Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀντιρρητικὸς πρὸς Ἀπολλινάριον

Γρηγόριος ὁ Νύσσης

Το απαθές της θείας φύσης και η αδιάσπαστη ενότητα κατά τον θάνατο

Αντίκρουση του όρου «ανθρωπόθεος», ερμηνεία της αδιάσπαστης παρουσίας της θεότητας κατά τον θάνατο και την ανάσταση, και ανάλυση της άτρεπτης θείας φύσης κατά το Πάθος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 8

ἀλλὰ κἂν σὰρξ λέγηται μόνον, τὸν τέλειον τῆς ἀνθρωπότητος λόγον ἐν ἑαυτῇ περιέχει, ὡς μὴ δύνασθαί τινος τῶν συμπληρωτικῶν τῆς φύσεως λείποντος ἔτι τὸ λειπόμενον ἄνθρωπον λέγεσθαι. 〈Ἀλλ᾽ ἐκ τριῶν〉, φησίν, ὁ 〈ἄνθρωπος〉. δεδόσθω τοῦτο, κἂν μὴ κατ᾽ ἀνάγκην ἡμᾶς ὁ λόγος τῇ συγκαταθέσει προσάγηται. 〈Ἀλλὰ καὶ ὁ κύριος ἄνθρωπος〉, φησί, 〈λεγόμενος ἐκ τριῶν κἀκεῖνος, πνεύματος καὶ ψυχῆς καὶ σώματος〉. οὐδὲ τούτῳ τέως ἀντιμαχόμεθα· πάντα γάρ, ὅσα τὴν ἡμετέραν συμπληροῖ φύσιν, καὶ περὶ ἐκεῖνον τὸν ἄνθρωπον εἶναί τις λέγων οὐχ ἁμαρτήσεται. 〈Ἀλλὰ καὶ ἐπουράνιος ἄνθρωπος〉, περὶ τοῦ κυρίου τοῦτο λέγει, 〈καὶ πνεῦμα ζωοποιοῦν〉. καὶ ταῦτα δεχόμεθα· ἡμετέρα γάρ, εἰ πρὸς τὸ δέον ἐκληφθείη αὐτῶν ἡ διάνοια. ὁ γὰρ ἀνακραθεὶς τῷ ἐπουρανίῳ καὶ μεταποιήσας διὰ τῆς πρὸς τὸ κρεῖττον ἐπιμιξίας τὸ γήϊνον οὐκέτ᾽ ἂν χοϊκός, ἀλλ᾽ ἐπουράνιος λέγοιτο· καὶ ὁ τῷ ζωοποιῷ πνεύματι [ὁ δὲ] ποιῶν ἐφ᾽ ἡμῶν τὴν ἐνέργειαν καὶ πνεῦμά ἐστι ζωοποιοῦν. ἀλλ᾽ ἴδωμεν πρὸς τί χρῆται τοῖς εἰρημένοις ὁ λογογράφος. 〈Εἰ ἐκ πάντων〉, φησί, 〈τῶν ἴσων ἡμῖν ἐστι τοῖς χοϊκοῖς ὁ ἐπουράνιος ἄνθρωπος, ὥστε καὶ τὸ πνεῦμα ἴσον ἔχειν τοῖς χοϊκοῖς, οὐκ ἐπουράνιος ἀλλ᾽ ἐπουρανίου θεοῦ δοχεῖον〉. πολὺ μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ τὸ ἀσαφὲς καὶ δυσφώρατον διὰ τὴν ἑρμηνευτικὴν ἀτονίαν· πλὴν ἀλλὰ ῥᾴδιον ἀνακαλύψαι τὸ βούλημα.

φησὶ γάρ, 〈εἰ μὲν ἐλλιπὴς εἴη τῷ νῷ ἐκεῖνος ὁ ἄνθρωπος, ἐπουράνιον αὐτὸν εἶναι· εἰ δὲ ἄρτιος εἴη, μηκέτι ἐπουράνιον, ἀλλὰ δοχεῖον γενέσθαι τοῦ ἐπουρανίου θεοῦ〉. ἐν τούτοις δὲ τί ἄν τις τῶν εἰρημένων πρὸ τοῦ ἑτέρου βδελύξαιτο; τὸ ἐμποδίζεσθαι τῇ ἀρτιότητι τὸ θεῖον οἴεσθαι, ὡς οἰκειοτέρας παρὰ τὸν νοῦν τῆς σαρκὸς οὔσης πρὸς τὴν τῆς θεότητος ἕνωσιν· ἢ τὸ τὸν θεὸν μὲν ἐπουράνιον πιστεύειν εἶναι, τὸν δὲ δεξάμενον ἐν ἑαυτῷ τὸν θεὸν τὸν οὐράνιον μὴ ἐκεῖ εἶναι, ὅπου ὁ θεὸς εἶναι πιστεύεται, ἀλλ᾽ ἑτέρωθι παρὰ τὸν οὐράνιον εἶναι καὶ ἄλλο τι παρὰ τοῦτο κατονομάζεσθαι; 〈Εἰ γάρ〉, φησὶν ὁ Ἀπολινάριος, 〈οὐρανίου θεοῦ δοχεῖόν〉 ἐστιν, ὁ 〈δὲ θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καθὼς ὁ Ἐκκλησιαστὴς λέγει〉. ἄρα ὁ χωρήσας ἐν ἑαυτῷ τὸν θεὸν μετὰ τοῦ χωρηθέντος ἐστὶν ἐπουράνιος ἀντὶ χοϊκοῦ κυρίως λεγόμενος· ὡς καὶ δι᾽ ὧν φησιν ὁ λογογράφος, εἴπερ τὸ ἀκόλουθον τοῖς ἰδίοις λόγοις ἠπίστατο, σαφῶς τὸ δόγμα τῆς ἀληθείας κατασκευάζεται, τῇ σοφίᾳ τῶν ἐχθρῶν κρατυνόμενον.

Ἀλλὰ τὸ ἐφεξῆς ἐξετάσωμεν. 〈Εἰ δὲ ἡμεῖς μέν〉, φησίν, 〈ἐκ τριῶν, αὐτὸς δὲ ἐκ τεσσάρων, οὐκ ἄνθρωπος, ἀλλὰ ἀνθρωπόθεος〉. μὴ γελάτω πρὸς τὸ μωροφανὲς τοῦ ῥήματος καὶ ἀνόητον ὁ ἐντυγχάνων τῷ λόγῳ, στεναζέτω δὲ μᾶλλον πρὸς τὴν ἑκούσιον πήρωσιν τῶν τῇ ἀλογίᾳ ταύτῃ δεδουλωμένων. ἐὰν πᾶσα ἡ ἀνθρωπίνη φύσις τῇ ἐπισκηνώσει τῆς θείας δυνάμεως σῴζηται, ἀνθρωπόθεος ὁ θεὸς λόγος ὀνομασθήσεται· καὶ καθάπερ οἱ μῦθοι ἐκ διαφόρων συμπλέκοντες φύσεων τερατεύονται ζῷον καὶ σχήματα καὶ ὀνόματα ἱππελάφους καὶ τραγελάφους καὶ τὰ τοιαῦτα πλάσσοντές τε καὶ ὀνομάζοντες, οὕτως καὶ ὁ νέος μυθοποιὸς κατὰ τοὺς διδασκάλους αὐτοῦ τῆς ποιήσεως καταχλευάζει τὸ θεῖον μυστήριον. καὶ τοῦ ἀποστόλου διαρρήδην βοῶντος ὅτι Δι᾽ ἀνθρώπου ἀνάστασις ἐκ νεκρῶν, οὐχ ἡμίσεως ἀνθρώπου οὐδὲ μικρόν τι ὑπὲρ τὸ ἥμισυ ἔχοντος, ἀλλὰ τῷ ἀπολύτῳ τῆς φωνῆς ἀμείωτον ἐνδειξαμένου τὴν φύσιν τὴν σημαινομένην ἐν τῷ ὀνόματι, οὗτος Μινώταυρον ἡμῖν διὰ τῆς αἰσχρᾶς ταύτης ὀνοματοποιΐας τερατεύεται τὸ μυστήριον, πολλὰς παρέχων τοῖς ἀλλοτρίοις τῆς πίστεως ἀφορμάς, δι᾽ ὧν εἴρηκεν, εἰς τὸ χλευάζειν τὸν λόγον τῆς πίστεως.

οὐ γὰρ ἔστι τὸν διασύρειν ἐπὶ γέλωτι τὰ δόγματα θέλοντα τῆς ἀτόπου ταύτης συνθέσεως τῶν λόγων ἀποτραπῆναι, κἂν τὸ τοῦ λογογράφου κἂν τὸ ἡμέτερον ἐπικρατέστερον εἶναι δόξῃ· ὅ τι γὰρ ἂν ἐξ ἀμφοτέρων εἴπῃς, τὴν ἐκ τῶν δύο φύσεων σύνθεσιν οὐκ ἀφαιρήσεις τοῦ λόγου. οὐ γὰρ ὁ ἄνωθεν φήσας εἶναι τὴν σάρκα τὸ μηδὲ σάρκα αὐτὴν εἶναι κατασκευάζει· ἡ δὲ σὰρξ ἐμψύχῳ τινὶ φύσει διοικουμένη καὶ ζωτικὴν ἐν ἑαυτῇ δύναμιν ἔχουσα, καθὼς καὶ ὁ Ἀπολινάριος βούλεται, τὴν τοῦ ἀνθρώπου προσηγορίαν κυρίως ἔχει· ὁ δὲ προσλαβόμενος αὐτὴν καὶ ἑαυτὸν δι᾽ ἐκείνης φανερώσας ἕτερος τῇ φύσει πάντως παρ᾽ ἐκείνην ἐστίν· αὐτὸ γὰρ τὸ τῆς προσλήψεως ὄνομα τὴν κατὰ φύσιν ἑτερότητα τοῦ προσλαβομένου παρὰ τὸ προσειλημμένον ἐνδείκνυται. τί οὖν τὸ κωλῦον ἔσται, κἂν ταῦτα κρατῇ, τὸν ἐν σαρκὶ φανερωθέντα θεὸν διὰ τῆς ἀτόπου ἐκείνης ὀνοματοποιΐας ὑβρίζεσθαι, ὥστε καὶ τὸν οὕτω συνεστηκότα κατὰ τὴν τολμηρὰν τοῦ Ἀπολιναρίου φωνὴν ἀνθρωπόθεον λέγεσθαι; οὐδὲ γὰρ τὸν τραγέλαφον, ἐπειδὴ ὅλῳ τῷ ἐλάφῳ ἐξ ἡμίσεως προσεφύη τὸ τράγειον ἢ τὸ ἔμπαλιν περὶ τὴν τῶν ζῴων ἐγένετο μίξιν, ὥστε ἀκεραίῳ τράγῳ προσφυῆναι τὸ ἐλάφιον μέρος, διὰ τοῦτο κατὰ τὸν εἰρημένον τρόπον ὁ μῦθος ὠνόμασεν, ἀλλὰ τὸ ὁπωσοῦν μετασχεῖν ἑκατέρας τῆς φύσεως ἡ τῶν ὀνομάτων σύνθεσις διερμηνεύει.

ὥστε κατὰ τὸν λογογράφον, εἰ ἔστιν ὁ αὐτὸς ἄνθρωπος καὶ θεὸς ὁπωσοῦν τὴν συνάφειαν ἔχων, εἴτε πάσης συνδραμούσης τῆς φύσεως εἴτε καὶ ἐλλιπῶς ἐχούσης, τὴν ἄτοπον ἐκείνην τοῦ ὀνόματος συνθήκην οὐ διαφεύξεται. καὶ εἰ ταῦτα παρ᾽ αὐτοῦ μαθόντες οἱ Ἕλληνες κωμῳδοῖεν ἡμῶν τὸ μυστήριον, πάντως ὁ τὴν ἀφορμὴν παρασχὼν τῆς βλασφημίας ἐν τῇ προφητικῇ κατάρᾳ γενήσεται, ἥ φησιν Οὐαὶ δι᾽ οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν!

Οἷα δὲ τοῖς εἰρημένοις προστίθησι πάλιν, κατανοήσωμεν. 〈Εἰ ἐκ δύο〉, φησί, 〈τελείων, οὔτε ἐν ᾧ θεός ἐστιν, ἐν τούτῳ ἄνθρωπός ἐστιν, οὔτε ἐν ᾧ ἄνθρωπος, ἐν τούτῳ θεός〉. εἰ δὲ ἐξ ἀπολείποντος καὶ τελείου κατὰ τὸν ἐκείνου λόγον εἶναι δοθείη τὸ σύγκριμα, ἆρ᾽ οὐχὶ τὸ ἴσον παρὰ τῶν τὰ τοιαῦτα τολμώντων ῥηθήσεται, ὅτι ἐν ᾧ θεός ἐστιν ἄνθρωπος οὐκ ἔστι, καὶ ἐν ᾧ ἄνθρωπός ἐστι θεὸς οὐκ ἔστιν; ἕτερος γὰρ παντὶ τρόπῳ ὅ τε τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος λόγος καὶ οὐκ ἄν τις τὴν ἐλάττωσιν τῆς ἀνθρωπότητος ὅρον εἶναι τῆς θείας ὑπονοήσειε φύσεως· οὐ γὰρ ἐν τῷ τοῦτο μὴ εἶναι ἢ ἀτελῶς εἶναι ἐκεῖνό ἐστιν, ἀλλ᾽ ἑκάτερον ἐφ᾽ ἑαυτοῦ νοούμενον ἐν ἰδίοις θεωρεῖται ὀνόμασιν. ὅ τε γὰρ θεὸν ἀκούσας, ὅσα περὶ θεοῦ πρέπει νοεῖν, διὰ τῆς προσηγορίας ταύτης συμπαρεδέξατο καὶ ὁ τὴν τοῦ ἀνθρώπου προσηγορίαν παραδεξάμενος πᾶσαν τὴν φύσιν διὰ τῆς φωνῆς ταύτης ἀνετυπώσατο καὶ οὐδεμίαν ὀνόμασιν ἡ διάνοια τῶν λεγομένων πάσχει, ὥστε ἐν θατέρῳ τῶν ὀνομάτων ἐννοῆσαι τὸ ἕτερον. οὔτε γὰρ ἐν τούτῳ ἐκεῖνο οὔτε ἐν ἐκείνῳ τοῦτο σημαίνεται, ἀλλ᾽ ἕκαστα τῶν ὀνομάτων τῇ κατὰ φύσιν παραμένει διανοίᾳ καὶ κατ᾽ οὐδένα τρόπον αἱ ἐμφάσεις αὐτῶν πρὸς ἀλλήλας ὑπαλλαγήσονται. τὸ δὲ ἀτελὲς καὶ τὸ τέλειον ἑτέρων νοημάτων ὑπόθεσις τῷ ἀκούοντι γίνεται.

τέλειον μὲν γάρ φαμεν τὸ συμπεπληρωμένον τῷ ἰδίῳ λόγῳ τῆς φύσεως· ἀτελὲς δὲ τὸ ἐναντίον. οὐθέτερον δὲ τούτων ἐφ᾽ ἑαυτοῦ λεγόμενον οὔτε ἄνθρωπον οὔτε θεὸν ἑρμηνεύει, ἀλλ᾽ ᾧπερ ἂν συνονομασθῇ πράγματι ἢ ὀνόματι, ἢ πλῆρες ἢ ἐλλιπὲς τὸ δηλούμενον ἐννοεῖν ὑποτίθεται. πῶς οὖν, εἰ ἀτελὴς εἴη ὁ ἄνθρωπος, θεὸς εἶναι τὸ ἀτελὲς παρὰ τοῦ Ἀπολιναρίου κατασκευάζεται ὡς συμβαινούσης τῷ λόγῳ τῆς θεότητος τῆς κατὰ τὴν φύσιν ἡμῶν κολοβώσεως;

Πάλιν δὲ πρὸς τὸ ἐφεξῆς προάγων τὸν λόγον φησίν· 〈Οὐ δύναται σῴζειν τὸν κόσμον ὁ ἄνθρωπος ἄνθρωπος μένων καὶ τῇ κοινῇ τῶν ἀνθρώπων φθορᾷ ὑποκείμενος〉. φημὶ τοῦτο κἀγώ· εἰ γὰρ αὐτάρκης ἦν ἡ ἀνθρωπίνη φύσις πρὸς τὸ ἑαυτῇ τὸ ἀγαθὸν κατακτήσασθαι, περιττὸν τὸ μυστήριον. ἐπειδὴ δὲ ἀμήχανον ἦν ἔξω θανάτου γενέσθαι μὴ θεοῦ τὴν σωτηρίαν πορίσαντος, διὰ τοῦτο τὸ φῶς ἐν τῇ σκοτίᾳ λάμπει διὰ σαρκός, ἵν᾽ ἐξορίσῃ τῆς σαρκὸς τὴν ἐκ τοῦ σκότους ἀπώλειαν. 〈ἀλλ᾽ οὐδὲ ὑπὸ θεοῦ〉, φησί, 〈μὴ ἐπιμιχθέντος ἡμῖν σῳζόμεθα〉. σωφρονεῖν ἔοικεν ἐν τοῖς λεγομένοις ὁ λογογράφος καὶ πρὸς τοὺς ἔμφρονας λογισμοὺς τὴν ψυχὴν ἐπανάγει· ὁ γὰρ μίξιν εἰπὼν τῶν κατὰ φύσιν διεστώτων σημαίνει τὴν ἕνωσιν. 〈Μίγνυται δέ〉, φησί, 〈σὰρξ γενόμενος, τουτέστιν ἄνθρωπος, καθὼς τὸ εὐαγγέλιον λέγει, ὅτε σὰρξ ἐγένετο, τότε αὐτὸν ἐν ἡμῖν ἐσκηνωκέναι〉. οὐδὲ ταῦτα τοῦ ὑγιαίνοντος ἀπᾴδει λόγου, εἰ μή τι παρασπαρείη αὐτῷ μετὰ ταῦτα τῆς ζιζανιώδους σπορᾶς. οὗτος γὰρ ἡμέτερος, μᾶλλον δὲ τῆς ἀληθείας ὁ λόγος, ὅτι τότε ἐσκήνωσεν ἐν ἡμῖν, ὅτε σὰρξ ἐγένετο, καὶ τὸ ἔμπαλιν, τότε σὰρξ ἐγένετο, ὅτε ἐσκήνωσεν ἐν ἡμῖν.

εἰ οὖν ἐξ ἐκείνου ἡ σάρξ, ἀφ᾽ οὗ ἡ ἐν ἡμῖν κατασκήνωσις, ἄρα πρὶν εὐαγγελισθῆναι ὑπὸ τοῦ Γαβριὴλ τὴν παρθένον σὰρξ οὐδέπω ὁ λόγος ἦν· καὶ ψευδὴς ὁ λέγων ἐκ τῶν ἄνωθεν καταβεβηκέναι πρὸς ἡμᾶς τὸ ἀνθρώπινον καὶ πρὸ τῆς ἀνθρωπίνης φύσεως ἐκεῖνον εἶναι τὸν ἄνθρωπον, δι᾽ οὗ τὸ θεῖον τῇ ἀνθρωπίνῃ κατεμίχθη ζωῇ. 〈Ἀλλ᾽ οὐδὲ λύει〉, φησί, 〈τὴν τῶν ἀνθρώπων ἁμαρτίαν μὴ γενόμενος ἄνθρωπος ἀναμάρτητος οὐδὲ τὴν κατὰ πάντων ἀνθρώπων τοῦ θανάτου βασιλείαν καταλύει, εἰ μὴ ὡς ἄνθρωπος ἀπέθανε καὶ ἀνέστη〉. εἴθε μέχρι τέλους ἦν εὐγνώμων τὰ ἐκ τῆς ἐκκλησίας φθεγγόμενος! πάλιν δὲ πρὸς ἑαυτὸν ἐπανέρχεται καί φησι τὸν ἐκκλησιαστικὸν αἰτιώμενος λόγον, ὅτι περὶ τὸν ἄνθρωπον θεωροῦμεν τὸ πάθος, καὶ ἐπάγει τὸν ἴδιον λόγον εἰς ἔλεγχον τῆς ὑπολήψεως ἡμῶν ἔχοντα οὕτως· 〈Ἀνθρώπου δέ〉, φησί, 〈θάνατος οὐ καταργεῖ τὸν θάνατον〉. τί κατασκευάζων ταῦτά φησιν; ὅτι αὐτὴ τοῦ μονογενοῦς ἡ θεότης, αὐτὴ ἡ δύναμις, αὐτὴ ἡ ἀλήθεια, αὐτὴ ἡ ζωὴ ἐν τῷ κατὰ τὸν σταυρὸν πάθει ἀπενεκρώθη, ὥστε κατὰ τὴν τριήμερον ἐκείνην τοῦ χρόνου περιγραφὴν μὴ ζωὴν εἶναι, μὴ δύναμιν, μὴ δικαιοσύνην, μὴ φῶς, μὴ ἀλήθειαν, μὴ αὐτὴν τὴν θεότητα.

οὐ γὰρ μιᾶς ἀποθανούσης θεότητος ἑτέραν ὑπολελεῖφθαι λέγει, διότι πολλαχοῦ δείκνυται Ἀρείῳ περὶ τούτου μαχόμενος καὶ μίαν εἶναι κατασκευάζων τῆς τριάδος θεότητα, ἧς ἐν τούτῳ νεκρωθείσης, καθὼς συγκατασκευάζει τῷ λόγῳ, πάντως ἑτέρα οὐκ ἦν. καὶ πῶς ἄν τις ὑπονοήσειεν αὐτὸν μὴ θνητὴν ποιεῖν τὴν θεότητα, συνιδεῖν οὐκ ἔχω. οὐδὲν γὰρ ἕτερόν ἐστιν ἐπ᾽ ἀνθρώπου θάνατος, εἰ μὴ τοῦ συνθέτου διάλυσις· οὐδὲ γὰρ ἐν ἡμῖν τοῦ σώματος εἰς τὰ ἐξ ὧν σύγκειται λυομένου καὶ ἡ ψυχὴ συνδιαπίπτει τῇ διαλύσει τοῦ σώματος, ἀλλὰ τὸ μὲν σύνθετον διαλύεται, τὸ δὲ ἀσύνθετον ἀδιάλυτον μένει. εἰ οὖν ψυχῆς οὐχ ἅπτεται θάνατος, πῶς ἡ θεότης ἀπονεκροῦται, λεγέτωσαν οἱ μὴ εἰδότες ἃ λέγουσιν.

Τὰ δὲ ἐχόμενα τούτων, ὅσα τῆς αὐτῆς ἐστι κατασκευῆς, ὑπερβήσομαι· φησὶ γὰρ ἐν τοῖς ἐφεξῆς, κατασκευάζων τὸ αὐτὴν τεθνάναι τοῦ μονογενοῦς τὴν θεότητα, ὅτι 〈Ἀνθρώπου θάνατος οὐ καταργεῖ τὸν θάνατον οὐδὲ ἀνίσταται ὁ μὴ ἀποθανών· ἐξ ὧν〉, φησίν, 〈ἁπάντων δῆλον, ὅτι αὐτὸς ὁ θεὸς ἀπέθανε, καθὸ〉, φησίν, 〈οὐκ ἦν δυνατὸν κρατεῖσθαι τὸν Χριστὸν ὑπὸ τοῦ θανάτου〉. ἅπερ ὡς πρόδηλον ἔχοντα τὴν ἀτοπίαν παραδραμεῖν οἶμαι δεῖν ἀνεξέταστα, παντὸς τοῦ γε νοῦν ἔχοντος καθ᾽ ἑαυτὸν συνιδεῖν δυναμένου τὸ ἀσεβές τε καὶ ἄτοπον τοῦ διαρρήδην ἀποφαινομένου αὐτὸν τὸν θεὸν τεθνάναι, τῇ ἰδίᾳ ἑαυτοῦ φύσει ὑποστάντα τὸν θάνατον. πλὴν τοσοῦτον εὔλογον ἴσως ἐστὶ παρασημήνασθαι, ὅτι οὐδὲ ὅσα ἐκ τοῦ ἡμετέρου προσώπου λέγει, καθαρεύει τοῦ ψεύδους, ἀλλ᾽ ἔστιν ἐν αὐτοῖς, ἃ συκοφαντικῶς ἐπὶ διαβολῇ συμπέπλασται τοῦ ἡμετέρου λόγου. λέγει γὰρ 〈μὴ ἐξ ἀρχῆς εἶναι τὸν Χριστὸν παρ᾽ ἡμῶν λέγεσθαι, ὥστε τὸν λόγον εἶναι θεόν〉. ἡμεῖς δὲ τὸ ἐπ᾽ ἐσχάτων ἡμερῶν διὰ σαρκὸς πεφανερῶσθαι τὴν δύναμιν τοῦ θεοῦ καὶ τὴν σοφίαν καὶ τὸ φῶς καὶ τὴν ζωήν, ἅπερ πάντα ὁ Χριστός ἐστιν, οὐκ ἀρνούμεθα· τὸ δὲ λέγειν μὴ εἶναί ποτε ταῦτα τὸν διὰ τούτων δηλούμενόν τε καὶ ὀνομαζόμενον κύριον καὶ Χριστόν, οὐδὲν ἀνεκτότερον εἰς ἀσέβειαν τῆς παντελοῦς ἀρνήσεως τοῦ ὀνόματος κρίνομεν.

ὁ γὰρ μὴ ἐξ ἀρχῆς λέγων εἶναι Χριστὸν (Χριστὸς δὲ θεοῦ δύναμις καὶ θεοῦ σοφία καὶ πᾶν ὑψηλόν τε καὶ θεοπρεπές ἐστιν ὄνομα) οὐδ᾽ ἂν ἄλλο τι λέγοι εἶναι, ὃ διὰ τοῦ μεγάλου τούτου νοεῖται ὀνόματος. ὥσπερ γὰρ ἐν τῇ τοῦ ἀνθρώπου προσηγορίᾳ τὸ λογικόν ἐστι καὶ τὸ ἐπιστήμης δεκτικὸν καὶ εἴ τι ἄλλο γνωριστικὸν τῆς φύσεως ἰδίωμα λέγεται, εἰ δέ τις μὴ εἶναι λέγοι τὸν ἄνθρωπον, συνανῄρηται πάντως τῇ τοῦ ὀνόματος ἀθετήσει καὶ τὰ λοιπὰ τῆς φύσεως ἰδιώματα, κατὰ τὸν αὐτὸν τρόπον εἰ Χριστός ἐστιν ἡ δύναμις, ἡ σοφία, ὁ χαρακτήρ, τὸ ἀπαύγασμα, ὁ ἐκεῖνον ἐξ ἀρχῆς μὴ εἶναι λέγων ἀθετήσει πάντως καὶ τὰ μετ᾽ ἐκείνου νοούμενα. διό φαμεν διὰ τῶν ἁγίων γραφῶν ὁδηγούμενοι ἀεὶ τὸν Χριστὸν εἶναι τῇ τοῦ πατρὸς ἀϊδιότητι συνθεωρούμενον. ὡς γὰρ πάντοτε θεὸς ὁ μονογενὴς θεὸς καὶ οὐκ ἐκ μετουσίας γίνεται οὐδὲ διά τινος προκοπῆς ἀπὸ ταπεινοτέρας καταστάσεως ἐπὶ τὴν θεότητα μέτεισιν, οὕτω καὶ ἡ δύναμις καὶ ἡ σοφία καὶ πᾶν θεοπρεπὲς ὄνομα συναΐδιόν ἐστι τῇ θεότητι, ὡς μηδὲν ἐπιγίνεσθαι κατὰ προσθήκην εἰς δόξαν τῆς φύσεως, ὃ μὴ ἐξ ἀρχῆς ἦν. τὸ δὲ τοῦ Χριστοῦ ὄνομα διαφερόντως φαμὲν ἐξ ἀϊδίου περὶ τὸν μονογενῆ θεωρεῖσθαι, ὑπ᾽ αὐτῆς τῆς τοῦ ὀνόματος ἐμφάσεως πρὸς τὴν ὑπόληψιν ταύτην χειραγωγούμενοι.

τῆς γὰρ ἁγίας τριάδος διδασκαλίαν περιέχει ἡ τοῦ ὀνόματος τούτου ὁμολογία, ἑκάστου τῶν πεπιστευμένων προσώπων ἐμφαινομένου τῇ προσηγορίᾳ ταύτῃ κατὰ τὸ πρόσφορον. καὶ ὡς ἂν μὴ παρ᾽ ἑαυτῶν λέγειν τι δοκοίημεν, τὰ τῆς προφητείας παραθησόμεθα ῥήματα. Ὁ θρόνος σου, φησίν, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. ἐν τούτοις γὰρ διὰ μὲν τοῦ θρόνου τὴν ἐπὶ πάντων ἀρχὴν διασημαίνει ὁ λόγος· ἡ δὲ ῥάβδος τῆς εὐθύτητος τὸ ἀδέκαστον ἑρμηνεύει τῆς κρίσεως· τὸ δὲ τῆς ἀγαλλιάσεως ἔλαιον τὴν τοῦ ἁγίου πνεύματος παρίστησι δύναμιν, ᾧ χρίεται παρὰ τοῦ θεοῦ ὁ θεός, τουτέστι παρὰ τοῦ πατρὸς ὁ μονογενής, ἐπειδὴ ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀδικίαν. εἰ μὲν οὖν ἦν ποτε, ὅτε οὐκ ἦν φίλος τῆς δικαιοσύνης, ἐχθρὸς δὲ τῆς ἀδικίας, ἀκόλουθον ἦν τὸ μηδὲ κεχρῖσθαί ποτε λέγειν τὸν διὰ τοῦτο κεχρῖσθαι λεγόμενον, ὅτι ἠγάπησε δικαιοσύνην καὶ ἐμίσησεν ἀδικίαν. εἰ δὲ πάντοτε φίλος δικαιοσύνης (οὐ γὰρ ἄν ποτε ἑαυτὸν μισήσειεν, αὐτὸς δικαιοσύνη ὤν), πάντοτε δηλονότι καὶ ἐν τῷ χρίσματι θεωρεῖται.

ὥσπερ οὖν ὁ δίκαιος οὐκ ἄδικος, οὕτως οὐδὲ ἄχριστος ἂν εἴη ποτὲ ὁ Χριστός· ὁ δὲ μηδέποτε ἄχριστος, ἀεὶ πάντως Χριστός· ὅτι τοίνυν ὁ χρίων ἐστὶν ὁ πατήρ, τὸ δὲ χρῖσμα τὸ ἅγιον πνεῦμά ἐστι, πᾶς τις ἂν σύνθοιτο ὅ γε μὴ κεκαλυμμένος τὴν καρδίαν τῷ Ἰουδαϊκῷ προκαλύμματι.

Πῶς οὖν ἡμᾶς φησι 〈λέγειν μὴ ἐξ ἀρχῆς εἶναι τὸν Χριστόν〉; οὐ μήν, ἐπειδὴ Χριστὸν ἀϊδίως εἶναι ὁμολογοῦμεν, ἤδη καὶ τὴν παρ᾽ αὐτοῦ πλασθεῖσαν σάρκα πάντοτε περὶ αὐτὸν ἐννοοῦμεν· ἀλλ᾽ οἴδαμεν τὸν αὐτὸν καὶ προαιώνιον [τε] καὶ κύριον καὶ μετὰ τὸ πάθος πάλιν τὸν αὐτὸν τοῦτον ὁμολογοῦμεν, καθώς φησι πρὸς τοὺς Ἰουδαίους ὁ Πέτρος ὅτι Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. τοῦτο δέ φαμεν οὐχ ὡς δυάδα Χριστῶν καὶ κυρίων περὶ τὸν ἕνα βλέποντες, ἀλλ᾽ ἐπειδὴ τῇ φύσει θεὸς ὢν ὁ μονογενὴς θεὸς καὶ τοῦ παντὸς κύριος καὶ βασιλεὺς πάσης κτίσεως καὶ ποιητὴς τῶν ὄντων καὶ διορθωτὴς τῶν διαπεπτωκότων, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ τὸ καὶ τὴν ἡμετέραν φύσιν ἐξ ἁμαρτίας διαπεσοῦσαν μὴ ἀπώσασθαι τῆς πρὸς αὐτὸν κοινωνίας, ἀλλὰ πάλιν εἰς τὴν ζωὴν παραδέξασθαι.

αὐτὸς δέ ἐστιν ἡ ζωή· διὰ τοῦτο ἐπὶ τέλει τοῦ ἀνθρωπίνου βίου ἤδη τῆς κακίας ἡμῶν πρὸς τὸ ἀκρότατον αὐξηθείσης, ὡς ἂν μηδὲν ἀθεράπευτον τῆς πονηρίας ὑπολειφθείη, τότε δέχεται τὴν πρὸς τὸ ταπεινὸν ἡμῶν τῆς φύσεως ἐπιμιξίαν καὶ τὸν ἄνθρωπον ἐν ἑαυτῷ λαβὼν καὶ αὐτὸς ἐν τῷ ἀνθρώπῳ γενόμενος, καθώς φησι πρὸς τοὺς μαθητὰς ὅτι Ἐγὼ ἐν ὑμῖν καὶ ὑμεῖς ἐν ἐμοί, ὅπερ αὐτὸς ἦν, τοῦτο καὶ τὸν ἀνακραθέντα ἐποίησεν· αὐτὸς δὲ ἦν ἀεὶ ὑπερύψιστος· διὰ τοῦτο καὶ τὸ ταπεινὸν ὑπερύψωσεν· οὐ γὰρ δὴ ὁ ὑπὲρ πᾶν ὕψιστος ἔτι τοῦ ὑψωθῆναι ἐδέετο. Χριστὸς δὲ καὶ κύριος ὁ λόγος ἦν, τοῦτο καὶ ὁ ἐμμιχθείς τε καὶ ἀναληφθεὶς ἐν τῇ θεότητι γίνεται· οὐ γὰρ ὁ ὢν κύριος ἀναχειροτονεῖται πάλιν εἰς κυριότητα, ἀλλ᾽ ἡ τοῦ δούλου μορφὴ κύριος γίνεται· διὸ καὶ Εἷς κύριος Ἰησοῦς Χριστός, δι᾽ οὗ τὰ πάντα, λέγεται Χριστὸς ὡσαύτως ὁ πρὸ τῶν αἰώνων τὴν δόξαν τοῦ πνεύματος περικείμενος (τοῦτο γὰρ σημαίνει διὰ συμβόλων ἡ χρῖσις) καὶ μετὰ τὸ πάθος τὸν ἑνωθέντα αὐτῷ ἄνθρωπον τῷ αὐτῷ χρίσματι καλλωπίσας Χριστὸν ποιεῖ· Δόξασόν με γάρ, φησίν, ὡσανεὶ χρῖσον ἔλεγε, τῇ δόξῃ, ἣν εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον εἶναι.

ἡ δὲ προκόσμιος καὶ πρὸ πάσης κτίσεως καὶ πρὸ πάντων αἰώνων θεωρουμένη δόξα, ᾗ ὁ μονογενὴς θεὸς ἐνδοξάζεται, οὐκ ἂν ἄλλη τις εἴη κατὰ τὸν ἡμέτερον λόγον παρὰ τὴν δόξαν τοῦ πνεύματος· μόνην γὰρ προαιώνιον τὴν ἁγίαν τριάδα ὁ τῆς εὐσεβείας παραδίδωσι λόγος. Ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, φησὶ περὶ τοῦ πατρὸς ἡ προφητεία· περὶ δὲ τοῦ μονογενοῦς ὁ ἀπόστολος ὅτι Δι᾽ αὐτοῦ οἱ αἰῶνες ἐγένοντο· καὶ δόξα πρὸ τῶν αἰώνων περὶ τὸν μονογενῆ θεὸν θεωρουμένη τὸ πνεῦμά ἐστι τὸ ἅγιον. ὅπερ οὖν ἦν τῷ Χριστῷ τῷ παρὰ τῷ πατρὶ ὄντι πρὸ τοῦ τὸν κόσμον εἶναι, τοῦτο καὶ τῷ ἑνωθέντι πρὸς τὸν Χριστὸν ἐπὶ τέλει τῶν αἰώνων γίνεται.

Ἰησοῦν γάρ, φησί, τὸν ἀπὸ Ναζαρέθ, ὃν ἔχρισεν ὁ θεὸς τῷ πνεύματι τῷ ἁγίῳ. ὥστε μὴ συκοφαντείτω τὸν ἡμέτερον λόγον, ὡς ἡμῶν μὴ ἀεὶ Χριστὸν τὸν μονογενῆ θεὸν εἶναι λεγόντων· ἀλλὰ πάντοτε μὲν ὁ Χριστὸς καὶ πρὸ τῆς οἰκονομίας καὶ μετὰ τοῦτο· ἄνθρωπος δὲ οὔτε πρὸ τούτου οὔτε μετὰ ταῦτα, ἀλλ᾽ ἐν μόνῳ τῷ τῆς οἰκονομίας καιρῷ. οὔτε γὰρ πρὸ τῆς παρθένου ὁ ἄνθρωπος οὔτε μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον ἔτι ἡ σὰρξ ἐν τοῖς ἑαυτῆς ἰδιώμασιν. Εἰ γὰρ καὶ ἐγνώκαμέν ποτε, φησί, κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν· οὐδὲ γὰρ ἐπειδὴ ὁ θεὸς ἐν σαρκὶ ἐφανερώθη, σὰρξ διέμεινεν· ἀλλ᾽ ἐπειδὴ τρεπτὸν μὲν τὸ ἀνθρώπινον, ἄτρεπτον δὲ τὸ θεῖον, ἡ μὲν θεότης πρὸς τροπήν ἐστιν ἀκίνητος, οὔτε πρὸς τὸ κρεῖττον ἀλλοιουμένη οὔτε πρὸς τὸ χεῖρον (τὸ μὲν γὰρ χεῖρον οὐ παραδέχεται, τὸ δὲ κρεῖττον οὐκ ἔχει)· ἡ δὲ ἀνθρωπίνη φύσις ἐν Χριστῷ πρὸς τὸ κρεῖττον κέχρηται τῇ τροπῇ, ἀπὸ τοῦ φθαρτοῦ πρὸς τὸ ἄφθαρτον ἀλλοιωθεῖσα, ἀπὸ τοῦ ἐπικήρου πρὸς τὸ ἀκήρατον, ἀπὸ τοῦ ὀλιγοχρονίου πρὸς τὸ ἀΐδιον, ἀπὸ τοῦ σωματικοῦ καὶ κατεσχηματισμένου πρὸς τὸ ἀσώματόν τε καὶ ἀσχημάτιστον.

Ἐπειδὴ δέ φασιν 〈ἡμᾶς λέγειν πεπονθέναι τὸν ἄνθρωπον, οὐ τὸν θεόν〉, ταῦτα παρ᾽ ἡμῶν ἀκουσάτωσαν, ὅτι τὴν θεότητα ἐν τῷ πάσχοντι εἶναι ὁμολογοῦμεν, οὐ μὴν τὴν ἀπαθῆ φύσιν ἐμπαθῆ γενέσθαι. ὡς δ᾽ ἂν σαφέστερον γένοιτο τὸ λεγόμενον, ταύτην ἔχομεν τὴν διάνοιαν, ὅτι ἡ ἀνθρωπίνη φύσις ἐκ νοερᾶς ψυχῆς σώματι συνδραμούσης τὴν ὑπόστασιν ἔχει· φύεται δὲ τὸ συναμφότερον ἀφορμῆς τινος ὑλικῆς προκαταβαλλομένης αὐτοῦ τῆς συστάσεως. ἡ δὲ ὕλη ἐκείνη θείᾳ δυνάμει ζωοπλαστηθεῖσα ἄνθρωπος γίνεται, ὡς εἴ γε δοίη τις καθ᾽ ὑπόθεσιν μὴ συμπαρεῖναι τὴν δημιουργικὴν τοῦ θεοῦ δύναμιν πρὸς τὴν τοῦ πλασσομένου σύστασιν, ἀργὴ πάντως μένει καὶ ἀκίνητος μὴ ζωογονουμένη διὰ τῆς ποιητικῆς ἐνεργείας ἡ ὕλη.

ὥσπερ οὖν ἐφ᾽ ἡμῶν ζωοποιός τις δύναμις ἐνθεωρεῖται τῇ ὕλῃ, ἀφ᾽ ἧς ὁ ἐκ ψυχῆς τε καὶ σώματος συνεστὼς ἄνθρωπος διαπλάσσεται, οὕτως ἐπὶ τῆς παρθενίας ἡ τοῦ ὑψίστου δύναμις, διὰ τοῦ ζωοποιοῦντος πνεύματος ἀΰλως τῷ ἀμιάντῳ σώματι ἐμφυεῖσα καὶ ὕλην τῆς σαρκὸς τὴν ἀφθορίαν τῆς παρθένου ποιησαμένη, τὴν ἐκ τοῦ παρθενικοῦ σώματος πρὸς τὸ πλασσόμενον συνεισφορὰν παρεδέξατο καὶ οὕτως ἐκτίσθη ὁ καινὸς ὡς ἀληθῶς ἄνθρωπος, ὁ πρῶτος καὶ μόνος τὸν τοιοῦτον τρόπον τῆς ὑποστάσεως ἐφ᾽ ἑαυτοῦ καταδείξας, ὁ κατὰ θεὸν κτισθείς, οὐ κατὰ ἄνθρωπον, τῆς θείας δυνάμεως κατὰ τὸ ἴσον διὰ πάσης τῆς τοῦ συγκρίματος φύσεως διηκούσης, ὡς μηθέτερον ἀμοιρεῖν τῆς θεότητος, ἀλλ᾽ ἐν ἀμφοτέροις, ἐν ψυχῇ λέγω καὶ σώματι, καθὼς εἰκός, ἑκατέρῳ προσφυῶς τε καὶ καταλλήλως εἶναι. ὥσπερ οὖν τοῦ ἀνθρώπου τικτομένου ἡ θεότης τοῦ γεννηθῆναι οὐκ ἐδέετο πρὸ πάντων αἰώνων οὖσα καὶ εἰς ἀεὶ διαμένουσα, ἀλλ᾽ ἅπαξ ἐγγενομένη κατὰ τὴν σύστασιν τοῦ ἀνθρώπου καὶ κατὰ τὴν γέννησιν ἐκείνῳ συναναφαίνεται, οὕτως οὐδὲ τοῦ ἀναστῆναι χρῄζει ἡ ἀεὶ ζῶσα, ἀλλ᾽ ἐν τῷ διὰ τῆς θείας δυνάμεως εἰς τὴν ζωὴν ἐπαναγομένῳ ἀνίσταται, οὐκ αὐτὴ ἐγειρομένη (οὐδὲ γὰρ πέπτωκεν), ἀλλ᾽ ἐν ἑαυτῇ τὸν πεπτωκότα ἐγείρουσα.

εἰ οὖν τὸ θεῖον οὔτε γεννήσεως οὔτε ἀναστάσεως δέεται, δηλονότι καὶ τὸ πάθος οὐχ ὡς τῆς θεότητος πασχούσης ἐπιτελεῖται, ἀλλ᾽ ὡς ἐν τῷ πάσχοντι οὔσης καὶ διὰ τῆς πρὸς τὸν πεπονθότα ἑνώσεως τὸ ἐκείνου πάθος οἰκειουμένης. ἡ γὰρ θεία φύσις, καθὼς εἴρηται, τῇ τε ψυχῇ καὶ τῷ σώματι καταλλήλως ἐμφυεῖσα καὶ ἓν πρὸς ἑκάτερον γενομένη διὰ τῆς ἀνακράσεως, ἐπειδὴ ἀμεταμέλητα, φησί, τοῦ θεοῦ τὰ χαρίσματα, οὐδετέρου τούτων ἀποχωρεῖ, ἀλλὰ εἰς τὸ διηνεκὲς παραμένει. οὐδὲ γὰρ ἔστι τὸ χωρίζον τινὰ τῆς πρὸς τὸν θεὸν συναφείας πλὴν ἁμαρτίας· οὗ δὲ ἡ ζωὴ ἀναμάρτητος, τούτου πάντως ἀχώριστος ἡ πρὸς τὸν θεὸν ἕνωσις.

Ἐπεὶ οὖν δι᾽ ἀμφοτέρων τὸ ἀναμάρτητον, διὰ ψυχῆς λέγω καὶ σώματος, ἐν ἑκατέρῳ κατὰ τὸ εἰκὸς ἦν τῆς θείας φύσεως ἡ παρουσία. τοῦ δὲ θανάτου τὸν μερισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἐργασαμένου τὸ μὲν σύνθετον διετέμνετο, τὸ δὲ ἀσύνθετον οὐ διΐστατο, ἀλλ᾽ ἀδιασπάστως ἐν ἑκατέρῳ ἦν. τεκμήριον δὲ τοῦ μὲν ἐν σώματι τὸν θεὸν εἶναι τὸ ἐν ἀφθαρσίᾳ φυλαχθῆναι τὴν σάρκα μετὰ τὸν θάνατον· θεὸς δὲ πάντως ἐστὶν ἡ ἀφθαρσία· τοῦ δὲ τῆς ψυχῆς μὴ ἀποχωρῆσαι τὸ δι᾽ ἐκείνης ὁδοποιηθῆναι τῷ λῃστῇ τὴν εἰς τὸν παράδεισον εἴσοδον.

ἐπειδὴ τοίνυν ἐπληρώθη τὸ μυστήριον τῆς θείας δυνάμεως τῷ διπλῷ τῆς ἀνθρωπίνης φύσεως ἐγγενομένης καὶ δι᾽ ἑκατέρου τῷ συγγενεῖ μέρει τὴν ζωοποιὸν ἐναποθεμένης ἐνέργειαν, διὰ μὲν τῆς σαρκὸς τῷ σώματι, διὰ δὲ τῆς ψυχῆς τῇ ψυχῇ (τῆς νοερᾶς λέγω καὶ οὐ τῆς ἀλόγου· κτηνῶδες γὰρ καὶ οὐκ ἀνθρώπινόν ἐστι τὸ ἀνόητον), τότε ἡ ἐξ ἀρχῆς ἐγκραθεῖσα τῷ σώματι καὶ τῇ ψυχῇ θεότης καὶ μέχρι παντὸς παραμείνασα ἐν τῇ ἀναστάσει τοῦ κειμένου ἐγείρεται καὶ οὕτω Χριστὸς ἐκ νεκρῶν ἐγηγέρθαι λέγεται, ὁ αὐτὸς καὶ ὢν Χριστὸς καὶ γενόμενος· ὢν μὲν κατὰ τὴν προαιώνιον βασιλείαν, γενόμενος δὲ ὅτε εὐηγγελίζοντο τοῖς ποιμέσιν οἱ ἄγγελοι τὴν μεγάλην χαρὰν τὴν ἐσομένην παντὶ τῷ λαῷ ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος, ὅς ἐστι, φησί, Χριστὸς κύριος προσφόρως ὀνομαζόμενος κατὰ τὸν λόγον τοῦ Γαβριὴλ τοῦ εἰπόντος πνεῦμα ἅγιον ἐπελεύσεσθαι τῇ παρθένῳ καὶ δύναμιν ὑψίστου ἐπισκιάσειν. ὁ τοίνυν οὕτω τεχθεὶς εἰκότως καὶ Χριστὸς καὶ κύριος λέγεται· κύριος μὲν διὰ τὴν δύναμιν τοῦ ὑψίστου, Χριστὸς δὲ διὰ τὸ πνεῦμα τῆς χρίσεως. οὐ γὰρ ὁ προαιώνιος τότε χρίεται, ἀλλὰ περὶ οὗ φησιν ὅτι Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. τὸ γὰρ σήμερον τῶν δύο τοῦ χρόνου τμημάτων, τοῦ παρῳχηκότος τε καὶ τοῦ μέλλοντος, τὸ μέσον ἐστίν. ὁ δὲ τῶν αἰώνων ποιητὴς πῶς ἐν μέρει τοῦ χρόνου καὶ γεννᾶται καὶ χρίεται;

ὥστε ἡ θεότης καὶ οὐ τέθνηκε καὶ ἐγήγερται· οὐ τέθνηκε γάρ, ὅτι τὸ μὴ συντεθὲν οὐ διαλύεται, ἐγήγερται δέ, ὅτι ἐν τῷ λυθέντι οὖσα ἑαυτῇ συνεπαρθῆναι τὸν κατὰ τὸν νόμον τῆς ἀνθρωπίνης πεσόντα φύσεως παρεσκεύασεν, ὡς ἂν ἑκατέρῳ μέρει τὸ οἰκεῖον προφερομένῳ παροῦσα τὴν τῶν σωμάτων φύσιν διὰ τοῦ σώματος τὴν δὲ τῶν ψυχῶν διὰ τῆς ψυχῆς ἐξιάσαιτο· πάλιν δὲ δι᾽ ἑαυτῆς τὸ διακεκριμένον ἑνώσασα ἐν τῷ ἐπαιρομένῳ ἀνίσταται. καὶ ὥσπερ (κωλύει γὰρ οὐδὲν σωματικῶς τὸ μυστήριον τῆς κατὰ τὴν ἀνάστασιν οἰκονομίας ἐνδείξασθαι) [καθάπερ] εἰ διχῇ κάλαμος διασχισθείη καί τις κατὰ τὸ ἓν πέρας τὰ ἄκρα τῶν τοῦ καλάμου τμημάτων ἑνώσειεν, ὅλον ἐξ ἀνάγκης τὸ τμῆμα τοῦ καλάμου πρὸς τὸ ὅλον συναρμοσθήσεται διὰ τῆς ἐν τῷ ἑνὶ πέρατι συμβολῆς τε καὶ σφίγξεως πρὸς τὸ ἕτερον πέρας συναρμοζόμενον, οὕτως ἡ ἐν ἐκείνῳ τῆς ψυχῆς πρὸς τὸ σῶμα γενομένη διὰ τῆς ἀναστάσεως ἕνωσις πᾶσαν κατὰ τὸ συνεχὲς τὴν ἀνθρωπίνην φύσιν διὰ τοῦ θανάτου ψυχῇ τε καὶ σώματι μεμερισμένην πρὸς συμφυΐαν ἄγει τῇ ἐλπίδι τῆς ἀναστάσεως, τὴν συνδρομὴν τῶν διεστηκότων ἁρμόσασα· καὶ τοῦτό ἐστι τὸ παρὰ τοῦ Παύλου λεγόμενον ὅτι Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων, καὶ Ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα.

κατὰ γὰρ τὸ τοῦ καλάμου ὑπόδειγμα ἀπὸ μὲν τοῦ κατὰ τὸν Ἀδὰμ πέρατος ἡ φύσις ἡμῶν διὰ τῆς ἁμαρτίας ἐσχίσθη, τῷ θανάτῳ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος διαιρεθείσης, ἀπὸ δὲ τοῦ κατὰ τὸν Χριστὸν μέρους πάλιν ἡ φύσις ἑαυτὴν ἀναλαμβάνει, πάντῃ τῆς διαιρέσεως πρὸς ἑαυτὴν ἐν τῇ ἀναστάσει τοῦ κατὰ τὸν Χριστὸν ἀνθρώπου συμφυομένης. διὰ τοῦτο τοίνυν συναποθνήσκομεν τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι, οὐ τοῦτον λέγω τὸν ἀναγκαῖόν τε καὶ κοινὸν τῆς φύσεως ἡμῶν θάνατον· τοῦτο γὰρ καὶ μὴ βουλομένων γενήσεται· ἀλλ᾽ ἐπειδὴ τῷ ἑκουσίως ἀποθανόντι συναποθνήσκειν χρὴ θέλοντας, προσήκει τὸν ἐκ προαιρέσεως αὑτοῖς ἐπινοῆσαι θάνατον· οὐ γάρ ἐστι διὰ τοῦ κατηναγκασμένου ἡ πρὸς τὸ ἑκούσιον μίμησις. ἐπειδὴ τοίνυν ὁ ἐκ φύσεως ἐπικείμενος ἑκάστῳ θάνατος πάντῃ καὶ πάντως γίνεται καὶ βουλομένων καὶ μή, οὐκ ἂν δέ τις τὸ πάντως γινόμενον τῷ ἑκουσίῳ λογίσαιτο, διὰ τοῦτο ἕτερον τρόπον τῷ ἑκουσίως ἀποθανόντι συναποθνήσκομεν, τῷ μυστικῷ ὕδατι διὰ τοῦ βαπτίσματος ἐνθαπτόμενοι· Συνετάφημεν γὰρ αὐτῷ, φησί, διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, ἵνα τῇ μιμήσει τοῦ θανάτου ἀκολουθήσῃ καὶ ἡ τῆς ἀναστάσεως μίμησις.