Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀπολογία εἰς τὴν Ἑξαήμερον

Γρηγόριος ὁ Νύσσης

Η φύση του φωτός, η ακατασκεύαστη γη και η σύσταση του στερεώματος

Ερμηνεύεται η φυσική κίνηση του πυρός που προκαλεί την εναλλαγή ημέρας και νύχτας. Προσεγγίζεται η αρχική άμορφη κατάσταση της γης και αναλύεται η οντολογική φύση του στερεώματος ως μεθορίου της αισθητής κτίσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 8

Τῆς γὰρ φωτιστικῆς οὐσίας τῆς τῷ παντὶ κατεσπαρμένης, πρὸς τὸ συγγενὲς συνδραμούσης, καὶ πάσης περὶ ἑαυτὴν ἀθροισθείσης, ἀναγκαίως τὰ ἐπιπροσθούμενα τῇ λοιπῇ τῶν στοιχείων ὕλῃ κατεσκιάζετο, καὶ τὸ ἀποσκίασμα, σκότος ἦν. Τοῦτο τοίνυν τὸ ἀκολούθως γενόμενον, ὡς ἂν μή τις ἀνάγοι πρὸς αὐτόματόν τινα συντυχίαν, Θεοῦ φησιν ἔργον ὁ Μωϋσῆς, τοῦ τὴν δύναμιν ταύτην ἐναποθεμένου τοῖς γενομένοις· ἀλλὰ μὴν τὸ ὀξεῖάν τε καὶ ἀνωφερῆ καὶ ἀεικίνητον τοῦ πυρὸς εἶναι τὴν φύσιν, παντὶ δῆλον ἐκ τῶν φαινομένων ἐστίν· ἃ δὲ διὰ τῆς ἀρχῆς ταύτης ἐκ τοῦ ἀκολούθου νοεῖν ὑποτίθεται ὁ λόγος, ἱστορικῶς παρὰ τοῦ Μωϋσέως ἐν διηγήματος εἴδει συγκαταγέγραπται, τὸ, «Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ.» Τίς γὰρ οὐκ οἶδεν ὅτι διχῆ τῆς κτίσεως νοουμένης, εἰς τε τὸ νοητὸν καὶ αἰσθητὸν, ἡ πᾶσα σπουδὴ τῷ νομοθέτῃ νῦν ἐστιν, οὐ τὰ νοητὰ ἐξηγήσασθαι, ἀλλὰ ὑποδεῖξαι διὰ τῶν φαινομένων ἡμῖν τὴν ἐν τοῖς αἰσθητοῖς διακόσμησιν;

Ἐπεὶ οὖν τὸ πῦρ ὁμοῦ τὸ συστῆναι τὸ πᾶν, τῶν ἑτεροφυῶν στοιχείων ἐκτοξευθὲν, καθάπερ τι βέλος, ἐν τῷ ἀνωφερεῖ καὶ κούφῳ τῆς κατὰ φύσιν κινήσεως τοῦ παντὸς προεξήλατο· καὶ ἴσῳ νοήματι τὴν αἰσθητὴν οὐσίαν διαπερᾶσαν, οὐκ ἔσχε προσαγαγεῖν ἐπ᾽ εὐθείας τὴν κίνησιν, τῆς νοητῆς κτίσεως ἀκοινωνήτως πρὸς τὴν τῶν αἰσθητῶν ἐπιμιξίαν ἐχούσης, αἰσθητὸν δὲ τὸ πῦρ· τούτου χάριν ἐν τοῖς ἄκροις τῆς κτίσεως ὄροις τὸ πῦρ γενόμενον, ἀναγκαίως κυκλοειδῆ ποιεῖται τὴν κίνησιν, πρὸς μὲν τὸ πᾶν φέρεσθαι ὑπὸ τῆς ἐγκειμένης τῇ φύσει δυνάμεως συνελαυνόμενον, τῆς δὲ κατ᾽ εὐθείας φορᾶς χώραν οὐκ ἐχούσης· πᾶσα γὰρ ἡ αἰσθητὴ κτίσις, ἰδίοις ὄροις περιέχεται· τῷ ἄκρῳ πέρατι τῆς αἰσθητῆς φύσεως ἐνδιοδεύει, ἐν οἷς εὐοδοῦται κινούμενον, τῆς νοητῆς φύσεως, καθὼς φθάσαντες εἴπομεν, οὐ παραδεχομένης ἐν ἑαυτῇ τοῦ πυρὸς τὸν δρόμον.

Διὰ τοῦτο ὁ Μωϋσῆς ἐπακολουθήσας διὰ τῆς διανοίας τῇ τοῦ πυρὸς κινήσει, μὴ τοῖς αὐτοῖς μέρεσιν ἐπιμεμενηκέναι φησὶ τὸ γενόμενον φῶς, ἀλλ᾽ ἐκπεριεχόμενον τὴν παχυτέραν τῶν ὄντων ὑπόστασιν, ἐν τῷ σφοδρῷ τῆς κινήσεως ἀντιμετάγειν διὰ τῆς περιόδου, τοῖς τε ἀφωτίστοις τὸ φέγγος, καὶ τοῖς πεφωτισμένοις τὸν ζόφον, Ἴσως δὲ κατὰ τὰ χρονικὰ διαστήματα τῆς τοιαύτης διαδοχῆς περὶ τὴν κάτω χώραν γινομένης, τοῦ φωτός φημι καὶ τοῦ σκότους· πάλιν τῷ Θεῷ τὴν ὀνοματοποιίαν ἡμέρας τε καὶ νυκτὸς ὁ Μωϋσῆς ἀνατίθησιν, οὐδὲν τῶν κατὰ τὸ ἀκόλουθον γεγενημένων αὐτομάτως, ἢ ἀφ᾽ ἑτέρου τινὸς ἐσχηκέναι τὴν ἀρχὴν ἐννοεῖν ἐπιτρέπων. Διὰ τοῦτο φησίν· «Ὁ Θεὸς ἐκάλεσε τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα.» Τῆς γὰρ φωτιστικῆς δυνάμεως ἀτρεμεῖν ἐκ φύσεως ἀδυνατούσης, ὅτε τῷ ἄνω μέρει τοῦ κύκλου διεξῆλθε τὸ φέγγος, καὶ πρὸς τὸ ὑποκείμενον ἦν ἡ φορὰ, ἐξ ἀνάγκης τῇ ὑποδρομῇ τοῦ πυρὸς τὸ ὑπερκείμενον ἀπεσκιάσθη, τῆς παχυτέρας, ὡς εἰκὸς, φύσεως τὴν αὐγὴν ἐπιπροσθούσης.

Τὴν οὖν τοῦ φωτὸς ὑποχώρησιν, ἐσπέραν ὠνόμασεν. Καὶ πάλιν ἐκπεριδραμόντος τοῦ πυρὸς τὸν ὑποκείμενον κύκλον, καὶ τοῖς ἄνω τὴν αὐγὴν ἐπαναγαγόντος, πρωΐαν τὸ γινόμενον προσηγόρευσεν, οὕτως ὀνομάσας τὸν ὄρθρον. Μικρὸν δὲ τὸν λόγον ἐπαναλάβωμεν, ὡς ἂν καὶ τὰ παραθέντα τῆς θείας Γραφῆς, πρὸς τὸν εἱρμὸν τῆς ἀποδοθείσης θεωρίας ἡμῖν συνεργήσειεν.

Εἶπε γὰρ ἐν πρώτοις ὁ τῆς κοσμογενεΐας λόγος, ὅτι «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τοῦτο δὲ ἡμεῖς ὑπελάβομεν, ὅτι ἀθρόον τῆς τῶν ὄντων συστάσεως ὁ λόγος παρίστησιν, ἐκ τοῦ περιέχοντος καὶ τὸ ἐντὸς ἐνδεικνύμενος. Τοῖς γὰρ ἄκροις καὶ τὰ μέσα πάντως ἐμπεριέχεται. Ἄκρα δὲ ὡς πρὸς τὴν ἀνθρωπίνην αἴσθησιν, οὐρανός ἐστι καὶ γῆ.

Διότι τούτοις ἑκατέρωθεν ἡ τῶν ἀνθρώπων ὄψις ὁρίζεται. Ὥσπερ τοίνυν ὁ εἰπὼν ὅτι Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ μέσα τῇ περιοχῇ τῶν περάτων συμπεριέλαβεν· οὕτω καὶ ὁ Μωϋσῆς τῆς ὑλικῆς τοῦ παντὸς κόσμου καταβολῆς τὴν ἔνδειξιν διὰ τῶν περάτων πεποίηται· συνεργεῖν δέ φαμεν πρὸς τὴν τοιαύτην ὑπόληψιν, τὰ διὰ μέσου ῥήματα.

Γέγραπται γὰρ, ὅτι «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· »ὡς ἐκ τούτου δῆλον εἶναι, ὅτι τῇ μὲν δυνάμει τὰ πάντα ἦν ἐν πρώτῃ τοῦ Θεοῦ περὶ τὴν κτίσιν ὁρμῇ, οἱονεὶ σπερματικῆς τινος δυνάμεως πρὸς τὴν τοῦ παντὸς γένεσιν καταβληθείσης, ἐνεργεία δὲ τὰ καθ᾽ ἕκαστον οὔπω ἦν. Ἡ γὰρ γῆ, φησὶν, ἦν ἀόρατος, καὶ ἀκατασκεύαστος. Ὅπερ ἶσόν ἐστι τῷ λέγειν, ὅτι ἦν, καὶ οὐκ ἦν, Οὐ γάρ που συνδεδραμήκεισαν περὶ αὐτὴν αἱ ποιότητες· ἀπόδειξις δὲ τῆς διανοίας ταύτης, ὅτι ἀόρατον αὐτὴν ὁ λόγος εἶναι φησίν. Τὸ γὰρ ἀόρατον, χρῶμα οὐκ ἐστι· τὸ δὲ χρῶμα, οἷόν τις ἀποῤῥοὴ τοῦ κατὰ τὴν ἐπιφάνειαν σχήματος γίνεται, τὸ δὲ σχῆμα οὐκ ἄνευ σώματος.

Εἰ οὖν ἀόρατον ἦν, καὶ ἀχρωμάτιστον πάντως. Τούτῳ δὲ συνθεωρεῖται τὸ ἀσχημάτιστον· ἐκείνῳ δὲ τὸ ἀσώματον· οὐκοῦν ἐν τῷ ἀθρόῳ τῆς τοῦ κόσμου καταβολῆς, ἦν μὲν ἐν τοῖς οὖσιν ἡ γῆ, ὡς καὶ τὰ ἄλλα πάντα. Ἀνέμεινε δὲ τὸ διὰ τῆς τῶν ποιοτήτων κατασκευῆς. ὅπερ ἐστὶ γενέσθαι. Διὰ γὰρ τοῦ ἀόρατον αὐτὴν εἰπεῖν εἶναι, τὸ μηδὲ ἄλλην τινὰ ποιότητα θεωρεῖσθαι περὶ αὐτὴν ὁ λόγος ἐνδείκνυται. Καὶ διὰ τοῦ ἀκατασκεύαστον ὀνομάσαι, νοεῖν δίδωσι τὸ μήπω αὐτὴν πεπυκνῶσθαι ταῖς σωματικαῖς ἰδιότησιν.

Φανερώτερον δὲ διὰ τῆς Συμμάχου καὶ Θεοδοτίωνος καὶ Ἀκύλα γραφῆς ἡ τοιαύτη διάνοια σαφηνίζεται· τοῦ μὲν εἰπόντος· «Ἡ δὲ γῆ ἦν ἀργὸν καὶ ἀδιάκριτον·» τοῦ δὲ ἑτέρου, «Κένωμα καὶ οὐθέν·» τοῦ δὲ ἄλλου. «Οὐθὲν καὶ οὐθέν.» Δηλοῦται γὰρ διὰ τούτων, κατὰ τὸν ἐμὸν λόγον, διὰ μὲν τοῦ ἀργοῦ, ὅτι ἐνεργείᾳ μὲν οὔπω ἦν· ἐν μόνῃ δὲ τῇ δυνάμει τὸ εἶναι εἶχε· διὰ δὲ τοῦ ἀδιακρίτου, τὸ μηδέπω ἀποστῆναι ἀπ᾽ ἀλλήλων καὶ ἐφ᾽ ἑαυτῆς ἰδιαζόντως ἑκάστην τῶν ποιοτήτων γνωρίζεσθαι, ἀλλ᾽ ἐν συγκεχυμένῃ τινὶ καὶ ἀδιακρίτῳ ποιότητι τὸ πᾶν καθορᾶσθαι, μὴ χρώματος, μὴ σχήματος, μὴ ὄγκου, μὴ βάρους, μὴ πηλικότητος, μὴ ἄλλου τινὸς τῶν τοιούτων ἐφ᾽ ἑαυτοῦ κατὰ τὸν ἴδιον λόγον ἐν τῷ ὑποκειμένῳ θεωρουμένου. Τὴν δὲ αὐτὴν διάνοιαν ἐνδείκνυται ἡμῖν, καὶ τὸ κένωμα καὶ οὐθέν. Τὴν γὰρ χωρητικὴν τῶν ποιοτήτων δύναμιν, τῇ τοῦ κενώματος φωνῇ παρεδήλωσεν· ὥστε διὰ τούτου μαθεῖν, ὅτι δεκτικὴν δύναμιν τῶν ποιοτήτων ὁ τοῦ παντὸς κτίστης προκατεβάλλετο· κενὴ δέ τις ἦν αὕτη καὶ ἐν ἑαυτῇ εἶχεν οὐθὲν, πρὶν συμπληρωθῆναι αὐτὴν ταῖς ποιότησι.

Τὸν δὲ τρίτον λόγον, ὡς ἐκ τῆς Ἐπικούρου φιλοσοφίας παρευρεθέντα, καταλιπεῖν οἶμαι ἀθεώρητον. Ὅμοιον γάρ τι κἀκεῖνός φησι περὶ τῆς πρώτης τῶν ὄντων ἀρχῆς, κενόφωνον δὲ καὶ μηδὲν τὴν ἀνυπόστατον τῶν ἀτόμων φύσιν διὰ τῶν τοιούτων φωνῶν ἐνδεικνύμενος, ὅπερ ὅμοιόν ἐστι τῷ οὐδὲν, καὶ οὐθέν.

Ἀλλ᾽ ἐπὶ τὰ συνεχῆ τῆς θεωρίας πάλιν προΐωμεν, πῶς εἰσάπαξ τοῦ πυρὸς τὸν ἀκρότατον τῆς αἰσθητῆς φύσεως ὄρον περιοδεύσαντος, ἀκολούθως τὸ στερέωμα γίνεται· ὅπερ μεθόριόν φησιν εἶναι τῶν τε ὑπερκειμένων καὶ τῶν ὑποκειμένων ὑδάτων. Ἐγὼ γὰρ οἶμαι σῶμα μέν τοι στεῤῥὸν καὶ ἀντίτυπον, εἴ τέ τι τῶν τεσσάρων, εἴ τέ τι καὶ παρὰ ταῦτα ἕτερον, καθὼς ἡ ἔξωθεν ἐφαντάσθη φιλοσοφία, μηδὲν περὶ τὸ στερέωμα θεωρεῖσθαι, ἀλλὰ τὸ ἄκρον τῆς αἰσθητῆς οὐσίας, ὅπερ ἡ τοῦ πυρὸς φύσις κατὰ τὴν ἀεικίνητον δύναμιν περιπολεῖ, τοῦτο στερέωμα παρὰ τῆς Γραφῆς ῥηθῆναι, συγκρίσει τῆς ἀϊδίου τε καὶ ἀσωμάτου καὶ ἀναφοῦς ἰδιότητος. Τίς γὰρ οὐκ οἶδεν ὅτι πᾶν τὸ στεῤῥὸν διά τινος πάντως ἀντιτυπίας πεπύκνωται;

Τὸ δὲ πυκνὸν καὶ ἀντίτυπον, οὐ καθαρεύει τῆς κατὰ τὸ βάρος ποιότητος· τὸ δὲ βαρὺ κατὰ τὴν φύσιν, ἀνωφερὲς εἶναι οὐ δύναται. Ἀλλὰ μὴν πάσης ὑπέρκειται τῆς αἰσθητῆς κτίσεως τὸ στερέωμα, οὐκ ἄρα παχύ τι καὶ σωματῶδες περὶ αὐτὸ νοεῖν ἡ ἀκολουθία τοῦ λόγου δίδωσιν, ἀλλὰ καθὼς εἴρηται, τῇ πρὸς τὸ νοητόν τε καὶ ἀσώματον παραθέσει, πᾶν ὅσον τοῦ αἰσθητοῦ γένους ἐστὶ, στεῤῥὸν λέγεται, κἂν τῇ φυσικῇ λεπτότητι διαφεύγει τὴν κατανόησιν. Οὐκοῦν ἀκολούθως ὅσον τῇ περιόδῳ τοῦ πυρὸς διελήφθη· διελήφθη δὲ τὸ πέρας τῆς ὑλικῆς οὐσίας· τῷ ἅπαξ ἰδίῳ τινὶ ὅρῳ περιγραφὲν, στερέωμα μὲν διὰ τὴν ὑλικὴν φύσιν τῇ συγκρίσει τῶν ὑποκειμένων προσηγορεύθη. Οὐρανὸς δὲ ἔσχε τὸ ὄνομα, ὥσπερ καὶ τῷ φωτὶ ὄνομα τὴν ἡμέραν ἔθετο, καὶ τῷ σκότει τὴν νύκτα. Ἡ δὲ τῶν ὑδάτων διάκρισις ἡ κεχωρισμένη τῇ μεσιτείᾳ τοῦ στερεώματος, οὔτε τῆς ὑπολήψεως ἀλλοτριοῦται ταύτης, καὶ πρὸς τὴν Γραφὴν ἀκολούθως ἔχει. Γέγραπται γὰρ ἐν τῇ ἀκολουθίᾳ τῶν εἰρημένων μετὰ τὸ περὶ τῆς γῆς εἰπεῖν· ὅτι «Σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος.» Στοχαζόμεθα τοίνυν ὅτι τὸ πνεῦμα τοῦ Θεοῦ τοσοῦτον ἀπέχει τοῦ σκότους εἶναι, ὅσον καὶ παντὸς κακοῦ ἀλλοτρίως ἔχει. Καὶ μυρίας ἔστι περὶ τούτου τῆς ἁγίας Γραφῆς παραθέσθαι φωνὰς, ὅτι καὶ φῶς ἐστιν ἀληθινὸν ὁ Θεὸς, καὶ οἰκεῖ ἀπρόσιτον φῶς.