Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀντιρρητικὸς πρὸς Ἀπολλινάριον

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή: Κριτική του τίτλου και των προϋποθέσεων του έργου του Απολιναρίου

Ο Γρηγόριος Νύσσης θέτει το κριτήριο της αληθούς διδασκαλίας, εξετάζει κριτικά τον τίτλο του συγγράμματος του Απολιναρίου και ανασκευάζει την κατηγορία περί δήθεν αιρέσεως του ενθέου ανθρώπου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 8

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΠΡΟΣ ΤΑ ΑΠΟΛΙΝΑΡΙΟΥ ΑΝΤΙΡΡΗΤΙΚΟΣ Καλὸν ἂν γένοιτο προοίμιον ἡμῖν τοῦ λόγου ἡ τοῦ κυρίου φωνὴ κελεύουσα προσέχειν ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται, φησί, πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. εἰ οὖν ὁ καρπὸς διακρίνει τό τε ἀληθινὸν πρόβατον καὶ τὸν τῶν προβάτων φθορέα τὸν ἐν ἡμέρῳ τῷ σχήματι πρὸς τὸ σύστημα τῆς ποίμνης ἀφυλάκτως παραδυόμενον καὶ τὸ ὑποκεκρυμμένον τῷ ἡμέρῳ πολέμιον στόμα εἰς τοὐμφανὲς ἄγει, ζητεῖν προσήκει τοὺς καρποὺς τούς τε καλοὺς καὶ τοὺς χείρονας, δι᾽ ὧν τὸ σχῆμα τῆς ἀπάτης ἀνακαλύπτεται· φησὶ γὰρ ὅτι Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. πάσης τοίνυν διδασκαλίας ὁ μὲν ἀγαθὸς καρπὸς κατά γε τὴν ἐμὴν κρίσιν ἡ προσθήκη τῶν κατὰ τὴν ἐκκλησίαν σῳζομένων ἐστίν, ὁ δὲ φθαρτικὸς καὶ δηλητήριος ἡ τῶν συνεστώτων διάλυσις.

εἰ τοίνυν τις αὔξοι διὰ τῶν λόγων τὸ ποίμνιον καὶ εἰς πάντα τὰ κλίτη τῆς οἰκίας ἐκτείνοι τὴν ἄμπελον καὶ περιφυτεύσειε τῇ δεσποτικῇ τραπέζῃ τοὺς ἀπὸ τῆς ἀγριελαίου πλάνης εἰς ἐλαῶν μεταποιούμενος νεόφυτα καὶ τὰς μυστικὰς ῥάβδους ἐμβάλοι τῷ γλυκεῖ καὶ ποτίμῳ νάματι τῆς διδασκαλίας, δι᾽ ὧν πολυγονεῖται τὰ ποίμνια ὥστε τοῦ μὲν Λαβὰν ἐλαττοῦσθαι τὴν κτῆσιν, εὐθηνεῖσθαι δὲ τὸ μέρος τοῦ Ἰακὼβ καὶ πληθύνεσθαι τῇ ἐπισήμῳ γονῇ—εἰ τοιοῦτόν τις τὸν καρπὸν τῆς διδασκαλίας ἐπιδεικνύοιτο (καρπὸς γάρ ἐστι, καθὼς εἴρηται, ἡ τῆς ἀληθείας ἐπαύξησις), ἀληθῶς ἐστι προφήτης κατὰ τὸν θεῖον σκοπὸν ὑποφητεύων τῷ πνεύματι· εἰ δέ τις ἀποτίλλοι τῆς ἀμπέλου τὰς κληματίδας ἐρημοίη δὲ τὴν θείαν τράπεζαν ἀναρριζῶν τὴν φυτείαν, ἐπιβουλεύοι δὲ τῷ πνευματικῷ ποτιστηρίῳ ὡς μηκέτι τὰ πρόβατα κατὰ τὰς ῥάβδους τοῦ πατριάρχου κισσᾶν μηδὲ ταῖς ἐπισήμοις γοναῖς πληθύνειν τὸ ποίμνιον, ἀλλ᾽ ἀποβουκολεῖσθαι τῆς τροφίμου νομῆς τουτέστι τῶν πατρικῶν παραδόσεων καὶ ἔξω τῆς μάνδρας αὐλίζεσθαι καὶ πρὸς ἀλλοτρίας νομὰς διασκίδνασθαι—ὅταν τοιοῦτος ὁ τῆς διδασκαλίας καρπὸς ᾖ, πρόδηλον ἂν γένοιτο τὸ λύκειον σχῆμα τὸ ἀποκεκρυμμένον τῇ τοῦ προβάτου δορᾷ.

Οὐκοῦν ἐξετάσωμεν, τί ἡμῖν ἡ Ἀπολιναρίου τοῦ Σύρου διδασκαλία ἐβλάστησε, προσθήκην τῶν ποιμνίων ἢ μείωσιν, συναγωγὴν τῶν διεσκορπισμένων ἢ τῶν συνεστώτων διάλυσιν, συνηγορίαν ἢ ἀνατροπὴν τῶν πατρῴων δογμάτων. εἰ μὲν οὖν πρὸς τὸ κρεῖττον ἡ σπουδὴ τοῦ προειρημένου βλέπει, πρόβατον πάντως καὶ οὐχὶ λύκος ἐστίν· εἰ δὲ τὸ ἔμπαλιν— Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, φησὶν ὁ κύριος—, μὴ λανθανέτω τὸ στόμα τὸ ἐπὶ λώβῃ καὶ ἀφανισμῷ τοῦ προσεγγίζοντος σώματος τεθηγμένον τοῖς τῆς καινοτομίας ὀδοῦσι καὶ κατασπαράσσον τὸ ὑγιὲς σῶμα τῆς τοῦ θεοῦ ἐκκλησίας. ὡς δ᾽ ἂν μὴ δοκοίη λοιδορία τὸ λεγόμενον εἶναι, ἕνα τῶν παρ᾽ αὐτοῦ περιφερομένων λόγων προθήσομεν, οὗ ἡ ἐπιγραφή ἐστιν αὕτη· 〈Ἀπόδειξις〉, φησί, 〈περὶ τῆς θείας σαρκώσεως τῆς καθ᾽ ὁμοίωσιν ἀνθρώπου〉. τάχα δ᾽ ἄν τις δι᾽ ἀκριβείας τὸν τῆς ἐπιγραφῆς νοῦν ἀπογυμνώσας οὐκ ἂν δεηθείη δι᾽ αὐτῆς τῆς λογογραφίας ἐλέγξαι τὴν ἀτοπίαν τοῦ δόγματος. 〈Ἀπόδειξις〉, φησί, 〈περὶ τῆς θείας σαρκώσεως τῆς καθ᾽ ὁμοίωσιν ἀνθρώπου〉. κρεῖττον δ᾽ ἂν εἴη τὰς θείας παραθέσθαι φωνὰς εἰς ἔλεγχον τῆς καινῆς ταύτης ὀνοματοποιίας.

Ὁ λόγος, φησί, σὰρξ ἐγένετο καὶ Ἡ δόξα κατεσκήνωσεν ἐν τῇ γῇ ἡμῶν καὶ Ὁ θεὸς ἐφανερώθη ἐν σαρκί, ὡς ἂν δι᾽ ἑκάστου μάθοιμεν τῶν εἰρημένων ὅτι ἀεὶ ἄτρεπτον ὂν τὸ θεῖον τῇ οὐσίᾳ καὶ ἀναλλοίωτον ἐν τῇ τρεπτῇ καὶ ἀλλοιουμένῃ γίνεται φύσει, ἵνα τῷ ἰδίῳ ἀτρέπτῳ τὴν ἡμετέραν πρὸς τὸ κακὸν τροπὴν ἐξιάσηται. οὑτοσὶ δὲ φησὶν οὐ θεὸν ἐν σαρκὶ πεφανερῶσθαι, ὅπερ ταὐτόν ἐστι τῷ μὴ τὸν λόγον σάρκα γενέσθαι, τὸν ἐν ὁμοιώματι ἀνθρώπου καὶ σχήματι τῇ ζωῇ τῶν ἀνθρώπων διὰ τοῦ δουλικοῦ προσώπου καθομιλήσαντα, ἀλλὰ θείαν τινὰ σάρκωσιν ἀνατυποῦται τῷ λόγῳ, οὐκ οἶδα τί σημαίνων τῷ ῥήματι, πότερον τροπὴν τῆς θεότητος ἀπὸ τῆς ἁπλῆς αὐτοῦ καὶ ἀσυνθέτου φύσεως εἰς σαρκώδη ἀντιτυπίαν ἀλλοιωθείσης ἢ μενούσης τῆς θείας οὐσίας ἐφ᾽ ἑαυτῆς ἄλλην τινὰ σάρκωσιν θείαν μεθόριον τῆς τῶν ἀνθρώπων τε καὶ τοῦ θεοῦ φύσεως ἀναφανῆναι οὔτε ἄνθρωπον οὖσαν οὔτε θεόν, μετέχουσαν δέ πως ἀμφοτέρων, ἥτις τῷ μὲν σάρκωσις εἶναι συγγενῶς πρὸς τὸ ἀνθρώπινον ἔχει, τῷ δὲ θεία εἶναι κρείττων ἐστὶν ἢ κατὰ ἄνθρωπον. ἀλλὰ μὴν θεὸς εἶναι οὐ δύναται· ἁπλοῦν γὰρ τῇ φύσει τὸ θεῖόν ἐστι καὶ ἀσύνθετον· οὗ δὲ ἡ ἁπλότης, τούτου κατὰ τὸ ἴσον πάντως καὶ ἡ θεότης κεχώρισται. ἄνθρωπος δὲ αὖ πάλιν οὐκ ἔστιν· ὁ γὰρ ἐκ ψυχῆς νοερᾶς καὶ σώματος συνεστηκὼς ἄνθρωπος λέγεται· ᾧ δὲ μὴ συνεπινοεῖται τὰ δύο, πῶς ἡ τοῦ ἀνθρώπου κλῆσις ἐφαρμοσθήσεται;

ἀνθρώπου γὰρ σῶμα λέγομεν καὶ ψυχὴν ἀνθρώπου, ἕως ἂν ἐφ᾽ ἑαυτοῦ ἑκάτερον τούτων θεωρῆται· ἡ δὲ συνδρομὴ τούτων τῶν δύο ἄνθρωπος καὶ ἔστι καὶ λέγεται. τί οὖν ἐστιν ἡ θεία σάρκωσις ἡ μήτε ἄνθρωπος οὖσα μήτε θεός, ἣν ἀναπλάσσει ἡ τοῦ λόγου ἐπιγραφή, οὐκ ἔστιν ἐκ τῶν ἐξητασμένων εὑρεῖν. 〈Ἀπόδειξις〉, φησί, 〈περὶ τῆς θείας σαρκώσεως τῆς καθ᾽ ὁμοίωσιν ἀνθρώπου〉. τί τοῦτο πάλιν ἐνδείκνυται, τὸ 〈καθ᾽ ὁμοίωσιν ἀνθρώπου〉; ὅτι ἡ θεία σάρκωσις ὁμοίως τῇ ἀνθρωπίνῃ συνίσταται. πότε τοῦτο; ἆρα ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν; καὶ ποῦ τὸ τῆς παρθενίας μυστήριον; οὐ γὰρ καθ᾽ ὁμοίωσιν ἀνθρώπου σαρκοῦται ὁ κύριος, καθὼς ὁ λογογράφος φησίν, ἀλλὰ θείᾳ δυνάμει καὶ πνεύματι ἁγίῳ, καθὼς τὸ εὐαγγέλιον λέγει. ἀλλὰ πρὸ τῶν αἰώνων; καὶ πῶς ὁμοιοῦται τῷ μὴ ὄντι τὸ ὄν; τελευταῖος μὲν γὰρ τῶν κατὰ τὴν κτίσιν ὁ ἄνθρωπος, ὁ δὲ κύριος βασιλεὺς πρὸ αἰώνων. κατὰ ποίου τοίνυν ἀνθρώπου ὁμοίωσιν ἐκείνη ἡ θεία σάρκωσις κατὰ τὸ προαιώνιον γίνεται; κατὰ τὴν τοῦ Ἀδάμ; ἀλλ᾽ οὔπω ἦν. ἀλλὰ καθ᾽ ἕτερόν τινα ἄνθρωπον; καὶ τίς οὗτος ὁ προνοούμενος τοῦ Ἀδὰμ ἄνθρωπος, ἵνα κατὰ τὸ ἐγκείμενον ὑπόδειγμα ὁμοιωθῇ τοῦ θεοῦ ἡ σάρκωσις; τὸ γὰρ ὅμοιον τῷ ὄντι πάντως, οὐ τῷ μὴ ὄντι ὅμοιον γίνεται.

ὥστε δύο κατ᾽ αὐτὸν φαίνεται τῷ λόγῳ τὰ ἄτοπα· ἢ γὰρ πρεσβύτερον εὑρίσκεται τὸ πλάσμα τοῦ πλάσαντος ἢ τῷ μὴ ὄντι ὁμοιοῦται τὸ θεῖον σαρκούμενον· κατ᾽ ἀρχὰς γὰρ ἡ μὲν θεότης ἦν, ὁ δὲ Ἀδὰμ οὐκ ἦν. οὐκοῦν εἰ καθ᾽ ὁμοίωσιν ἀνθρώπου σαρκοῦται ἡ θεία φύσις, τῷ μὴ ὄντι ὁμοιοῦται ἡ θεία σάρκωσις· τὸ δὲ τῷ μὴ ὄντι ὁμοιούμενον οὐδ᾽ ἂν αὐτὸ πάντως εἴη. ἀλλ᾽ ἕτερόν τινα τρόπον παρὰ τὸν ἀνθρώπινον τὴν σάρκωσιν ἐκείνην γεγενῆσθαί φησιν. καὶ τίς τῶν ἑτεροφυῶν ἡ ὁμοίωσις; εἰ οὖν μήτε κατὰ τὸ προαιώνιον ἐνδέχεται τὴν θείαν σάρκωσιν καθ᾽ ὁμοίωσιν ἀνθρώπου γενέσθαι μήτε ἐπὶ τοῦ ἐσχάτου τῶν χρόνων, ὅτε κατὰ ἄνθρωπον ἡ τοῦ κυρίου οἰκονομία, καθ᾽ ἣν ἐν σαρκὶ θεὸς ἐφανερώθη, καθ᾽ ὁμοίωσιν ἀνθρώπου ἡ σάρκωσις γίνεται (οὐ γὰρ παραδέχεται τὴν τοιαύτην ἔννοιαν τὸ κατὰ τὴν παρθενίαν μυστήριον), μάτην ἂν εἴη κατ᾽ ἀμφοτέρας τὰς ἐννοίας ταύτην τοῦ λόγου τὴν ἐπιγραφὴν ποιησάμενος. ὅτι μὲν οὖν ἀνεπίσκεπτος ἡ ἐπιγραφὴ καὶ οὐδενὶ συνεστῶτι ἐπερειδομένη νοήματι, μετρίως οἶμαι διὰ τῶν εἰρημένων πεφανερῶσθαι τοῖς ἐπιστατικῶς ἐπαΐουσιν.

Καιρὸς δ᾽ ἂν εἴη καὶ αὐτὸν προθεῖναι τῇ ἐξετάσει τὸν λόγον τὸν ὑπὸ τῆς γραφῆς ταύτης δηλούμενον. γράψω δὲ τὰ πρῶτα τῇ ἐμαυτοῦ λέξει δι᾽ ὀλίγων ἐπιδραμὼν τὴν διάνοιαν, ἐν οἷς ἀκίνδυνόν ἐστι τὸ παραδραμεῖν τῶν γεγραμμένων τι ἀνεξέταστον. 〈Μόνον〉, φησί, 〈τὴν εὐσεβῆ πίστιν ἀγαθὸν ἦν νομίζεσθαι· μηδὲ γὰρ τῇ Εὔᾳ συνενεγκεῖν τὴν ἀνεξέταστον πίστιν· ὥστε προσῆκε καὶ τὴν τῶν Χριστιανῶν ἐξητασμένην εἶναι, μή που λάθῃ ταῖς τῶν Ἑλλήνων ἢ τῶν Ἰουδαίων συνεμπεσοῦσα δόξαις〉. ταῦτα διὰ πλειόνων προοιμιασάμενος ἐπάγει τὸν λόγον εἰπὼν ὅτι 〈Παρὰ τοῖς ἀπίστοις καὶ ταῖς αἱρέσεσι προτεθρύλληται τὸ μὴ δυνατὸν εἶναι θεὸν ἄνθρωπον γενέσθαι καὶ πάθεσιν ὁμιλῆσαι, ὃ καὶ παρὰ ταῖς αἱρέσεσιν ἐπὶ σχήματι πίστεως εἰσάγεται ἄνθρωπον ἔνθεον διὰ τὴν ἐκ γυναικὸς γέννησιν καὶ διὰ τὰ πάθη λεγούσαις τὸν Χριστόν〉. τίνας μὲν οὖν οἶδεν αἱρέσεις, αἳ τὸν Χριστὸν ἔνθεον ἄνθρωπον λέγουσιν, αὐτὸς ἂν εἰδείη καὶ εἴ τις τὰ ἐκείνου πεπαίδευται· ἡμεῖς δὲ πολλοῖς ἐπιδεδημηκότες τόποις καὶ κατὰ σπουδὴν τοῖς τε κοινωνοῦσι τοῦ δόγματος τοῖς τε ἀφεστηκόσι περὶ τῶν κατὰ τὸν λόγον ζητουμένων καθομιλήσαντες, οὔπω τινὸς ἀκηκόαμεν τὴν τοιαύτην ῥήξαντος περὶ τοῦ μυστηρίου φωνήν, ὅτι ἄνθρωπος ἔνθεος ὁ Χριστὸς ἦν.

τὸν τοίνυν μέλλοντα διορθοῦσθαι μὲν τὰς ἠπατημένας περὶ τοῦ δόγματος ὑπολήψεις, ἀντεισάγειν δὲ τὰς εὐσεβεστέρας μὴ ἀναπλάσσειν ἑαυτῷ τὰ μὴ ὄντα καὶ πρὸς τὰ ἀνύπαρκτα μάχεσθαι προσῆκον ἦν, ἀλλὰ πρὸς τὰ λεγόμενα παρὰ τῶν ἀντιδιατιθεμένων ὁπλίζεσθαι. οὐδὲ γὰρ τῶν ἰατρῶν οἱ ἐπιστήμονες πρὸς τὰ μὴ ὄντα πάθη τὴν ἑαυτῶν τέχνην ἀντεισάγουσιν, ἀλλὰ πρὸς τὸ γεγονὸς ἤδη νόσημα διὰ τῆς ἐπιστήμης ἵστανται. ἢ τοίνυν δειξάτω τὸν εἰρηκότα μὴ θεὸν ἐν σαρκὶ πεφανερῶσθαι, ἀλλ᾽ ἔνθεον ἄνθρωπον τὸν Χριστὸν εἶναι, εἶτα καὶ τὸν λόγον αὐτοῦ ὡς οὐ μάτην πεποιημένον παραδεξόμεθα, ἢ ἕως ἂν ἡ τοιαύτη μὴ εὑρίσκηται νόσος, μάταιον εἶναι πάντες ὁμολογήσουσι τὸ τοῖς μὴ οὖσι συμπλέκεσθαι.