Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀντιρρητικὸς πρὸς Ἀπολλινάριον

Γρηγόριος ὁ Νύσσης

Η τελειότητα της ανθρώπινης φύσης του Χριστού και η ενότητα του θείου θελήματος

Ορισμός της ανθρώπινης φύσης, υπεράσπιση της πρόσληψης τέλειου ανθρώπου με νοερή ψυχή, και έκθεση της ορθόδοξης διδασκαλίας για την ενέργεια και το θέλημα της Αγίας Τριάδας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 8

θεὸς μὲν γάρ ἐστι τὸ ἀεὶ ὡσαύτως ἔχον πάντων ἀγαθῶν αἴτιον, οὔτε ποτὲ μὴ ὂν οὔτε μὴ ἐσόμενον· ἄνθρωπος δὲ τὰ μὲν ἄλλα συγγενῶς πρὸς τὴν τῶν ἀλόγων φύσιν διάκειται καὶ διὰ σαρκὸς καὶ αἰσθήσεως παραπλησίως αὐτοῖς διοικούμενος, τῇ δὲ τοῦ νοῦ προσθήκῃ τῶν ἀλόγων κεχωρισμένος ἐν τούτῳ τὸ ἰδιάζον ἔχει τῆς φύσεως. οὐ γὰρ ἄν τις ἄνθρωπον ὁριζόμενος ἀπὸ σαρκῶν τε καὶ ὀστέων καὶ αἰσθητηρίων ὁρίσαιτο οὐδὲ τὴν βρωτικήν τε καὶ ἀλλοιωτικὴν δύναμιν εἰπών τις τὸ ἴδιον τῆς ἀνθρωπίνης ἐνεδείξατο φύσεως, ἀλλὰ τὸ διανοητικὸν καὶ λογικὸν τὸν ἄνθρωπον ἔδειξεν. ἴσον οὖν ἐστιν ἢ διὰ τοῦ ὀνόματος ἐρμηνεῦσαι τὴν φύσιν ἢ διὰ τοῦ ἰδίως παρεπομένου τῇ φύσει. ὅ τε γὰρ ἄνθρωπον εἰπὼν τὸ λογικὸν ἐνεδείξατο ὅ τε λογικὸν ὀνομάσας τὸν ἄνθρωπον διὰ τῆς φωνῆς ταύτης ἀπέδειξεν. οὐκοῦν καὶ ὁ Ἀπολινάριος θεὸν καὶ ἄνθρωπον ὀνομάσας, εἴπερ τὰς ἐμφαινομένας τῇ θεότητι σημασίας τῇ φωνῇ ταύτῃ συμπεριέλαβεν, οὐδ᾽ ἂν τοῦ ἀνθρώπου τὸ σημαινόμενον διὰ τῆς ἑρμηνείας λωβήσαιτο. ἀλλ᾽ εἴπερ ἄνθρωπος λέγεται, ἔστι πάντως ἡ κλῆσις ἀληθὴς καὶ οὐ ψευδώνυμος· τὸ δὲ ἀληθὲς τοῦ ὀνόματος ἐν τῷ λογικὸν εἶναι ζῷον τὸν οὕτω κατονομαζόμενον ἐπιδείκνυται, ὁ δὲ λόγος ἐκ διανοίας πάντως· ὥστε εἰ ἄνθρωπος, καὶ διανοητικὸς ἐξ ἀνάγκης· εἰ δὲ οὐ διανοητικός, οὐδὲ ἄνθρωπος.

Ἀλλ᾽ 〈ἄνθρωπος ἦν τῷ σώματι〉, φησί, 〈τὴν τῶν ἀνθρώπων ἄδοξον φορέσας μορφήν〉. ταῦτα μὲν οἴκοθεν καὶ οὐκ ἐκ τῆς γραφικῆς ἡμῖν διδασκαλίας προβάλλεται· πλὴν ὡς ἂν καὶ ἀπ᾽ αὐτῶν ὧν λέγει πρὸς τοὐναντίον αὐτῷ περιτραπείη τὸ σπουδαζόμενον, οὑτωσὶ τὸν λόγον κατανοήσωμεν. τὴν ἄδοξον, φησίν, ἐφόρεσε τῶν ἀνθρώπων μορφήν. τίς δόξα ἀνθρώπου, πρῶτον ἐπισκεψόμεθα καὶ οὕτως ἐκ τοῦ ἀκολούθου τὴν ἀδοξίαν νοήσομεν. οὐκοῦν δόξα ἀνθρώπου ἥ γε ἀληθὴς δόξα ἡ κατὰ ἀρετήν ἐστι πάντως ζωή. τὸ γὰρ εὐχροίᾳ τινὶ ἢ ὥρᾳ σαρκὸς ἢ τὸ ἔμπαλιν ἀμορφίᾳ σώματος τὴν δόξαν τῶν ἀνθρώπων ἢ τὴν ἀδοξίαν ὁρίζεσθαι τῶν διατεθρυμμένων ἂν εἴη. εἰ οὖν ἡ ἀρετὴ τὸ ἔνδοξον ἐπ᾽ ἀνθρώπων ὁμολογεῖται, ἡ κακία πάντως τὸ ἄδοξον. ἀλλὰ μὴν φησὶ τὸν θεὸν ὁ Ἀπολινάριος τὴν ἄδοξον τῶν ἀνθρώπων ὑπεληλυθέναι μορφήν. εἰ οὖν ἐν κακίᾳ τὸ ἄδοξον, κακία δὲ προαιρέσεως αἶσχός ἐστι, προαιρεῖται δὲ ἡ διάνοια, διάνοια δὲ νοῦ τι κίνημα, ἄρα τὴν ἀνθρωπίνην ἀδοξίαν περὶ τὸν θεὸν βλέπων οὐκ ἀποσχίζει τῆς διανοίας τὸν ἄνθρωπον, δι᾽ οὗ ὁ θεὸς τῇ ἀνθρωπίνῃ ζωῇ καθωμίλησεν. καὶ συμβαίνει γε τοῦτο ταῖς θείαις γραφαῖς, τὸ δι᾽ ἡμᾶς αὐτὸν ἁμαρτίαν γενέσθαι, τουτέστι τὴν ἁμαρτικὴν τοῦ ἀνθρώπου ψυχὴν πρὸς ἑαυτὸν ἑνῶσαι. 〈Κύριον〉, φησίν, 〈ἐν δουλικῷ φανέντα σχήματι〉· ἆρα ὁ δοῦλος οὗτος, οὗ τὸ σχῆμα ὑπέδυ ὁ κύριος, ἄρτιος ἦν ἢ λελώβητο;

τὸ γὰρ ἐλλιπές τε καὶ ἠκρωτηριασμένον κατὰ τὴν τοῦ ζῴου συμπλήρωσιν λώβην ἄν τις εἰκότως προσαγορεύσειεν. 〈Οὐκ ἄνθρωπος〉, φησίν, 〈ἀλλ᾽ ὡς ἄνθρωπος, διότι οὐχ ὁμοούσιος τῷ ἀνθρώπῳ κατὰ τὸ κυριώτατον〉· εἰ μὴ ὁμοούσιος, ἑτεροούσιος πάντως· ὧν δὲ ὁ λόγος τῆς οὐσίας ἕτερος, τούτοις οὔτε ἡ φύσις κοινὴ οὔτε ἡ κλῆσις. ἄλλη πυρὸς οὐσία καὶ ὕδατος ἄλλη καὶ αἱ προσηγορίαι τῶν δύο διάφοροι· Πέτρος δὲ καὶ Παῦλος, ἐπειδὴ φύσις μία, καὶ τὸ ὄνομα τῆς οὐσίας κοινόν· ἄνθρωπος γὰρ τούτων ἑκάτερος. εἰ οὖν ἄλλο τι κατὰ τὴν οὐσίαν ἦν καὶ οὐκ ἄνθρωπος, ἀλλὰ μέχρι τοῦ φαινομένου κατὰ ἄνθρωπον ἐσχηματίζετο, τῇ δὲ ἀληθείᾳ κατὰ τὴν φύσιν παρήλλακτο, λεγέτω πάντα δόκησιν εἶναί τινα καὶ ἀπατηλὴν φαντασίαν, ψευδὴς κατ᾽ αὐτὸν ἡ βρῶσις, ψευδὴς ὁ ὕπνος, ἀνύπαρκτα πάντα τὰ κατὰ τὰς ἰάσεις θαύματα, οὐ γέγονεν ὁ σταυρός, οὐχ ἡ ἐν μνημείῳ θέσις, οὐχ ἡ ἐκ τοῦ πάθους ἀνάστασις· ἀλλὰ δοκήσει μὲν τὰ πάντα ἐφαίνετο, ἦν δὲ κατὰ τὸν τοῦ λογογράφου λόγον τῶν φαινομένων οὐδέν. εἰ γὰρ ἄνθρωπος οὐκ ἦν, πῶς τὰ περὶ αὐτὸν ἱστορούμενα ἦν; πῶς δ᾽ ἂν εἴποι τις εἶναι ἄνθρωπον τὸν τῆς ἀνθρωπίνης οὐσίας ἀλλότριον; οὐ γὰρ ἦν, φησίν, ὁμοούσιος τῷ ἀνθρώπῳ κατὰ τὸ κυριώτατον· ὁ δὲ τὸ κυριώτατον ἀφαιρῶν τοῦ ἀνθρώπου, τοῦτο δέ ἐστιν ὁ νοῦς, κτῆνος ἀπέδειξε τὸ λειπόμενον· τὸ δὲ κτῆνος οὐκ ἄνθρωπος.

εἶτά φησι 〈Ταπεινώσαντα ἑαυτὸν σαρκί, ὑπερυψωθέντα δὲ ὑπὸ θεοῦ τὴν θείαν ὕψωσιν〉. τουτὶ πάλιν τῶν προλαβόντων μετὰ ἀσεβείας ἀνοητότερον. ἄλλον φησὶ τεταπεινῶσθαι καὶ ἕτερον ὑπερυψῶσθαι. ἡ σάρξ, φησί, τεταπείνωται, καίτοι οὐδὲν τοῦ ταπεινωθῆναι προσδεομένη ἡ τὸ ταπεινὸν ἐκ φύσεως ἔχουσα, τὴν δὲ θεότητα ὑπερυψοῦσθαι λέγει· καὶ μὴν τὸ ὕψιστον ἀνεπιδεὲς τῆς ὑψώσεως· ποῦ τοίνυν ὑπερυψώθη ἡ θεότης ἡ τοῦ παντὸς ὑπερκειμένη καὶ ὑπερανεστῶσα πάσης ὑψώσεως; ἀλλὰ τὸ τῇ φύσει ταπεινὸν ὑψοῦται, κἂν ὁ λογογράφος μὴ βούληται, καθὼς μικρῷ πρόσθεν ὁ περὶ τούτων λόγος διῄρηται.

Πάλιν κατὰ τοὺς ἐν ὕπνῳ παραφθεγγομένους ἀφεὶς τῆς κατασκευῆς τὸ ἀκόλουθον τοῖς ἡμετέροις λόγοις συγκέχρηται καί, ἅπερ ἄν τις εἴποι τῶν ὑγιῶς φρονούντων περὶ τοῦ δόγματος, ταῦτα καὶ αὐτὸς τοῖς ἰδίοις καταμίγνυσι λόγοις. διακρίνει γὰρ τὸ δοξαζόμενον καὶ τὸν τὴν δόξαν ἔχοντα. 〈Δοξάζεται〉, γάρ φησιν, 〈ὡς ἄνθρωπος· δόξαν δὲ ἔχει πρὸ τοῦ κόσμου ὡς θεὸς προϋπάρχων τῶν αἰώνων〉. μέχρι τούτων εὐγνωμονῶν. ἀλλ᾽ εἰ μὲν τούτοις τὰ λεγόμενα παρ᾽ αὐτοῦ περιώριστο, ἴσως ἄν τις αὐτὸν ἐκ μεταμελείας ᾠήθη πρὸς τὰς εὐσεβεστέρας ἐλθεῖν τῶν ὑπολήψεων· νυνὶ δὲ καθάπερ καμπτήν τινα τὴν ὑγιῆ ταύτην διάνοιαν τῷ λόγῳ περιοδεύσας πάλιν ἐπὶ τὸ τῆς πλάνης ἐπανατρέχει στάδιον καὶ πολλαῖς καθ᾽ ἡμῶν λοιδορίαις χρησάμενος καὶ Ἰουδαίοις καὶ Ἕλλησι τὸ καθ᾽ ἡμᾶς παρισώσας αὖθις ἐπαναλαμβάνει τῷ λόγῳ τὸν ἔμετον, ὃν ἐν τοῖς προλαβοῦσι φθάσας ἐξήμεσε, τὴν προαιώνιον σάρκα διὰ τῆς ματαιότητος τῶν λόγων τῷ Χριστῷ περιπλάσσων καὶ λέγων νοῦν ἔνσαρκον ὄντα τὸν υἱὸν ἐκ γυναικὸς τεχθῆναι οὐκ ἐν τῇ παρθένῳ σάρκα γενόμενον, ἀλλὰ παροδικῶς δι᾽ αὐτῆς διεξελθόντα, οἷος πρὸ τῶν αἰώνων ἦν, τότε φανερωθῆναι αὐτὸ τὸ φαινόμενον σάρκινον ὄντα θεὸν ἤ, καθὼς αὐτὸς ὀνομάζει, ἔνσαρκον νοῦν.

διό φησιν αὐτὸν κύριον δόξης τὸν ἐσταυρωμένον κατονομάζεσθαι καὶ κύριον δυνάμεων παρὰ τῆς προφητείας λέγεσθαι καὶ τὰς αὐθεντικὰς ἐκείνας καὶ δεσποτικὰς ποιεῖσθαι φωνάς, τὸ Ἐγὼ λέγω σοι καὶ Ἐγὼ ἐπιτάσσω σοι καὶ Ἐργάζομαι ἐγὼ καὶ ὅσα ἄλλα τῆς ὑψηλοτέρας ἐμφάσεως ἔχεται. τί οὖν ὁ γεννάδας; ποῦ θήσει τὴν θηλήν, τὰ σπάργανα, τὴν ἐπίρρυτον ζωὴν καὶ ἀπόρρυτον, τὴν κατ᾽ ὀλίγον τοῦ σώματος αὔξησιν, τὸν ὕπνον, τὸν κόπον, τὴν τῶν γονέων ὑποταγήν, τὴν ἀδημονίαν, τὴν λύπην, τὴν ἐπιθυμίαν τοῦ πάσχα, τὴν τοῦ ὕδατος αἴτησιν, τὴν μετουσίαν τῆς βρώσεως, τὰ δεσμά, τὰ ῥαπίσματα, τὰς ἐκ μαστίγων πληγάς, τὴν ἐπὶ τῆς κεφαλῆς ἀκανθοφορίαν, τὴν τοῦ κοκκίνου περιβολήν, τὴν διὰ τοῦ καλάμου ὕβριν, τὴν χολήν, τὸ ὄξος, τοὺς ἥλους, τὴν λόγχην, τὴν σινδόνα, τὸν ἐνταφιασμόν, τὸ μνημεῖον, τὸν λίθον; πῶς ταῦτα συναρτήσει τῷ θεῷ;

εἰ γὰρ ὁ ἔνσαρκος αὐτοῦ θεός, ὅπερ διὰ τῆς Μαρίας ὤφθη, τοῦτο πάντοτε ἦν καὶ τὸ φαινόμενον θεότης ἦν, πάντα ταῦτα ἡ θεότης πάσχει, θηλάζει, σπαργανοῦται, τρέφεται, κοποῦται, αὔξεται, πληροῦται, κενοῦται, ὑπνοῖ, λυπεῖται, ἀδημονεῖ, στενάζει, δίψης καὶ πείνης αἰσθάνεται, πρὸς τὴν συκῆν τρέχει, ἀγνοεῖ τοῦ δένδρου καὶ τῆς ὥρας τὴν καρποφορίαν, τὴν ἡμέραν καὶ τὴν ὥραν οὐκ οἶδε, τύπτεται, δεσμεύεται, ῥαπίζεται, ἥλους δι᾽ ἑαυτῆς δέχεται, αἱμάσσει, νεκρὰ γίνεται, ἐνταφιάζεται, μνήματι καινῷ ἐναποτίθεται. ἆρα συντίθεται οἰκεῖα καὶ κατὰ φύσιν εἶναι τῇ προαιωνίᾳ θεότητι ταῦτα καὶ μὴ ἀνατραφῆναι, εἰ μὴ ἐθήλασε, μηδ᾽ ἂν ὅλως ἐν τῷ ζῆν εἶναι, 〈εἰ〉 μὴ τὸ διαπνευσθὲν τῆς δυνάμεως 〈τῇ〉 τῆς τροφῆς μετουσίᾳ παρεμυθήσατο; πῶς δὲ καὶ ἀγνοεῖ ὁ ἔνσαρκος αὐτοῦ θεὸς τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην; πῶς δὲ οὐκ ἐπίσταται τὸν τῶν συκῶν καιρόν, ὅτι κατὰ τὸ πάσχα οὐκ ἂν ἐφευρεθείη τῷ δένδρῳ καρπὸς εἰς ἐδωδὴν ἐπιτήδειος; τίς ὁ ἀγνοῶν, εἰπάτω; τίς ὁ λυπούμενος; τίς ὁ ἐν ἀμηχανίᾳ στενοχωρούμενος; τίς ὁ ἐγκαταλελεῖφθαι παρὰ τοῦ θεοῦ βοήσας, εἰ μία θεότης πατρὸς καὶ υἱοῦ; καὶ παρὰ τίνος ἡ ἐγκατάλειψις γίνεται, ἣν ἐπὶ τῷ σταυρῷ ἐξεφώνησεν;

εἰ γὰρ τὸ πάσχον ἡ θεότης, μιᾶς δὲ εἶναι θεότητος τῷ πατρὶ τὸν υἱὸν οἱ εὐσεβοῦντες συντίθενται—φησὶ δὲ ὁ πάσχων ὅτι Θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες; —, πῶς μία οὖσα ἡ θεότης ἐν τῷ πάθει μερίζεται καὶ ἡ μὲν καταλείπει, ἡ δὲ καταλείπεται· ἡ μὲν ἐν θανάτῳ γίνεται, ἡ δὲ ἐν τῇ ζωῇ διαμένει· ἡ μὲν νεκροῦται, ἡ δὲ τὸ νεκρωθὲν διανίστησιν; ἢ γὰρ οὐχ ὁμολογήσει μίαν ἐπὶ πατρός τε καὶ υἱοῦ τὴν θεότητα καὶ συνήγορος Ἀρείου διὰ τοῦτο ἀναφανήσεται ἤ, εἴπερ Ἀρείῳ μαχόμενος μίαν λέγοι, οὐδὲ ἑαυτῷ πάντως συνθήσεται στῆσαι τὸν ἀναπλασθέντα μῦθον ἐν ἑαυτῷ μὴ δυνάμενος. ἀλλὰ κατ᾽ ἀνάγκην τὰς ἐμπαθεῖς ταύτας καὶ ταπεινοτέρας φωνάς τε καὶ διαθέσεις τῷ ἀνθρωπίνῳ προσμαρτυρήσει, ἄτρεπτον δὲ καὶ ἀπαθῆ τοῦ θεοῦ τὴν φύσιν καὶ ἐν τῇ κοινωνίᾳ τῶν ἀνθρωπίνων παθημάτων διαμεμενηκέναι συνθήσεται. καὶ τούτων μάρτυς αὐτὸς ὁ εἰπὼν περὶ αὐτοῦ ὅτι 〈Δοξάζεται μὲν ὡς ἄνθρωπος ἐξ ἀδοξίας ἀναβαίνων, ἔχει δὲ τὴν δόξαν πρὸ τοῦ κόσμου ὡς θεὸς προϋπάρχων〉. ἡ γὰρ ἀδοξία πάντως ἡ παθητὴ τῆς σαρκὸς φύσις ἐστίν· δόξα δὲ ἄρα αἰώνιος ἡ ἀπαθής τε καὶ ἀκήρατος δύναμις.

Ὡς δ᾽ ἂν μὴ συκοφαντεῖν ἐν τοῖς εἰρημένοις δοκοίημεν, αὐτῶν τῶν κατὰ τὸν νοῦν ἡμῖν προεξετασθέντων καὶ τὴν λέξιν ἐκθήσομαι. 〈Ἕλληνες γάρ〉, φησί, 〈καὶ Ἰουδαῖοι προφανῶς ἀπιστοῦσι, μὴ καταδεχόμενοι θεὸν ἀκούειν τὸν ἐκ γυναικὸς τεχθέντα〉. διὰ τί νῦν ἐν τῷ τόκῳ τὴν σάρκα παρεσιώπησε; καίτοι τὸ γεγενημένον ἐκ τῆς σαρκὸς σὰρξ ἦν πάντως, καθώς φησί που ὁ κύριος. ἀλλ᾽ ἐπειδὴ βούλεται αὐτὴν τὴν τεχθεῖσαν σάρκα θεότητα εἶναι καὶ κατασκευάσαι οὐκ ἐν σαρκὶ πεφηνέναι τὸν θεόν, λέγει· 〈Ἀλλὰ θεὸν ἔνσαρκον πρὸ αἰώνων ὄντα μετὰ ταῦτα διὰ γυναικὸς τετέχθαι καὶ πρὸς τὴν τῶν παθημάτων πεῖραν καὶ πρὸς τὴν τῆς φύσεως ἀνάγκην ἐλθεῖν〉. καὶ ταῦτα λέγων οὐ δίδωσιν αὐτῷ οὐδὲ τὸ ἄνθρωπον εἶναι· ἀλλὰ τοῖς μὲν πάθεσιν ὑπάγει ὡς ἄνθρωπον, τῆς δὲ ἀνθρωπίνης οὐ μεταδίδωσι φύσεως. πῶς γὰρ ἄνθρωπος τὸ μὴ ἐκ γῆς εἶναι λεγόμενον; ἐκ γὰρ τοῦ Ἀδὰμ λέγει ἡ γραφὴ τὸ ἀνθρώπινον γενέσθαι καὶ πρῶτον ἐκεῖνον διὰ τῆς θείας δυνάμεως ἐκ γῆς φῦναι. διὰ τοῦτο καὶ ὁ Λουκᾶς τὸν νομιζόμενον τοῦ Ἰωσὴφ υἱὸν γενεαλογῶν φησι τοῦ Ἀδὰμ ἐξάπτων καθ᾽ ἕκαστον τῶν πατέρων τὴν ἀρχὴν τῆς γενέσεως. ὁ τοίνυν μὴ ἐκ τοῦ γένους τῶν ἀνθρώπων γενόμενος ἄλλο τι πάντως ἐστὶ καὶ οὐκ ἄνθρωπος.

ὁ οὖν μήτε ἄνθρωπος τῷ μηδὲν ἔχειν τοῦ ἀνθρωπίνου γένους μήτε θεὸς τῷ μὴ εἶναι ἀσώματος, ἐκεῖνος ὁ ἔνσαρκος τοῦ λογογράφου θεὸς τί ἂν εἴη, λεγέτωσαν οἱ τῆς ἀπάτης αὐτοῦ μαθηταὶ καὶ συνήγοροι· ἀλλ᾽ 〈ἐδέξαντο ἄν〉, φησίν, 〈Ἕλληνες καὶ Ἰουδαῖοι, εἴπερ ἄνθρωπον ἔνθεον εἶναι τὸν τεχθέντα ἐλέγομεν, ὥσπερ Ἠλίαν〉. καὶ τίς τῶν Ἑλλήνων τὰ κατὰ τὸν Ἠλίαν θαύματα ὡς ἀληθῆ παρεδέξατο; ὅτι πῦρ διχῇ τῷ σχήματι τυπωθέν, τὸ μὲν εἰς ἅρματος εἶδος τὸ δὲ εἰς ἵππων μορφήν, τὴν ἐναντίαν τῇ οἰκείᾳ φύσει κινεῖται φορὰν ἄνωθεν ἐπὶ τὸ κάτω φερόμενον· καὶ ὅτι μετάρσιος ἐπὶ τοῦ φλογίνου ἅρματος ἡνιοχῶν τὸ πῦρ ὁ Ἠλίας ἀπαθὴς ἐν τῇ φλογὶ διασῴζεται τοῦ πυρὸς τὸ πῦρ ἕλκοντος τοῦ ἐν τοῖς ἵπποις τὸ ἐν τῷ ἅρματι; εἰ γὰρ ταῦτά τις δέξαιτο καθ᾽ ὃν δεῖ τρόπον, δι᾽ αὐτῶν δὴ τούτων τῶν λόγων πρὸς τὴν τοῦ μυστηρίου παραδοχὴν ἀναδειχθήσεται τυπικήν τινα προφητείαν περὶ τῆς τοῦ κυρίου ἐνανθρωπήσεως ἐν τῷ διηγήματι βλέπων διὰ τῶν γεγονότων προτυπουμένην.

ὡς γὰρ ἀνωφερὲς ὂν τῇ φύσει τὸ πῦρ θείᾳ δυνάμει πρόσγειον γίνεται, ὁ δὲ Ἠλίας περισχεθεὶς τῷ οὐρανίῳ πυρὶ πάλιν πρὸς τὴν κατὰ φύσιν ἐπανατρέχοντι κίνησιν καὶ αὐτὸς συνεπαίρεται, οὕτως ἄϋλός τις οὖσα καὶ ἀειδὴς ἡ τοῦ ὑψίστου δύναμις τὴν δουλικὴν μορφὴν τὴν διὰ τῆς παρθένου ὑποστᾶσαν διαλαβοῦσα πρὸς τὸ ἴδιον ὕψος ἀνήγαγεν εἰς τὴν θείαν τε καὶ ἀκήρατον μεταστοιχειώσασα φύσιν· ὥστε ὁ πρὸς τοῦτο δυσπειθῶς ἔχων οὐδ᾽ ἂν τῇ κατὰ τὸν Ἠλίαν θαυματοποιΐᾳ προσθοῖτο· ὁ δὲ ἐν ἐκείνῳ προκαταμαθὼν σκιαγραφηθεῖσαν τὴν ἀλήθειαν οὐδ᾽ ἂν πρὸς αὐτὴν τὴν ἀλήθειαν ἀντιτύπως ἔχοι.

Εἶτα ἐφ᾽ ἡμᾶς στρέφει τὴν λοιδορίαν τοὺς μὴ παραδεχομένους αὐτοῦ τὸν ἀναπλασθέντα μῦθον καί φησιν· 〈Οἱ δὲ ἐν σχήματι πίστεως ἄπιστοι τῷ ἐκ γυναικὸς τεχθέντι θεῷ καὶ σταυρωθέντι πρὸς Ἰουδαίων ὁμοίως ἐκείνοις ἐπαισχύνονται〉. τὸ μὲν οὖν ἀραῖς κατὰ τῶν ὑπεναντίων κεχρῆσθαι, τίς οὐκ οἶδεν ὅτι τῶν ἀτονούντων ἐστὶ περὶ ἃ σπουδάζουσιν ἴδιον; ἡμεῖς δὲ τοσοῦτόν φαμεν, ὅτι δύο προκειμένων βαράθρων, ἔνθεν μὲν τοῦ κατὰ τὸν Ἀπολινάριον, ἑτέρωθεν δὲ τοῦ κατὰ τὸν Ἄρειον πτώματος, ἴσον μὲν καθ᾽ ἑκάτερον τοῖς καταπίπτουσίν ἐστι τὸ σύντριμμα· πλὴν ἐν κακῶν ἐκλογῇ κουφότερον δοκεῖ τὸ κατὰ τὸν Ἄρειον κλάσμα. ἀμφότεροι μὲν γὰρ πρὸς τὸ ταπεινότερον τὴν ἀκήρατον τοῦ μονογενοῦς φύσιν καθέλκουσιν· ἀλλ᾽ ὁ μὲν Ἄρειος τῇ ἀσωμάτῳ τῶν ἀγγέλων φύσει προσοικειοῖ τὸν τῶν ἀγγέλων δεσπότην κατὰ τὸ ἴσον ἠλαττῶσθαι τῆς τοῦ ἀκτίστου φύσεως καὶ τοῦτον κἀκείνους διὰ κτίσεως εἶναι ἀποφηνάμενος· οὗτος δὲ τοσοῦτον ἐπιτείνει τὴν ἀτοπίαν, ὥστε καὶ ἀνθρώπῳ τῷ παρ᾽ ἀγγέλους ἠλαττωμένῳ κρίνειν ὁμότιμον καὶ σαρκώδη εἶναι τὴν φύσιν αὐτοῦ διορίζεσθαι. ὅσῳ δὲ κρείττων τῶν σωμάτων ἡ ἀσώματος φύσις, τοσοῦτον ἡ κατὰ Ἄρειον ἀσέβεια τῆς Ἀπολιναρίου πλάνης αἱρετωτέρα. τίς οὖν ἐν σχήματι πίστεως ἄπιστος ἑρμηνεύων τὸ ἐκ τῆς παρθένου μυστήριον;

προθήσω γὰρ τῷ κοινῷ τήν τε κωμῳδουμένην ἡμῶν παρὰ τοῦ λογογράφου πίστιν καὶ τὴν ἐκείνου ὑπόληψιν. ἡμεῖς γάρ φαμεν, ὅτι ἄϋλός τε καὶ ἀειδὴς καὶ ἀσώματος κατ᾽ οὐσίαν θεὸς ὢν οἰκονομίᾳ τινὶ φιλανθρώπῳ πρὸς τῷ τέλει τῆς τοῦ παντὸς συμπληρώσεως ἤδη τῆς κακίας εἰς τὸ ἀκρότατον αὐξηθείσης, τότε ἐπὶ καθαιρέσει τῆς ἁμαρτίας τῇ ἀνθρωπίνῃ κατακιρνᾶται φύσει, οἷόν τις ἥλιος ἐν γνοφώδει σπηλαίῳ εἰσοικιζόμενος καὶ διὰ τοῦ φωτὸς ἐξαφανίζων τῇ παρουσίᾳ τὸ σκότος. τὸν γὰρ ἡμέτερον ῥύπον εἰς ἑαυτὸν ἀναλαβὼν οὐκ αὐτὸς ἐμμολύνεται τῷ μιάσματι, ἀλλ᾽ ἐν ἑαυτῷ καθαρίζει τὸν ῥύπον· Τὸ γὰρ φῶς, φησίν, ἐν τῇ σκοτίᾳ ἔλαμψεν· ἡ δὲ σκοτία αὐτὸ οὐ κατέλαβεν. ὥσπερ καὶ ἐπὶ τῆς ἰατρείας γίνεται· ἐπαχθείσης γὰρ τῷ νοσήματι τῆς ἰάσεως εἰς ἀφανισμὸν μεταχωρεῖ τὸ ἀρρώστημα, οὐκ εἰς τὴν ἰατρικὴν τέχνην ἀντιμεθίσταται. οὗτος ὁ ἡμέτερος λόγος. ὁ δέ φησιν 〈ἔνσαρκον εἶναι τὸ κατ᾽ ἀρχὰς τὸν θεὸν καὶ οὕτως ἐπ᾽ ἐσχάτων ἡμερῶν τὸ τεχθὲν ἐκεῖνο τὸ ὁρατὸν καὶ ψηλαφητὸν σῶμα, τὸ διὰ τῆς ἀνθρωπίνης τροφῆς ταῖς κατ᾽ ὀλίγον προσθήκαις αὐξανόμενον, ἐκεῖνο εἶναι ὃ πρὸ τῶν ὄντων ἁπάντων ἦν, ὃ καὶ τοὺς ἀνθρώπους ἐποίησε καὶ πᾶσαν κτίσιν ὁρατήν τε καὶ ἀόρατον, ὃ καὶ τοῦ κόπου αἰσθάνεται καὶ ἐν ἀδημονίᾳ θανάτου δέχεται πεῖραν〉.

οὐκ οἶδα πῶς ὁ σοφός, ὅτε μὲν οἱ οὐρανοὶ καὶ ἡ γῆ καὶ πάντα τὰ ἐν τῇ κτίσει συνίστατο θαύματα, κόπον οὐδένα προσμαρτυρῶν τῷ ποιήσαντι, ἵνα δὲ διέλθῃ ἀπὸ τῆς Ἰουδαίας ἐπὶ τὴν Γαλιλαίαν, ἐν κόπῳ αὐτὸν γεγενῆσθαι λέγων· καὶ τοῖς μὲν Ἰσραηλίταις στρέφειν τὴν πέτραν εἰς λίμνας ὑδάτων, αὐτὸν δὲ πιεῖν αἰτεῖν παρὰ γυναικὸς Σαμαρείτιδος· καὶ ἐν τεσσαράκοντα ἔτεσι μὴ κάμνειν τοσαύταις μυριάσι τὴν οὐρανίαν τροφὴν ἐπιχέοντα, αὐτὸν δὲ πρὸς τὴν συκῆν δραμεῖν ἐλπίδι βρώσεως τῆς μὴ οὔσης. τοιαύτης οὔσης παρ᾽ ἑκατέροις τῆς τοῦ δόγματος ὑπολήψεως ὁ συνετὸς ἀκροατὴς ἐφ᾽ ἑαυτοῦ κρινέτω τίς ὁ σχήματι πίστεως ἄπιστος. 〈Ἀλλά〉, φησί, 〈λέγειν ἡμᾶς ὅτι ὁ σταυρωθεὶς οὐδὲν εἶχε θεϊκὸν ἐν τῇ ἑαυτοῦ φύσει οὐδὲ αὐτὸ τὸ κυριώτατον, ὅ ἐστι πνεῦμα〉. πρὸς δὲ τὴν τοιαύτην συκοφαντίαν πρόχειρος ἡ ἐκ τῆς ἀρνήσεώς ἐστιν ἀπολογία. εἰ γὰρ τὸ πνεῦμα νοῦν ὁ Ἀπολινάριος οἴεται, οὐδεὶς τῶν Χριστιανῶν λέγει τὸν ἀνακραθέντα τῷ θεῷ ἄνθρωπον ἥμισυν εἶναι, ἀλλ᾽ ὅλον προσφυῆναι τῇ θείᾳ δυνάμει. πᾶσιν οὖν ἂν ἐθέλοι τις τὰ μέρη τοῦ ἀνθρώπου προσαγορεύειν ὀνόμασιν, εἴτε νοῦν εἴτε πνεῦμα εἴτε καρδίαν· λέγεται γὰρ παρὰ τῆς γραφῆς ἐπὶ τοῦ ἡγεμονικοῦ τὰ τρία· τὸ Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός· καὶ Ὁ νοήμων κυβέρνησιν κτήσεται· καὶ Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ.

οὔτε οὖν ἄπνους οὔτε ἄνους οὔτε ἀκάρδιος τῇ ἐπισκιάσει τῆς τοῦ ὑψίστου δυνάμεως καὶ τῇ ἐπελεύσει τοῦ ἁγίου πνεύματος. οὐκοῦν οὐ πρὸς ἡμᾶς ἂν βλέποι ἡ λοιδορία ὡς τὸν ἄνθρωπον ἐκεῖνον οὐκ ἔχοντα ἐν ἑαυτῷ τὸ πνεῦμα, ὅ ἐστιν ὁ νοῦς, γεγενῆσθαι λέγοντας, ἀλλὰ πρὸς αὐτὸν ἐκεῖνον τὸν τῆς λοιδορίας ἐργάτην τὸν τοῖς ἰδίοις ὀνείδεσιν ἡμᾶς βάλλοντα. ὁ γὰρ πνεῦμα τὸν νοῦν ὀνομάζων, μὴ ἔχειν δὲ νοῦν τὸν κατὰ Χριστὸν ἄνθρωπον λέγων ἐκεῖνός ἐστιν ὁ μὴ ἔχειν πνεῦμα κατασκευάζων τὸν κύριον. ἀλλὰ τί τὸ ἐπαγόμενον ἔγκλημα; φησὶν ἐκεῖνος ἀδικεῖν ἡμᾶς τοῦτο λέγοντας, ὅτι ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ὁ ἄνθρωπος ἔσχε τι μεῖζον ἕτερον, τὴν ἐν αὐτῷ κατοικοῦσαν θεότητα. εἰ δὲ τοῦτο ἐν ἐγκλήμασι τίθεται, οὐ φεύγομεν τὴν κατηγορίαν τῷ ἀποστόλῳ συνεκβαλλόμενοι. παρ᾽ αὐτοῦ γὰρ τὸ τοιοῦτον μαθόντες πιστεύομεν, ὅτι θεοῦ μορφὴ κατὰ τὸ νοούμενον ὑπάρχων ἐν δούλου μορφῇ κατὰ τὸ φαινόμενον γίνεται. εἰ δὲ προτιμοτέρα ἡ θεία μορφὴ τοῦ δουλικοῦ προσώπου, οὐχ ὁμότιμον πάντως τῷ κρυπτῷ τὸ φαινόμενον. οὐκοῦν τὸ κατὰ σάρκα βλεπόμενον καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενον εἶχέ τι ἐν ἑαυτῷ ἑαυτοῦ τιμιώτερον, ὅπερ ὁ λογογράφος ἔγκλημα ποιεῖται κατὰ τῆς πίστεως.

ἀλλὰ καὶ ἐν αὐτῷ φησιν ὁ ἀπόστολος κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· ὁ δὲ ἐν αὐτῷ εἰπὼν οὐ τὸ ἥμισυ τοῦ δηλουμένου ἐσήμανεν, ἀλλ᾽ ὅλον τὸ ὑποκείμενον τῇ σημασίᾳ συμπεριέλαβεν. εἰ οὖν ἀνθρώπινον σῶμα, ἐν ᾧ κατῴκησεν ἡ θεότης, σῶμα δὲ οὐκ ἄψυχον, ἴδιον δὲ τῆς ἀνθρωπίνης ψυχῆς τὸ νοερόν ἐστι μέρος—εἰ γὰρ τοῦτο χωρισθείη, καθὼς πολλάκις εἰρήκαμεν, κτηνῶδές ἐστι τὸ λειπόμενον— ἄρ᾽ οὐχ ἡμῶν ὁ γεννάδας, ἀλλὰ τοῦ ἀποστόλου ταῖς λοιδορίαις καθάπτεται· μᾶλλον δὲ καὶ τῆς μεγάλης τοῦ Ἰωάννου φωνῆς, ἥ φησιν ὅτι Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. οὐ γὰρ ἐν μέρει ἡμῶν, ἀλλὰ πάντα τὰ ἐν τῇ φύσει νοούμενα τῇ πληθυντικῇ φωνῇ συνεσήμανε καὶ τὸν λόγον τῆς σαρκὸς πρότερον μὲν προδιέστειλεν, εἶθ᾽ οὕτως εἰς ἕνωσιν ἤγαγεν. ἦν γὰρ ἐφ᾽ ἑαυτοῦ ὁ λόγος καὶ πρὸς τὸν θεὸν ἦν. καὶ ὅπερ ὁ θεὸς ἦν, τοῦτο καὶ ὁ λόγος ἦν· θεὸς γὰρ καὶ οὗτος ἦν. ἀλλ᾽ ὅτε εἰς τὰ ἴδια ἦλθε καὶ ἐν τῇ σκοτίᾳ ἔλαμψε, τότε ὁ λόγος σὰρξ ἐγένετο, τῇ ἑαυτοῦ δυνάμει ἐν τῇ παρθένῳ σὰρξ γενόμενος. οὐκοῦν φειδέσθω τῆς καθ᾽ ἡμᾶς λοιδορίας, ὡς ἂν μὴ συμπεριλάβοι τοὺς ἁγίους διὰ τῆς ὕβρεως.

Τὰ δὲ διὰ μέσου παρείς, δι᾽ ὧν ἀρνήσασθαι τὰ κατὰ τὸ μυστήριον οἴεται τοὺς μὴ τὰ αὐτὰ φρονοῦντας αὐτῷ, ἑνὸς τῶν ἐν τῇ καταφορᾷ πρὸς διαβολὴν ἡμετέραν εἰρημένων ἐπιμνησθήσομαι. φησὶ γὰρ 〈ἡμᾶς, εἰ μὴ ἐκεῖνο λέγομεν, μήτε προϋπάρχειν τῆς ἐν γῇ γεννήσεως μήτε πρὸ πάντων εἶναι λέγειν μήτε σύμφυλον εἶναι θεοῦ〉. ἀλλὰ τὸ μὲν προϋπάρχειν αὐτὸν τῆς γηΐνης αὐτοῦ γεννήσεως ὁμολογοῦμεν, εἴπερ ἐκ τῆς γηΐνης συστάσεως ἡ σὰρξ εἶναι οὐκ ἀμφιβάλλεται· τὸ δὲ σύμφυλον εἶναι θεοῦ, ἄπαγε, μηδεὶς οὕτως ἐν Χριστιανοῖς ταπεινά τε καὶ ἔκφυλα τῆς θείας μεγαλοπρεπείας ὀνοματοποιήσειε ῥήματα, ὥστε τὸν ὄντως ὄντα θεὸν σύμφυλον θεοῦ καὶ μὴ ἀληθινὸν ἀνακηρύσσειν θεόν. οὐδ᾽ ἂν ὁ Εὐνόμιος τῆς τοιαύτης που φείσαιτο ἐπὶ κυρίου φωνῆς. εἴποι γὰρ ἂν καὶ ἐκεῖνος μὴ παραδεχόμενος αὐτοῦ τὸ ἀληθινὸν τῆς θεότητος, τὸ σύμφυλον αὐτὸν εἶναι θεοῦ, καθὸ καὶ σύσσωμοι τοῦ Χριστοῦ καὶ συμμέτοχοι οἱ τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι γίνονται, οὐκ ἐκεῖνο ὄντες, ὅπερ ἐστὶν ὁ κύριος, ἀλλ᾽ ἐκείνου μετέχοντες καὶ τῷ μετεχομένῳ συνονομαζόμενοι· ὥστε ὁ ταῦτα αἰτιώμενος μὴ λέγειν ἡμᾶς, ὅσα παρὰ τῶν εὐσεβούντων ὁμολογεῖται, τὸ εὐσεβές τε καὶ ἀνεπίληπτον τῷ καθ᾽ ἡμᾶς λόγῳ προσεμαρτύρησεν. εἶτα εἰς κατασκευὴν τοῦ εἶναι τὴν σάρκα θεότητα καὶ ταῦτα τοῖς εἰρημένοις προστίθησιν. 〈Τίς〉 γάρ, φησίν, ὁ 〈ἅγιος ἐκ γεννητῆς〉;

ὥσπερ οὐκ ἀνεγνωκὼς τὴν κατὰ τὸν Ἰερεμίαν γραφήν, περὶ οὗ φησιν ὅτι Πρὶν ἐμὲ πλάσαι σε ἐκ κοιλίας ἡγίακά σε. οὐ γὰρ μόνον ἐκ γεννητῆς, ἀλλὰ καὶ πρὸ γενέσεως ἐκεῖνος παρὰ τῆς γραφῆς μαρτυρεῖται ἅγιος. ἀλλὰ καὶ ὁ ἐν τῇ γαστρὶ τῇ μητρῴᾳ σκιρτήσας, ὁ τοῦ ἀσπασμοῦ τῆς μητρὸς τοῦ κυρίου τὴν φωνὴν ἐν ἀγαλλιάσει δεξάμενος, καὶ αὐτὸς ἂν εἴη ἐκ γεννητῆς ἅγιος, καθὼς ἡ τοῦ ἀγγέλου περὶ αὐτοῦ μηνύει φωνὴ λέγουσα· Καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρός. ἀλλ᾽ ἐπάγει καὶ τοῦτο τοῖς εἰρημένοις· 〈Τίς ἀδίδακτος σοφός〉; ἡμεῖς δὲ τὴν ἐκ τοῦ θεοῦ σοφίαν, ἥτις ἐστὶν ὁ Χριστός, οὐχὶ διδακτὴν εἶναί φαμεν· τὴν δὲ ἑνωθεῖσαν τῇ θείᾳ σοφίᾳ τῆς σαρκὸς ἡμῶν μοῖραν ἐκ μετοχῆς δέξασθαι τὸ ἀγαθὸν τῆς σοφίας οὐκ ἀμφιβάλλομεν, πειθόμενοι τῷ εὐαγγελίῳ οὑτωσὶ διεξιόντι ὅτι Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι. ὥσπερ ἐν τῷ σώματι ἡ κατ᾽ ὀλίγον προσθήκη τῇ τῆς τροφῆς συνεργίᾳ πρὸς τὸ τέλειον τῆς φύσεως πρόεισιν, οὕτως καὶ ἐν τῇ ψυχῇ ἡ ἐπὶ τὸ τέλειον τῆς σοφίας πρόοδος δι᾽ ἀσκήσεως τοῖς μετιοῦσι προστίθεται. 〈Τίς〉, φησίν, 〈ἐν ἐξιουσίᾳ τὰ τοῦ θεοῦ ἐργαζόμενος〉; πῶς κατασμικρύνει τοῖς βρεφικοῖς ἐπιχειρήμασι τὴν ἄφραστον τοῦ κυρίου μεγαλειότητα;

τὸ γὰρ ἐν ἐξουσίᾳ τὰ τοῦ θεοῦ ποιεῖν καὶ ἀνθρώπων ἐστὶ τῶν ἠξιωμένων θείας δυνάμεως, οἷος ἦν ὁ Ἠλίας κατ᾽ ἐξουσίαν ἀνιείς τε καὶ ἀποκλείων τοῖς ἀνθρώποις τὸν ὄμβρον πῦρ ἐπάγων τοῖς ὑπεναντίοις, γεωργῶν ἐν τῷ κεράμῳ τὸ ἄλευρον καὶ βρύειν ποιῶν ἐν τῷ καμψάκῃ τὸ ἔλαιον καὶ διὰ προσφυσήματος τῷ ἀψύχῳ ζωὴν χαριζόμενος καὶ ὅσα ἄλλα περὶ αὐτοῦ ὁ λόγος κατέχει, ὥστε οὐδὲν ὑπὲρ ἄνθρωπον τὸ ἐν ἐξουσίᾳ τοῦ θεοῦ ποιεῖν τι τῶν θαυμάτων ἐκ θείας δυνάμεως, ἀλλὰ τὸ αὐτὸν εἶναι τὴν ὑπερέχουσαν δύναμιν. ὅπερ δὴ καὶ παρ᾽ ἡμῶν καὶ παρὰ πάντων τῶν ἐν ἀληθείᾳ δεξαμένων τὸν λόγον πεπίστευται.

Τὴν δὲ ἀδιανοήτως αὐτοῦ προστεθεῖσαν τοῖς εἰρημένοις διαίρεσιν ὡς οὐ πρέπον ἡμῖν ὂν τὸ κατὰ σπουδὴν διελέγχειν ταῖς ἐννοίαις τῶν ἐπιστημόνων παρήσομεν. τί γὰρ βούλεται αὐτῷ τὸ 〈Διαιρῶν μὲν τὴν ἐνέργειαν κατὰ σάρκα, ἐξισῶν δὲ κατὰ πνεῦμα〉, ὅπερ ἐπήγαγε τῇ εὐαγγελικῇ φωνῇ τῇ λεγούσῃ ὅτι Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται κἀγὼ ἐργάζομαι; εἴ τις ἔχει δύναμιν πρὸς τὴν τῶν ἀνοήτων συνηγορίαν, συνιστάσθω τῷ λόγῳ καὶ λεγέτω, τί νοῶν ἐπάγει τοῖς εἰρημένοις πάλιν τὸ ὅμοιον οὑτωσὶ κατὰ τὴν λέξιν ἔχον· 〈Ὅπερ ἔχει〉, φησί, 〈τὴν ἐν δυνάμει πάλιν ἰσότητα καὶ τὴν κατὰ σάρκα τῆς ἐνεργείας διαίρεσιν, καθ᾽ ἥν, φησίν, οὐ πάντας ἐζωοποίησεν, ἀλλά τινας, οὓς ἠθέλησεν〉. ἡμεῖς γὰρ τὴν ἁπλῆν τε καὶ ἀκατάσκευον ἐξειληφότες τῆς θείας γραφῆς διάνοιαν οὕτω περὶ τῶν εἰρημένων γινώσκομεν· ὅταν τοῦ κυρίου διεξιόντος ἀκούσωμεν ὅτι Ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ καὶ Ὁ υἱὸς οὓς θέλει ζωοποιεῖ, οὐχ ὥς τινων ἀποβαλλομένων τοῦ ζωοποιοῦ θελήματος ἐκ τούτου νοοῦμεν. ἀλλ᾽ ἐπειδὴ πάντα τὰ τοῦ πατρὸς τοῦ υἱοῦ εἶναι καὶ ἠκούσαμεν καὶ πιστεύομεν, δῆλον ὅτι καὶ τὸ θέλημα τοῦ πατρὸς ὡς ἓν τῶν πάντων ἐν τῷ υἱῷ καθορῶμεν.

εἰ οὖν ἐν τῷ υἱῷ τὸ πατρικόν ἐστι θέλημα, ὁ δὲ πατήρ, καθώς φησιν ὁ ἀπόστολος, Πάντας θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, δηλαδὴ ὁ πάντα τὰ τοῦ πατρὸς κεκτημένος καὶ ὅλον ἔχων ἐν ἑαυτῷ τὸν πατέρα ὅλον ἔχει πάντως ἐν ἑαυτῷ μετὰ τῶν ἄλλων τῶν τοῦ πατρὸς ἀγαθῶν καὶ τὸ σωτήριον θέλημα. εἰ οὖν οὐκ ἀπολείπεται τοῦ τελείου θελήματος, πάντως δῆλον ὅτι οὓς ὁ πατὴρ θέλει ζωοποιηθῆναι καὶ αὐτὸς ζωοποιεῖ, οὐκ ἐλαττούμενος ἐν τῷ φιλανθρώπῳ θελήματι, καθώς φησιν ὁ Ἀπολινάριος, ὅτι τινὰς ἠθέλησεν, οὐ πάντας ζωοποιηθῆναι. οὐ γὰρ παρὰ τὴν τοῦ κυριακοῦ θελήματος αἰτίαν οἱ μὲν σῴζονται οἱ δὲ ἀπόλλυνται (ἢ οὕτω γ᾽ ἂν εἰς ἐκεῖνον ἐπανίοι ἡ τῶν ἀπολλυμένων αἰτία), ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν δεχομένων τὸν λόγον, συμβαίνει τὸ σῴζεσθαί τινας ἢ ἀπόλλυσθαι. ὁ δὲ προστίθησι ταῖς κατασκευαῖς ὅτι 〈Οὐδεὶς κατ᾽ ἐξουσίαν ἀπέθανε καὶ ἀνέστη〉. καὶ τοῦτο εἰπὼν ἐπάγει τὴν τοῦ εὐαγγελίου φωνήν, τὸ Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ποίαν ψυχήν, λογικὴν ἢ ἄλογον; εἴποιμι ἂν πρὸς τοὺς τὴν ἀνόητον ψυχὴν τῷ θεῷ συνορίζοντας. εἰ ἄλογόν φασι, κτῆνος ἐροῦσιν εἶναι περὶ τὸν Χριστὸν καὶ οὐκ ἄνθρωπον· εἰ δὲ λογικήν, τί ἄλλο παρὰ τὸν λόγον τὴν διάνοιαν οἴονται;

οὐ γὰρ φωνὴ ἄσημος ὁ λόγος ἐστίν, ἀλλὰ νοήματος κίνησις ἀρχὴ καὶ ὑπόθεσις τοῦ λόγου γίνεται. οὐκοῦν ὁ λογικὴν ψυχὴν εἰπὼν καὶ διανοητικὴν ὡμολόγησεν· εἰ δὲ διάνοια νοῦ κίνησίς ἐστι καὶ ἐνέργεια, πῶς ἂν ὁ νοῦς μὴ παρὼν ἐνεργήσειεν, εἴπερ ἀμέτοχον τοῦ νοῦ τὴν τοῦ κυρίου ψυχὴν διορίζοιτο; ὥστε εἰ ψυχὴν ἔχει ὁ κύριος, ἣν κατ᾽ ἐξουσίαν καὶ λαμβάνει καὶ ἀποτίθεται, ψυχὴν δὲ οὐ κτηνώδη καὶ ἄλογον, ἀλλὰ τοῦ ἀνθρωπίνου συγκρίματος, ὁμολογεῖται πάντως ἐν τῷ ἀνθρωπίνην προσειληφέναι καὶ διανοητικὴν εἶναι.