Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀπολογία εἰς τὴν Ἑξαήμερον

Γρηγόριος ὁ Νύσσης

Η δημιουργία του αέρος, η συγκέντρωση των υδάτων και η αρμονία των στοιχείων

Αιτιολόγηση της παρασιώπησης της δημιουργίας του αέρος από τη Γραφή, ανάλυση του διαχωρισμού ξηράς και θάλασσας, και απόρριψη της θεωρίας της αλληλοκαταναλώσεως των στοιχείων προς χάριν της διατήρησης της φυσικής αρμονίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 8

Τὰ μὲν οὖν περὶ τῆς πρώτης τῶν ὄντων συστάσεως ἡμῖν ὑπονοηθέντα, καὶ πῶς ἐν τῇ δυνάμει τῆς οὐσίας οὐ δευτερεύει τὸ φῶς τῶν ὄντων, κἂν ἡ Γραφὴ πρὸ τοῦ φωτὸς ἱστορεῖσθαι τὸ σκότος λέγει, καὶ ὅσα περὶ τοῦ στερεώματος στοχαστικῶς ἐνενοήσαμεν, καὶ περὶ τῆς τῶν ὑδάτων διαφορᾶς, ὧν ἡ φύσις πρὸς τὸ κατωφερές τε καὶ κοῦφον μεμερισμένη, τὰς καταλλήλους ἡμῖν περὶ ἑκατέρου τῶν ὁμωνύμως λεγομένων ὑπονοίας ἐντίθησι, ταῦτα καὶ τὰ τοιαῦτα ἐστίν.

Ἐπειδὴ δὲ διεκρίθη μὲν ἀπ᾽ ἀλλήλων τὰ ὕδατα, τά τε ὁρώμενα καὶ τὰ νοούμενα, καὶ μέσος ὅρος ἀπεδείχθη τῆς διπλῆς τῶν ὑδάτων φύσεως ὁ οὐρανὸς, ὁ ἐν ἀρχῇ μὲν γεγενῆσθαι μετὰ τῆς γῆς καὶ πάντων τῶν πρὸς τὴν κατασκευὴν τοῦ κόσμου καταβληθέντων λεγόμενος, νυνὶ δὲ τελειωθείς τε καὶ ὀνομασθεὶς ἐν τῇ ἀναδείξει τοῦ στερεώματος τοῦ διὰ τῆς περιδρομῆς τοῦ πυρὸς ὁρισθέντος, καὶ ἡ δευτέρα τοῦ φωτὸς κυκλοφορία, πάλιν τὸ ὑποκείμενον ἀνὰ μέρος ἐπεσκότισέ τε καὶ ἐφώτισεν. Ὅπερ καὶ ὠνομάσθη κατὰ τὴν προλαβοῦσαν ἀκολουθίαν, καὶ τοῦτο ἡμέρα. Ἀναγκαίως δὲ καὶ ἀκολούθως καὶ ἡ τοῦ ἀριθμοῦ φύσις συνεισῆλθε τῇ κτίσει. Οὐδὲν γὰρ ἕτερόν ἐστιν ἀριθμὸς, εἰ μὴ μονάδων σύνθεσις. Πᾶν δὲ τὸ διωρισμένῃ τινὶ περιγραφῇ θεωρούμενον, μονὰς ὀνομάζεται.

Ἐπεὶ οὖν πανταχόθεν ὁ κύκλος ἀνελλειπής ἐστιν ἐν ἑαυτῷ ὁριζόμενος· καλῶς ὁ λόγος ἕν τι ὠνόμασε τὴν μίαν τοῦ κύκλου περίοδον, εἰπών· «Ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία·» καὶ πάλιν τὴν ἄλλην ὡσαύτως ἕν. Συνθεὶς δὲ ἀμφότερα, δύο ἐποίησε. Καὶ οὕτως ὁ λόγος τὴν τοῦ ἀριθμοῦ γένεσιν τοῖς μορίοις συνήγαγε τῆς κτίσεως, τὴν ἀκολουθίαν τῆς τάξεως τοῖς ὀνόμασι τοῦ ἀριθμοῦ σημειούμενος. «Ἐγένετο» γὰρ, φησὶν, «ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα δευτέρα.» Ἐπεὶ οὖν ταῦτα ἐγένετο, πάλιν ἡ φύσις τῶν ὄντων δι᾽ ἀκολούθου βαδίζουσα, τὸ ἀναγκαίως τοῖς προγεγονόσιν ἑπόμενον ἐξεργάζεται· προηγεῖται δὲ καὶ τούτου τοῦ ἔργου θεῖον ἐπίταγμα, πανταχοῦ τοῦ Μωϋσέως ἀσφαλιζομένου ἡμῶν τὴν διάνοιαν τοῦ μηδὲν ἀθεεί τι τῶν ὄντων συστῆναι, ὡς ἂν τὸ περὶ ἑκάστου τῶν γεγονότων θαῦμα, εἰς τὸν πεποιηκότα τὴν ἀναφορὰν ἔχοι. Πάσης γὰρ τῆς φωτιστικῆς τε καὶ πυρώδους οὐσίας ταῖς ἰδίαις ποιότησι τῶν ἄλλων ἀποκριθείσης, ἡ μὲν τοῦ ἀέρος κατασκευὴ σιωπᾶται, καί τοι καὶ τοῦτο ἐν δευτέροις εἰκὸς ἦν μετὰ τὴν τοῦ πυρὸς ἀναδρομὴν φυσιολογῆσαι· διότι συγγένειά τίς ἐστιν αὐτῷ κατὰ τὸ κοῦφον, πρὸς τὴν τῷ πυρὶ ἐνθεωρουμένην κουφότητα· εἶθ᾽ οὕτως περὶ τῆς βαρείας διηγήσασθαι φύσεως.

Ὁ δὲ Μωϋσῆς τὰ μὲν περὶ ταύτης λέγει· τὸν δὲ ἀέρα τῷ λόγῳ παρίησιν, οὐχ ὡς μηδὲν συνεισφέροντα πρὸς τὴν τοῦ κόσμου παντὸς συμπλήρωσιν, οὐδὲ ὡς ἀποκεκριμένον τῆς τῶν στοιχείων δυνάμεως, ἀλλὰ τάχα ὅτι τῷ μαλακῷ τε καὶ εὐείκτῳ τῆς φύσεως ἑκάστου τῶν ὄντων δεκτικός ἐστιν ὁ ἀὴρ, ἐν ἑαυτῷ δεικνύων τὰ ὄντα, οὐ χρῶμα ἴδιον ἔχων, οὐ σχῆμα, οὐκ ἐπιφάνειαν, ἀλλὰ τοῖς ἀλλοτρίοις χρώμασί τε καὶ σχήμασι περιμορφοῦται.

Λαμπρός τε γὰρ γίνεται τῇ τοῦ φωτὸς ἐλλάμψει, καὶ πάλιν μελαίνεται σκιαζόμενος· αὐτὸς δὲ καθ᾽ ἑαυτὸν οὔτε λαμπρὸς οὔτε μέλας ἐστί; παντὶ δὲ σχήματι περιφύεται, καὶ ὑπὸ πάσης χρωμάτων ἰδέας καταχρώννυται, καὶ πρὸς πᾶσαν κίνησιν τῶν ἐν αὐτῷ φερομένων ἐπιτηδείως ἔχει. Ἀπόνως τε γὰρ ὑποχωρεῖ πρὸς τὸ φερόμενον ἑκατέρωθεν, καὶ αὐτομάτως τῷ ὄγκῳ τοῦ κινουμένου περισχιζόμενος ἔνθεν καὶ ἔνθεν, εἰς τὸ κατόπιν ἀντικαθίσταται. Ἀλλὰ καὶ τὸ ὑγρὸν τοῦ ἀμφορέως προχέοντος, ὅτι περ ἂν ἐν ἑαυτῷ τύχῃ, τότε προχεομένῳ διίσταται, καὶ ἀντεισέρχεται αὐτομάτως ἐπὶ τὰ ἐντὸς τοῦ ἀγγείου πρὸς τὸ κενούμενον· καὶ μυρία τοιαῦτα τὸ μαλακόν τε καὶ εὔεικτον τῆς τοῦ ἀέρος δείκνυσι φύσεως.

Ἐπεὶ οὖν ἐν τούτῳ ἐστὶν ἡ τῶν ἀνθρώπων ζωὴ, καὶ πᾶσα σχεδὸν ἡ τοῦ ζῇν δύναμις, καὶ ἡ τῶν αἰσθητηρίων ἐνέργεια ἐν τῷ ἀέρι τὴν ἰσχὺν ἔχει· βλέπομέν τε γὰρ δι᾽ αὐτοῦ καὶ ἀκούομεν, καὶ τῶν ὁσφρητῶν τὴν ἀντίληψιν ὡσαύτως δι᾽ αὐτοῦ ποιούμεθα, τῇ τοῦ πνεύματος ὁλκῇ τὸ κυριώτατον τῶν κατὰ τὴν ζωὴν ἐνεργουμένων ἐστίν· ὁ γὰρ τοῦ ἀνὰ παυσάμενος, καὶ τοῦ ζῇν πάντως ἐπαύσατο· τούτου χάριν ὁ σοφὸς Μωϋσῆς ἀφυσιολόγητον εἴασε τὸ σύντροφόν τε καὶ ὁμόφυλον ἡμῖν στοιχεῖον, ᾧ ἀπὸ γεννήσεως εὐθὺς ἐντρεφόμεθα· ἀρκοῦσαν ἡγούμενος τοῦ μέρους τούτου διδάσκαλον, τὴν ἔμφυτόν τε καὶ συγγενῆ τῆς φύσεως ἡμῶν πρὸς τὸν ἀέρα σχέσιν· τὰ δὲ ἐν αὐτῷ κατὰ τὴν κτίσιν φαινόμενα, ὅπως τὰ καθ᾽ ἕκαστον ἔσχε, τῷ λόγῳ διέξεισι.

Παρελθούσης γὰρ τῆς δευτέρας ἡμέρας, πάλιν ἡ σοφή τε καὶ παναρμόνιος τῶν γινομένων τάξις ἡ τὸ ὕδωρ τῆς γῆς ἀποκρίνουσα, Θεοῦ φωνὴ καὶ πρόσταγμα λέγεται· ἀληθῶς γὰρ πᾶν τὸ ἐν σοφίᾳ γινόμενον, Θεοῦ λόγος ἐστὶν, οὐκ ὀργάνοις τισὶ φωνητικοῖς διαρθρούμενος, ἀλλὰ δι᾽ αὐτῶν ἐκφωνούμενος τῶν ἐν τοῖς φαινομένοις θαυμάτων. Ἔτι γὰρ συμπεφυρμένης πρὸς τὴν ὑγρὰν φύσιν τῆς γεώδους ποιότητος, τίνος ἦν ἑτέρου, τὴν μὲν γῆν ταῖς ἰδίαις καταπυκνῶσαι ποιότησιν, ὥστε πάντων αὐτῆς τῶν μορίων πρὸς τὰ ὁμοφυῆ συμπιεσθέντων, ἐν τῷ ναστῷ τε καὶ πεπιλημένῳ ἀποθλῖψαι ἀπ᾽ αὐτῆς τὴν ἐγκειμένην ὑγρότητα· τὸ δὲ ὕδωρ διακρίνεται τῆς πρὸς τὴν γῆν ἐπιμιξίας, καὶ περὶ ἑαυτὸ συναγείρεται ταῖς κοιλότησι τῆς γῆς ἐγκρατούμενον; ἐπεὶ οὖν θείας ὡς ἀληθῶς δυνάμεώς τε καὶ σοφίας τὸ τοιοῦτόν ἐστιν.

Τούτου χάριν ὁ Μωϋσῆς λόγον Θεοῦ φησι τοῦ θαύματος καθηγήσασθαι, προστακτικήν τινα ῥῆσιν διεξοδεύοντα, ὡς δὲ ἐγὼ περὶ τούτου κρίνω, τὸν ἐγκείμενον τῇ φύσει τῆς κτίσεως λόγον, διὰ τῆς ἐξοδικῆς ταύτης ἐνδείκνυται ῥήσεως. «Εἶπε» γὰρ, φησὶν, «ὁ Θεὸς, Συναχθήτω τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὀφθήτω ἡ ξηρά.» Ὁρᾷς τὴν ἀναγκαίαν τάξιν τῆς φύσεως, πῶς τῆς γῆς ἀφελκυσθέντος τοῦ ὕδατος ξηραίνεται τὸ ἀποκριθὲν τῆς ὑγρότητος, καὶ πῶς μηκέτι πηλοειδῶς ἀνακεκραμένης πρὸς τὴν γῆν τῆς ὑγρότητος, ἀναγκαίως δοχείοις τισὶ τὸ ὕδωρ περιστοιχίζεται· ὡς ἂν μὴ τῷ ῥευστῷ τῆς φύσεως εἰς ἀφανισμὸν ἔλθοι, μηδενὸς τὴν διάχυσιν αὐτοῦ περισφίγγοντος. Ἀλλά μοι δοκεῖ μὴ ἄκαιρον εἶναι πάλιν τῶν ὑπερουρανίων ὑδάτων μνήμην ποιήσασθαι.

Εἰ γὰρ ἀναγκαίως ἐνταῦθα πρὸς ὑποδοχὴν τῶν ὑδάτων ἡ γῆ σχηματίζεται, οἷόν τισι κόλποις τὸ ῥευστὸν αὐτῶν περιείργουσα, καὶ τῇ ἀστάτῳ τῶν ὑδάτων φύσει, τῷ ἰδίῳ σταθερῷ παρεχομένη τὸ στάσιμον· πῶς ἂν τὸ ὕδωρ, εἴπερ τῷ ὄντι ὕδωρ ἐστὶν, ἵσταται μὲν ἐπὶ τοῦ ἀστάτου, ἀδιάχυτον δὲ ἐπὶ τοῦ κυρτοῦ διαμένει; Εἰ γὰρ μίαν τε καὶ τὴν αὐτὴν τῶν δύο ὑδάτων τὴν φύσιν ὑποτιθέμεθα, ἀνάγκη πᾶσα, ἅπερ ἐπὶ τούτων βλέπομεν, ταῦτα καὶ ἐπ᾽ ἐκείνων οἴεσθαι· οὐκοῦν τὰ νῶτα τοῦ οὐρανοῦ σχίζεται εἰς αὐλῶνας, καθ᾽ ὁμοιότητα τῶν ἐπὶ τῆς γῆς γινομένων πρὸς τὰς τῶν κρημνῶν διαστάσεις ἐκφαραγγούμενα, ἵνα τὸ ὕδωρ ἐγκρατηθῇ ταῖς κοιλότησι. Τί οὖν ἐροῦσιν, ὅταν ἡ ἐγκύκλιος τοῦ πόλου περιφορὰ πρὸς τὰ κάτω κλίνῃ τὸ νῦν ὑπερκείμενον, ἄρα μὴ πώματά τινα τοῖς κύκλοις ἐπινοήσωσιν, ὡς ἂν μὴ ἐκκρεμὲς τὸ ὕδωρ γενόμενον, τῶν κοιλωμάτων ἐκρέοι; Ἀλλά φησι δαπανητικὸν μὲν εἶναι τὸ πῦρ, χρείαν δὲ ἔχειν ὕλης τινὸς τῆς ὑποτρεφούσης εἰσαεὶ τὴν φλόγα, ὡς ἂν μὴ καταμαρανθείη, τῇ ἀπορίᾳ τοῦ ὑπεκκαίοντος αὐτὸ περὶ ἑαυτὸ δαπανώμενον. Ἐγὼ δὲ κἂν ἡ μεγάλη τοῦ διδασκάλου ἡμῶν φωνὴ τῇ τοιαύτῃ ὑπολήψει συμφέρεται, παραιτήσομαι τοὺς ἐντυγχάνοντας, μὴ χαλεπῶς ἔχειν, εἰ πρὸς τὸ ἀκόλουθον βλέπων, πάντη δουλεύω τοῖς προκαθημένοις ἐν τῇ θεωρίᾳ τῶν ὄντων.

Καὶ γὰρ καὶ τῷ διδασκάλῳ σκοπὸς ἦν, οὐ πάντως τὰς ἰδίας ὑπολήψεις τοῖς ἀκροωμένοις νομοθετεῖν, ἀλλὰ ἔφοδόν τινα διὰ τῆς διδασκαλίας αὐτοῦ πρὸς τὴν ἀλήθειαν ἐν τοῖς μαθητευομένοις γενέσθαι· καὶ ἡμεῖς τοίνυν ἐγγυμνασθέντες τοῖς παρ᾽ ἐκείνου καταλειφθεῖσι μαθήμασι, πρὸς τὸ ἀκόλουθον βλέπομεν.

Εἴη δ᾽ ἂν οὗτος, εἴπερ ἐπιτύχοι τοῦ εἰκότος ὁ λόγος, εἰς τὴν τοῦ διδασκάλου σοφίαν ἀναφερόμενος. Τί τοίνυν πρὸς τὴν ὑπενεχθεῖσαν ἀντίθεσιν ἡμεῖς λογιζόμεθα; Οὐ γὰρ μόνον ἐν τῷ πυρὶ καὶ ὕδατι θεωροῦμεν τὰς ἀντιστοιχούσας ποιότητας, ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν στοιχείων ἔστιν εὑρεῖν τινα πάντως ἐν τοῖς ἰδιώμασι πρὸς τὰ ἀντικείμενα μάχην. Ὥσπερ γὰρ ἐπὶ τῶν μνημονευθέντων στοιχείων ἀντιβαίνει τῷ μὲν ψυχρῷ ἡ θερμότης, τῷ δὲ ὑγρῷ ἡ ξηρότης, οὕτω πάλιν κατὰ τὴν ἑτέραν διάμετρον ἐπὶ τῆς γῆς τε καὶ τοῦ ἀέρος ἐξ ἐναντίου εἰσὶν αἱ ἐν ἑκατέρῳ ποιότητες ἀλλήλαις ἀντικαθήμεναι· στεῤῥότης τε καὶ μανότης, ἀντιτυπία καὶ ἀραιότης, βαρύτης τε καὶ κουφότης· καὶ ὅσα ἄλλα κατὰ τὸ ἰδιάζον ἐν ἑκατέρῳ τούτων, ἐκ τῶν ἐναντίων γνωρίζεται. Ὥσπερ τοίνυν ἐν τούτοις οὐκ ἔστιν εἰπεῖν τρέφεσθαι τῷ ἐναντίῳ τὸ ἕτερον· οὔτε γὰρ τῇ δαπάνῃ τοῦ ἐμβριθοῦς ἡ ἐν τῷ ἀέρι κουφότης αὔξεται, οὔτε τὸ ναστὸν τῆς γῆς ἐνεργεῖ τοῦ ἀντιστοιχοῦντος τὴν ἀραιότητα, οὔτε τὰ λοιπὰ περὶ τὴν γῆν ἰδιώματα, διὰ τῆς ἑαυτῶν δαπάνης τρέφει τὰς ἀερίους ποιότητας· οὕτως εἴποι τις ἂν ἐξ ἐναντίου μὲν εἶναι τὸ ὑγρόν τε καὶ ψυχρὸν, τῷ θερμῷ καὶ ξηρῷ, μὴ μέντοι τρέφεσθαι ταῦτα ταῖς ἀλλήλων φθοραῖς, μηδὲ τὴν τοῦ εἶναι τούτων ἑκάτερον δύναμιν, ἐν τῷ μὴ εἶναι τὸ ἕτερον ἔχειν.

Οὕτω γὰρ ἂν οὐθέτερον εἴη, εἴπερ ἡ διαμονὴ ἀμφοτέρου ἐν τῇ τῶν δύο φθορᾷ τὴν δύναμιν ἔχοι· ἴση γὰρ ἐν ἑκάστῳ ἡ τοῦ φθείρειν τὸ ἕτερον δύναμις, καὶ ἀεὶ καταπλεονάζων τοῦ ἐπικρατοῦντος ὁ ἀφανισμὸς τοῦ λειπομένου γίνεται· καὶ ὅτι ἀληθὴς ὁ λόγος, ἐξ αὐτῆς ἔστι τῆς πείρας τοῦτο μαθεῖν. Ὅταν γάρ τινος ὕλης τὸ πῦρ περιδράξηται, εἶτα ἐπαχθῇ τὸ ὕδωρ, σαφῶς ἔστιν ἰδεῖν τῶν δύο τούτων τὴν ἐν ἀλλήλοις φθοράν· τὸ γὰρ ἐπικρατοῦν ἐν τούτοις ἀφανίζει τὸ ἕτερον, ἴσως εἴκοντος ἑκατέρου τῇ δυναστείᾳ τοῦ πλησιάζοντος.

Ἕως δ᾽ ἂν ἰσόῤῥοπος ἐν ἀμφοτέροις ἡ δύναμις, ἢ ὁμοίως παρ᾽ ἀμφοτέρων ἀλλήλοις ὁ ἀφανισμὸς ἐνεργεῖται, καὶ οὐθέτερον τῷ ἑτέρῳ τρέφεται, ἀλλὰ τὰ δύο ἀλλήλοις ἐναφανίζεται. Ὡς τοίνυν ἐπὶ τῶν ἀλληλοφαγούντων θηρίων οὐκ ἔχει φύσιν, ἀμφότερα δι᾽ ἀλλήλων ζῇν, τὰ ὑπ᾽ ἀλλήλων φθειρόμενα· οὕτω καὶ ἡ τοῦ ὑγροῦ πρὸς τὸ ξηρὸν ἐναντίωσις, οὐθέτερον ἂν ἐν τῷ εἶναι φυλάσσοι, εἴπερ ἡ τοῦ ἑτέρου ἀπώλεια τρέφοι τὸ ἕτερον. Ἀλλά μοι δοκεῖ καλῶς ἔχειν οὕτως ἂν μᾶλλον ἡμῖν κατὰ τὸ ἀκόλουθον διαληφθῆναι τὸν λόγον· ἐπειδὴ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν ἐστὶν, ἑκάστῳ φημὶ δεῖν τῶν ὄντων ἐνθεωρεῖσθαι τὴν τοῦ καλοῦ τελειότητα. Ἡ γὰρ τοῦ λίαν προσθήκη, διὰ τῆς ἐπιτατικῆς σημασίας σαφῶς ἐνδείκνυται τὸ ἀνελλειπὲς εἰς τελείωσιν.

Ὡς γὰρ ἐν τῇ γενέσει τῶν ζώων μυρίας μὲν ἔστι διαφορὰς ἰδεῖν τῶν ἐν τούτοις γενῶν, τῷ δὲ καθολικῷ λόγῳ τῆς τῶν ὄντων ἀποδοχῆς ἁρμόζειν ἐφ᾽ ἑκάστου φαμὲν, κατὰ τὸ ἶσον τὸ καλὸν εἶναι λίαν· οὐ μὴν πρὸς τὸ φαινόμενον τὴν ἀποδοχὴν εἶναι, ἢ ἂν καὶ ἡ σκολόπενδρα, καὶ ὁ χερσαῖος βάτραχος, καὶ τὰ ἐκ τῆς σήψεως τῶν βορβόρων ζωογονούμενα, ἔχοι τὸ λίαν καλά· ἀλλ᾽ οὐ πρὸς τὴν ὥραν τῶν γεγονότων ὁ θεῖος ὀφθαλμὸς βλέπων, ἐν εὐχροίᾳ τινὶ καὶ εὐμορφίᾳ τὸ καλὸν ὁρίζεται, ἀλλ᾽ ἐν τῷ ἕκαστον, καθὸ ἔστι, τελείαν ἐν ἑαυτῷ ἔχειν τὴν φύσιν· οὐ γὰρ ἐν τῷ βοῦν μὴ εἶναι, τὸν ἵππον ἔστιν εἶναι, ἀλλ᾽ ἐν ἑκάστῳ τούτων συντηρεῖ ἑαυτὴν ἡ φύσις, ἰδίας ἀφορμὰς πρὸς τὴν ἰδίαν διαμονὴν κεκτημένη, οὐκ ἐν φθορᾷ τῆς φύσεως, ἀλλ᾽ εἰς τὴν τοῦ εἶναι δύναμιν ἔχουσα.

Οὕτω κἂν ἑτέρως ἔχοι τὰ στοιχεῖα πρὸς ἄλληλα, ἀλλ᾽ οὖν ἐφ᾽ ἑαυτοῦ ἕκαστον καλόν ἐστι λίαν. Ἐφ᾽ ἑαυτοῦ γὰρ κατὰ τὸν ἴδιον λόγον ἐν τῷ καλῷ συμπεπλήρωται. Καλόν ἐστιν ἡ γῆ· οὐ γὰρ τῆς ἀπωλείας τοῦ ἀέρος χρῄζει πρὸς τὸ εἶναι γῆ, ἀλλὰ μένει ἐν ταῖς ἰδίαις ποιότησι, διὰ τῆς φυσικῆς αὐτῇ θεόθεν ἐγκειμένης δυνάμεως ἑαυτὴν συντηροῦσα. Καλὸν ὁ ἀήρ· οὐκ ἐν τῷ μὴ εἶναι τὴν γῆν, ἀλλ᾽ ἐν ᾧ αὐτός ἐστι ταῖς κατὰ φύσιν ἐνυπαρχούσαις αὐτῷ δυνάμεσι πρὸς τὴν διαμονὴν ἐξαρκῶν. Οὕτω καὶ ὕδωρ λίαν καλὸν, καὶ τὸ πῦρ καλόν ἐστι λίαν, ταῖς ἰδίαις ἑκάτερον συμπεπληρωμένον ποιότησι, καὶ τῇ δυνάμει τοῦ θείου θελήματος κατὰ τὰ ἴδια μέτρα τῆς πρώτης γενέσεως, εἰς τὸ διηνεκὲς παραμένον. «Ἡ γῆ,» φησὶν, «εἰς τὸν αἰῶνα ἕστηκεν·» οὐκ ἐλαττουμένη, οὐ πλεονάζουσα. Ὁ ἀὴρ ἐν τοῖς ἰδίοις ὅροις φυλάσσεται, τὸ πῦρ οὐ μειοῦται· πῶς μόνον ἐκ πάντων τὸ ὕδωρ τῶν δαπανωμένων ἐστί; Καὶ ἔτι πρὸς τούτοις πολλὴν ὁρῶμεν ἐν συγκρίσει τῶν ὄντων τὴν πυρώδη οὐσίαν καὶ δύναμιν· καὶ τοῦτο σαφῶς ἐκ τῶν τὰ μετέωρα πεφιλοσοφηκότων εἰς ἀπόδειξιν ἄγεται, τὸ πολλαπλασίονα τῆς γῆς εἶναι τὸν ἥλιον· ὡς μηδὲ ἐπὶ πολὺ τοῦ ἀέρος τὴν ἀπ᾽ αὐτῆς σκιὰν ἐξικνεῖσθαι, τῷ ὑπερβάλλοντι τοῦ ἡλιακοῦ μεγέθους κωνοειδῶς ἐν τῇ προσβολῇ τῶν ἀκτίνων συστελλομένην.

Εἰ οὖν οὕτως ὀλίγον τοῦτο ὡς πρὸς ἐκεῖνο κρινόμενον, ὥστε πολλοστὸν εἶναι τοῦ ἡλιακοῦ μεγέθους μετὰ πάσης τῆς γῆς τὸ ὕδωρ ἀντιμετρούμενον· εἰς πόσον ἂν χρόνον τὸ βραχὺ τοῦτο τῷ τοσούτῳ πυρὶ πρὸς τὴν δαπάνην διήρκεσεν; Ἀλλὰ μὴν διαπαντὸς ὁρῶμεν τὴν θάλασσαν ἐν τῷ ἴσῳ πλημμύρουσαν, καὶ τῶν ποταμῶν τὴν φορὰν ἐν τοῖς ἰδίοις μένουσαν μέτροις· ἄρα τὸ μὴ δαπανᾶσθαί τι τοῦ ὑγροῦ, διὰ τῆς τοιαύτης μαρτυρεῖται πείρας. Ἀλλ᾽ ὥσπερ παρὰ τὴν πρώτην οὐκ ἐν τῇ φθορᾷ τῆς ὑγρότητος τὸ πῦρ ἔσχε τὴν γένεσιν, ἀλλὰ παρὰ τῆς αὐτῆς ὑπέστη δυνάμεως· καὶ τοῦτο οὕτως κατὰ τὴν πρώτην τοῦ στοιχείου σύστασιν, καὶ εἰς τὸ διηνεκὲς ἡ διαμονὴ φυλαχθήσεται, οὐδὲν τῆς ὑγρᾶς φύσεως πρὸς τὸ διαμεῖναι τὸ πῦρ διοχλουμένης.

Ἀλλ᾽ ὁρῶμεν, φησὶ, πολλάκις ὑγρανθεῖσαν ἐξ ἐπομβρίας τὴν γῆν, εἶτα σφοδρότερον τοῦ ἡλίου τὸ ὑποκείμενον θάλψαντος, ξηρὰν γινομένην τὴν πρὸ ὀλίγου διάβροχον· ποῦ τοίνυν, φησὶν, ἡ ἐν τούτοις ὑγρότης, εἶπερ μὴ καθόλου τὸ θερμὸν τῆς ἀκτῖνος ἐπαναλίσκοντος; Ἆρ᾽ οὖν καὶ τὸ ἐν τῷ κεράμῳ ὕδωρ εἰ μεταβληθείη πρὸς ἕτερον, καὶ κενὸν ἀθρόως τὸ πλῆρες γένοιτο· ἐπεὶ δὲ ἐν τούτῳ οὐκ ἔστιν, οὐδὲ εἶναι ὅλως τὸ ἐν ἑτέρῳ γινόμενον λέγουσιν;

Ὃ γὰρ ἐνταῦθα γίνεται, τοῦτο καὶ ἐπ᾽ ἐκείνου τις ὑπολαβὼν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται. Ἶσον γάρ ἐστι τήν τε ἀπὸ τοῦ κοίλου τούτου ἐπὶ τὸ ἕτερον κοῖλον τοῦ ὑγροῦ μεταῤῥοὴν γενέσθαι, καὶ τὴν νοτίδα τῆς γῆς ἐξικμασθεῖσαν, ἀναχθῆναι πρὸς τὸν ἀέρα, φυσικῶς τοῦ ὑγροῦ, ὅταν ἡ τοῦ ὑπερκειμένου θερμότης πρὸς ἑαυτὴν ἐφέλκηται λεπτομερῶς ἐκ τῆς γῆς, πρὸς τὰ ἄνω διηθουμένου. Τεκμήριον δὲ τῶν γινομένων, ὅτι παχυτέρων πολλάκις τῶν ἀτμῶν ἀπὸ τοῦ βάθους τῆς γῆς ἀναδιδομένων, νεφώδης τις σύστασις ἀναβρύειν δοκεῖ, καὶ τοσαύτη τῶν ἀτμῶν ἡ παχύτης γίνεται, ὡς καὶ τοῖς ὀφθαλμοῖς αὐτὴν ἐφικτὴν εἶναι. Γένοιτο δ᾽ ἄν ποτε καὶ λεπτομερεστέρα τις ἡ τῆς νοτῖδος ἀναθυμίασις, ὡς ἐξισοῦσθαι πρὸς τὸν ἀέρα τρόπον τινὰ τῇ λεπτότητι, καὶ μὴ πρότερον φανεροῦσθαι ταῖς ὄψεσι, πρὶν αὐτὴν πρὸς ἑαυτὴν συμπεσεῖν, τὴν τῶν τοιούτων ὑγρῶν ἀναθυμίασιν, καὶ οὕτω γενέσθαι νέφος διὰ τῆς συμπιλήσεως· ὥστε τὰς λεπτάς τε καὶ ἀτμοειδεῖς ἰκμάδας, τέως μὲν ἐπιπολάζειν τῷ ἀέρι διὰ κουφότητα, καὶ ἐποχεῖσθαι τοῖς πνεύμασιν, εἰ δὲ πλεῖον ἡ τοῦ ὑγροῦ συγγένεια πρὸς αὐτὴν συῤῥυεῖσα βαρεῖα γένοιτο, τότε ἐκπίπτουσαν τοῦ ἀέρος ἐπὶ τὴν γῆν σταγόνα γίνεσθαι.

Οὐκοῦν οὐκ ἀνάλωσεν ἡ θερμότης ὅπερ ἐκ τῆς γῆς ἀνεμάξατο, ἀλλ᾽ ἐξ αὐτῶν μὲν συνέστη τὸ νέφος, τὸ δὲ νέφος συνθλιβὲν, ὕδωρ ἐγένετο· τοῦτο δὲ πάλιν τῇ γῇ καταμιχθὲν, εἰς ἀτμὸν ἀνήχθη, καὶ ὁ ἀτμὸς νεφωθεὶς, ὄμβρος ἐγένετο. Ἐκ δὲ τούτου πάλιν ἡ γῆ τοὺς ἀτμοὺς ἀπεκύησε· κἀκεῖνοι παχυνθέντες ἐν τῇ συστάσει τῶν νεφῶν κατεῤῥύησαν καὶ τὸ ἀποῤῥυὲν πάλιν δι᾽ ἀτμῶν ἀνεδόθη, καὶ οὕτω κύκλος τις γίνεται πρὸς ἑαυτὸν ἀναστρέφων, καὶ διὰ τῶν αὐτῶν ἀεὶ περιχωρῶν τε καὶ ἑλισσόμενος. Κἂν τὰ φυτὰ εἴπῃς, κἂν τὰ βλαστήματα, πάντα τῷ αὐτῷ κύκλῳ συμπεριέρχεται.

Ἡ γὰρ ἰκμὰς διὰ φυτῶν ἢ σπερμάτων τοῖς βλαστοῖς συνανέδραμεν· εἶθ᾽ ὅσον ἐστὶ γεῶδες αὐτῇ συνεπόμενον, ἐναφεῖσα τῷ ὄγκῳ τοῦ τρεφομένου, ὅταν ξηρανθῇ τὸ ὑποκείμενον τῷ περιέχοντι, πάλιν πρὸς τὸ ὁμόφυλον ἐξατμίζεται. Ἀραιὸς δὲ ὢν ὁ ἀὴρ ἐν τοῖς ἑαυτοῦ μορίοις, καὶ τῆς λεπτομερείας τῶν ἀτμῶν λεπτομερέστερος, ἅπαν τὸ ἐν αὐτῷ γενόμενον, πρὸς τὸ συγγενὲς διαφίησιν. Οὕτω γὰρ ἥ τε κόνις, κἂν ἐπιπολὺ τοῦ ἀέρος διασχεθῇ, πάλιν τῇ γῇ ἀποδίδοται· καὶ ἡ ἰκμὰς οὐκ ἀπόλλυται, ἀλλ᾽ εὑρίσκει τὸ πάντως ἑαυτῇ συγγενές τε καὶ σύμφυλον κατὰ τὸν ἀέρα πλανώμενον, ᾧ προσπλασθεῖσα καὶ διὰ τῆς τῶν ὁμοίων προχωρήσεως αὐξηθεῖσα, πάλιν διογκοῦται πρὸς νέφρους σύστασιν, καὶ οὕτω διὰ σταγόνων τῇ ἰδίᾳ φύσει ἀποκαθίσταται· ὥστε πανταχοῦ τὰ τοῦ κόσμου τε στοιχειωδῶς ἐν τῷ παντὶ θεωρούμενα ἐπὶ τοῦ αὐτοῦ μέτρου φυλάσσεσθαι, ὃ παρὰ τὴν πρώτην ἐφ᾽ ἑκάστου τῶν ὄντων ἡ σοφία τοῦ δημιουργοῦ πρὸς τὴν εὐαρμοστίαν τοῦ παντὸς διετάξατο.

Ἀλλ᾽ οἶδα τὸν ἀντιπίπτοντα λόγον· πολλάκις γὰρ ἔστιν ἰδεῖν, ἐν σφοδροτέρῳ καύσωνι νέφη τινὰ διὰ τοῦ ἀέρος κατεσπαρμένα, οἷς εἰ τις ἐπὶ πλεῖον ἐνατενίσειεν, ἐλέγξει πως τὸν λόγον τοῦτον, ὃς μηδὲν τῆς ὑγρᾶς φύσεως ἐξαναλίσκεσθαι λέγει. Τὰ γὰρ θρομβοειδῆ τοῦ νέφους τμήματα, πολλαχῆ τοῦ ἀέρος ἐσκεδασμένα, πρῶτον μὲν ἐλαττοῦται κατὰ τὸν ὄγκον τῷ ὑπερβάλλοντι τοῦ φλογμοῦ ἐξοπτώμενα εἶτα καὶ εἰς τὸ παντελὲς ἀφανίζεται καταφρυγέντα τῷ καύσωνι, ὡς μηδὲ βραχύ τι λείψανον ὑπολειφθῆναι, τοῦ φλογμοῦ τὴν ἰκμάδα καταξηράναντος. Τοῦτο δὲ οὐκέτι ἐστὶ τῷ τῶν ἀτμῶν λόγῳ παραμυθήσασθαι. Ἡ γὰρ ἄνω τῶν νεφῶν κατάστασις ἡ τοῦ θολεροῦ τούτου καὶ πνευματώδους ἀέρος ὑπερκειμένη, οὐδὲν τῶν βαρυτέρων ἐν τῇ λεπτότητι τῆς ἰδίας φύσεως καταδέχεται· ἀλλὰ πάντες ἀτμοὶ καὶ πᾶσαι ἀναθυμιάσεις ὅρον ἔχουσι τῆς ἐπὶ τὸ ἄνω φορᾶς τὴν τοῦ περιγείου ἀέρος κατὰ τὸ μέρος ἐκεῖνο παχύτητα, ἧς διαδῦναι ἐπὶ τὸ ἄνω φύσιν οὐκ ἔχει. Οὐ γὰρ ἂν ὑπολειφθείη ἐν τῷ λεπτῷ τε καὶ αἰθεροειδεῖ τῶν παχυμερεστέρων οὐδέν.