναμις παρ᾽ αὐτὸν ἀναπλάττεται ἡ ταύτην ἐκ τοῦ θανάτου ἀνακαλουμένη τὴν δύναμιν; εἰ γὰρ τοῦτο λέγοιεν ὅτι ἡ μὲν ἀπέθανεν, ἡ δὲ ἀθάνατος ἔμεινεν, οὐκέτι ἐν τῷ υἱῷ τὴν τοῦ πατρὸς δύναμιν εἶναι ὁμολογήσουσι καὶ οὕτως ἐκ τοῦ ἀκολούθου τὰς αὐτοῦ τοῦ κυρίου φωνὰς παραγράψονται ὡς οὐκ ἀληθῶς ἐχούσας, αἳ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ εἶναι διαμαρτύρονται.

ὁ γὰρ πάντα ἔχων τὰ τοῦ πατρὸς καὶ τὴν ἀθανασίαν πάντως τοῦ πατρὸς ἐν ἑαυτῷ ἔχει· ἡ δὲ ἀθανασία, ἕως ἂν ᾖ τοῦτο ὃ λέγεται, ἀμίκτως τε καὶ ἀκοινωνήτως πρὸς τὸν θάνατον ἔχει. εἰ οὖν θνητὴν λέγουσι τοῦ υἱοῦ τὴν θεότητα, τὸ μὴ ἔχειν αὐτὸν ἐν ἑαυτῷ τὴν τοῦ πατρὸς ἀθανασίαν κατασκευάζουσιν. ἀλλὰ μὴν ἀληθεύει ὁ λέγων ὅλον ἔχειν ἐν ἑαυτῷ τὸν πατέρα. ψεύδεται ἄρα ὁ θνητὸν κατασκευάζων τοῦτον ᾧ πᾶσα ἡ τοῦ πατρὸς ἀϊδιότης ἐγκαθορᾶται. ἐπεὶ οὖν μία πατρὸς καὶ υἱοῦ κατὰ τὸν λόγον τῶν εὐσεβούντων ἡ δύναμις (ἐν γὰρ τῷ πατρὶ τὸν υἱὸν βλέπομεν καὶ ἐν τῷ υἱῷ τὸν πατέρα), σαφῶς ἀποδείκνυται, ὅτι τὸ μὲν ἐμπαθὲς τῇ φύσει τὸν θάνατον δέχεται, τὸ δὲ ἀπαράδεκτον πάθους ἐν τῷ παθητῷ τὴν ἀπάθειαν ἐνήργησεν.

Ἀλλὰ πρὸς τὸ ἐφεξῆς τοῦ λόγου προέλθωμεν. λέξω δὲ πάλιν τῇ ἐμαυτοῦ φωνῇ συνελὼν ἐν βραχεῖ τὴν διάνοιαν. φησὶ γὰρ τὸ 〈ἄνθρωπον ἔνθεον τὸν Χριστὸν ὀνομάζειν ἐναντίον μὲν εἶναι ταῖς ἀποστολικαῖς διδασκαλίαις, ἀλλότριον δὲ τῶν συνόδων· Παῦλον δὲ καὶ Φωτεινὸν καὶ Μάρκελλον τῆς τοιαύτης διαστροφῆς κατάρξαι〉. εἶτα κατὰ τοὺς δεινοὺς τῶν ἀγωνιστῶν ὥσπερ συμπλακεὶς τῷ προσδιαλεγομένῳ καὶ εὑρὼν τὸν αὐθέντην τοῦ ῥήματος τοῦτό φησι· 〈Πῶς ἐρεῖς ἐκ γῆς ἄνθρωπον τὸν ἐξ οὐρανοῦ καταβεβηκέναι μαρτυρούμενον ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου τὸν θεὸν καὶ θεοῦ υἱὸν ἀναγορευόμενον〉; πάλιν ἐν τούτοις ἡ κατασκευὴ τῶν προλαβόντων ἑτέρας ἀτοπίας ἐστὶν ἀρχή· ἵνα γὰρ δείξῃ θεὸν τεθνηκότα, οὐδὲν ὅλως καταδέχεται τῆς γηΐνης φύσεως περὶ αὐτὸν θεωρεῖσθαι, ἐπειδὴ ὅλως τῇ γῇ συγγενῶς ἔχειν δοκεῖ τὸ κατὰ θάνατον πάθος. 〈Οὐκ ἔστι〉, φησίν, 〈ἐκ γῆς ἄνθρωπος ὁ ἐξ οὐρανοῦ καταβὰς ἄνθρωπος. ἄνθρωπος μέντοι, καὶ εἰ ἐξ οὐρανοῦ καταβέβηκεν· οὐ γὰρ ἀρνεῖται τὴν τοιαύτην προσηγορίαν ἐν τοῖς εὐαγγελίοις ὁ κύριος〉. πῶς οὖν ἐν τοῖς εἰρημένοις τὸ ἀκόλουθον σῴζει; εἰ μὴ ἐκ γῆς ὁ ἄνθρωπος, ἀλλ᾽ ἐξ οὐρανοῦ πρὸς ἡμᾶς καταβαίνει, πῶς ἀνθρώπου υἱὸς ὁ ἐξ οὐρανοῦ καταβαίνων λέγεται;

δώσει γὰρ πάντως, ὥσπερ ἐπὶ τῆς γῆς προεπινοοῦμεν τῶν υἱῶν τοὺς πατέρας, οὕτω καὶ ἐπὶ τοῦ κατ᾽ αὐτὸν οὐρανόθεν ἥκοντος ἀνθρώπου, ἐπειδὴ υἱὸς ἀνθρώπου λέγεται, μὴ εἰκῆ πατρόθεν κατονομάζεσθαι, ἀλλ᾽ εἶναι αὐτοῦ κατὰ τὸ ἀνθρώπινον ἐν οὐρανῷ προθεωρούμενον πατέρα ἄλλον ἄνθρωπον. εἰ γὰρ στηρίζεται τούτῳ τῷ ῥήματι τῷ εἰρηκότι Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐξ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ διὰ τοῦτο τῆς πρὸς τὸν γήϊνον ἄνθρωπον συγγενείας αὐτὸν ἀποσχίζει, ἐκ τοῦ οὐρανοῦ ἥκοντα υἱὸν ἀνθρώπου λέγων· δώσει τινὰ πάντως τοῦ καταβάντος πρὸς ἡμᾶς ἄλλον ἐν οὐρανῷ τοιοῦτον πατέρα, ὥστε καὶ ἐν τῇ οὐρανίῳ ζωῇ ἔθνη ἀνθρώπων καὶ δήμους καὶ πατριὰς καὶ πάντα, ὅσα κατὰ τὸν τῇδε βίον ἔστιν, ὑπονοεῖσθαι. εἰ οὖν τὸ ἐξ οὐρανοῦ ἧκον ἀνθρώπου ἐστὶν υἱός, τὸ δὲ ἐκ Μαρίας ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα γεγεννημένον ἄνωθεν δὲ ἀνθρώπου υἱὸς ὠνόμασται, ψευδῶς κατ᾽ αὐτοὺς υἱὸς θεοῦ λέγεται μήτε τοῦ οὐρανίου μήτε τοῦ γηΐνου πρὸς τὸ θεῖον οἰκειουμένου. ἀλλὰ συναγαγὼν ἑαυτῷ πρὸς τὸ κεφάλαιον τὰ εἰρημένα ἐν τούτῳ συμπεραίνει τὸν λόγον· 〈Εἰ δὲ καὶ ἐξ οὐρανοῦ υἱὸς ἀνθρώπου καὶ ἐκ γυναικὸς υἱὸς θεοῦ, πῶς οὐχ ὁ αὐτὸς θεὸς καὶ ἄνθρωπος〉;

ἐγὼ δὲ τὸ μὲν τὸν αὐτὸν ἄνθρωπον καὶ θεὸν πιστεύειν εἶναι φημὶ καὶ παντὸς εἶναι τοῦ τὸν ὀρθὸν λόγον πρεσβεύοντος, οὐ μὴν κατὰ τὴν τοῦ λογογράφου διάνοιαν· οὔτε γὰρ τὸ θεῖον γήϊνον οὔτε ἀνθρώπινον τὸ οὐράνιον, καθὼς ἐκεῖνος οἴεται· ἀλλ᾽ ἄνωθεν μὲν ἡ τοῦ ὑψίστου δύναμις διὰ τοῦ ἁγίου πνεύματος ἐν τῇ ἀνθρωπίνῃ φύσει ἐπεσκιάσθη, τουτέστιν ἐνεμορφώθη, ἐκ δὲ τῆς ἀμιάντου παρθένου ἡ τῆς σαρκὸς μοῖρα συνηφανίσθη καὶ οὕτω τὸ ἐν αὐτῇ γεννηθὲν υἱὸς ὑψίστου κατωνομάσθη· τῆς μὲν θείας δυνάμεως τὴν πρὸς τὸν ὕψιστον ἀγχιστείαν, τῆς δὲ σαρκὸς τὴν ἀνθρωπίνην οἰκειουμένης συγγένειαν. 〈Ἀλλὰ θεὸς μέν〉, φησί, 〈τῷ πνεύματι τῷ σαρκωθέντι, ἄνθρωπος δὲ τῇ ὑπὸ τοῦ θεοῦ προσληφθείσῃ σαρκί〉. τί ἐστι πάλιν τοῦ πνεύματος σάρκωσις ἐκτὸς τῆς πρὸς τὴν ἡμετέραν σάρκα ἑνώσεως; πόθεν δὲ προσελήφθη ἄνθρωπος, εἰ μὴ ἐκ τοῦ πρώτου ἀνθρώπου, οὗ τὴν πρώτην γένεσιν ἐκ γῆς, οὐκ ἐκ τοῦ οὐρανοῦ γενεαλογοῦντος τοῦ Μωυσέως ἠκούσαμεν; λαβὼν γὰρ ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς τὸν ἄνθρωπον ἔπλασεν· ἄλλην δὲ ἀνθρώπου κατασκευὴν ἐξ οὐρανοῦ συστῆναι παρ᾽ οὐδενὸς μεμαθήκαμεν.

εἶτα ἐπάγει τοῖς εἰρημένοις ὅτι 〈Τὸ μυστήριον ἐν σαρκὶ ἐφανερώθη〉, καλῶς τοῦτο λέγων, οὗτος ὁ ἡμέτερος λόγος, καὶ ὅτι Ὁ 〈λόγος σὰρξ ἐγένετο κατὰ τὴν ἕνωσιν〉, καὶ ταῦτα τῆς ὑγιαινούσης φωνῆς ἐστι τὰ ῥήματα· ὁ γὰρ ἡνῶσθαι τῇ σαρκὶ τὸν λόγον εἰπὼν οὐδὲν ἕτερον ἢ τῶν δύο τὴν συνδρομὴν λέγει. 〈Ἀλλ᾽ οὐκ ἄψυχος〉, φησίν, ἡ 〈σάρξ· στρατεύεσθαι γὰρ κατὰ τοῦ πνεύματος εἴρηται καὶ ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοός〉. ὑπέρευγε τῆς εὐγνωμοσύνης! οὐκ ἄψυχον τῷ θεῷ περιπλάσσει τὴν σάρκα. οὐκοῦν ἐρωτήσωμεν, εἰ ἔμψυχος προσελήφθη παρὰ τοῦ θεοῦ λόγου ἡ σάρξ, καθώς φησιν ὁ λογογράφος· ἔμψυχα δέ φαμεν καὶ τῶν ἀλόγων τὰ σώματα· ὁ ἀνθρωπίνην σάρκα καὶ ταύτην ἔμψυχον προσοικίζων τῷ λόγῳ οὐδὲν ἕτερον ἢ ὅλον συνάπτει τὸν ἄνθρωπον· οὐδὲν γὰρ ἄλλο παρὰ τὴν νοερὰν φύσιν τῆς ἀνθρωπίνης ψυχῆς ἐστιν ἰδίωμα διὰ τὸ ἐν πᾶσι τοῖς ἄλλοις κοινωνίαν εἶναι ἡμῖν πρὸς τὰ ἄλογα· τὸ ἐπιθυμητικόν, τὸ θυμοειδές, ἡ κατὰ τροφὴν ὄρεξις, ἡ πρὸς τὴν αὔξησιν δύναμις, ὁ κόρος, ὁ ὕπνος, ἡ πέψις, ἡ ἀλλοίωσις, ἡ τοῦ ἀχρειωθέντος ἐκποίησις, πάντα κατὰ τὸ ἴσον ἐν ἡμῖν καὶ τοῖς ἀλόγοις διά τινος ψυχικῆς δυνάμεως οἰκονομεῖται.

ὁ τοίνυν λέγων ἄνθρωπον εἶναι τὸν προσειλημμένον, ἔμψυχον δὲ τοῦτον διδοὺς οὐδὲν ἕτερον ἢ καὶ νοητὴν αὐτῷ προσεμαρτύρησε δύναμιν, ὅπερ ἴδιον τῆς ἀνθρωπίνης ἐστὶ ψυχῆς, ἐξ αὐτῶν, ὧν παρέθετο ἡμῖν, τῶν τοῦ ἀποστόλου ῥημάτων· ὁ γὰρ εἰπὼν ὅτι Τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν (τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται) τῆς προαιρετικῆς τε καὶ διανοητικῆς δυνάμεως ἐναργῆ τὰ ἰδιώματα λέγει· τὸ γὰρ ἐπιπειθῶς ἢ ἀντιτύπως πρὸς τὸν νόμον ἔχειν προαιρέσεως ἴδιον αὐτό τε τὸ τοῦ φρονήματος ὄνομα οὐκ ἄν τις τῆς κατὰ τὸ φρονεῖν ἐνεργείας ἀποχωρίσειεν. τὸ δὲ φρονεῖν ταὐτὸν εἶναι τῷ νοεῖν οὐδ᾽ ἂν τῶν κομιδῇ τις νηπιαζόντων ἀντείποι· ὅ τε ἀντιστρατευόμενος καὶ αἰχμαλωτίζων πῶς ἂν τῆς ἐνεργείας τοῦ νοεῖν ἀμοιρήσειεν; οὐ γὰρ τὸ πρὸς τὰ φαῦλα κινεῖσθαι τοῖς κακοῖς τὴν προαίρεσιν ἀπόδειξις τοῦ μὴ εἶναι νοῦν ἐν ἐκείνοις ἐστίν, ἀλλὰ καλῆς μὲν διανοίας ἐκτός εἰσι, νοοῦσι δὲ ὅμως· ἐπεὶ καὶ τὸν ὄφιν ἐκεῖνον, ὃν δὴ τῆς κακίας ἀρχηγὸν καὶ εὑρετὴν παρὰ τῶν γραφῶν ἐδιδάχθημεν, οὐκ ἀνόητον εἶναί φησιν ὁ θεόπνευστος λόγος, πλείονα τῶν ἄλλων προσμαρτυρῶν τούτῳ τὴν φρονιμότητα.

Οὐκοῦν ἐξ αὐτῶν, δι᾽ ὧν οἴεται συνιστᾶν τὸν ἑαυτοῦ λόγον, αἱ παρατεθεῖσαι ἡμῖν φωναὶ τὸ ἀσεβὲς τοῦ κατ᾽ αὐτὸν δόγματος διελέγχουσιν. οὐ γὰρ ἐν τούτοις μόνοις ὁ ἀπόστολος ἀνθίστησι τὴν σάρκα τῷ πνεύματι, τουτέστι τὴν πονηρὰν προαίρεσιν τῇ ἀστειοτέρᾳ ζωῇ, ἀλλὰ καὶ πρὸς Κορινθίους φησὶ τὸ ἐμπαθὲς αὐτοῖς ὀνειδίζων ὅτι Σάρκινοί ἐστε. ἆρα κατὰ τὸν χρόνον ἐκεῖνον, καθ᾽ ὃν πρὸς αὐτοὺς ὁ λόγος ἐγένετο, κατὰ τὴν τριμερῆ τοῦ Ἀπολιναρίου τῶν ἀνθρώπων τομὴν ἀμέτοχοι τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἦσαν οἱ ἄνθρωποι; ἢ πάντως ἐκ τῆς ἀμέτρου πρὸς τὴν σάρκα διαθέσεως σάρκινοι παρὰ τοῦ Παύλου προσηγορεύθησαν ἐκ τοῦ πλεονάζοντος τὴν ἐπωνυμίαν λαβόντες; καὶ δείκνυσι τὸν τοιοῦτον λόγον ἡ σύμφρασις τῶν γεγραμμένων· Ὅπου γὰρ ἐν ὑμῖν, φησί, ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε; τὸ δὲ ζηλοῦν καὶ ἐρίζειν τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἐστίν. τὰ δὲ τούτων ἐχόμενα τῆς λογογραφίας ἀπόδειξιν δῆθεν περιέχει διὰ πλειόνων μαρτυριῶν τοῦ ἐκ τριῶν συνεστάναι τὸν ἄνθρωπον, ἀπὸ σαρκός τε καὶ ψυχῆς καὶ νοῦ, ἅπερ οὐ πόρρω τοῦ καθ᾽ ἡμᾶς ἐστι λόγου.

ταὐτὸν γάρ ἐστιν ἐκ νοερᾶς ψυχῆς καὶ σώματος τὸν ἄνθρωπον λέγειν καὶ ἰδιαζόντως τὸν νοῦν ἐφ᾽ ἑαυτοῦ ἀριθμήσαντα τριχῆ διελεῖν τὴν περὶ τὸν ἄνθρωπον θεωρίαν· εἰ καὶ ὅτι πολλὰς τοῖς αἱρετικοῖς δίδωσιν ὁ λόγος ἐν τούτῳ λαβάς· δύναται γάρ, εἰ τὸ νοητικὸν ἐφ᾽ ἑαυτοῦ τις ἀριθμοίη, ἑτέραν τοῦ θυμοειδοῦς τὴν περιγραφὴν λέγειν καὶ τοῦ ἐπιθυμητικοῦ πάλιν ἑτέραν. ἴσως δ᾽ ἄν τις καὶ τὰ λοιπὰ τῆς ψυχῆς κινήματα κατὰ τὸν λόγον ἐξαριθμούμενος πολυσχιδῆ τινα καὶ πολυσύνθετον ἀντὶ τοῦ τριμεροῦς ἀποδείξειε τὸν ἄνθρωπον.

Ἀλλ᾽ ἐάσθω ταῦτα, ὡς ἂν μὴ τοῖς καθ᾽ ἕκαστον ἐπεξιόντες εἰς ἀμετρίαν ἐκτείνωμεν τὴν ἀντίρρησιν, πρὸς δὲ τὰ ἐφεξῆς τοῦ λόγου προΐωμεν. κατασκευάσας γὰρ διὰ πολλῶν τὸ τριφυὲς ἢ τριμερὲς ἢ ὅπως ἂν ἐθέλῃ τις ὀνομάζειν τὸ ἀνθρώπινον σύγκριμα, μέμνηταί τινων καὶ δογμάτων συνοδικῶν τῶν τε κατὰ Παύλου τοῦ Σαμωσατέως συνειλεγμένων λέγοντος 〈Ἐξ οὐρανοῦ ἀποτεθεῶσθαι τὸν κύριον〉· καὶ τοῦ κατὰ Νίκαιαν ἐκφωνηθέντος, οὗ τὴν ῥῆσιν ἐπὶ λέξεως τοῦτον τὸν τρόπον εἰρημένην παρέθετο τὸ 〈Ἐξ οὐρανοῦ καταβάντα καὶ σαρκωθέντα καὶ ἐνανθρωπήσαντα〉. καὶ ταῦτα εἰπὼν ὡς προκατασκευάσας τὸν μέλλοντα ῥηθήσεσθαι λόγον οὕτως ἀπογυμνοῖ τοῦ ἰδίου βουλήματος τὴν διάνοιαν καί φησιν οἱονεὶ προσοικειῶν τοῖς ἀποδεδειγμένοις οὕτω κατὰ τὴν λέξιν· 〈Τὸ δὴ πνεῦμα, τουτέστι τὸν νοῦν, θεὸν ἔχων ὁ Χριστὸς μετὰ ψυχῆς καὶ σώματος εἰκότως ἄνθρωπος ἐξ οὐρανοῦ λέγεται〉. τί κοινὸν ἔχει τὰ εἰρημένα πρὸς τὰ προάγοντα; ποῦ τοῦτο ἡ κατὰ τοῦ Σαμωσατέως ἐδογμάτισε σύνοδος; ἀλλ᾽ ἐῶ τὰ τῆς μνήμης ἡμῶν πρεσβύτερα. τί τοιοῦτον ἐν τοῖς κατὰ Νίκαιαν δόγμασιν ἔδειξεν; τὸν καταβάντα ἐκ τῶν οὐρανῶν ἡ πίστις λέγει καὶ σαρκωθέντα, ὡς μὴ πρὸ τῆς καθόδου νοεῖσθαι τὴν σάρκα, ἀλλὰ δευτερεύειν μετὰ τὴν κάθοδον τὸν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα; τοῦτο παρὰ πάντων ἐν ἐκκλησίαις κηρύσσεται καὶ οὗτος ἡμέτερος, μᾶλλον δὲ τῆς ἐκκλησίας ὁ λόγος.

ποῦ τοίνυν ἐν τοῖς εἰρημένοις ἐστίν, ὅτι τὸ πνεῦμα, τουτέστι τὸν νοῦν, θεὸν ἔχων ὁ Χριστὸς μετὰ ψυχῆς καὶ σώματος ἐξ οὐρανοῦ ἄνθρωπος λέγεται; εἴτε γὰρ ἐπὶ τῆς λέξεως ψιλῆς ἐξετάζοις τὸν λόγον εἴτε καὶ τὴν τῶν εἰρημένων διάνοιαν, ἐν οὐθετέρῳ τὸ ῥηθὲν εὑρεθήσεται. ἡ μὲν γὰρ λέξις τοσοῦτον ἀπέχει τῆς λέξεως καθ᾽ ὅσον ἀπέχουσι, ψαλμικῶς εἰπεῖν, ἀνατολαὶ ἀπὸ δυσμῶν· ἡ δὲ διάνοια τῶν εἰρημένων τί κοινὸν πρὸς τὰ δι᾽ ἐκείνης δηλούμενα δείκνυσιν; φησὶν οὗτος τὸν σαρκωθέντα τῇ ἀνθρωπίνῃ σαρκὶ Χριστὸν ἐν ἑαυτῷ θεὸν τὸ πνεῦμα, τουτέστι τὸν νοῦν, ἔχειν· λέγει δὲ τοῦτο ὁ κελεύων ἔνθεον ἄνθρωπον μὴ λέγειν τὸν Χριστόν, θεὸν ἔχοντα ἐν ἑαυτῷ ὡς ἄλλον ἐν ἄλλῳ, αὐτὸς πρὸ τῶν ἄλλων τοῦτο κατασκευάζων. ἡ δὲ τῆς συνόδου φωνὴ τὸν ἐξ οὐρανοῦ καταβάντα λέγει. νοείτω μὲν οὖν ὁ πολὺς καὶ ἀκέραιος τὴν ἐκ τῶν οὐρανῶν πρὸς ἡμᾶς κάθοδον· οὐδὲν γὰρ πρὸς τὴν τοιαύτην ὑπόληψιν διοισόμεθα, κἂν ὑψηλοτέραν ὁ νοῦς ἐμφαίνῃ διάνοιαν, μὴ τοπικῶς λέγων καταβαίνειν τὸ θεῖον πανταχοῦ ὂν καὶ περιδεδραγμένον τῶν ὄντων, ἀλλὰ τὴν πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν παραδηλῶν συγκατάβασιν· πλὴν ὅπως ἂν ᾖ φίλον τῷ βουλομένῳ δέχεσθαι τὴν κάθοδον, τὸν σαρκωθέντα πάλιν ὁ τῆς συνόδου λόγος φησὶ καλῶς καὶ τοῦτο λέγων· πῶς γὰρ ἂν οἰκειότερον τὴν ἐκ γυναικὸς ἡρμήνευσε γέννησιν;

οὐ γάρ, ᾗ θεός ἐστιν, αὐτὸς καθ᾽ ἑαυτὸν ἐκ γυναικὸς ἐγεννήθη. ὁ γὰρ πρὸ τῆς κτίσεως ὢν τῷ διὰ σαρκὸς γεγεννῆσθαι αὐτὸ τὸ εἶναι οὐκ ἐπιδέχεται· ἀλλὰ τῷ ἁγίῳ πνεύματι προοδοποιήσας τὴν τῆς ἰδίας δυνάμεως εἴσοδον καὶ μηδὲν τῆς ὑλικῆς ἀφορμῆς πρὸς τὴν κατασκευὴν τοῦ οἰκείου σκήνους προσδεηθεὶς κατὰ τὸ εἰρημένον περὶ τῆς σοφίας Ἑαυτῷ ᾠκοδόμησεν οἶκον τὸν ἐκ τῆς παρθένου χοῦν ἀνθρωποποιήσας, δι᾽ οὗ συνεκράθη πρὸς τὸ ἀνθρώπινον.

Ποῦ τοίνυν ἐν τούτοις φησὶν ὁ λόγος, ὅπερ τῷ Ἀπολιναρίῳ δοκεῖ, 〈ὅτι〉 τὸ πνεῦμα, τουτέστι τὸν νοῦν, θεὸν ἔχων ὁ Χριστὸς μετὰ ψυχῆς καὶ σώματος, εἰκότως ἐξ οὐρανοῦ ἄνθρωπος λέγεται; εἰ μὲν γὰρ ἔξεστι κατ᾽ ἐξουσίαν αὐτῷ πρὸς τὸ δοκοῦν ἕλκειν τὰ θεῖα λόγια καὶ κατὰ τοὺς τῶν ὀνείρων ὑποκριτάς, ὅπερ ἂν ἐθέλῃ, τοῦτο τῷ γράμματι προσαρμόζειν τὸ νόημα, ταῦτα καὶ τὰ τοιαῦτα τοῖς θείοις λόγοις ἐπιφημιζέτω νοήματα· εἰ δὲ τοὺς γραώδεις μύθους καὶ τὰς βεβήλους καινοφωνίας κατὰ πάντα τρόπον ἀπωθεῖσθαί φησι δεῖν ὁ ἀπόστολος, οὐδαμῶς συγχωρητέον αὐτῷ συναρμόζειν ἀλλήλοις τὰ ἀκοινώνητα καὶ προσκολλᾶν τὰ ἀσύμβατα. καὶ μᾶλλον δ᾽ ἂν ἡμῖν αὐτὸς δι᾽ ὧν ἐπαγωνίζεται τοῖς εἰρημένοις πρὸς ἀνατροπὴν τοῦ δόγματος αὐτοῦ συμμαχήσειε· φησὶ γὰρ ὅτι καὶ ὁ Παῦλος τὸν πρῶτον Ἀδὰμ ψυχὴν καλεῖ μετὰ σώματος οὖσαν, καλῶς τοῦτο καὶ ὑπὲρ τῆς ἀληθείας εἰπών. ἆρα οὖν ὁ πρῶτος ἄνθρωπος, ὁ εἰς ψυχὴν ζῶσαν παρὰ τοῦ Παύλου μνημονευθείς, κτηνείαν τινὰ ψυχὴν εἶχε καὶ ἄλογον; καὶ μὴν οὐκ ὀλίγην αὐτῷ προσμαρτυρεῖ τὴν διανοητικὴν χάριν ἡ ἱστορία· προσήγετο μὲν γὰρ αὐτῷ παρὰ τοῦ θεοῦ τὰ ζῷα, τῆς δὲ τῶν ὀνομάτων εὑρέσεως ἐκεῖνος κύριος ἦν, τὸ προσφυὲς καὶ ἁρμόδιον ἑκάστῳ περινοῶν.

ἀλλὰ καὶ ἡ παρακοὴ καὶ ἡ περὶ τὰ μὴ δέοντα συνδιάθεσις καὶ ἡ ἐπὶ τοῖς πεπραγμένοις αἰσχύνη καὶ τὸ πρόσφορον ἐπὶ τοῖς ἐγκλήμασιν ἀπολογίαν εὑρεῖν, πάντα ταῦτα τῆς κατὰ τὸν νοῦν ἐνεργείας ἀπόδειξις γίνεται. τί δήποτε τοίνυν παρεσιωπήθη παρὰ τοῦ Παύλου τὸ νοερὸν τῆς ψυχῆς ἐπὶ τοῦ Ἀδάμ; ἢ δῆλον ὅτι τῷ μέρει συνονομάζεται τὸ λειπόμενον, ὡς τῷ Πρὸς σὲ πᾶσα σὰρξ ἥξει διὰ τῆς σαρκὸς ὅλον σημαίνει ὁ Δαβὶδ τὸ ἀνθρώπινον· καὶ ὁ Ἰακὼβ ἐν ἑβδομήκοντα πέντε ψυχαῖς τοῖς Αἰγυπτίοις ἐπιξενούμενος οὐκ ἄνους οὐδὲ ἄσαρκος κατὰ τὸν χρόνον ἐκεῖνον ὑπὸ τῆς γραφῆς ἱστορεῖται.

Ἀλλά φησιν ὁ λογογράφος ὅτι ὁ 〈δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ πνευματικὸς λέγεται καὶ τοῦτο σημεῖον ποιεῖται τοῦ ἄνουν εἶναι τὸν τῷ θεῷ συγκραθέντα ἄνθρωπον〉. καίτοι πρόχειρος τῆς ἀτοπίας ὁ ἔλεγχος ἐξ αὐτῶν, ὧν παρέθετο. ὁ γὰρ εἰπὼν Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι πόρρω τῆς τοιαύτης ὑπονοίας ἀφίστησιν. εἰ γὰρ οἱ πεπιστευκότες τῷ ἐξ οὐρανῶν ἥκοντι καὶ αὐτοὶ παρὰ τοῦ Παύλου ἐπουράνιοι λέγονται, οἱ μετατεθεικότες, καθώς φησιν, εἰς οὐρανοὺς τὸ πολίτευμα, καὶ οἷος ἐκεῖνος ὁ ἐπουράνιος, τοιούτους εἶναι καὶ τούτους τοὺς ἐπουρανίους φησὶν ὁ ἀπόστολος, οὐδεὶς δὲ ἄνους τῶν παραδεξαμένων τὴν πίστιν· ἀνάγκη πᾶσα τὴν ὁμοιωτικὴν ταύτην σύγκρισιν ἀπόδειξιν γενέσθαι τοῦ καθ᾽ ὁμοιότητα τῶν ἀνθρώπων καὶ ἐν ἐκείνῳ τὸν νοῦν εἶναι. Οἷος γάρ, φησίν, ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι· ὥστε ἢ ἐν πᾶσι τὸν νοῦν ἢ ἐν οὐδενὶ κατ᾽ ἀνάγκην ὁμολογήσουσιν. ὥσπερ γὰρ τὰ τοῦ χοϊκοῦ ἰδιώματα τοῖς ἐξ ἐκείνου ἐνθεωρεῖται, οὕτως ἐπάναγκες κατὰ τὴν τοῦ ἀποστόλου ἀπόφασιν τὸν κατὰ πάντα πεπειραμένον τοῦ ἡμετέρου βίου καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας—ὁ δὲ νοῦς ἁμαρτία οὐκ ἔστι—πρὸς πᾶσαν ἡμῶν οἰκείως ἔχειν τὴν φύσιν. οὕτω γὰρ τὸ ἀποστολικὸν ἀληθεύεται τὸ ἡμᾶς κατ᾽ ἐκεῖνον εἶναι, εἰ ὁμολογηθείη κἀκεῖνος καθ᾽ ἡμᾶς γεγενῆσθαι, ἵνα ἐκ τοῦ γενέσθαι οἷος ἡμεῖς ἡμᾶς ποιήσῃ οἷος ἐκεῖνος.

Πάλιν τοίνυν τῶν παρ᾽ αὐτοῦ ῥηθέντων ἐπιμνησθησώμεθα· 〈Καθὸ καὶ τὸν πρότερον Ἀδὰμ ὁ Παῦλος ψυχὴν καλεῖ μετὰ σώματος οὖσαν καὶ οὐκ ἄνευ σώματος, τῷ δὲ ὅλῳ τὴν ἐπωνυμίαν διδοῦσαν, κἂν ἐφ᾽ ἑαυτῆς καὶ αὐτὴ κατὰ σύλληψιν τοῦ πνεύματος καλῆται ψυχή〉. ταῦτα λέγων ὁμολογεῖ τὰ τρία κατὰ σύλληψιν τῷ τῆς ψυχῆς καλεῖσθαι ὀνόματι ὡς περιειλημμένης τῆς τε τοῦ σώματος καὶ τῆς τοῦ πνεύματος ἐν τῷ αὐτῷ σημασίας. ἀλλὰ τὸν ἔσχατον, φησί, πνεῦμα ζωοποιοῦν ὁ Παῦλος καλεῖ. ὅπερ οὖν ἐν ἐκείνῳ διὰ τοῦ πλεονάζοντος κεκρατηκέναι τὴν ἐπωνυμίαν κατὰ τῶν λοιπῶν τῶν σημαινομένων ἔδειξε, τοῦτο πάντως καὶ ἐπὶ τούτου τὴν ἴσην δύναμιν ἔχει. εἰ γὰρ ὁ Ἀδάμ, ἐπειδὴ ἥμαρτε, ψυχὴ λέγεται, ὁ τῷ θεῷ ἐγκραθεὶς ἄνθρωπος, ἐπειδὴ Ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, πνεῦμα τὸ ὅλον κατονομάζεται. ἀλλ᾽ οὐ καταδέχεται τὴν τοιαύτην διάνοιαν· φησὶ γὰρ ἐκεῖνον μὲν ἐκ γῆς χοϊκόν, διότι τὸ σῶμα ἐκ τοῦ χοῦ πλασθὲν ἐψυχώθη. ἆρα ὁ νοῦς, ὅπερ ὀνομάζει πνεῦμα, οὐ συγκατεβλήθη τῷ κατὰ τὸν Ἀδὰμ πλάσματι; οὐκοῦν ἐν τίνι αὐτῷ ἡ πρὸς τὸν θεὸν ὁμοιότης; τίς δὲ ἡ ἐκ τοῦ θείου ἐμφυσήματος ἀπορροή, εἰ μὴ ὁ νοῦς ταῦτα εἶναι πιστεύοιτο; τοῦτον δέ φησιν ἐξ οὐρανοῦ διὰ τοῦτο καλεῖσθαι, διότι τὸ πνεῦμα τὸ οὐράνιον ἐσαρκώθη. τίς γραφὴ ταῦτα λέγει; εἰς τίνα τῶν ἁγίων ἀναφέρει τὸν λόγον, ὅτι πνεῦμα ἐσαρκώθη;

οὐχ οὕτως παρὰ τῶν εὐαγγελίων ἠκούσαμεν, οὐχ οὕτως παρὰ τῆς μεγάλης τοῦ ἀποστόλου φωνῆς ἐδιδάχθημεν, ἀλλ᾽ ὅτι μὲν Ὁ λόγος σὰρξ ἐγένετο, λέγει τὸ κήρυγμα καὶ ἐν εἴδει περιστερᾶς τὸ πνεῦμα καταβῆναί φησιν ἡ εὐαγγελικὴ ἱστορία· σάρκωσιν δὲ πνεύματος οὐδεὶς εἶπε τῶν τῷ πνεύματι λαλούντων μυστήρια. Ἡ δόξα κατεσκήνωσεν ἐν τῇ γῇ ἡμῶν· καὶ Ἡ ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε· καὶ Θεὸς ἐφανερώθη ἐν σαρκί· καὶ Δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε· καὶ ἄλλα τοιαῦτα πολλά. πνεῦμα δὲ σαρκούμενον ἡ θεόπνευστος οὐκ οἶδε γραφή. 〈Καὶ προϋπάρχει〉, φησίν, ὁ 〈ἄνθρωπος Χριστὸς οὐχ ὡς ἑτέρου ὄντος παρ᾽ αὐτὸν τοῦ πνεύματος, τουτέστι τοῦ θεοῦ, ἀλλ᾽ ὡς τοῦ κυρίου ἐν τῇ τοῦ θεοῦ ἀνθρώπου φύσει θείου πνεύματος ὄντος〉. ταῦτα μὲν ἐπὶ λέξεως τοῦ λογογράφου τὰ ῥήματα. ἐπειδὴ δέ πως τῇ ἀτονίᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως οὐκ ἄγαν ἔκδηλόν ἐστιν ἐν σαφηνείᾳ τὸ νόημα, πρότερον ἀπογυμνώσω τοῦ ζόφου τῆς λέξεως τὴν ἐγκειμένην διάνοιαν, εἶθ᾽ οὕτω προθήσω τῇ ἐξετάσει τὸν λόγον. προϋπάρχει, φησίν, ὁ ἄνθρωπος Χριστός. συνεπινοεῖ τῷ ἐν ἀρχῇ ὄντι λόγῳ τὸν φανέντα ἄνθρωπον ὡς προϋπάρχοντα πρὸ τῆς φανερώσεως καὶ ἐπεξεργάζεται διὰ τοῦ ἀκολούθου τὸ νόημα.

φησὶ γὰρ ὅτι οὐχ ἕτερόν ἐστι παρ᾽ αὐτὸν τὸ πνεῦμα, κατασκευάζων διὰ τούτου αὐτὴν τοῦ υἱοῦ τὴν θεότητα ἐξ ἀρχῆς ἄνθρωπον εἶναι, ὅπερ σαφέστερον διὰ τοῦ ἐφεξῆς δείκνυται λόγου· φησὶ γὰρ ὅτι ὁ κύριος ἐν τῇ τοῦ θεοῦ ἀνθρώπου φύσει θεῖον πνεῦμα ἦν. μίαν ἐποίησε τοῦ θεοῦ τε καὶ ἀνθρώπου τὴν φύσιν καὶ ἀνθρώπων δύο τὴν συναλοιφὴν κατωνόμασεν. ἡ μὲν οὖν διάνοια τῶν εἰρημένων αὕτη, ὅτι τὸ διὰ σαρκὸς ἐκ τῆς παρθένου φανερωθὲν οὐ μόνον κατὰ τὴν τῆς θεότητος ἀϊδιότητα προεπινοεῖται τῶν ὄντων, καθὼς πάντες πιστεύομεν, ἀλλὰ καὶ κατ᾽ αὐτὴν τὴν σάρκα. ἐπάγει γὰρ τοῖς εἰρημένοις εἰς τὴν τῆς τοιαύτης ὑπολήψεως μαρτυρίαν τὸ Πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· καὶ τὴν τοῦ Ἰωάννου φωνὴν τὸ Πρῶτός μου ἦν· καὶ Εἷς κύριος, δι᾽ οὗ τὰ πάντα· καὶ Αὐτός ἐστι πρὸ πάντων· καί τινα τοῦ Ζαχαρίου φωνήν, ἣν ὡς βεβιασμένως πρὸς τὸν σκοπὸν τοῦτον ἐπισυρεῖσαν παρήσομεν. ἐγὼ τοίνυν, εἰ μὲν ἐλάνθανε διά τινος νοημάτων περιβολῆς ἡ τοῦ ἀτόπου κατασκευή, καλῶς ἂν περὶ τὸν ἔλεγχον τῶν κεκρυμμένων ἐσπούδαζον· ἐπεὶ δὲ διαρρήδην βοᾷ τὴν ἀσέβειαν, οὐκ οἶδα τί ἂν πλέον ἐκ τῶν ἡμετέρων γένοιτο λόγων. εἰ προαιώνιος ἡ σάρξ, εἰ πρὸ τοῦ Ἀβραὰμ γενέσθαι τῷ ἐκ Μαρίας ἦν, ἄρα πρεσβυτέρα τοῦ Ναχὼρ ἡ παρθένος· ἄρα καὶ πρὸ τοῦ Ἀδὰμ ἡ Μαρία. καίτοι τί τοῦτο λέγω;

αὐτῆς, ὡς ἔοικε, προγενεστέρα τῆς τῶν ὄντων συστάσεως καὶ αὐτῶν τῶν αἰώνων ἀρχαιοτέρα. εἰ γὰρ ἐσαρκώθη μὲν ἐν τῇ παρθένῳ, ἡ δὲ σὰρξ Ἰησοῦς λέγεται, ἐκεῖνον δὲ πρὸ πάντων εἶναι διὰ τοῦ ἀποστόλου μαρτύρεται, ὡς ἔοικε, τῇ τοῦ πατρὸς ἀϊδιότητι συνεπινοεῖσθαι καὶ τὴν Μαρίαν ὁ γενναῖος κατασκευάζει. καὶ σιωπῶ τὰ λίαν ἀπεμφαίνοντα, πρὸς ἃ κατὰ τὸ ἀκόλουθον ἡ ἀτοπία τῆς καινοφωνίας ἐκφέρεται· ἴδοι γὰρ ἂν ὁ ἀγχίνους ἐκ τοῦ ἀκολούθου τὸ ἄτοπον, κἂν μὴ τῇ λέξει τὴν ἀσχημοσύνην παραγυμνώσωμεν.

Ἀλλὰ παραδράμωμεν τὴν τῶν νοημάτων τούτων δυσωδίαν, τοσοῦτον παρασημηνάμενοι μόνον ὅτι, εἰ προαιώνιος ἡ σάρξ, οὐ κεκένωται ἡ θεότης, οὐχ ὑπῆρχεν ἐν θεοῦ μορφῇ ὁ υἱός, οὐ μετημφιάσατο τὸ δουλικὸν πρόσωπον· ἀλλ᾽ ὅπερ ἦν τῇ φύσει, τοῦτο ἐφανερώθη νῦν, οὐκ ἐταπεινώθη. ἵλεως δὲ εἴη τῷ λόγῳ ὁ Λόγος—ἀλλὰ σιωπῶ τὸ λειπόμενον. εἰ πρὸ πάντων ἡ σάρξ, ἐξ ἀσθενείας ἄρα τὰ πάντα, οὐκ ἐκ δυνάμεως· Τὸ γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. ἄρα εἰ καὶ μέχρι τούτου μόνον τὴν ἀτοπίαν ἵστησι, καὶ τίς οὐκ ἂν ἐκ τοῦ ἀκολούθου καὶ τὰ συνημμένα τούτοις κατανοήσειεν; πάντως γὰρ πάντα τὰ τῆς σαρκὸς ἰδιώματα συνεπινοήσει τῷ μετὰ τῆς σαρκὸς ὄντι πρὸ τῶν αἰώνων, τὸν κόπον, τὴν λύπην, τὸ δάκρυον, τὴν δίψαν, τὸν ὕπνον, τὴν κατὰ πεῖναν ἔνδειαν καὶ τὸ ἔτι τούτου παραλογώτερον. ἐπειδὴ δὲ Παιδίον ἐγεννήθη ἡμῖν, καθὼς ἡ θεία φωνὴ λέγει, καὶ Ὤφθη παρὰ τῶν ποιμένων ἐν σπαργάνοις ὁ κύριος, καθώς φησιν ὁ Λουκᾶς, 〈καὶ〉 ὅτι Προέκοπτεν Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τελειούμενος, ἕως ἐπὶ τὸ μέτρον προῆλθε τῆς ἀνθρωπότητος ὁδῷ βαδίζων διὰ τῆς φύσεως, τί ἐροῦσιν 〈οἱ〉 πρὸ τῶν αἰώνων τὴν σάρκα βλέποντες, ποίῳ μέτρῳ τοῦ σώματος πρὸ τῶν αἰώνων ἦν; διὰ πάσης γὰρ ἐν τῷ κατὰ ἄνθρωπον βίῳ διεξῆλθε τῆς ἡλικίας. ἆρα παῖς ἦν ἐκεῖνος ὁ ἄνθρωπος, ὁ πρὸ πάσης τῆς κτίσεως ὤν, ἢ βρέφος νήπιον ἢ μειράκιον ἢ εὐθὺς ἐν τελείῳ τῷ σώματι;

ἀλλ᾽ εἰ παῖδα λέγουσι, πάντως καὶ τὴν αἰτίαν προσθήσουσι, πῶς τοσούτου παρελθόντος αἰῶνος ἐπὶ τὸ τέλειον τῆς ἡλικίας οὐκ ἔφθασεν; εἰ δὲ τέλειον λέγουσι, τοῦτο μαθεῖν ἀξιώσομεν, πῶς ἐν τῇ ἀνθρωπίνῃ γενέσει συστέλλεται εἰς τὴν νηπιώδη βραχύτητα; ποῦ καταλείπει τὸ περιττεῦον τοῦ σώματος; πῶς εἰς ὀλίγην περιγραφὴν ὁ ὄγκος ἀποσμικρύνεται; εἶτα πάλιν πῶς πρὸς τὸ ἴδιον μέτρον ἐπανάγει τὸν ὄγκον τοῦ σώματος; πότερον ὅπερ εἶχεν ἐξ ἀρχῆς ἀναλαμβάνων διὰ τῆς κατ᾽ ὀλίγον αὐξήσεως ἢ ἕτερον ἐν ἑαυτῷ διὰ τῆς τροφῆς προστιθείς; ἀλλ᾽ εἰ μὲν τὸ ἀρχαῖον φήσουσι, περιττὴν πάντως τὴν τροφὴν ἀποδείξουσιν· εἰ δὲ οὐκ ἀρνοῦνται τροφῆς μετεσχηκέναι τὸν κύριον, τί ἐροῦσι περὶ τῆς ἄνω καταλειφθείσης σαρκός, ἧς τὸ πολὺ κατὰ τὸ εἰκὸς κατελείφθη, μόνον δὲ τοσοῦτον ἀπ᾽ αὐτῆς ἐλήφθη, ὅσον ἡ νηδὺς τῆς παρθένου ἐχώρησεν; πάντως γάρ τι καὶ περὶ αὐτῆς τερατεύσονται καὶ συνθήσουσι διὰ τούτων ἕτερα δόγματα, ἐφ᾽ ἅπερ 〈ἂν〉 αὐτοὺς ἡ ἀκολουθία τῆς ἀτοπίας τῶν μύθων κατ᾽ ἀνάγκην προάγηται.