Ἀλλὰ παραδράμωμεν τὴν τῶν νοημάτων τούτων δυσωδίαν, τοσοῦτον παρασημηνάμενοι μόνον ὅτι, εἰ προαιώνιος ἡ σάρξ, οὐ κεκένωται ἡ θεότης, οὐχ ὑπῆρχεν ἐν θεοῦ μορφῇ ὁ υἱός, οὐ μετημφιάσατο τὸ δουλικὸν πρόσωπον· ἀλλ᾽ ὅπερ ἦν τῇ φύσει, τοῦτο ἐφανερώθη νῦν, οὐκ ἐταπεινώθη. ἵλεως δὲ εἴη τῷ λόγῳ ὁ Λόγος—ἀλλὰ σιωπῶ τὸ λειπόμενον. εἰ πρὸ πάντων ἡ σάρξ, ἐξ ἀσθενείας ἄρα τὰ πάντα, οὐκ ἐκ δυνάμεως· Τὸ γὰρ πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. ἄρα εἰ καὶ μέχρι τούτου μόνον τὴν ἀτοπίαν ἵστησι, καὶ τίς οὐκ ἂν ἐκ τοῦ ἀκολούθου καὶ τὰ συνημμένα τούτοις κατανοήσειεν; πάντως γὰρ πάντα τὰ τῆς σαρκὸς ἰδιώματα συνεπινοήσει τῷ μετὰ τῆς σαρκὸς ὄντι πρὸ τῶν αἰώνων, τὸν κόπον, τὴν λύπην, τὸ δάκρυον, τὴν δίψαν, τὸν ὕπνον, τὴν κατὰ πεῖναν ἔνδειαν καὶ τὸ ἔτι τούτου παραλογώτερον. ἐπειδὴ δὲ Παιδίον ἐγεννήθη ἡμῖν, καθὼς ἡ θεία φωνὴ λέγει, καὶ Ὤφθη παρὰ τῶν ποιμένων ἐν σπαργάνοις ὁ κύριος, καθώς φησιν ὁ Λουκᾶς, 〈καὶ〉 ὅτι Προέκοπτεν Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τελειούμενος, ἕως ἐπὶ τὸ μέτρον προῆλθε τῆς ἀνθρωπότητος ὁδῷ βαδίζων διὰ τῆς φύσεως, τί ἐροῦσιν 〈οἱ〉 πρὸ τῶν αἰώνων τὴν σάρκα βλέποντες, ποίῳ μέτρῳ τοῦ σώματος πρὸ τῶν αἰώνων ἦν; διὰ πάσης γὰρ ἐν τῷ κατὰ ἄνθρωπον βίῳ διεξῆλθε τῆς ἡλικίας. ἆρα παῖς ἦν ἐκεῖνος ὁ ἄνθρωπος, ὁ πρὸ πάσης τῆς κτίσεως ὤν, ἢ βρέφος νήπιον ἢ μειράκιον ἢ εὐθὺς ἐν τελείῳ τῷ σώματι;