Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀντιρρητικὸς πρὸς Ἀπολλινάριον

Γρηγόριος ὁ Νύσσης

Η οικείωση της ανθρώπινης φύσης και το μυστήριο της θείας κενώσεως

Θεολογική ανάλυση της παραβολής του απολωλότος προβάτου, του αδιαίρετου της θείας και ανθρώπινης φύσης κατά τον θάνατο, και ερμηνεία της κενώσεως του Λόγου βάσει της μορφής δούλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 8

Ἀλλὰ παρείσθω καὶ ταῦτα. ἐκεῖνο δέ τις οὐκ ἂν ἀλόγως ἐπιζητήσειε παρὰ τῶν τὴν θείαν ἐκείνην σάρκωσιν προαιώνιον δογματιζόντων. εἰ γὰρ πάντοτε τὴν σάρκα περὶ αὐτὸν οἴονται, θεὸν δὲ εἶναι τὴν σάρκα φασί, πᾶσα δὲ σὰρξ ἀντίτυπός ἐστι τῷ ἁπτομένῳ, τὸ δὲ ἀντίτυπον ὑλῶδες καὶ σύνθετον, τὸ δὲ σύνθετον καὶ διαλυτὸν πάντως, ἀνάγκη πᾶσα διὰ τούτων καὶ ὑλικὸν αὐτὸν ἐγκατασκευάζεσθαι καὶ ἐκ διαφόρων συγκείμενον καὶ ἀναμένοντα φυσικῶς τὴν διάλυσιν. οἴδαμεν γάρ, ὅτε ἀνθρωπικῶς τοῖς ἀνθρώποις ἐπεχωρίαζεν, ἐκ τίνων εἶχε τὸ σῶμα τὴν σύνθεσιν· ὅτι διὰ σαρκῶν καὶ ὀστέων καὶ αἵματος καθ᾽ ὁμοιότητα τῶν ἄλλων κἀκεῖνο ἦν ἔκ τε τοῦ τύπου τῶν ἥλων καὶ ἐκ τοῦ προχεθέντος διὰ τῆς λόγχης αἵματος καὶ ἐκ τοῦ πρὸς τοὺς ἀπιστοῦντας τῷ φαινομένῳ εἰπεῖν ταῦτα τὸν κύριον ὅτι Ψηλαφήσατέ με [καὶ ἴδετε] καὶ γνῶτε, ὅτι τὸ πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, ὥσπερ ἐμὲ θεωρεῖτε ἔχοντα. εἰ οὖν ἡ θεία σάρκωσις, καθὼς ὁ Ἀπολινάριος λέγει, οὐ τὴν ἀρχὴν ἐκ τῆς παρθένου ἔσχεν, ἀλλὰ καὶ πρὸ τοῦ Ἀβραὰμ καὶ πρὸ πάσης κτίσεως ἦν, τοιαύτη πάντως ἦν, οἵα τοῖς μαθηταῖς ἑωρᾶτο, στερρὰ καὶ ἀντιτυπὴς σαρκί τε καὶ ὀστέοις διειλημμένη. οὐκοῦν ταῦτα πάντοτε ἦν καὶ οὐδεμία πρὸς τὸ ταπεινὸν αὐτῷ γέγονε κάθοδος, ἀλλὰ τὸ λανθάνον, θεῖον κατὰ φύσιν ὄν, τοῦτο τῷ τῆς ἐνανθρωπήσεως ἐφανερώθη καιρῷ.

τί τοιοῦτον Ἄρειος, τί δὲ ὁ τούτου χείρων Εὐνόμιος ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ μονογενοῦς ἐνενόησεν, οἷον διὰ τῆς τοιαύτης ἡμῖν λογογραφίας ὑπὸ τοῦ Ἀπολιναρίου κατασκευάζεται; θεὸς ἔνσαρκος πρὸ αἰώνων, ὀστώδης τις καὶ τετριχωμένος καὶ δέρματι καὶ νεύροις καὶ σαρκὶ καὶ πιμελαῖς διειλημμένος καὶ ἐκ διαφόρων συγκείμενος καὶ τὸ ἁπλοῦν τε καὶ ἀσύνθετον ἐν ἑαυτῷ μὴ ἔχων, ὁ λόγος ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν ὤν, ὁ ἐπ᾽ ἐσχάτων ἡμερῶν τῇ πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν κοινωνίᾳ σὰρξ ὑπὸ φιλανθρωπίας γενόμενος, διὰ τοῦτο τῷ ἀνθρώπῳ ἀνακραθεὶς καὶ πᾶσαν ἐν ἑαυτῷ τὴν ἡμετέραν φύσιν δεξάμενος, ἵνα τῇ πρὸς τὸ θεῖον ἀνακράσει συναποθεωθῇ τὸ ἀνθρώπινον διὰ τῆς ἀπαρχῆς ἐκείνης παντὸς συναγιαζομένου τοῦ τῆς φύσεως ἡμῶν φυράματος.

Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι τὴν ἐφ᾽ ἑκάστῳ τῶν εἰς τοῦτο παρατεθέντων αὐτῷ θείων πεπλανημένην ὑπόληψιν· τὰ γὰρ ἐκ τοῦ προχείρου ὄντα καταφανῆ περιττὸν ἂν εἴη διεξετάζοντα μηκύνειν τὸν λόγον. εἰς γὰρ μαρτυρίαν τοῦ ἀεὶ αὐτὸν ἐν σαρκί τε καὶ αἵματι εἶναι τὴν ἀποστολικὴν παρέθετο ῥῆσιν τὴν λέγουσαν δι᾽ αὐτοῦ ἡμᾶς εἰληφέναι τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν διὰ τῆς σαρκὸς αὐτοῦ—ὅπερ, ὅτι πρὸς ἑτέραν βλέπει διάνοιαν, οὐκ ἂν οἶμαί τινας τῶν νοῦν ἐχόντων ἀμφιβάλλειν. τίς γὰρ οὐκ οἶδε τὸ θεῖον μυστήριον, ὅτι ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν ὡς ποιμὴν τὸ πεπλανημένον πρόβατον μέτεισιν; ἡμεῖς δὲ οἱ ἄνθρωποί ἐσμεν ἐκεῖνο τὸ πρόβατον, οἱ τῆς λογικῆς ἑκατοντάδος ἀποβουκοληθέντες διὰ τῆς ἁμαρτίας. καὶ λαμβάνει ἐπὶ τῶν ἰδίων ὤμων ὅλον τὸ πρόβατον· οὐδὲ γὰρ ἐν μέρει ἦν τοῦ προβάτου ἡ πλάνη, ἀλλ᾽ ἐπειδὴ ὅλον ἀπεφοίτησε, καὶ ὅλον ἐπανάγεται· οὐχ ἡ μὲν δορὰ βαστάζεται, τὸ δὲ ἐντοσθίδιον καταλείπεται, καθὼς Ἀπολινάριος βούλεται. τοῦτο δὲ ἐν τοῖς ὤμοις τοῦ ποιμένος, τουτέστιν ἐν τῇ θεότητι τοῦ κυρίου γενόμενον ἓν πρὸς ἐκεῖνον διὰ τῆς ἀναλήψεως γίνεται. διὰ τοῦτο θέλων ἐπιζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, ἐπειδὴ εὗρε τὸ ζητούμενον, ἀνέλαβεν ἐφ᾽ ἑαυτοῦ τὸ εὑρημένον· οὐ γὰρ ἔτι τοῖς ἰδίοις ποσὶ τοῖς πλανηθεῖσιν ἅπαξ ἐκινεῖτο τὸ πρόβατον, ἀλλ᾽ ὑπὸ τῆς θεότητος ἐκομίζετο.

διὰ τοῦτο τὸ μὲν φαινόμενον πρόβατον, τουτέστιν ἄνθρωπος, τὰ δὲ ἴχνη αὐτοῦ, κατὰ τὸ γεγραμμένον, οὐκ ἐγινώσκετο. οὐδὲν γὰρ ἁμαρτίας ἢ πλάνης ἴχνος τῷ ἀνθρωπίνῳ βίῳ ἐνεσημήνατο ὁ ἐφ᾽ ἑαυτοῦ φέρων τὸ πρόβατον· ἀλλ᾽ οἷα εἰκὸς ἦν θεοῦ ἴχνη διὰ τῆς τοῦ βίου πορείας ἐντυπωθῆναι, ταῦτα ἐφαίνετο, ἅτινα ἦν διδασκαλίαι καὶ θεραπεῖαι καὶ νεκρῶν ζωοποιήσεις καὶ τὰ ἄλλα θαύματα. τοῦτο τοίνυν τὸ πρόβατον ἐφ᾽ ἑαυτοῦ λαβὼν ὁ ποιμὴν ἓν πρὸς ἐκεῖνο ἐγένετο· διὰ τοῦτο καὶ τῇ τοῦ προβάτου φωνῇ τοῖς ποιμνίοις λαλεῖ. πῶς γὰρ ἂν ἐχώρησεν ἀνθρωπίνη ἀσθένεια θείας φωνῆς προσβολήν; ἀλλ᾽ ἀνθρωπικῶς, ὡς δ᾽ ἄν τις εἴποι προβατικῶς, ἡμῖν διαλέγεται λέγων Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει. ὁ οὖν ἀναλαβὼν ἐφ᾽ ἑαυτοῦ τὸ πρόβατον ποιμὴν καὶ δι᾽ ἐκείνου ἡμῖν φθεγγόμενος καὶ πρόβατόν ἐστι καὶ ποιμήν· ἐν μὲν τῷ ἀναληφθέντι πρόβατον· ἐν δὲ τῷ ἀνειληφότι ποιμήν.

Ἐπεὶ οὖν ἔδει τὸν καλὸν ποιμένα τὴν ψυχὴν ἑαυτοῦ θεῖναι ὑπὲρ τῶν προβάτων, ἵνα διὰ τοῦ ἰδίου θανάτου καταλύσῃ τὸν θάνατον, τότε γίνεται τὸ συναμφότερον ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν τῇ ἀνθρωπίνῃ φύσει καὶ ἱερεὺς καὶ ἀμνὸς ἐν τῷ δυναμένῳ δέξασθαι τὴν κοινωνίαν τοῦ πάθους ἐνεργήσας τὸν θάνατον. ἐπειδὴ γὰρ οὐδὲν ἕτερόν ἐστιν ὁ θάνατος εἰ μὴ διάλυσις ψυχῆς τε καὶ σώματος, ὁ πρὸς ἀμφότερα ἑαυτὸν ἑνώσας, πρός τε τὴν ψυχήν φημι καὶ τὸ σῶμα, οὐθετέρου χωρίζεται (Ἀμεταμέλητα γὰρ τοῦ θεοῦ τὰ χαρίσματα, καθώς φησιν ὁ ἀπόστολος)· ἀλλὰ καὶ τῷ σώματι καὶ τῇ ψυχῇ ἑαυτὸν ἐπιμερίσας διὰ μὲν τῆς ψυχῆς ἀνοίγει τῷ λῃστῇ τὸν παράδεισον, διὰ δὲ τοῦ σώματος ἵστησι τῆς φθορᾶς τὴν ἐνέργειαν· καὶ τοῦτό ἐστιν ἡ τοῦ θανάτου κατάλυσις, τὸ ἀνενέργητον γενέσθαι τὴν φθορὰν ἐν τῇ ζωοποιῷ φύσει ἀφανισθεῖσαν· τὸ γὰρ ἐπὶ τούτων γενόμενον κοινὴ τῆς φύσεως ἡμῶν εὐεργεσία καὶ χάρις γίνεται.

καὶ οὕτω πάντα τὰ διεστῶτα συνάπτει διὰ τῆς ἀναστάσεως ὁ ἐν ἀμφοτέροις ὤν, ὁ κατ᾽ ἐξουσίαν τὸ μὲν σῶμα διδοὺς τῇ καρδίᾳ τῆς γῆς, καθὼς γέγραπται, τὴν δὲ ψυχὴν ἀφ᾽ ἑαυτοῦ τιθείς, ὡς μὲν πρὸς τὸν πατέρα φησὶν ὅτι Ἐν ταῖς χερσί σου παρατίθημι τὸ πνεῦμά μου, ὡς δὲ πρὸς τὸν λῃστὴν 〈ὅτι Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ〉 ἐν τῷ παραδείσῳ, ἀληθεύων δι᾽ ἑκατέρων· οὐ γὰρ ἄλλοθί που πιστεύειν χρὴ τὴν θείαν ἐκείνην εἶναι διαγωγὴν ἥπερ παράδεισος λέγεται, εἰ μὴ ἐν τῇ πολυχώρῳ τοῦ πατρὸς παλάμῃ, καθώς φησι καὶ ὁ προφήτης πρὸς τὴν ἄνω Ἰερουσαλὴμ ἐκ προσώπου κυρίου τὸν λόγον ποιούμενος Ἐπὶ τῶν χειρῶν μου ἐζωγράφηκά σου τὰ τείχη καὶ ἐνώπιόν μου εἶ διὰ παντός. οὕτω τοίνυν καὶ ἐν τῷ θανάτῳ γίνεται καὶ ὑπὸ τοῦ θανάτου οὐ κυριεύεται. τὸ μὲν γὰρ σύνθετον μερίζεται· τὸ δὲ ἀσύνθετον λύσιν οὐκ ἐπιδέχεται· ἀλλὰ παραμένει μὲν 〈ἐν〉 τῷ μερισμῷ τοῦ συνθέτου ἡ ἀσύνθετος φύσις καὶ τῆς ψυχῆς τοῦ σώματος ἀποχωρούσης οὐθετέρου χωρίζεται. τεκμήριον δὲ ἡ ἐνέργεια, καθὼς εἴρηται, ἐπὶ μὲν τοῦ σώματος τὴν ἀφθαρσίαν, ἐπὶ δὲ τῆς ψυχῆς τὴν ἐν παραδείσῳ διαγωγὴν ἐνεργήσασα. οὐ μὴν συνδιασχίζεται τῷ χωρισμῷ τούτων ὁ ἁπλοῦς καὶ ἀσύνθετος, ἀλλὰ τὸ ἐναντίον ἓν ἐργάζεται· τῷ γὰρ καθ᾽ ἑαυτὸν ἀδιαιρέτῳ καὶ τὸ διῃρημένον εἰς ἕνωσιν ἄγει καὶ τοῦτο ἐνδείκνυται ὁ εἰπὼν ὅτι Ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν.

οὐ γὰρ ὥσπερ ὁ Λάζαρος ἤ τις ἄλλος τῶν ἀναβεβιωκότων ἀλλοτρίᾳ δυνάμει πρὸς τὸ ζῆν ἐπανάγεται, οὕτως εὐαγὲς καὶ ἐπὶ τῆς τοῦ κυρίου ἀναστάσεως οἴεσθαι. ἀλλ᾽ ὁ μονογενὴς θεὸς αὐτὸς ἀνίστησι τὸν ἀνακραθέντα ἄνθρωπον αὐτῷ καὶ χωρίσας τοῦ σώματος τὴν ψυχὴν καὶ ἑνώσας πάλιν ἀμφότερα καὶ οὕτως ἡ κοινὴ γίνεται σωτηρία τῆς φύσεως· ὅθεν καὶ ἀρχηγὸς ζωῆς ὀνομάζεται· ἐν γὰρ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι τὸν κόσμον ἑαυτῷ κατήλλαξεν ὁ μονογενὴς θεός, οἷόν τινας δορυαλώτους, ἡμᾶς διὰ τοῦ συγγενοῦς ἡμῶν αἵματος πάντας τοὺς κεκοινωνηκότας αὐτῷ τῆς σαρκὸς καὶ τοῦ αἵματος ἐξωνησάμενος, ὡς πρὸς τοῦτο βλέπειν τὴν ἀποστολικὴν ῥῆσιν, ἥ φησιν ἔχειν ἡμᾶς τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν διὰ τῆς σαρκὸς αὐτοῦ. οὗτος ὁ ἡμέτερος λόγος, ὃν ἐκ τῶν παρατεθέντων τοῦ ἀποστόλου ῥημάτων ἐνοήσαμεν καὶ οὐχ ὡς [Ἀπολινάριος] ἐκεῖνος. δοκιμαζέτω δὲ ὁ κρίνων ἐπεσκεμμένως τὸν εὐσεβέστερον, εἴτε, καθὼς ἡμεῖς φαμεν, ἡ δόξα οἰκονομικῶς κατασκηνοῖ ἐν τῇ γῇ ἡμῶν εἴτε, καθὼς ἐκεῖνός φησιν, οὐχὶ ἐπίκτητος ἐπὶ τῇ εὐεργεσίᾳ γίνεται ἡ σὰρξ τῇ θεότητι, ἀλλὰ συνουσιωμένη καὶ σύμφυτος.

Εἰ δὲ Ζαχαρίας ὁ προφήτης εἰς τούτων ἕτερον τοῖς αἰνίγμασι φέρεται, οὐδὲν οἶμαι δεῖν ἐξετάζειν τῷ λόγῳ, εἴτε πρὸς τὸν κύριον εἴτε πρὸς ἕτερόν τινα βλέπει τὸ νόημα. λέγει γὰρ ὅτι Ῥομφαία, ἐξεγέρθητι ἐπὶ νομέα μου καὶ ἐπὶ ἄνδρα σύμφυλόν μου. ἡμεῖς μὲν γὰρ ἀπειλητικῶς οἰόμεθα κατὰ τῶν τῇ ἀδικίᾳ πρὸς τὸ ὁμόφυλον κεχρημένων κινεῖν τὴν ῥομφαίαν τὸν λόγον· Ἀπολινάριος δέ φησι κατὰ τοῦ κυρίου τὴν ῥομφαίαν ἐγείρειν διὰ τὴν τοῦ νομέως προσηγορίαν, οὐκ εἰδὼς ὅτι πολλαχῇ τῆς γραφῆς τοὺς εἰς ἀρχὴν τεταγμένους καὶ ποιμένας καὶ νομέας κατονομάζει ὁ λόγος. ὅσα δὲ πάλιν τῆς πρὸς Ἑβραίους ἐπιστολῆς πρὸς τὸν αὐτὸν σκοπὸν ἐπισύρεται, οὕτως ἔκδηλον τὴν ἐν ταῖς κατασκευαῖς ἀτοπίαν ἔχει, ὡς παντὶ συνιδεῖν ῥᾴδιον, εἰ μικρόν τις μετέχοι φρονήσεως.

ἐπειδὴ γὰρ γέγραπται ὅτι Ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν ἐν υἱῷ ἐλάλησεν ἡμῖν ὁ θεὸς ὁ πολυμερῶς καὶ πολυτρόπως ἐν τοῖς προφήταις λαλήσας τοῖς πατράσι τὸ πρότερον, ἀπόδειξίς ἐστί, φησί, τοῦ τὸ ἀνθρώπινον τοῦ φανέντος ἡμῖν θεοῦ προαιώνιον εἶναι· φησὶ γὰρ οὕτω κατὰ τὴν λέξιν ἐφερμηνεύων δῆθεν τὸν ἀπόστολον· 〈Ἔστι δὲ ἐν τούτοις καταφανές, ὅτι αὐτὸς ὁ ἄνθρωπος ὁ λαλήσας ἡμῖν τὰ τοῦ πατρὸς θεός ἐστι, ποιητὴς τῶν αἰώνων, ἀπαύγασμα δόξης, χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ἅτε δὴ τῷ ἰδίῳ πνεύματι θεὸς ὢν καὶ οὐ θεὸν ἔχων ἐν ἑαυτῷ ἕτερον παρ᾽ αὐτό, αὐτὸς ὁ δι᾽ ἑαυτοῦ, τουτέστι διὰ τῆς σαρκός, καθαρίσας κόσμον ἁμαρτιῶν〉. ταῦτά φησιν ὁ Ἀπολινάριος ἐπὶ λέξεως καὶ οὐδὲν παρ᾽ ἡμῶν ἐν τοῖς εἰρημένοις παραπεποίηται. εἰ οὖν ἄνθρωπος ὁ λαλήσας, ποιητής ἐστι τῶν αἰώνων, καθὼς τῷ λογογράφῳ δοκεῖ, καὶ ἡ σάρξ ἐστι τὸ ἀπαύγασμα καὶ ἡ τοῦ δούλου μορφὴ χαρακτηρίζει τοῦ θεοῦ τὴν ὑπόστασιν, οὐκέτι μοι δοκεῖ καλῶς ἔχειν μάχεσθαι πρὸς τὸ εἰρημένον, θρηνεῖν δὲ μᾶλλον τῆς ἀναισθησίας τοὺς τὴν τοιαύτην παραδεχομένους καινοφωνίαν.

ἄνθρωπος ὁ λαλήσας ἡμῖν ἀνθρωπικῶς διὰ τῆς ἡμετέρας φωνῆς, ὁ πτύσας τῷ στόματι καὶ τῇ χειρὶ πηλουργήσας, ὁ ἐμβαλὼν τοὺς δακτύλους ἐν ταῖς τῶν κωφῶν ἀκοαῖς καὶ τῶν ἀρρωστούντων τε καὶ τεθνεώτων ἁπτόμενος καὶ ὕπνῳ καὶ καθέδρᾳ ἀναπαύων τὸν κόπον καὶ δακρύων καὶ ἀδημονῶν καὶ λυπούμενος καὶ πείνας αἴσθησιν ἔχων καὶ τροφὴν προσιέμενος καὶ ὕδωρ αἰτῶν· οὗτος κατ᾽ αὐτὸ τὸ σαρκῶδές τε καὶ ἀνθρώπειον τῆς τῶν ὄντων προεπινοεῖται συστάσεως καὶ θεὸς ἡ τῆς σαρκὸς φύσις λέγεται, ἡ σύνθετος καὶ στερρὰ καὶ ἀντίτυπος; ἐπιφραξάσθω πᾶσα τῶν εὐσεβῶν ἀκοὴ μηδὲ μολυνθείη τὰ θεῖα καὶ ἀκήρατα δόγματα τοῖς σαρκωδεστέροις πάθεσι παρὰ τῶν ἐξανθρωπιζόντων τὸ θεῖον καθυβριζόμενα. τίς γὰρ οὐκ οἶδεν, ὅτι ὁ φανερωθεὶς ἡμῖν ἐν σαρκὶ θεὸς κατὰ μὲν τὸν λόγον τῆς εὐσεβοῦς παραδόσεως ἄϋλος καὶ ἀφανὴς καὶ ἀσύνθετος καὶ ἦν καὶ ἔστιν ἀόριστος καὶ ἀπερίγραπτος, πανταχοῦ ὢν καὶ διὰ πάσης τῆς κτίσεως διήκων, κατὰ δὲ τὸ φαινόμενον ἐν ἀνθρωπίνῃ περιγραφῇ ἑωρᾶτο; ἀνάγκη γὰρ πᾶσα πᾶν σῶμα ὑπὸ ἐπιφανείας τινὸς περιέχεσθαι. αὐτὴ τοίνυν ἡ ἐπιφάνεια τοῦ ἐν αὐτῇ περιειλημμένου σώματος ὅρος ἐστί· πᾶν δὲ τὸ ὅρῳ περιεχόμενον ὡρισμένῃ τινὶ ποσότητι περιείργεται· τὸ δὲ ὡρισμένον ἀόριστον εἶναι οὐ δύναται. ἀλλὰ μὴν ὁ προφήτης φησὶν ὅτι Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.

εἰ οὖν ἡ θεία φύσις, καθώς φησιν ὁ λογογράφος, σάρξ ἐστιν, αὕτη δὲ ἀναγκαίως τῷ τῆς ἐπιφανείας περιλαμβάνεται πέρατι, πῶς ἡ τοῦ θεοῦ μεγαλωσύνη κατὰ τὸν προφήτην εἰς ἄπειρον πρόεισιν; ἢ πῶς διὰ τοῦ ὡρισμένου νοεῖται τὸ ἀόριστον, διὰ τοῦ πεπερασμένου τὸ ἄπειρον; μᾶλλον δέ, ὃ καὶ φθάσαντες ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν, πῶς ἐκ τοῦ θανάτου τὸ ἰσχυρόν; εἰ γάρ, καθώς φησιν, αὐτὸς ὁ ἄνθρωπος ὁ λαλήσας, ποιητὴς τῶν αἰώνων ἐστίν, αὐτὸς ὁ δι᾽ ἑαυτοῦ, τουτέστι διὰ τῆς σαρκός, καθὼς ὁ Ἀπολινάριος ἑρμηνεύει, τὰ πάντα ποιῶν, ἀσθενὴς δὲ παρ᾽ αὐτῆς τῆς θείας φωνῆς ἡ σὰρξ ὠνομάσθη, οὐδὲν ἕτερον εἰ μὴ τὸ κράτος καὶ τὴν ἰσχὺν καὶ τὴν δύναμιν καὶ ὅσα ὑψηλὰ καὶ θεοπρεπῆ νοήματα ἔκγονα τῆς ἀσθενείας ὁ λογογράφος οἴεται.

Καὶ οὔπω τοσοῦτον τοῦτο δεινόν, ἀλλὰ προϊὼν ὁ λόγος διὰ τῆς κατὰ τὸ ἀκόλουθον ἐξετάσεως αὐτῆς ἅπτεται τῆς κατὰ τοῦ πατρὸς βλασφημίας. λέγει γὰρ τὸν ἄνθρωπον εἶναι τῆς τοῦ θεοῦ δόξης ἀπαύγασμα καὶ ἐν τῷ σαρκίνῳ θεῷ, ὃν διὰ τῆς ματαιότητος τῶν λογισμῶν εἰδωλοποιήσας ἀνέπλασε, τὴν τοῦ θεοῦ ὑπόστασιν χαρακτηρίζεσθαι. ὥσπερ τοίνυν συγγενῶς ἔχει πρὸς τὸν ἥλιον ἡ ἀκτὶς καὶ πρὸς τὸν λύχνον τὸ ἐκ τῆς λαμπάδος ἀπαυγαζόμενον φῶς καὶ ὁ τοῦ ἀνθρώπου χαρακτὴρ ἀνθρωπίνην ὑπόστασιν δείκνυσιν, οὕτως πάντως, εἴπερ τὸ ἡμῖν φανὲν παρὰ τῆς δόξης τοῦ πατρὸς ἀπηυγάσθη καὶ ὁ χαρακτὴρ αὐτοῦ τῆς ὑποστάσεως σάρξ ἐστι, σαρκώδης ἐκ τοῦ ἀκολούθου καὶ ἡ τοῦ πατρὸς φύσις κατασκευάζεται. οὐ γὰρ ἂν εἴποι χαρακτηρίζεσθαι μὲν σώματι τὸ ἀσώματον, ἐκ δὲ τοῦ ἀοράτου τὸ ὁρατὸν ἀπαυγάζεσθαι. ἀλλ᾽ οἵα ἡ δόξα, τοιοῦτον δηλονότι καὶ τὸ ἀπαύγασμα, καὶ οἷος ὁ χαρακτήρ, τοιαύτη πάντως καὶ ἡ ὑπόστασις, ὥστε εἰ τοῦτο σῶμα, μηδὲ ἐκεῖνο πάντως ἀσώματον οἴεσθαι. ἀλλὰ καὶ τοῦ κατὰ Νίκαιαν μέμνηται δόγματος, ἐν ᾧ τὸ ὁμοούσιον ἡ κοινὴ τῶν πατέρων ἐξεφώνησε σύνοδος. οὐκ ἂν δέ τις εἴποι τι ἑτερογενὲς ὁμοούσιον, ἀλλ᾽ ὧν εἷς καὶ ὁ αὐτός ἐστι τῆς οὐσίας λόγος, τούτοις ἐφαρμόζει πάντως τὸ ὁμοούσιον.

εἰ οὖν σάρκινος θεὸς ὁ υἱός, αὐτὸ ὅπερ ἐστὶ τῇ φύσει σὰρξ ὢν κατὰ τὸ προαιώνιον ὄνομα, ὁμοούσιος δὲ τῷ πατρὶ καὶ παρ᾽ αὐτοῦ τοῦ λογογράφου εἶναι οὐκ ἀμφιβάλλεται, ἐκεῖνα δὲ ἀλλήλοις ἐστὶν ὁμοούσια, τὰ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενα, ἄρα καὶ τὴν τοῦ πατρὸς φύσιν ἀνθρωπίνην τινὰ καὶ σαρκικὴν ὁ Ἀπολινάριος ὑποτίθεται, ἵνα σώσῃ ἐπ᾽ ἀμφοτέρων τοῦ ὁμοουσίου τὸ ὄνομα, ὥστε δυοῖν θάτερον, ἢ ἀσώματον τὸν πατέρα λέγων, σαρκίνην δὲ τοῦ υἱοῦ τὴν θεότητα τῷ ἑτεροουσίῳ συνθήσεται, ἢ τὸ κοινὸν τῆς θεότητός τε καὶ τῆς οὐσίας ὁμολογῶν ὁμοίως ἐπὶ πατρός τε καὶ υἱοῦ ἀποσαρκώσει καὶ ἐπὶ πατρὸς τὴν τῆς θεότητος φύσιν. ἀλλ᾽ ὥσπερ διορθούμενος τὴν ἀτοπίαν ταύτην ἐν τοῖς πρὸ τούτου φησί, τοῦ Ζαχαρίου τὴν ῥῆσιν πρὸς τὸ δοκοῦν ἑρμηνεύων ὡς ἐκ προσώπου τοῦ πατρὸς περὶ τοῦ υἱοῦ λέγων, εἰρῆσθαι τὸ σύμφυλον, ὅπερ ἐστὶ συμφυῆ τε καὶ ὁμοούσιον· εἰ μὲν οὖν ὀρθῶς ἢ μὴ τοῦτο ὑπείληφεν, ἑτέρου λόγου, ὃ δ᾽ οὖν κατασκευάζει, τοῦτό ἐστι· 〈Δηλοῖ〉, φησί, 〈διὰ τούτων ὁ προφητικὸς λόγος, ὅτι οὐ κατὰ τὴν σάρκα ὁμοούσιος τῷ θεῷ, ἀλλὰ κατὰ τὸ πνεῦμα τὸ ἡνωμένον τῇ σαρκί〉. πῶς τοίνυν ἑνοῦται σαρκὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως ὁ σαρκώδης αὐτοῦ θεός, ὅτε οἱ αἰῶνες οὐκ ἦσαν οὐδὲ ἄλλο τι τῶν τῆς κτίσεως ἦν; ἡ δὲ σὰρξ πολλοστόν τε καὶ ἔσχατον τῶν ἐν τῇ κτίσει γεγονότων ἐστίν.

ποίᾳ τοίνυν ἡνώθη σαρκὶ μήπω τῆς ἀνθρωπίνης φύσεως παρελθούσης εἰς γένεσιν; ἀλλ᾽ ἑτέραν τινὰ οἶδε σάρκα παρὰ τὸν ἄνθρωπον. καὶ πῶς φησιν, ὅτι αὐτὸς ὁ ἄνθρωπος, ὁ λαλήσας ἡμῖν τὰ τοῦ πατρός, ἐκεῖνός ἐστι θεὸς ποιητὴς τῶν αἰώνων; τίς ἡμῖν ἑρμηνεύσει τῶν καινῶν τούτων αἰνιγμάτων τὴν ἀτοπίαν; ἄνθρωπος πρὸ τοῦ γενέσθαι ἄνθρωπον καὶ σὰρξ τῆς ἰδίας δημιουργίας προγενεστέρα καὶ προαιώνιον τὸ ἐπ᾽ ἐσχάτων χρόνων γενόμενον καὶ ὅσα ἄλλα τοιαῦτα κατὰ τὸν λόγον συγκεχυμένως διέξεισιν.

Ἀλλ᾽ ὁ μὲν λογογράφος κατὰ τὸ δοκοῦν ἐν ταῖς τῶν λογισμῶν ἀνοδίαις διαπλανάσθω· ἡμεῖς δὲ τὴν ἀποστολικὴν διδασκαλίαν τὴν παρ᾽ αὐτοῦ τούτου μνημονευθεῖσαν εἰς ἔλεγχον τῶν ἀσεβῶν ὑπολήψεων παραθέντες πρὸς τὰ ἑξῆς τοῦ λόγου δραμούμεθα. Ὃς ἐν μορφῇ θεοῦ, φησίν, ὑπάρχων. οὐκ εἶπε μορφὴν ἔχων ὁμοίαν θεοῦ, ὅπερ ἐπὶ τοῦ καθ᾽ ὁμοίωσιν θεοῦ γεγονότος λέγεται, ἀλλ᾽ ἐν αὐτῇ ὑπάρχων τοῦ θεοῦ τῇ μορφῇ· πάντα γὰρ τὰ τοῦ πατρὸς ἐν τῷ υἱῷ. οὐκοῦν καὶ τὸ ἀΐδιον καὶ τὸ ἄποσον καὶ τὸ ἄϋλον καὶ ἀσώματον, ὡς ἂν διὰ πάντων σῴζοιτο τοῦ πατρικοῦ χαρακτῆρος ἐν τῷ υἱῷ ἡ μορφή· καὶ ὢν ἴσα θεῷ. ποίαν ἡ ἰσότης διαφορᾶς τινος ἢ παραλλαγῆς ἔννοιαν ὑπολείπεται; πῶς δ᾽ ἂν ἐφαρμοσθείη τοῖς κατὰ τὴν φύσιν παρηλλαγμένοις τὸ ἴσον; εἰ γὰρ ὁ μὲν σαρκώδης τὴν φύσιν, ὁ δὲ καθαρεύων ἀπὸ σαρκός, πῶς ἄν τις εἰς ἴσον ἄγοι τὸ τοιοῦτον τῷ μὴ τοιούτῳ;

Ἐκένωσεν ἑαυτόν, φησί, μορφὴν δούλου λαβών. τίς ἡ δουλικὴ μορφή; πάντως τὸ σῶμα· οὐ γὰρ ἕτερόν τι παρὰ τοῦτο παρὰ τῶν πατέρων ἠκούσαμεν. οὐκοῦν ὁ εἰπὼν ὅτι μορφὴν ἔλαβε δούλου, σὰρξ δέ ἐστιν ἡ μορφή, ἄλλο τι ὄντα αὐτὸν κατὰ τὴν θείαν μορφήν, ἄλλο τι οὖσαν τῇ φύσει τὴν δουλικὴν μορφὴν εἰληφέναι λέγει. ἀλλὰ καὶ ἡ τοῦ ἐκένωσε λέξις σαφῶς παρίστησι τὸ μὴ ἀεὶ τοῦτο εἶναι, ὅπερ ἡμῖν ὤφθη, ἀλλ᾽ εἶναι μὲν ἐν τῷ πληρώματι τῆς θεότητος ἴσα θεῷ ἀπρόσιτον καὶ ἀπροσπέλαστον καὶ μάλιστά γε τῇ βραχύτητι τῆς ἀνθρωπίνης οὐδενείας ἀχώρητον· χωρητὸν δὲ τῇ ἐπικήρῳ τῆς σαρκὸς φύσει τότε γενόμενον, ὅτε ἐκένωσε, καθώς φησιν ὁ ἀπόστολος, τὴν ἄφραστον αὐτοῦ τῆς θεότητος δόξαν καὶ τῇ βραχύτητι ἡμῶν συγκατεσμίκρυνεν, ὥστε ὃ μὲν ἦν, μέγα καὶ τέλειον καὶ ἀπερίληπτον ἦν, ὃ δὲ ἔλαβεν, ἰσομέγεθες ἦν τῷ ἡμετέρῳ μέτρῳ τῆς φύσεως.

Ἐν ὁμοιώματι γάρ, φησίν, ἀνθρώπου γενόμενος καὶ σχήματι, ὡς οὐκ ἔχων δηλονότι ἐξ ἀρχῆς περὶ ἑαυτὸν τῆς τοιαύτης φύσεως τὸ ὁμοίωμα οὐδὲ πρός τινα σωματώδη τύπον σχηματιζόμενος. πῶς γὰρ ἂν περιτυπωθείη τῷ ἀσωμάτῳ σχήματος τύπος; ἀλλὰ τότε ἐν σχήματι γίνεται, ὅτε σχηματιζόμενος ἑαυτῷ περιτίθησιν. τοῦτο δέ ἐστιν ἡ τοῦ σώματος φύσις.

Εὑρεθεὶς τοίνυν ὡς ἄνθρωπος—καὶ γὰρ καὶ ἄνθρωπος, εἰ καὶ μὴ δι᾽ ὅλου ἄνθρωπος, ἀλλ᾽ ὡς ἄνθρωπος διὰ τὸ κατὰ τὴν παρθενίαν μυστήριον, ὡς ἂν φανερὸν διὰ τοῦτο γένοιτο, ὅτι οὐ διὰ πάντων τοῖς νόμοις τῆς ἀνθρωπίνης ἐδούλευσε φύσεως, ἀλλὰ θεϊκῶς ἑαυτὸν εἰσοικίσας τῷ βίῳ καὶ μὴ δεηθεὶς τῆς ἐκ τοῦ γάμου συνεργίας πρὸς τὴν κατασκευὴν τοῦ ἰδίου πλάσματος—εὑρίσκεται οὐ διὰ πάντων κοινὸς ἄνθρωπος διὰ τὸ παρηλλαγμένον αὐτοῦ τῆς συστάσεως, ἀλλ᾽ ὡς ἄνθρωπος. καὶ οὕτως ἐταπείνωσεν ἑαυτὸν ἀτρέπτως γενόμενος ἄνθρωπος. εἰ γὰρ ἀπ᾽ ἀρχῆς τοῦτο ἦν, ἐν τίνι γέγονεν ἡ ταπείνωσις; νῦν δὲ ὁ ὕψιστος διὰ τῆς πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν ἑνώσεως ἑαυτὸν ἐταπείνωσεν.

ἑνωθεὶς γὰρ τῇ μορφῇ τοῦ δούλου, ἣν ἔλαβε, καὶ ἓν πρὸς αὐτὴν γενόμενος, οἰκειοῦται τὰ τοῦ δούλου πάθη καὶ καθάπερ καὶ ἐν ἡμῖν γίνεται διὰ τῆς πρὸς τὰ μέλη συμφυΐας, 〈ὅτι〉, ἐάν τι τῷ ἄκρῳ συμπέσῃ τοῦ ὄνυχος, τὸ πᾶν τῷ πεπονθότι συνδιατίθεται ἐφ᾽ ὄλον τὸ σῶμα διηκούσης τῆς συναισθήσεως, οὕτως ὁ ἑνωθεὶς ἡμῶν τῇ φύσει οἰκειοῦται τὰ ἡμέτερα πάθη, καθώς φησιν Ἠσαΐας ὅτι αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασε τὴν ὑπὲρ ἡμῶν ὑποστὰς πληγήν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· οὐχ ὅτι ἡ θεότης ἐμωλωπίσθη, ἀλλ᾽ ὁ προσφυεὶς διὰ τῆς ἑνώσεως τῇ θεότητι ἄνθρωπος, οὗ ἡ φύσις δεκτικὴ μώλωπος γενέσθαι δύναται· ταῦτα δὲ γίνεται, ὅπως ἂν διὰ τῶν αὐτῶν πάλιν ὁδῶν ἡ τῆς κακίας ὁδὸς ἀναλυθείη. ἐπειδὴ γὰρ διὰ τῆς παρακοῆς τοῦ πρώτου ἀνθρώπου ὁ θάνατος εἰσῆλθε, τούτου χάριν διὰ τῆς ὑπακοῆς τοῦ δευτέρου ἀνθρώπου ἐξοικίζεται. διὰ τοῦτο ὑπήκοος μέχρι θανάτου γίνεται, ἵνα διὰ μὲν τῆς ὑπακοῆς τὸ ἐκ τῆς παρακοῆς θεραπεύσῃ πλημμέλημα, διὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸν συνεισελθόντα τῇ παρακοῇ θάνατον ἐξαφανίσῃ. ἀφανισμὸς γάρ ἐστι θανάτου ἡ ἐκ θανάτου τοῦ ἀνθρώπου ἀνάστασις· Διό, φησί, καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν. τοῦτο καθάπερ σφραγίς τις τῆς προλαβούσης διανοίας ἐστίν.

δῆλον γάρ, ὅτι τὸ ὕψιστον τοῦ ὑψωθῆναι οὐκ ἐπιδέεται, ἀλλὰ τὸ ταπεινὸν εἰς ὕψος αἴρεται, νῦν γινόμενον ὃ μὴ πρότερον ἦν· ἑνωθεῖσα γὰρ τῷ κυρίῳ ἡ ἀνθρωπίνη φύσις συνεπαίρεται τῇ θεότητι καὶ τὸ ὑψούμενον ἐκεῖνό ἐστι τὸ ἐκ τοῦ ταπεινοῦ ἐπαιρόμενον· ταπεινὸν δὲ ἡ τοῦ δούλου μορφὴ 〈ἡ〉 διὰ τῆς ὑψώσεως γινομένη Χριστός τε καὶ κύριος. καὶ ἐπειδὴ ὁ κατὰ Χριστὸν ἄνθρωπος κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν ὀνόματι κατὰ τὸ ἰδιάζον προσηγορεύθη διὰ τῆς γενομένης τῇ παρθένῳ παρὰ τοῦ Γαβριὴλ μυσταγωγίας καὶ τὸ ἀνθρώπινον, καθὼς εἴρηται, Ἰησοῦς ὠνομάσθη, ἡ δὲ θεία φύσις ἀπερίληπτός ἐστιν ὀνόματι, ἓν δὲ τὰ δύο διὰ τῆς ἀνακράσεως γέγονε· τούτου χάριν καὶ ὁ θεὸς ἐκ τοῦ ἀνθρωπίνου κατονομάζεται.

ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει καὶ ὁ ἄνθρωπος ὑπὲρ ὄνομα γίνεται, ὅπερ ἴδιόν ἐστι τῆς θεότητος τῆς δηλωθῆναι μὴ δυναμένης ὑπό τινος ὀνομαστικῆς σημασίας, ἵν᾽ ὥσπερ ἐν τῷ ταπεινῷ τὸ ὑψηλὸν γίνεται, οὕτως ἀντιλάβῃ τὸ ταπεινὸν τὰ ὑψηλὰ ἰδιώματα· ὡς γὰρ διὰ τοῦ ἀνθρώπου ὀνομάζεται ἡ θεότης, οὕτως ὑπὲρ ὄνομα γίνεται τὸ ἐκ τοῦ ταπεινοῦ συνεπαρθὲν τῇ θεότητι· καὶ ὥσπερ ἡ ἀτιμία τῆς δουλικῆς μορφῆς εἰς τὸν θεὸν τὸν ἀνακραθέντα τῷ δούλῳ τὴν ἀναφορὰν ἔχει, οὕτω καὶ ἡ προσκύνησις τῆς θεότητος ἡ παρὰ πάσης κτίσεως προσαγομένη τῷ ἑνωθέντι πρὸς τὴν θεότητα γίνεται καὶ οὕτως Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. Ἀμήν.

Ἀλλ᾽ ἔοικεν, οἷον ἐπερυθριῶν αὐτὸς ἑαυτῷ καὶ τῇ ἀτοπίᾳ τῶν εἰρημένων ἐπαισχυνόμενος, ἀνατίθεσθαι τρόπον τινὰ τὰ κατεσκευασμένα καὶ ἐπιγεννηματικὴν τοῦ υἱοῦ τὴν πρὸς τοὺς ἀνθρώπους ὁμοιότητα βούλεσθαι κατασκευάζειν. φησὶ γὰρ 〈Ἰδοὺ τοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ ἡ πρὸς πατέρα ἰσότης προϋπάρχουσα, ἡ πρὸς ἀνθρώπους ὁμοιότης ἐπιγινομένη〉. μεταγινώσκειν ἔοικε ἐπὶ τοῖς εἰρημένοις καὶ ποιείτω γε τοῦτο μόνον ἀπὸ καρδίας τῆς ἀτόπου δόξης μεταβαλλόμενος καὶ ἡμεῖς τῶν ἐλέγχων παυσόμεθα. ἀλλὰ δοκεῖ δι᾽ ὧν ποιεῖ, ἄλλης ἀτοπίας διὰ τῆς ἐν τούτοις εὐγνωμοσύσης τὰς ἀφορμὰς καταβάλλεσθαι. φησὶ δὲ οὕτω κατὰ τὴν λέξιν 〈Καὶ τί τούτων σαφέστερον, εἰς τὸ μὴ ἕτερον μεθ᾽ ἑτέρου εἶναι, θεὸν τέλειον μετὰ τελείου ἀνθρώπου〉; ὅτι μὲν οὖν οὐδὲ μίαν κοινωνίαν ὁ λόγος οὗτος ἔχει πρὸς τὰ προάγοντα, φανερὸν ἂν εἴη πᾶσι τοῖς ἐπισταμένοις ἕπεσθαι λόγῳ. πῶς γὰρ ἀποδείκνυσιν ἡ πρὸς πατέρα ἰσότης προϋπάρχουσα καὶ ἡ πρὸς ἀνθρώπους ὁμοιότης ἐπιγινομένη, καθὼς αὐτός φησι, τὸ μὴ εἶναι ἄνθρωπον τέλειον, δι᾽ οὗ ὁ τέλειος θεὸς ἐνηνθρώπησεν;

ὅμοιον γὰρ ὥσπερ ἂν εἴ τις ἀφεστάναι τὸν οὐρανὸν τῆς γῆς λέγων ἔπειτα διὰ τούτων εἴποι φανερὸν γίνεσθαι τὸ βαρύτερον εἶναι τοῦ κασσιτήρου ἐν ἴσῳ σηκῷ τὸν μόλυβδον καὶ βάρος νομίσειε τὴν οὐρανίαν ἀπόστασιν, οὕτως οὐδὲ τὸ ἐλλιπὲς τῆς ἀνθρωπότητος, δι᾽ ἧς ἐν τῇ φύσει ἡμῶν ὁ θεὸς γίνεται, εἴποι τις ἂν ἀποδείκνυσθαι ἐκ τοῦ ἐπιγεννηματικὴν ὁμολογεῖσθαι τὴν πρὸς ἀνθρώπους τοῦ υἱοῦ ὁμοιότητα. ἀλλὰ τὴν μὲν ἀσέβειάν τε καὶ τὴν ἄνοιαν τῆς τοιαύτης ὑπολήψεως ἐπιδεῖξαι μικρὸν ὑπερθήσομαι, νυνὶ δὲ καθεξῆς τοῖς γεγραμμένοις κατὰ λέξιν διευθῦναι τὸν λόγον πειράσομαι, ὅσαπερ ἂν ὑπαίτια κατὰ τὸ πρόχειρον ᾖ. φησὶ γὰρ μὴ εἶναι θεὸν τέλειον μετὰ ἀνθρώπου τελείου. τέως ἐνταῦθα πότερον ἀτελῆ τῶν εἰρημένων ὠνόμασεν, ἀφῆκεν ἀμφίβολον καὶ τῷ ἀδήλῳ τοῦ σημαινομένου πρὸς ἑκάτερον ἐπίσης ἡ διάνοια βλέπει καὶ οὐκ ἔστιν ἐξ ὧν ἠκούσαμεν περὶ τίνα νομίζει τὸ ἀτελὲς διδαχθῆναι, περὶ τὸν θεὸν ἢ τὸν ἄνθρωπον ἢ καὶ περὶ ἀμφοτέρων τὸ ἴσον οἴεται. αὐτὸν εἶναι φησὶ θεὸν μὲν πνεύματι τὴν τοῦ θεοῦ δόξαν ἔχοντα, ἄνθρωπον δὲ σώματι τὴν τῶν ἀνθρώπων ἄδοξον φορέσαντα μορφήν. εἶπε θεόν, εἶπε καὶ ἄνθρωπον· φανερὸν δὲ πᾶσιν, ὅτι οὐ ταὐτὸν τῶν ὀνομάτων τούτων τὸ σημαινόμενον, ἀλλ᾽ ἴδιος μὲν ὁ τῆς θεότητος, ἕτερος δὲ ὁ τῆς ἀνθρωπότητος ἑρμηνευτικός ἐστι λόγος.