Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀντιρρητικὸς πρὸς Ἀπολλινάριον

Γρηγόριος ὁ Νύσσης

Η αμέριστη παρουσία του Χριστού και η κατακλείδα του έργου

Ανασκευή των απόψεων περί αντικατάστασης του ανθρώπινου νου από τη θεία φύση, υπεράσπιση της καθολικής παρουσίας του Χριστού στην κτίση, και τελική απόρριψη των επιχειρημάτων του Απολιναρίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 8 από 8

Πρὸς δὲ τὸ ἐφεξῆς τοῦ λόγου μετέλθωμεν· 〈Πῶς〉, φησί, 〈θεὸς ἄνθρωπος γίνεται μὴ μεταβληθεὶς ἀπὸ τοῦ εἶναι θεός, εἰ μὴ νοῦς ἐν ἀνθρώπῳ κατέστη〉; ἆρα συνῆκεν ἅπερ ἐφθέγξατο; ἀμετάβλητον λέγει τὸ θεῖον καὶ καλῶς τοῦτο λέγει· τὸ γὰρ ἀεὶ ὡσαύτως ἔχον ἕτερόν τι παρ᾽ ὅ ἐστι γίνεσθαι φύσιν οὐκ ἔχει· ἀλλ᾽ ἐν ἑτέρῳ μὲν γίνεται, ἕτερον δὲ οὐ γίνεται. τί οὖν ὁ νοῦς ἐκεῖνος, καθὼς ὁ Ἀπολινάριος λέγει, ὁ ἐν ἀνθρώπῳ γενόμενος; ἆρα ἐν τῷ μεγαλείῳ τῆς ἀμεταβλήτου διέμεινε φύσεως, ἢ πρὸς τὸ ταπεινὸν πεποίηται τὴν μετάστασιν τῇ τοῦ ἀνθρωπίνου βραχύτητι ἑαυτὸν ἐμπεριγράψας καί, ὅσος οὗτός ἐστι, τοσοῦτος κἀκεῖνος γενόμενος; οὐκοῦν ἴσος ὁ ἀνθρώπινος νοῦς ἐστι τῇ θεότητι, εἴπερ, καθώς φησιν ὁ Ἀπολινάριος, 〈νοῦς ἀνθρώπου ἡ θεία φύσις ἐγένετο〉. εἰ γὰρ ὁμοίως ἡ ἀνθρωπίνη δέχεται φύσις ἢ τὸν νοῦν τὸν ἡμέτερον ἢ ἀντὶ τοῦ νοῦ τὸν θεόν, ἰσομεγέθη ταῦτα ἂν εἴη ἀλλήλοις καὶ ἰσοστάσια, εἴπερ ἐν ᾧ χωρεῖται ὁ νοῦς, ἐν τούτῳ καὶ ἡ θεότης περιλαμβάνοιτο· ὡς εἴ τις ἀγγείῳ τινὶ κενῷ σῖτον ἢ ἕτερόν τι τῶν σπερμάτων ἀπομετροίη, οὐκ ἄν τις εἴποι τὸ τῷ αὐτῷ μέτρῳ ἰσούμενον κατὰ τὸ ποσὸν διαφέρειν τοῦ ἄλλου· ἴσος γάρ ἐστι πυρὸς ταῖς ὀλύραις, ὅταν ἀποκενωθέντων τοῦ μεδίμνου τῶν σπερμάτων ἐκείνων ἀντιπληρώσῃ τὸ ἕτερον ἔργον.

οὐκοῦν εἰ ἀντὶ τοῦ νοῦ ἡ θεότης γίνεται, οὐκ ἄν τις ὑπερβάλλειν εἴποι παρὰ τὸν νοῦν τὴν θεότητα, εἴπερ ὁμοίως ἐκείνῳ χωρεῖται καὶ αὐτὴ ὑπὸ τῆς φύσεως. ἢ οὖν ἴσος ἐστὶν ὁ νοῦς τῇ θεότητι, καθὼς ὁ Ἀπολινάριος βούλεται, καὶ ἀπὸ τούτου πρὸς ἐκεῖνο μεταστὰς οὐκ ἠλλοιώθη· ἢ εἰ καταδεέστερον ὁ νοῦς παρὰ τὸ θεῖον ὁ τοῦτο ἐξ ἐκείνου γενόμενος πρὸς τὸ εὐτελέστερον ἠλλοιώθη. ἀλλὰ τίς οὐκ οἶδεν, ὅτι κατὰ τὸ ἴσον ὑποβέβηκε τῇ ἀπροσίτῳ τε καὶ ἀπροσπελάστῳ φύσει πᾶν τὸ ἐν τῇ κτίσει νοούμενον, ὡς ἴσην εἶναι τὴν τροπήν, κἂν εἰς κτίσμα κἂν εἰς νοῦν τις λέγοι μεταβεβλῆσθαι τὸ θεῖον; ὥστε εἰ τὸ ἐν νῷ γενέσθαι τροπὴν ὁ Ἀπολινάριος 〈οὐκ〉 οἴεται, οὐδὲ τὸ δίχα διανοίας καταμιχθῆναι τῷ ἀνθρώπῳ προσμαρτυρεῖ τῷ ἀνακραθέντι τὸ ἀναλλοίωτον. ἀλλ᾽ εἴπερ οὐκ ἠλλοιώθη σὰρξ γενόμενος, πολὺ μᾶλλον ἐν τῷ ἀτρέπτῳ διέμεινε καὶ πρὸς τὸν νοῦν ποιησάμενος τὴν ἀνάκρασιν· εἰ δὲ τῷ ἐν νῷ γενέσθαι κατηγορεῖ τὴν τροπήν, καὶ ἡ πρὸς τὴν σάρκα οἰκείωσις οὐκ ἐκφεύγει πάντως τὴν κατηγορίαν τῆς ἀλλοιώσεως.

Ἔτι φησὶ (τὰ γὰρ ἐν τῷ μέσῳ παρίημι)· 〈Εἰ μετὰ τὴν ἀνάστασιν θεὸς γέγονε καὶ οὐκέτι ἐστὶν ἄνθρωπος, πῶς ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ; καὶ πῶς ὀψόμεθα τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν; πῶς δὲ καὶ πρὶν ἑνωθῆναι καὶ ἀποθεωθῆναι λέγει· Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν〉; ταῦτα διέξεισιν ἐκεῖνος διὰ τῶν εἰρημένων κατασκευάζων, ὅτι οὐδὲν πρὸς τὸ θειότερον ἡ τοῦ σώματος φύσις μετεποιήθη, ἀλλ᾽ ἔτι περὶ αὐτὸν αἱ τρίχες, οἱ ὄνυχες, ἡ μορφή, τὸ σχῆμα, ἡ τοῦ ὄγκου περιγραφὴ καὶ τὰ λοιπά, δηλονότι ὅσα τε φαινόμενα καὶ ὅσα [τε] κρύφια τῶν μερῶν τῶν τοῦ σώματος. ἐγὼ δὲ τὸ μὲν μὴ δεῖν οὕτω χαμαιριφῆ καὶ χαμαίζηλα περὶ τὸν θεὸν ἐννοεῖν περιττὸν ἡγοῦμαι λόγῳ κατασκευάζεσθαι, αὐτοῦ τοῦ τῶν ἐναντίων λόγου καὶ δι᾽ ἑαυτοῦ τὴν ἀτοπίαν κηρύσσοντος. ὡς δ᾽ ἂν μὴ τὰ θεῖα λόγια συνεργεῖν αὐτῷ πρὸς τὴν μυθοποιΐαν λογίζοιτο, διὰ βραχέων ἕκαστον τῶν εἰρημένων ἐπιδραμοῦμαι. ἐπειδή, φησίν, ἐν τῇ συντελείᾳ τοῦ παντὸς ὁ τοὺς ἀγγέλους ἀποστέλλων υἱὸς ἀνθρώπου λέγεται, διὰ τοῦτο μέχρι παντὸς οἴεται δεῖν ἐν τοῖς ἀνθρωπίνοις αὐτὸν ἰδιώμασι πιστεύειν εἶναι· καὶ οὐ μέμνηται τῆς τοῦ εὐαγγελίου φωνῆς, ὅπου πολλαχοῦ διὰ τῶν ἰδίων λόγων ὁ κύριος ἄνθρωπον τὸν ἐπὶ πάντων θεὸν κατωνόμασεν.

ἄνθρωπος ἦν οἰκοδεσπότης, ὁ τοῖς γεωργοῖς τὸν ἀμπελῶνα ἐκδόμενος, ὁ μετὰ τὴν τῶν οἰκετῶν ἀναίρεσιν καὶ τὸν μονογενῆ αὑτοῦ υἱὸν ἀποστείλας, ὃν ἐκβαλόντες οἱ γεωργοὶ ἔξω τοῦ ἀμπελῶνος φονεύουσι. τίς δὲ ὑπῆρχεν ἐκεῖνος ὁ ἄνθρωπος ὁ τὸν μονογενῆ πέμψας; τίς δὲ ὁ ἔξω τοῦ ἀμπελῶνος φονευθεὶς υἱός; ὁ δὲ τοῦ υἱοῦ τοὺς γάμους ἐπιτελῶν οὐκ αὐτὸς ἀνθρωπικῶς ὑπὸ τοῦ λόγου διεσκευάσθη; εἰ δὲ χρὴ καὶ τοῦτο εἰπεῖν, ὅτι βοηθῶν τῇ ἀσθενείᾳ τῶν καταφρονούντων τῆς ὁμοιοειδοῦς αὐτοῖς φύσεως καὶ διὰ τοῦτο πιστεῦσαι αὐτοῦ τῇ θεότητι μὴ δυναμένων, ὡς ἂν μάλιστα τὸ χαῦνον τῆς διανοίας αὐτῶν τῷ φόβῳ συστείλας εἰς πίστιν τονώσειε, φησὶ τὸ παρὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου τοὺς ἀγγέλους ἐν τῇ κρίσει πέμπεσθαι, ἵν᾽ ἡ τῶν φοβερῶν προσδοκία τὴν πρὸς τὸ φαινόμενον αὐτῶν ἀπιστίαν θεραπεύσειεν. ἀλλὰ καὶ Ὄψεσθε, φησί, τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δόξης καὶ δυνάμεως πολλῆς. καὶ τοῦτο συνᾴδει τοῖς προαποδεδομένοις, εἴτε ἐκείνου τοῦ ἀνθρώπου τοῦ τὸν ἀμπελῶνα φυτεύσαντος καὶ τὸν γάμον τῷ υἱῷ ἐπιτελέσαντος εἴτε κατὰ τὴν προαποδοθεῖσαν διάνοιαν.

καὶ ὅτι πάντῃ τῆς ταπεινῆς τοῦ Ἀπολιναρίου ὑπολήψεως ὁ λόγος ἀπήλλακται καὶ οὐδὲν σωματικὸν περὶ αὐτὸν ἐννοεῖν ὁ τοιοῦτος ὑποτίθεται λόγος, σαφὴς ἡ ἀπόδειξις ἐκ τοῦ προσκεῖσθαι τῷ λόγῳ τῷ τὴν ἐμφάνειαν αὐτοῦ τὴν ἐπὶ τέλει τῶν αἰώνων μηνύοντι, ὅτι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ ὀφθήσεται τῇ κτίσει ὁ κύριος, ὡς ἀνάγκην εἶναι διὰ τῶν εἰρημένων ἢ καὶ τὸν πατέρα νομίζειν ἀνθρωπικῶς διεσκευάσθαι, ἵνα ὁ κατὰ τὸ ἀνθρώπινον σχῆμα φαινόμενος υἱὸς ἐν τῇ τοῦ πατρὸς φαίνηται δόξῃ· ἢ εἴπερ καθαρεύει πάσης μορφῆς ἐν εἴδει θεωρουμένης ἡ τῆς πατρικῆς δόξης μεγαλοπρέπεια, μηδὲ αὐτὸν ἀνθρωπικῶς σχηματίζεσθαι τὸν ἐν τῇ τοῦ πατρὸς ὀφθήσεσθαι δόξῃ ἐπαγγελλόμενον. ἄλλη γὰρ δόξα ἀνθρώπου καὶ ἄλλη δόξα τοῦ ἐπὶ πάντων θεοῦ. ἀλλά, φησί, διὰ σαρκὸς διαλεγόμενος τοῖς ἀνθρώποις ὅτι Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν. ὢ τῆς ἀνοίας τὸ ἀπόδειξιν οἴεσθαι 〈τοῦ〉 ἀνθρωπικὴν αὐτοῦ μετὰ ταῦτα γενήσεσθαι τὴν ἐμφάνειαν τὸ εἰπεῖν διὰ σαρκὸς φθεγγόμενον τὸν κύριον ἓν εἶναι πρὸς τὸν πατέρα! οὐκοῦν διὰ τούτων πάντως κατασκευάζει τῷ λόγῳ τὸ ἀκριβῶς ἐν σαρκὶ καὶ τὸν πατέρα ζῆν; εἰ γὰρ ὁ εἰπὼν ἓν εἶναι ἑαυτὸν πρὸς τὸν πατέρα οὐ κατὰ τὸ πνευματικὸν ἀλλὰ κατὰ τὸ ἀνθρώπινον, καθὼς ὁ Ἀπολινάριος οἴεται, νοεῖν ὑποτίθεται τὴν ἑνότητα, ἄρα τοῦτό ἐστιν ὁ πατήρ, ὅπερ τότε κατὰ ἄνθρωπον ὁ υἱὸς ἑωρᾶτο. ἀλλὰ μὴν ἔξω πάσης σωματικῆς ἐννοίας τὸ θεῖον.

ἄρα οὐ κατὰ τὸ ἀνθρώπινον σχῆμα ἡ τοῦ υἱοῦ πρὸς τὸν πατέρα ἕνωσις ἦν, ἀλλὰ κατὰ τὴν κοινωνίαν τῆς θείας φύσεώς τε καὶ δυνάμεως. καὶ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐκ τούτων ἂν γένοιτο μάλιστα δῆλον, ἐν οἷς φησι πρὸς τὸν Φίλιππον· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. ἡ γὰρ ἀκριβὴς τῆς τοῦ υἱοῦ μεγαλειότητος κατανόησις καθάπερ ἐν εἰκόνι τὸ ἀρχέτυπον βλέπειν παρασκευάζει.

Τῶν δὲ ἐφεξῆς τὸ ἀσυνάρτητον καὶ ἀδιανόητον, ὡς ἂν μὴ μάτην ἐμφιλοχωροίην τοῖς ματαίοις, ὑπερβήσομαι, δι᾽ ὧν οὐδὲ ὅ τι βούλεται λέγειν φανερὸν ποιεῖ τοῖς ἐπιστατικῶς ἀκολουθοῦσι τῇ συγγραφῇ. τί γὰρ αὐτῷ συντελεῖ πρὸς τὸν λόγον τὸ Μηδένα ἁρπάζειν ἐκ τῆς χειρὸς αὐτοῦ τὰ δοθέντα αὐτῷ παρὰ τοῦ πατρὸς πρόβατα, συνιδεῖν οὐκ ἔχω· καὶ ὅτι πατρικῇ θεότητι ἕλκει πρὸς ἑαυτὸν τὰ πρόβατα· καὶ 〈Εἰ πρὸς τὸν πατέρα〉, φησίν, 〈ἥνωται Χριστὸς πρὸ ἀναστάσεως, πῶς πρὸς τὸν ἐν αὐτῷ θεὸν οὐχ ἥνωται〉; τοῦτο γὰρ ὥσπερ ἐξεπίτηδες αὐτὸς ἑαυτοῦ τὴν μυθοποιίαν ἐλέγχων παρεντίθησι ταῖς ἰδίαις κατασκευαῖς, δι᾽ ὧν ἀποδείκνυται ἡ τοῦ ἀνθρώπου πρὸς τὸ θεῖον διαίρεσίς τε καὶ ἕνωσις. ὁ γὰρ εἰπὼν ὅτι Εἰ πρὸς τὸν πατέρα ἥνωται Χριστός, πῶς πρὸς τὸν ἐν αὐτῷ θεὸν οὐχ ἥνωται; οὕτω καὶ ὁ κατὰ Χριστὸν ἄνθρωπος ἕτερος ὢν τῷ ἐν αὐτῷ ἥνωται θεῷ. ταῦτα τοίνυν ὡς αὐτόθεν διὰ τῆς ἀναγνώσεως ἐλέγχοντα τὸ πεπλανημένον τοῦ δόγματος αὐτοῦ καὶ ἀσύστατον παραδραμοῦμαι τῷ λόγῳ· ἐκείνου δὲ μόνου ἐπιμνησθήσομαι· Ὁ 〈σωτήρ〉, φησί, 〈πέπονθε πεῖναν καὶ δίψαν καὶ κάματον καὶ ἀγωνίαν καὶ λύπην. τίς ὢν ὁ σωτήρ; θεός〉, φησὶν ἐν τοῖς πρὸ τούτου, 〈οὐ δύο πρόσωπα ὡς ἑτέρου μὲν ὄντος θεοῦ, ἑτέρου δὲ τοῦ ἀνθρώπου.

οὐκοῦν ὁ θεὸς πέπονθεν〉, ἅπερ παθεῖν αὐτὸν εἴρηκε, 〈καὶ πάσχει τὸ ἀπαράδεκτον πάθους οὐκ ἀνάγκῃ φύσεως ἀβουλήτου, καθάπερ ἄνθρωπος, ἀλλ᾽ ἀκολουθίᾳ φύσεως〉. ἆρα τίς ἐπαρκέσει διελέγχων τὰ μάταια; ἐν τίνι διαφέρειν βλέπει τὴν ἀνάγκην τῆς φύσεως καὶ τὴν ἀκολουθίαν τῆς φύσεως; ἡ γὰρ ἀλήθεια ταὐτὸν ἐν ἑκατέρῳ βλέπει τὸ σημαινόμενον, οἷόν τι λέγω, ἀκόλουθόν ἐστι τὸν μὴ ὑγιαίνοντα τὰς ὄψεις ἀσθενῶς ἔχειν περὶ τὴν ὅρασιν καὶ πάλιν τὸ αὐτὸ τοῦτό φημι, ὅτι ἀναγκαῖόν ἐστιν, εἰ μή τις ὑγιῶς ἔχοι τῶν ὄψεων, ἀσθενεῖν τοῦτον περὶ τὴν ὅρασιν. ἆρ᾽ οὐ ταὐτὸν ἐν ἑκατέροις ἐστίν; ὅ τε γὰρ τὴν ἀνάγκην εἰπὼν τὸ ἐξ ἀκολούθου συμβαῖνον ἐνέδειξεν· ὅ τε τοῦ ἀκολούθου μνησθεὶς τὸ ἀναγκαῖον ἐσήμανεν. τί οὖν βούλεται ἡ σοφία τοῦ λογογράφου μὴ ἀνάγκῃ φύσεως, ἀλλ᾽ ἀκολουθίᾳ φύσεως τῷ σωτῆρι προσάπτειν τὰ πάθη τῆς φύσεως; 〈Ἔδει〉, φησί, 〈καθ᾽ ὁμοιότητα τῶν ἀνθρώπων τὰ πάθη κινηθῆναι〉. ὁ τὸ ἔδει εἰπὼν οὐ φανερῶς τὴν ἀνάγκην ἐβόησεν; οὐχ αὕτη τῆς γραφῆς ἡ χρῆσίς ἐστιν; καὶ ἐξ αὐτῶν δὲ τῶν εὐαγγελίων πάρεστι τὰς ἀποδείξεις τοῦ λόγου λαβεῖν.

Ἀνάγκη ἐλθεῖν τὰ σκάνδαλα· καὶ γὰρ δεῖ γενέσθαι ταῦτα. οὐχὶ μία ἑκατέρας ἐστὶ τῆς φωνῆς ἡ διάνοια; ὁ γὰρ εἰπὼν ἀνάγκην εἶναι ἐλθεῖν τὰ σκάνδαλα τὸ δεῖν ἐλθεῖν τὰ σκάνδαλα διὰ τῆς φωνῆς ἐνεδείξατο. καὶ ὁ εἰπὼν δεῖ γενέσθαι ταῦτα τὸ ἀναγκαίως ὀφεῖλον εἰς ἔργον ἐλθεῖν προεμήνυσεν.

Ἀλλὰ πάλιν καὶ τὸν ἐφεξῆς ὑπερβήσομαι ὕθλον χύδην καὶ ὡς ἔτυχεν ἐκ ματαίων λογισμῶν συμπεφορημένον. φησὶ δὲ πρὸς τῷ τέλει τοῦ λόγου ὅτι 〈Καὶ ἐν οὐρανῷ ὄντος τοῦ σώματος μεθ᾽ ἡμῶν ἐστι μέχρι τῆς συντελείας τοῦ αἰῶνος〉. τίς ὁ μεθ᾽ ἡμῶν ὤν; σαφῶς ὁ λογογράφος μερίζων τὸ ἀμέριστον οὐ συνίησιν. εἰ γὰρ τὸ μὲν σῶμα τῷ οὐρανίῳ ἀποτίθεται, μεθ᾽ ἡμῶν δὲ εἶναί φησι τὸν κύριον, φανερῶς διάζευξίν τινα καὶ μερισμὸν τῇ τοιαύτῃ τοῦ λόγου διαστολῇ κατεργάζεται. οὐ γὰρ εἶπεν, ὅτι τὸ σῶμα αὐτοῦ καὶ ἐν οὐρανῷ μένει καὶ μεθ᾽ ἡμῶν ἐστιν, ἀλλὰ τοῦ σώματος ἐν οὐρανῷ ὄντος, ἡμῶν δὲ οὐκ ἐν οὐρανῷ ὄντων. ἄρα ἕτερόν τινα παρὰ τὸ ἐν οὐρανοῖς ὂν σῶμα μεθ᾽ ἡμῶν τῶν ἐπὶ γῆς ὄντων πεπίστευκεν. ταῦτα τὰ ὑψηλὰ τοῦ Ἀπολιναρίου διδάγματα. ἡμεῖς δέ φαμεν, ὅτι ταῦτα εἰπὼν ἀνελήφθη καὶ ὁ ἀναληφθεὶς μεθ᾽ ἡμῶν ἐστι καὶ μερισμὸς ἐν ἐκείνῳ οὐδείς· ἀλλ᾽ ὥσπερ ἐν ἡμῖν ἐστιν ἑκάστῳ παρὼν καὶ ἐν μέσῳ γινόμενος, οὕτω καὶ ἐπὶ πάντα διήκει τὰ τῆς κτίσεως πέρατα, ὁμοτίμως πᾶσι τοῖς τοῦ κόσμου μέρεσιν ἐμφαινόμενος. εἰ ἡμῖν τοῖς σωματικοῖς ἀσωμάτως, οὐδὲ τοῖς ὑπερκοσμίοις ἐν σώματι. νυνὶ δέ φησιν 〈οὕτως μερισθέντα τὸν κύριον ἀκαταλλήλως ἐν τοῖς ὑποχειρίοις διὰ τῶν ἐναντίων γίνεσθαι, τοῖς μὲν σαρκίνοις ἀσώματον, τοῖς δὲ ἀσωμάτοις ἐν σώματι. ἐν γὰρ τῷ οὐρανῷ καθιδρύσας τὴν σάρκα πνευματικῶς τοῖς ἀνθρώποις ἑαυτὸν καταμίγνυσιν〉.

ὅσα δὲ ψυχορραγῶν πρὸς τῷ τέλει τοῦ λόγου ὥσπερ τισὶν ἄσθμασι τοῖς ἀνυποστάτοις νοήμασιν ἐνσυνέχεται, παραδραμεῖν οἶμαι δεῖν ἀνεξέταστα, ἐν οἷς στενοχωρούμενος τοὺς Ἕλληνας πρὸς συνηγορίαν τῶν ἰδίων μύθων καλεῖ καὶ ὅσα ἄλλα τούτοις ἐστὶ παραπλήσια. ὅτῳ φίλον τὴν διὰ πάντων τῆς αἱρέσεως ἀτονίαν κατανοῆσαι, αὐτοῖς ἐπεξίτω τοῖς γεγραμμένοις· ἡμῖν δὲ οὐ τοσαύτη σχολὴ ὥστε τοῖς τοιούτοις λόγοις ἐμβαθύνειν, ἃ πρόδηλον ἀφ᾽ ἑαυτῶν καὶ πρὸ τῆς ἐξετάσεως ἔχει τῆς ἀτοπίας τὸν ἔλεγχον.