Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀπολογία εἰς τὴν Ἑξαήμερον

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή: Ο σκοπός της συγγραφής και η σχέση με το έργο του Μεγάλου Βασιλείου

Ο Γρηγόριος ανταποκρίνεται στο αίτημα του Πέτρου και διευκρινίζει ότι η πραγματεία του συμπληρώνει την ερμηνεία της Εξαημέρου του Μεγάλου Βασιλείου, προσεγγίζοντας φιλοσοφικά και κοσμολογικά ζητήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 8

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ, ΑΠΟΛΟΓΗΤΙΚΟΣ ΠΡΟΣ ΠΕΤΡΟΝ ΤΟΝ ΑΔΕΛΦΟΝ ΑΥΤΟΥ, ΠΕΡΙ ΤΗΣ ΕΞΑΗΜΕΡΟΥ. ΠΡΟΟΙΜΙΟΝ. Ταῦτα ποιεῖς. ὦ ἄνθρωπε τοῦ Θεοῦ· κατατολμᾷν ἡμᾶς τῶν ἀτολμήτων ἐγκελευόμενος, καὶ πράγμασιν ἐγχειρεῖν τοιούτοις, ὧν οὐ τὸ τυχεῖν μόνον ἐστὶν ἀμήχανον, ἀλλὰ οὐδὲ τὸ ἐγχειρῆσαι, κατά γε τὸν ἐμὸν λόγον. ἀνέγκλητον; Τῶν γὰρ κατὰ θείαν ἐπίπνοιαν ἐν τῇ κοσμογονίᾳ φιλοσοφηθέντων τῷ μεγάλῳ Μωϋσῇ, τὰ δοκοῦντα κατὰ τὴν πρόχειρον τῶν γεγραμμένων σημασίαν. ὑπεναντίως ἔχειν, ἐπέταξας ἡμῖν διά τινος ἀκολούθου διανοίας εἰς εἱρμὸν ἀγαγεῖν, καὶ συμφωνοῦσαν πρὸς ἑαυτὴν ἀποδεῖξαι τὴν ἁγίαν Γραφήν· καὶ ταῦτα μετὰ τὴν θεόπνευστον ἐκείνην τοῦ πατρὸς ἡμῶν εἰς τὸ προκείμενον θεωρίαν, ἣν οἱ ἐγνωκότες πάντες, οὐδὲν ἔλαττον τῶν αὐτῷ Μωϋσῇ πεφιλοσοφημένων θαυμάζουσιν· εὖ καὶ εἰκότως, οἶμαι, τοῦτο ποιοῦντες.

Ὃν γὰρ ἔχει λόγον πρὸς τὸν κόκκον ὁ ἄσταχυς, καὶ ἐξ ἐκείνου ὢν, κἀκεῖνο μὴ ὢν, μᾶλλον δὲ ἐκεῖνο μὲν ὢν τῇ δυνάμει, παρηλλαγμένος δὲ μεγέθει, καὶ κάλλει καὶ ποικιλίᾳ καὶ σχήματι· τὸν αὐτὸν εἴποι τις ἂν ἐπέχειν λόγον, πρὸς τὴν τοῦ μεγάλου Μωϋσέως φωνὴν, τὰ παρὰ τοῦ μεγάλου Βασιλείου διὰ φιλοπονωτέρας θεωρίας ἐξεργασθέντα νοήματα· ἃ γὰρ ἐκεῖνος εἶπεν ἐν ὀλίγοις τε καὶ εὐπεριγράπτοις τοῖς ῥήμασι, ταῦτα διὰ τῆς ὑψηλῆς φιλοσοφίας ὁ διδάσκαλος ἡμῶν αὐξήσας, οὐχὶ ἄσταχυν, ἀλλὰ δένδρον ἐποίησε κατὰ τὸν ὁμοιωθέντα τῇ βασιλείᾳ τοῦ σινάπεως κόκκον, τὸν ἐν τῇ καρδίᾳ τοῦ γεωργοῦντος ἀποδενδρούμενον, ὥστε γενέσθαι πανταχόθεν αὐτὸν ἀμφιλαφῆ τοῖς νοήμασι, καὶ διηπλωμένον ἀντὶ κλάδων τοῖς δόγμασι, καὶ τῷ σκοπῷ τῆς εὐσεβείας εἰς ὕψος ἀνατεινόμενον, ὡς καὶ τὰς ὑψηλάς τε καὶ μετεωροπόρους ψυχὰς, ἃς πετεινὰ τοῦ οὐρανοῦ τὸ Εὐαγγέλιον ὀνομάζει, δύνασθαι τῷ μεγέθει τῶν τοιούτων κλάδων ἐννοσσεύειν. Καλιὰ γάρ τις οἷόν ἐστι ψυχῆς, ἡ περὶ τὸ ζητούμενον συγκατάθεσις, τὴν ἄστατον τοῦ νοῦ πολυπραγμοσύνην, καθάπερ τινὰ πολυπλανῆ πτῆσιν, ἐφ᾽ ἑαυτῆς ἀναπαύουσα. Πῶς οὖν ἔστι τῷ τοιούτῳ καὶ τηλικούτῳ δένδρῳ τῶν λόγων, ἀντιφυτεῦσαι τὴν βραχεῖαν τῆς διανοίας ἡμῶν ἀποσπάδα;

Ἢ τοῦτο μὲν οὔτε σὺ κελεύεις, οὔτ᾽ ἂν ἐγὼ δεξαίμην ποτὲ, τὸ ἐξ ἐναντίου τῇ τοῦ πατρὸς ἡμῶν καὶ διδασκάλου φιλοπονίᾳ τὸν ἡμέτερον ἀντιτεθῆναι πόνον; Ἀλλ᾽ ὥσπερ οἱ γεωργοὶ θαυματοποιοῦσιν, καρπῶν διαφορὰν ἐν ἑνὶ φυτῷ σοφιζόμενοι· ὁ δὲ τρόπος τῆς φυτοκομίας οὗτός ἐστιν· Βραχύ τι φύλλον ἐξ ἑτέρου δένδρου μετὰ τοῦ ὑποκειμένου τῇ βάσει φλοιοῦ ἀποσύραντες, ἄλλῳ φυτῷ μείζονι, κατά τι μέρος ἓν, τομῆς τὸν φλοιὸν ἐναρμόζουσιν, ἵνα τῇ φυσικῇ τοῦ μείζονος ἰκμάδι τὸ ἐντεθὲν ἐκεῖνο πιαινόμενον, εἰς κλάδον ἀναφύηται. Οὕτω καὶ αὐτὸς τὴν ἐμὴν διάνοιαν, οἷόν τινα βραχὺν μόσχον τῇ ἰκμάδι τοῦ μεγάλου δένδρου τῇ τοῦ διδασκάλου ἡμῶν σοφίᾳ ἐνείρας, κλάδος ἐκείνου γενέσθαι πειράσομαι, ἐμφυόμενος ὡς ἔστι μοι δυνατὸν τοῖς νοήμασι, καὶ τῇ χορηγίᾳ τῆς ἐκεῖθεν ἐνδιδομένης ἡμῖν ἀφορμῆς ἐπαρδόμενος.

Οἶμαι γὰρ ἐγὼ μὴ καλῶς τινας τὸν σκοπὸν τῶν εἰς τὴν Ἑξαήμερον αὐτῷ πεπονημένων ἐπεγνωκέναι, οὗ χάριν αἰτιῶνται τὸ μήτε περὶ τοῦ ἡλίου σαφῆ παραδεδόσθαι τὴν γνῶσιν αὐτοῖς, πῶς μετὰ τρεῖς ἡμέρας ὁ φωστὴρ, οὔτ᾽ ἂν μετὰ τῶν ἄλλων ἀστέρων κατασκευάζεται, ὡς ἀδύνατον ὃν ὄρθρῳ καὶ ἑσπέρᾳ διορισθῆναι τὸ ἡμερήσιον μέτρον, εἰ μὴ πάντως ὁ ἥλιος ἐσπέραν μὲν δυόμενος, ὄρθρον δὲ ἀνατέλλων ποιήσειεν.

Ὡσαύτως δὲ καὶ τὴν τῶν δύο οὐρανῶν δημιουργίαν οὐ παραδέχονται λέγοντες, εἰ καὶ τρίτου μέμνηται οὐρανοῦ ὁ Ἀπόστολος, οὐδὲν ἧττον μένειν ἐν τῷ μέρει τούτῳ τὸ ἄπορον· διότι ἐν ἀρχῇ γεγονότος ἑνὸς οὐρανοῦ, μετὰ ταῦτα δὲ τοῦ στερεώματος, ἄλλου δὲ οὐρανοῦ, τοῦτ᾽ ἔστι δευτέρας δημιουργίας, μὴ προσγραφείσης τῷ Μωϋσῇ, ἀναπόδεικτόν ἐστι τὸ καὶ τρίτον οὐρανὸν ἐπὶ τοῖς δύο τούτοις νοεῖν, τῷ μήτε μετὰ τὸ στερέωμα γεγενῆσθαι ἄλλον, μήτε τὸν τῆς ἀρχῆς λόγον συγχωρεῖν προεπινοεῖν τι πρεσβύτερον.

Εἰ γὰρ ἐν ἀρχῇ γέγονεν οὐρανὸς, δῆλον ὅτι ἀπὸ τότε ἡ κτίσις ἤρξατο· οὐ γὰρ ἂν ἀρχὴ κατωνομάσθη ὑπὸ τοῦ λόγου, εἰ ἄλλην εἶχεν ἀρχὴν ἑαυτῆς ὑπερκειμένην· τὸ γὰρ δευτερεῦον κατὰ τὴν τάξιν οὔτ᾽ ἔστιν ἀρχὴ, οὔτε λέγεται. Ἀλλὰ μὴν καὶ τρίτου οὐρανοῦ μνήμην πεποίηται ὁ Παῦλος, ὃν ἡ δημιουργία οὐκ ἔχει. Ἄρα καὶ ἐνταῦθα ἡ τοῦ δευτέρου μνήμη τῶν ζητουμένων ἐστίν. Οἱ ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα προφέροντες. οὔ μοι δοκοῦσιν ἐπεσκέφθαι τὸν σκοπὸν τῆς τοῦ πατρὸς ἡμῶν διδασκαλίας, ὃς δήμῳ τοσούτῳ διαλεγόμενος ἐν ἐκκλησίᾳ πολυανδρούσῃ, κατάλληλον ἐξανάγκης ἐποιεῖτο τοῖς δεχομένοις τὸν λόγον. Ἐν γὰρ τοσούτοις τοῖς ἀκούουσι, πολλοὶ μὲν ἦσαν καὶ οἱ τῶν ὑψηλοτέρων ἐπαϊόντες λόγων· πολλαπλασίους δὲ οἱ τῆς λεπτοτέρας ἐξετάσεως τῶν νοημάτων οὐκ ἐφικνούμενοι, ἄνδρες ἰδιῶται καὶ βάναυσοι ταῖς ἐπιδιφρίοις ἐργασίαις προσασχολούμενοι, καὶ ὁ ἐν γυναιξὶ λαὸς τῶν τοιούτων μαθημάτων ἀγύμναστος, καὶ ἡ νεολαία τῶν παίδων, καὶ οἱ παρηλικέστεροι κατὰ τὸν χρόνον, πάντες οὗτοι τῶν τοιούτων ἐδέοντο λόγων, τῶν μετά τινος εὐλήπτου ψυχαγωγίας διὰ τῆς φαινομένης κτίσεως, καὶ τῶν ἐν ταύτῃ καλῶν πρὸς τὴν τοῦ πεποιηκότος τὰ πάντα γνῶσιν χειραγωγούντων. Ὥστε εἰ μὲν πρὸς τὸν σκοπὸν τῆς τοῦ μεγάλου διδασκάλου κρίνει τις τὰ λεγόμενα, λείπει τοῖς εἰρημένοις οὐδέν.

Οὐ γὰρ ἀγωνιστικώτερον ἐνεστήσατο λόγον πρὸς ταῖς τῶν ζητημάτων ἐνστάσεις ἐκθύμως διαπλεκόμενος, ἀλλὰ τῆς ἁπλουστέρας τῶν ῥημάτων ἐξηγήσεως ὅλος ἦν, ὥστε πρόσφορον τῇ ἁπλότητι τῶν ἀκουόντων παραθέσθαι τὸν λόγον, μετὰ τοῦ καὶ τοῖς τῶν μειζόνων ἀκροαταῖς συναναβαίνειν πως αὐτοῦ τὴν ἐξήγησιν, τὰ ποικίλα μαθήματα τῆς ἔξω φιλοσοφίας παραδεικνύουσαν.

Ὥστε παρὰ μὲν τῶν πολλῶν νοεῖσθαι, παρὰ δὲ τῶν ὑπερεχόντων θαυμάζεσθαι. Εἰ δὲ σὺ, καθάπερ ἐπὶ τοῦ Σιναΐου ὄρους καταλιπὼν κάτω τὸν πολὺν λαὸν, καὶ ὑπὲρ τοὺς ἄλλους ὑψωθεὶς τὴν διάνοιαν, συνεισελθεῖν φιλονεικεῖς τῷ μεγάλῳ Μωϋσῇ, εἰς τὸν γνόφον τῆς τῶν ἀποῤῥήτων θεωρίας, ἐν ᾧ ἐκεῖνος γενόμενος. εἶδέ τε τὰ ἀθέατα καὶ τῶν ἀλαλήτων ἔπη ἠκροάσατο, καὶ ζητεῖς γνῶναι τὴν ἀναγκαίαν τῆς κτίσεως τάξιν, πῶς τοῦ οὐρανοῦ, καὶ τῆς γῆς γεγονότων, τὸ μὲν φῶς ἀναμένει τὸ θεῖον πρόσταγμα, πρὸς τὸ γενέσθαι φῶς· τὸ δὲ σκότος καὶ ἄνευ προστάγματος ἦν.

Καὶ εἰ μηδὲν ἔδει τῷ φωτὶ πρὸς τὸ καταλαμπρύνειν τὸν ὑποκείμενον ἀέρα, καὶ νυκτὶ καὶ ἡμέρᾳ διορίζειν τὸν χρόνον, τίς ἦν χρεία τῆς τοῦ ἡλίου κατασκευῆς; καὶ εἰ καταρχὰς μετὰ τοῦ οὐρανοῦ γέγονεν ἡ γῆ, πῶς ἀκατασκεύαστον τὸ γεγενημένον ἐστί; Τὸ γὰρ κατασκευάσαι, καὶ τὸ ποιῆσαι, οὐδὲν δοκεῖ διαφέρειν κατὰ τὴν ἔννοιαν. Εἰ οὖν ταὐτό ἐστι τὸ ποιῆσαι τῷ κατασκευάσαι, πῶς τὸ πεποιημένον ἐστὶν ἀκατασκεύαστον; καὶ τὰ περὶ τῆς ὑγρᾶς οὐσίας ἐπαπορούμενα, ὡς οὐ δυνατὸν ὂν ἄνω τῆς οὐρανίου ἁψίδος ἐν τῷ σφαιροειδεῖ σχήματι τὸ ῥευστὸν ἐφιζῆσαι. Πῶς γὰρ ἐφιδρυνθείη τῷ κυρτῷ ἡ ὑγρότης, κατὰ πᾶσαν ἀνάγκην ἀπὸ τοῦ ἀεὶ κορυφουμένου τῆς σφαίρας, πρὸς τὰ ἐπικλινῆ τοῦ σχήματος τοῦ ὑγροῦ μεταῤῥέοντος; Πῶς δὲ τοῦ ὑποκειμένου ἀστατοῦντος, ἐν ἑαυτῇ ἕξει τὸ στάσιμον, ἀεὶ τῆς ἰδίας ἀπολισθαίνουσα βάσεως; Πῶς δὲ οὐ σκεδασθήσεται τῆς ὀξυτάτης τοῦ πόλου περιφορᾶς τὸ ἐφιζάνον πάντως ἀποκρουούσης; Ἀλλὰ μὴν καὶ τὸ δαπανᾶσθαι τὴν ὑγρὰν φύσιν ἀπίθανον τοῖς ἀντιλέγουσι φαίνεται. Διὰ τὸ πάντοτε ἐν ἴσῳ τῷ μέτρῳ τὰ τῶν ὑδάτων ὁρᾶσθαι συστήματα, ἐν πηγαῖς τε καὶ ποταμοῖς, καὶ λίμναις, πλὴν εἴ τινες τῶν πηγῶν ἐπιπολαίαν ἔχουσαι τὴν τοῦ ὕδατος χορηγίαν, καὶ διαπηδήσεως ὄμβρων ἢ χιόνων πηγάζουσιν αἳ χειμάῤῥου τρόπον τῇ ἄνωθεν ἐπιῤῥοῇ συναπολήγουσί τε καὶ συναύξονται.

Ἐφ᾽ ὧν δὲ ἀένναον προχεῖται τὸ ῥεῖθρον, μηδεμιᾶς ἐλαττώσεως ἢ αὐξήσεως γενομένης, ἀναγκαίως τὸ μηδὲν ἀναλίσκεσθαι τῆς ὑγρᾶς οὐσίας ὁμολογεῖται. Οὐ γὰρ ἐνδέχεται τὸ δαπανώμενον ἐν τῷ ἴσῳ μέτρῳ πρὸς τὸ διηνεκὲς διαμένειν· ἀλλ᾽ οὐδὲ τὸ πῦρ, εἴπερ τῷ ὄντι δαπανητικὸν τοῦ ὕδατος ἦν, ἔμενεν ἂν ἐπὶ τοῦ ἰδίου μέτρου ἄναυξές τε καὶ ἄτροφον. Οὐ γάρ ἐστι δυνατὸν τῇ δαπανωμένῃ ὕλῃ τοῦ πυρὸς μὴ συναύξεσθαι φύσιν.

Εἰ οὖν ταῦτα σὺ καὶ τὰ τοιαῦτα πολυπραγμονῶν, ὁ πᾶσι τοῖς ὑψηλοῖς ἐπεκτεινόμενος, καὶ τὰ ἐν τῷ ζόφῳ τῆς τοῦ Μωϋσέως ὀπτασίας κείμενα, αὐτός τε ἰδεῖν τῇ φρονήσει σου, μὴ πρὸς ἄλλον βλέπειν, ἀλλὰ πρὸς τὴν ἐν σοὶ χάριν, καὶ τῷ πνεύματι τῆς ἀποκαλύψεως τῷ διὰ τῶν προσευχῶν σοι φανερουμένῳ, τὰ θεῖα βάθη διερευνᾶσθαι. Ἐπεὶ δὲ χρὴ κατὰ τὸν ἀποστολικὸν νόμον εἴκειν ἀλλήλοις δι᾽ ἀγάπης ἡμᾶς· ἴδιον δὲ τῆς ἐπαινετῆς δουλείας ἐστὶ, τὸ εἰς ἔργον ἀγαγεῖν τὰ ἐπιτάγματα, διὰ βραχέων ὡς ἔστι δυνατὸν, τὴν περὶ τούτων ὑπόληψιν ἐκκαλύψαι πειράσομαι, τῇ σῇ προσευχῇ συμμάχῳ πρὸς τὸν λόγον χρώμενος.

Τοῦτο δέ μοι πρὸ τῆς ἐγχειρήσεως διαμεμαρτυρήσθω, τὸ μηδὲν ἡμᾶς ἀντιδογματίζειν τῷ ἁγίῳ Βασιλείῳ, περὶ τῶν κατὰ τὴν κοσμογονίαν αὐτῷ φιλοσοφηθέντων, μηδ᾽ ἂν πρὸς ἑτέραν ἐξήγησιν ἔκ τινος ἀκολουθίας ὁ λόγος ἔλθῃ· ἀλλ᾽ ἐκεῖνα μὲν κεκρατήσθω, καὶ μόνης τῆς θεοπνεύστου Διαθήκης τὰ δευτερεῖα φερέσθω· τὰ δὲ ἡμέτερα ὡς ἐν γυμνασίῳ τινὶ σχολαστικῶς ἐπιχειρούμενα τοῖς ἐντυγχάνουσι προκείσθω, μηδεμιᾶς μηδενὶ διὰ τούτων βλάβης προσγινομένης, εἴ τι παρὰ τὴν κοινὴν ὑπόληψιν ἐν τοῖς λεγομένοις εὑρίσκοιτο. Οὐ γὰρ δόγμα τὸν λόγον ποιούμεθα, ὥστε ἀφορμὴν δοῦναι τοῖς διαβάλλουσιν· ἀλλ᾽ ὁμολογοῦμεν ἐγγυμνάζειν μόνον ἑαυτῶν τὴν διάνοιαν, τοῖς προκειμένοις νοήμασιν, οὐ διδασκαλίαν ἐξηγητικὴν τοῖς ἐφεξῆς ἀποτίθεσθαι. Τὸ μὲν οὖν συμπλέκεσθαι πρὸς τὰς ἐνστάσεις τὰς ἀπὸ τῆς ἁγίας Γραφῆς ἡμῖν προτεινομένας, καὶ ἐκ τῶν περὶ πόδα παρὰ τοῦ διδασκάλου ἡμῶν ἑρμηνευθέντων, ὅσα δοκεῖ μὴ συμβαίνειν ταῖς κοιναῖς ὑπολήψεσι, μηδεὶς ἀπαιτείτω τὸν ἐμὸν λόγον.