Δῆλον γὰρ ὅτι πάντως ἐστί τις λόγος, κἂν κρείττων ᾖ τῆς ἡμετέρας ἐπόψεως, καθ᾽ ὃν συμβαίνει τὸ μέτριον τοῦ χρόνου τούτου πρὸς τὴν διάκρισιν τῆς φωτιστικῆς οὐσίας, τῇ μεμετρημένῃ παρατάσει τοῦ χρόνου, καὶ τῷ ποσῷ τῆς κατὰ τὴν κίνησιν τοῦ πυρὸς ἐνεργείας, τῆς τῶν φώτων διαστολῆς ἐν τῇ τῶν φωστήρων ἰδιότητι διαιρεθείσης, ὥστε τὰς ἀπείρους ταύτας τῶν φώτων διαφορὰς πρὸς τὴν οἰκείαν θέσιν ἑκάστην ἀποκριθῆναι, ὑπὸ τῆς φυσικῆς ἰδιότητος ἐκεῖ ταχθείσας, ὅπου ἡ ἐγκειμένη φυσικὴ δύναμις ἑκάστην ἤγαγεν, μηδεμιᾶς ἐν τούτοις ἀταξίας, ἢ συγχύσεως γενομένης, διὰ τὸ κεκρίσθαι ἐν αὐτοῖς ἐκ θείας σοφίας, κατὰ τὴν ἐντεθεῖσαν ἑκάστῳ φυσικὴν ἰδιότητα, τὴν ἀπαράβατον τάξιν, ὥστε τὴν μὲν ἀνωτάτω χώραν ἐπισχεῖν ἐκεῖνα τὰ πάσης ἀνωφεροῦς οὐσίας ἀνωφερέστερα· καὶ ἐν ἐκείνοις, πάλιν ἢ ἐν τῷ μέσῳ ταχθῆναι, ἢ νότια γενέσθαι τινὰ, ἢ πρὸς ἄρκτια, ἢ τὴν μεταξὺ χώραν καταλαβεῖν, ἢ τὸν γαλαξίαν, ἢ τὸν ζωδιακὸν κύκλον ἀναπληρῶσαι, καὶ πάλιν ἐν τούτῳ, ἢ ταύτην ἢ τὴν ἑτέραν τοῦ ἄστρου περιγραφὴν ἀπεργάσασθαι, καὶ ἐν τῷ ἄστρῳ πάλιν, μὴ κατὰ τὸ αὐτόματον ἕκαστον τῶν ἐν τῷ σχήματι κειμένων ἄστρων, ἢ ὧδε ἢ ὧδε τὴν θέσιν ἔχειν, ἀλλὰ ἰσομερῶς ἐγκειμένη αὐτῷ ἰδιότης ἀπήγαγεν, ἐκεῖ μένειν ἐν ἀμεταθέτῳ τῇ παγιότητι, τῇ τῆς ἰδίας φύσεως δυνάμει, κατὰ τὴν τοῦ πεποιηκότος σοφίαν περικρατούμενον.