Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Ἀπολογία εἰς τὴν Ἑξαήμερον

Γρηγόριος ὁ Νύσσης

Η κυκλοφορία του ύδατος και η αμοιβαία μεταβολή των στοιχείων της φύσεως

Εκτενής εξέταση του κύκλου της υγρασίας, των φαινομένων της εξάτμισης, των βροχοπτώσεων και της αναπλήρωσης των υδάτων. Αποδεικνύεται η σταθερότητα του μέτρου της κτίσεως μέσω της αδιάκοπης αλληλεπίδρασης και των ποιοτικών μεταβολών των υλικών στοιχείων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 8

Οὕτως οὖν καὶ ὀρῶν τινων ὑπερμεγεθῶν τὰς ἀκρωρείας οἱ ἱστορήσαντες λέγουσιν ὑπερνεφεῖς μὲν εἶναι ἀεὶ καὶ ἀνεφίκτους τοῖς πνεύμασι, καὶ τοῖς πτηνοῖς ἀμήχανον τὴν ἐπ᾽ ἐκείνων γενέσθαι πτῆσιν, οὐχ ἧττον ἢ τοῖς ὑποβρυχίοις τὴν ἐν ἀέρι ζωὴν, ὡς διὰ πάντων σαφῶς ἀποδείκνυσθαι, εἶναί τι κατὰ τὸν ἀέρα πρὸς τὸν ὑπερκείμενον χῶρον μεθόριον, ὃ πᾶσι τοῖς παχυμερεστέροις τῶν ἐκ τῆς γῆς ἀναθυμιωμένων ὁρίζει τὴν στάσιν· οὗ χάριν καὶ μέχρι τῆς ὥρας τοῦ θέρους, ἄτηκτος ἡ ἐπὶ τῶν ἀκρωρειῶν διαμένει χιὼν, τῆς τῶν ἀτμῶν συστάσεως κατ᾽ ἐκεῖνο τὸ μέρος διηνεκῶς τὸν ἀέρα καταψυχούσης.

Ἀλλὰ καὶ τοὺς πυροειδεῖς ὁλκοὺς, οὕς τινες διάττοντας καλοῦσιν ἀστέρας, ἐκ τῆς αὐτῆς αἰτίας γίνεσθαι, φυσιολογοῦσιν οἱ ταῦτα σοφοὶ, ὅταν ἔκ τινων πνευμάτων βίας ὑπερχεθῇ τι τοῦ παχυτέρου καὶ ὑλωδεστέρου ἀέρος ἐπὶ τὸν αἰθέριον τόπον, εὐθὺς ἐκφλογοῦσθαι ἄνω γενόμενον· καὶ κατὰ τὴν ἐνδοθεῖσαν ἐκ τοῦ πνεύματος ὁρμὴν, τὴν φλόγα ῥέουσαν φέρεσθαι· σβεσθέντος δὲ τοῦ πνεύματος, συναπομαραίνεσθαι καὶ τὴν φλόγα. Τῷ πνεύματι τοίνυν οὐκ ἔστι δυνατὸν εἰπεῖν πάλιν ἀτμοὺς ἐν τῷ ἀφανισμῷ τοῦ νέφους συνίστασθαι· ὡς δι᾽ ἐκείνων ἐλπίσαι, καθ᾽ ὁμοιότητα τῶν κάτωθεν ῥηθέντων, τοῦ ἀναληφθέντος ὑγροῦ τὴν ἐπάνοδον, ἀνάγκη συντίθεσθαι τοῖς ἐκκαίεσθαι τὸ ὑγρὸν δογματίζουσι, καὶ εἰς τὸ μὴ ὂν περιΐστασθαι. Ἀλλ᾽ ἐγὼ τὸ μὲν ἀφανίζεσθαι τῷ ὑπερβάλλοντι φλογμῷ τὴν ἐν τοῖς ἀτμοῖς ὑγρότητα πείθομαι, μάταιον καὶ ἐριστικὸν εἶναι κρίνων, τὸ τοῖς φανεροῖς ἀντιμάχεσθαι· ἐπεὶ δὲ προσήκει μὴ καμεῖν πανταχόθεν ἀνιχνεύοντας τὴν ἀλήθειαν, οὐδὲν ἧττον τούτων γινομένων, φημὶ τὸ μέτρον τῆς ὑγρᾶς φύσεως ἀμείωτον διασώζεσθαι, καὶ ἀεὶ τὸ δαπανώμενον ἀντεισάγεσθαι πάντως τῷ λείποντι.

Ὃ δέ μοι τὴν τοιαύτην ὑπόληψιν βεβαίαν ποιεῖ, τοῦτ᾽ ἔστιν· Ἐν τῇ καθ᾽ ἡμᾶς τοῦ πυρὸς ἐνεργείᾳ, τοῦτο διὰ τῆς πείρας μανθάνομεν, ὅτι οὐ πάσας τὰς ποιότητας τῆς ὕλης τὸ πῦρ ἐπιβόσκεται, ἀλλ᾽ ἧς ἂν περιδράξηται· οἷον φέρε εἰπεῖν ἐπὶ τῆς τοῦ ἐλαίου ὕλης, ἐπειδὴ κεχώρισται τῆς ψυχρᾶς ποιότητος, ἐν τῇ ὕλῃ ταύτῃ τὸ ὑγρὸν εὐκόλως ὑπὸ τῆς θερμότητος τοῦ πυρὸς ἐξειλκύσθη, καὶ φλὸξ ἐγένετο. Ἀλλ᾽ οὐ μόνον εἰς φλόγα τὸ ἔλαιον διὰ τοῦ πυρὸς ἠλλοιώθη, ἀλλὰ καὶ τὸ τοῦ πυρὸς τοῦ γενομένου ἀπὸ τοῦ ἐλαίου, φησὶν, ὑγρὸν μετὰ τὸ πῦρ, ξηρὰ γίνεται κόνις· ὅπερ σαφῶς δείκνυσιν ἡ ἐκ τοῦ λύχνου λιγνὺς καταμελαίνουσα τὸ τῆς φλογὸς ὑπερκείμενον· ὅπερ εἰ ἐπὶ πλεῖον γίγνοιτο, καὶ ὄγκος τις ὑποστρέφεσθαι τῷ διὰ τῆς λιγνύος μελαινομένῳ τόπῳ. Ὅθεν δῆλόν ἐστιν, ὅτι εἰς λεπτά τε καὶ ἀφανῆ μόρια τὸ ἔλαιον διὰ τοῦ πυρὸς ἀποξηρανθὲν ἀλλοιοῦται, καὶ οὕτως ἐν τῷ ἀέρι γίνεται, κἀκεῖθεν ἐπὶ τὴν γῆν συνιζάνει. Δείκνυσι δὲ τὸ ἐν τῷ ἀέρι τὴν λεπτομερῆ τῆς λιγνύος εἶναι διάχυσιν, ἐκ τοῦ τοὺς μυκτῆρας τῶν τὸν ἀέρα τοῦτον ἀναπνεόντων ὑπομελαίνεσθαι. Πολλάκις δὲ καὶ τὸ ἔνδοθεν ἐκ τοῦ θώρακος ἀναπτυόμενον, μέλαν ὁρᾶσθαι, διὰ τὸ τῷ χρώματι τῆς λιγνύος καὶ αὐτὸ καταχρώννυσθαι τῷ διὰ τῆς τοῦ ἀέρος ἀναπνοῆς συνεισπίπτοντι.

Οὐκοῦν δῆλόν ἐστιν ἐκ τούτων, ὅτι τοῦ ἐλαίου τὸ μὲν ὑγρὸν εἰς ξηρότητα μετεποιήθη, ὁ δὲ κατὰ τὴν ὕλην ὄγκος οὐκ εἰς ἀνυπαρξίαν ἠφανίσθη διὰ τῶν λεπτῶν τε καὶ ἀφανῶν μορίων ἐνσκεδασθεὶς τῷ ἀέρι. Ὅπερ τοίνυν ἐπὶ τοῦ ὑγροῦ τούτου διὰ τῆς τῶν γινομένων ἐνεργείας ἐμάθομεν, ὅτι ἀλλοιοῦται μόνον τὸ ὑγρὸν εἰς ξηρότητα, οὐκ εἰς τὸ παντελὲς τὸ ὑλικὸν ἀφανίζεται· τοῦτό τις καὶ περὶ τοῦ παντὸς ἐννοῶν, τοῦ εἰκότος οὐχ ἁμαρτήσεται· δῆλον γὰρ ὅτι ἐκ μερῶν τὸ ὅλον συνέστηκεν. Ὅπερ δ᾽ ἂν ἐν τῷ μέρει ἐμάθομεν, τοῦτο καὶ περὶ τοῦ παντὸς ἐδιδάχθημεν.

Μίαν δὲ τῷ γένει τὴν ὑγρότητα εἶναι, οὐδ᾽ ἂν τῶν ἐριστικῶν τις ἀντείποι. Ἀλλὰ μὴν λεπτὴ κόνις ἐκκαυθεῖσα διὰ τοῦ πυρὸς ἡ ὑγρότης ἐγένετο· ἄρα καὶ πᾶν ὑγρὸν ἐν τῷ πυρὶ γενόμενον μεταβάλλει τὴν ἐν τοῖς μορίοις ποιότητα, πρὸς τὸ ξηρὸν ἐκ τοῦ ὑγροῦ μεθιστάμενον, οὐκ εἰς τὸ παντελὲς ἀφανίζεται. Ἐπεὶ οὖν ἀτμοῦ σύστασις τὸ νέφος ἐστὶν, ὁ δὲ ἀτμὸς ἡ λεπτομερὴς τοῦ ὑγροῦ ἐστιν ἀναθυμίασις, ἀνάγκη πᾶσα, ὅταν καταφρυγὲν τῷ φλογμῷ τὸ νέφος, τὸν λεπτὸν ἐκεῖνον καὶ ἀμερῆ τοῦ ἀτμοῦ ὄγκον, κἂν τὴν ὑγρὰν μὴ διασώζῃ ποιότητα, μὴ μέντοι κατὰ τὸ ὑποκείμενον εἰς ἀφανισμὸν μεταβαίνειν εἰς τὸ μηδὲ ἀναλυόμενον. Τέσσαρα γὰρ περὶ τὸν ἀτμὸν θεωρεῖται, τὸ ὑγρὸν, τὸ ψυχρὸν, τὸ βαρὺ, ἡ πηλικότης. Ἐκ τούτων ὅσα μὲν ἐναντίως πρὸς τὸ πῦρ ἔχει, τῇ δυναστείᾳ τοῦ ἐπικρατοῦντος ἐξαφανίζεται· οὔτε γὰρ τὸ ὑγρὸν, οὔτε τὸ ψυχρὸν ἐν τῷ πυρὶ γενόμενον διαμένει τοιοῦτον. Ἡ μέντοι πηλικότης συγγενῶς καὶ πρὸς τὴν τοῦ πυρὸς οὐσίαν ἔχει· καὶ γὰρ τὸ πῦρ ἐν ποσῷ καθορᾶται· ποσῷ δὲ ποσότης οὐ μάχεται.

Εἰ οὖν ἡ πηλικότης τοῦ ἀτμοῦ διασώζεται, τῆς κατὰ τὸ ὑγρόν τε καὶ ψυχρὸν ποιότητος διαζευχθεῖσα· ἡ δὲ κατὰ τὸ βάρος ποιότης οὐσιωδῶς ἐγκειμένη τῇ τοῦ ἀτμοῦ φύσει, συνδιεσώθη τῇ πηλικότητι (ἐπίσης γὰρ ἡ βαρύτης καὶ ὑγροῖς καὶ ξηροῖς ἐνυπάρχειν πέφυκεν)· οὐκέτ᾽ ἂν ὁ νοῦς ἡμῖν κάμνῃ τῇ ἀκολουθίᾳ τῶν γινομένων ἑπόμενος, ὥστε ἐπιγνῶναι, ὅπως τὸ ὕδωρ γῆ γενόμενον, διὰ τοῦ μεταβάλλειν τοὺς ἀτμοὺς τὴν ποιότητα, τὴν ὁμοειδῆ φύσιν καταλαμβάνει. Τὸ γὰρ ξηρὸν καὶ βαρὺ ἴδιον ἂν εἴη τῆς περὶ τὴν γῆν θεωρουμένης ποιότητος, εἰς ὅπερ ἐκκαυθεὶς ὁ ἀτμὸς μετεποιήθη. Καί μοι δοκεῖ καλῶς ἔχειν τῆς ἀρχῆς ταύτης λαβομένους, μὴ διαφεῖναι τὴν ἀκολουθίαν τῆς ἐξετάσεως, εἰς ἢν πρόεισι διὰ τῶν εἰκότων ἡ θεωρία, χειραγωγοῦσα πρὸς τὴν ἀλήθειαν. Ἔοικε γὰρ καὶ ἡ θάλασσα διὰ τοῦτο ἐν τοῖς ἰδίοις ὅροις διὰ παντὸς μένειν, ὅτι κατ᾽ ὀλίγον τῆς ἀεὶ γινομένης αὐτῇ διὰ τῶν ὑδάτων προσθήκης, ἡ διὰ τῶν ἀτμῶν ἐξάντλησις ἐπὶ τὸ ὑπερκείμενον γίνεται τῆς ἐπιθαλπούσης θερμότητος, σικύας δίκην τὸ λεπτομερὲς τῆς τῶν ὑγρῶν φύσεως ἀνιμωμένης. Ἐν δὲ τοῖς μεσογείοις τε καὶ βορεινοτέροις τῶν τόπων ἡ τοῦ περιέχοντος ψυχρότης ἐναντιοῦσθαι δοκεῖ τῷ λόγῳ, ὡς διὰ τὸ μὴ θάλπεσθαι σφοδρῶς τὴν ἐν τοῖς μέρεσι τούτοις θάλασσαν, ἀργούσης τῆς τῶν ἀτμῶν ἀναδόσεως, διπλοῖς ἔστι λογισμοῖς τὴν ἀντίθεσιν ταύτην παραμυθήσασθαι.

Πρῶτον μὲν ὅτι μία ἐστὶ καὶ συνεχὴς πρὸς ἑαυτὴν διόλου ἡ θάλασσα, κἂν εἰς μυρία διῄρηται πελάγη, οὐδαμοῦ τῆς πρὸς ἑαυτὴν συναφείας διασπωμένη· ὥστε, εἰ τὸ νότιον τῇ διηνεκεῖ παρουσίᾳ τοῦ θερμοῦ ὑπερκέοιτο, ἐν τοῖς κατεψυγμένοις μέρεσι τῆς ἐκεῖ γενομένης ἐλαττώσεως τὴν αἴσθησιν γίνεσθαι, αὐτομάτως τῆς τῶν ὑδάτων φορᾶς ἐν τῷ κατωφερεῖ τῆς φύσεως πρὸς τὸ ἀεὶ κινούμενον μεταῤῥεούσης. Ἔπειτα δὲ καὶ τὸ πᾶσαν ἅλμην εἶναι τὴν θάλασσαν, ἐκ παντὸς τοῦ ὕδατος γινομένην, διὰ τὴν τῶν ἀτμῶν ἀνάδοσιν, κατὰ τὸ ἶσον μαρτύρεται· ἴδιον γὰρ τῆς τῶν ἀλῶν φύσεως ἡ ξηρότης ἐστίν. Εἰ δὲ κατὰ τὸ ἶσον ἡ ποιότης αὕτη πρὸς πᾶσαν θάλασσαν ἀνακέκραται, ἄρα ὁμοίως ἐν παντὶ μέρει τὸ ἑαυτῆς ἐνεργήσει ἡ ἅλμη. Πᾶσα γὰρ φύσις τὸ κατάλληλον τῇ ἰδίᾳ δυνάμει πάντως ἐργάζεται. Ὡς γὰρ καίει τὸ πῦρ, καὶ ἡ χιὼν ψύχει, καὶ γλυκαίνει τὸ μέλι, οὕτω καὶ οἱ ἅλες ξηραίνουσιν. Οὐκοῦν ἐπειδὴ πανταχοῦ τοῖς πελάγεσιν ἡ ξηραντικὴ τῶν ἁλῶν συγκαταμέμικται φύσις, τοῦτο πρὸς εὐκολίαν τῆς τῶν ἀτμῶν ἀναδόσεως τῆς θείας σοφίας προειδομένης (ἐκθλίβει γάρ πως καὶ ἐξωθεῖται τῆς θαλάσσης πᾶν τὸ λεπτομερὲς τοῦ ὕδατος ἡ ἅλμη, διὰ τῆς ἐγκειμένης τῇ φύσει ξηρότητος κατὰ τοῦ ὑγροῦ δυναστεύουσα) οὐδὲν ἔξω τοῦ εἰκότος ἐστὶν ἐπίσης οἴεσθαι πανταχόθεν γίνεσθαι τῷ ὑγρῷ τὴν δαπάνην, τοῦ ἀέρος διὰ τῶν ἀτμῶν ἀρυομένου τὴν θάλασσαν.

Ἀλλὰ μὴν τὸ πᾶσαν τὴν ἐναέριον ἰκμάδα νέφος γίνεσθαι, κἀκεῖθεν ἐπιῤῥεῖν τοὺς ὄμβρους τῇ γῇ, ὅ τε προλαβὼν ἀπέδειξε λόγος, καὶ ἡ προφητεία διδάσκει τῷ Θεῷ τὸ τοιοῦτον ἔργον ἀνατιθεῖσα, ἐν οἷς φησιν, ὅτι «Ὁ προσκαλούμενος τὸ ὕδωρ τῆς θαλάσσης, καὶ ἐκχέων αὐτὸ κατὰ πρόσωπον τῆς γῆς,» καὶ ἄλλα πολλά. Καὶ τὸ ἐξοπτᾶσθαι πάντα τὰ νέφη ἐκ τῆς ὑπερκειμένης θερμότητος, καὶ εἰς τὸ παντελὲς καταφρύγεσθαι, καὶ τοῦτο διὰ τῆς ἐνεργείας ἐμάθομεν. Λείπεται τοίνυν μὴ παραδραμεῖν τὴν ἀκολούθως ἀνακύπτουσαν ἡμῖν ἐκ τῶν εἰρημένων ἀντίθεσιν. Ἐρεῖ γάρ τις τοῖς προεξητασμένοις ἑπόμενος, ὅτι Κατὰ τὸ ἐπὶ τοῦ ἐλαίου ὑπόδειγμα μεμαθήκαμεν, τὸ μὲν ὑλικὸν τοῦ ὑποκειμένου καὶ μετὰ τὴν ἐξόπτησιν μὴ ἀπόλλυσθαι, ἀλλ᾽ εἰς τὸν ἀέρα μεταχωρεῖν διὰ τῆς τοῦ πυρὸς ἐνεργείας ἀπογεούμενον. Τοῦ δὲ ὑγροῦ ἐναφανισθέντος τῇ ἐναντία ποιότητι, πῶς ἔστιν ἀμείωτον τὴν ὑγρὰν φύσιν εἰσαεὶ διαμένειν, πάντοτε τῆς θερμῆς οὐσίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν καταφρυττούσης, καὶ εἰς ξηρὰν μεταβαλλούσης ποιότητα, καθὼς ἡ θεωρία κατὰ τὸ ἀκόλουθον διὰ τῶν ἐξητασμένων ἀπέδειξεν;

Εἰ οὖν ἐξατμίζεται μὲν τὸ ὑγρὸν, εὐάλωτος δὲ γίνεται τῷ θερμῷ ἡ ὑγρότης, εἰς τὰ λεπτά τε καὶ ἀμερῆ τμήματα διὰ τῶν ἀτμῶν μερισθεῖσα· ἀνάγκη πᾶσα, πρὸς τὴν ξηρὰν ποιότητα τοῦ ὑγροῦ μεταβαίνοντος, ἀληθέστερον ἐκεῖνον τὸν λόγον οἴεσθαι, ὅτι ἐστί τις ὑδάτων περιουσία, ἡ ἀεὶ ἀναπληροῦσα τὸ ἐκ τοῦ πυρὸς δαπανώμενον.

Ἴσως δ᾽ ἄν τινα καὶ μαρτυρίαν πρὸς τὴν τοιαύτην ὑπόληψιν ἀπὸ τῆς Γραφῆς παραλάβοι· τὸ ἀνοιγῆναι τοὺς καταῤῥάκτας τοῦ οὐρανοῦ, ὅτε ὑποβρύχιον ἔδει γενέσθαι τὴν γῆν, πάσης ὀρῶν κορυφῆς ἐπὶ πλεῖστον βάθους ὑπερέχοντος τοῦ ὕδατος, Ἀλλ᾽ ἐγὼ τὴν μὲν γραφικὴν ἀντίθεσίν φημι δυνατὸν εἶναι διὰ Γραφῆς ἑτέρας παραμυθήσασθαι· οἶδα γὰρ τὴν κατάχρησιν τῶν θείων ῥημάτων ἐπὶ τῆς γραφικῆς συνηθείας.

Τί σημαίνει διὰ τοῦ ἀνοῖξαι, καὶ τί διὰ τοῦ κλεῖσαι ἐνδείκνυται; Δῆλον γὰρ ὅτι τὸ κλειόμενον ἀνοίγεται, καὶ τὸ ἀνοιγόμενον κλείεται. Ἐπεὶ οὖν, ἀτμοῦ ποτε κατὰ τοὺς χρόνους Ἠλίου ἐπικρατοῦντος, οὕτω φησὶν ἡ Γραφὴ, ὅτι «Ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἔξ·» τοῦτο οἶμαι τοῦ οὐρανοῦ τοὺς καταῤῥάκτας ἠνεῷχθαι τὸν τῆς Γραφῆς λόγον λέγειν, ὡς ἐκλείσθη ἐν τῷ τῆς ἀνομβρίας καιρῷ.

Ἀλλὰ μὴν τότε διὰ τῆς προσευχῆς τοῦ Ἠλίου, νέφος ἐκ τῆς θαλάσσης ἀναφανὲν, τὸν οὐρανὸν αὐτοῖς διὰ τῆς ἐπομβρίας ἤνοιξεν. Ἄρα σαφῶς ἀποδείκνυται διὰ τούτων, τὸ μηδὲ τότε τὸ στερέωμα τοῦ οὐρανοῦ διασχισθὲν, ἐκ τῶν ὑπερκεῖσθαι λεγομένων ὑδάτων καταῤῥῆξαι τὸν ὄμβρον, ἀλλ᾽ οὐρανὸν λέγει, τὸν περίγειον ἀέρα, τὸν ὁρίζοντα τοῖς ἀτμοῖς τὴν στάσιν, ὅπερ ἐστὶ τῆς λεπτομερεστάτης τοῦ ὑπερκειμένου ὅρος φύσεως· μεθ᾽ ὃν οὐδεμίαν δύναμιν πρὸς τὴν ἄνοδον ἔχει τῶν ἐμβριθεστέρων οὐδὲν, οὐ νέφος, οὐ πνεῦμα, οὐκ ἀτμὸς, οὐκ ἀναθυμίασις, οὐχ ἡ τῶν πτηνῶν φύσις. Τὸ οὖν ὑπὲρ κεφαλῆς συνήθως ἡ Γραφὴ οὐρανὸν λέγει, «οὐρανοῦ πετεινὰ» λέγουσα, τὸν ἀέρα τοῦτον διαπετόμενα. Ἀλλ᾽ εἰ καὶ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὔπω τὸ ἕτερον ὁ λόγος ἡμῖν ὑπελύσατο, πῶς ἡ εἰς τὸ ξηρὸν τῶν ἀτμῶν μεταποίησις οὐκ ἐλαττοῖ τὸ ὑγρὸν, τὸ ἐπικρατήσει τῆς θερμῆς οὐσίας ἐκδαπανώμενον. Πρὸς δὲ ταῦτα καλῶς ἂν ἔχοι ἑτέραν ἀκολουθίαν ἐξευρεῖν τῇ θεωρίᾳ τοῦ λόγου συμβαίνουσαν· ἴσως γὰρ ἂν γένοιτο ἡμῖν διὰ τῆς φιλοπονωτέρας προσεδρίας, μὴ διαμαρτεῖν τῆς προσηκούσης περὶ τοῦ σκέμματος ὑπολήψεως. Ἤκουσα τῆς προφητείας τὸ μεγαλεῖον τῆς τοῦ Θεοῦ δυνάμεως διὰ τῶν ἐν τῇ κτίσει θαυμάτων διεξιούσης, ἐν οἷς φησι· «Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὅρια σταθμῷ, καὶ τὰς νάπας ζυγῷ;»

δι᾽ ὧν οἶμαι σαφῶς ἰδίοις μέτροις τῶν στοιχείων ἕκαστον περιγεγράφθαι τὸν προφήτην διδάσκειν, τῆς περιεκτικῆς τοῦ Θεοῦ δυνάμεως, ἢν χεῖρα καὶ δράκα, καὶ σπιθαμὴν ὀνομάζει, ἰδικῶς ἕκαστον τῶν ὄντων ἐν τῷ καθήκοντι μέτρῳ περισφιγγούσης. Εἰ οὖν μεμέτρηται οὐρανὸς τῇ θείᾳ δυνάμει, καὶ τῇ χειρὶ τὸ ὕδωρ, καὶ τῇ δρακὶ πᾶσα ἡ γῆ, καὶ ζυγοστατοῦνται αἱ νάπαι, καὶ φανερὸς τοῖς ὄρεσιν ἀφορίζεται σταθμὸς, ἀνάγκη πᾶσα μένειν ἕκαστον ἐπὶ τοῦ ἰδίου μέτρου καὶ σταθμοῦ, μήτε αὐξήσεως, μήτε κολοβώσεως ἐν τοῖς ὑπὸ τοῦ Θεοῦ μεμετρημένοις, καὶ ὑπ᾽ αὐτοῦ περιεχομένοις δυναμένης γενέσθαι. Εἰ οὖν μήτε προσθήκην, μήτε ἐλάττωσιν περὶ τὰ ὄντα συμβαίνειν ἡ προφητεία μαρτύρεται, πάντως ἐπὶ τῷ ἰδίῳ ἕκαστον μέτρῳ εἰσαεὶ διαμένει, τῆς τρεπτῆς φύσεως τῆς ἐν τοῖς οὖσι θεωρουμένης, πάντα εἰς ἄλληλα μεταβαλλούσης, καὶ ἕκαστον εἰς τὸ ἕτερον ἀλλοιούσης, καὶ πάλιν ἀπ᾽ ἐκείνου διὰ μεταβολῆς τε καὶ ἀλλοιώσεως εἰς τὸ ἐξ ἀρχῆς αὖθις ἐπαναγούσης.

Ἀλλ᾽ ὅτι μὲν ὁ ὑγρὸς οὗτος ἀτμὸς, ἐν τῷ φλογμῷ διαγενόμενος, εἰς τὴν γεώδη μεταβαίνει ποιότητα, πρὸς τὸ ξηρὸν μεταβληθεὶς διὰ τῆς ἐξοπτήσεως, τοῦτο ἐν τοῖς προλαβοῦσι λόγοις ἐν τῷ κατὰ τὸ ἔλαιον ὑποδείγματι μετρίως νενόηται, σκοπεῖν δὲ τὸ μετὰ τοῦτο προσήκει, εἰ τῆς ὕλης τοῦ ἀτμοῦ πρὸς τὴν ἐναντίαν ἀλλοιωθείσης ποιότητα, δυνατόν ἐστιν ἄνω μένειν ἐκεῖνο τοῦ ἀτμοῦ τὸ λείψανον, ὅτι ποτὲ κατανοεῖ ὁ λόγος τὸ διὰ τῆς ἐξοπτήσεως μεταποιηθὲν, πρὸς τὸ λεπτότερόν τε καὶ ἀφανέστερον.

Ἀλλὰ μὴν οἶμαι δυνατὸν εἶναι καὶ περὶ ἐκείνου διὰ τῶν γνωρίμων ὑμῖν ὑποδειγμάτων στοχάσασθαι. Οὐδὲ γὰρ ἐνταῦθα τὸ λεπτομερὲς τῆς λιγνύος εἰσαεὶ διαμένει κατὰ τὸν ἀέρα μετέωρον, ἀλλ᾽ ὑπὸ τῆς ἀραιότητος τοῦ ἀέρος πρὸς τὸ συγγενὲς διαφύεται, γῇ καὶ τείχεσι καὶ τοῖς τοῦ ὀρόφου ξύλοις περιχρωννύμενον.

Οὐκοῦν ἀκόλουθον καὶ περὶ ἐκείνου τὸ ἶσον ὑπολαβεῖν, ὅτι ὑπὸ τῶν πνευμάτων ἀνωσθεὶς ὁ ἀτμὸς εἰς τὸν ὑπερκείμενον καὶ φλογώδη χῶρον, καὶ ἐν τῇ μεταβολῇ τῆς ὑγρᾶς ποιότητος, τὸ ὑλικὸν διεσώσατο, ξηρὸς δὲ γενόμενος πρὸς τὸ συγγενὲς καθειλκύσθη καὶ ἀπεκατέστη γῇ. Ἑλκτικὴ γὰρ τῶν οἰκείων δύναμις ἑκάστῳ τῶν ὄντων ἐκ φύσεως ἔγκειται, ὡς μηδὲ ἔξω τοῦ ἀκολούθου τὴν τοιαύτην εἶναι ὑπόληψιν, ὅτι ξηρός τις καὶ γεώδης ὁ ἀτμὸς γενόμενος τὴν ποιότητα, τῇ ξηρότητι τῆς γῆς κατεμίχθη. Εἰ μὲν οὖν ἦν ἐλαιώδης πᾶσα τῆς ὑγρᾶς οὐσίας ἡ φύσις, πάντως ἂν ἐν τῷ παχυμερεῖ τῆς ποιότητος πρὸς τὸ μέλαν ἔτρεψε τῶν τοιούτων ἀτμῶν τὴν χρόαν ἡ ἐξόπτησις· καὶ ἐπίδηλον ἂν πᾶσι τὸ γινόμενον ἦν, διὰ τοῦ δέχεσθαι τὸ εἶδος δεικνύμενον. Ἐπεὶ δὲ τὸ λεπτότατόν τε καὶ διειδέστατον τῆς τῶν ὑδάτων φύσεως ἐν τοῖς ἀτμοῖς γίνεται, οὔτοι δὲ κατὰ τὸν προαποδειχθέντα λόγον ἐναποθέμενοι τῷ πυρὶ τὴν ὑγρὰν ποιότητα, πρὸς τὸ ξηρὸν ἠλλοιώθησαν· ἀνάγκη πᾶσα, καθαρὸν τοῦτο καὶ ἀερῶδες οἴεσθαι, ὅτι ποτὲ καὶ εἶναι αὐτὸ καταλαμβάνει ἡ ἔννοια τὸ τῇ λεπτότητι διαφεῦγον τὴν κατανόησιν.

Εἰ δὲ τῆς τοῦ λόγου καταλήψεως ἀξιοπιστοτέραν οἴεταί τις τὴν αἴσθησιν, καὶ ζητεῖ τῷ ὀφθαλμῷ τοὺς ἀμερεῖς τε καὶ ἀφανεῖς ἐκείνους ὄγκους θεάσασθαι· ἔξεστι τῷ βουλομένῳ ναστὸν τῶν τοιούτων μορίων τὸν ἀέρα ἰδεῖν, ὅταν εἰσχεθεῖσα διὰ θυρίδος αὐτὸς, ἐκδηλότερον ποιήσῃ τοῦ ἀέρος ἐκεῖνο, ὅσον ἂν διὰ τῆς αὐγῆς καταλάμψῃ.

Ὃ γὰρ ἐν τῷ λοιπῷ ἀέρι τοῖς ὀφθαλμοῖς ἐστιν ἀνέφικτον, τοῦτο διὰ τῆς ἀκτῖνος ὁρᾶται ἐν πλήθει ἀπείρῳ κατὰ τὸν ἀέρα στρεφόμενον. Ὁ οὖν ἐπισχὼν τούτοις τὸν ὀφθαλμὸν, εὑρήσει ἀεὶ πρὸς τὸ κάτω τὴν τῶν λεπτῶν ἐκείνων φορὰν καταῤῥέουσαν. Τὸ δὲ ἐν τῷ μέρει τοῦ ἀέρος δεικνύμενον ἀπόδειξίς ἐστι τοῦ καὶ ἐν τῷ παντὶ τὸ τοιοῦτον εἶναι, ἐπειδὴ συνεχές ἐστι τὸ πᾶν ἑαυτῷ, καὶ ἐκ μερῶν συμπληροῦται τὸ ὅλον. Εἰ δὲ πάντοτε ἡ τῶν λεπτῶν τούτων καὶ ἀτόμων φορὰ διὰ τοῦ ἀέρος ἐπὶ τὴν γῆν καταῤῥέει, φανερὸν δὲ ὅτι οὐ τὸ αἰθέριον εἶδος εἰς ταῦτα θρυπτόμενον διασκίδναται (τὴν γὰρ εἰς τὰ λεπτὰ θρύψιν τε καὶ διάχυσιν ἡ τοῦ πυρὸς φύσις οὐ πάσχει)· ἀνάγκη πᾶσα ἐκείνων τὴν ὕλην κατιέναι πιστεύειν, ὧν τὴν ἄνοδον ὁ λόγος διὰ τῶν ἀτμῶν ἐθεώρησεν, ὥστε ὑγρὰ μὲν ὄντα ὑπὸ τῆς θερμῆς ἀνέλκεσθαι φύσεως, ἐκκαυθέντα δὲ καὶ γεώδη γενόμενα, μηκέτι ἐν τῷ πυρὶ κρατεῖσθαι, ἀλλὰ πρὸς τὴν γῆν πάλιν ἀποκαθίστασθαι.

Καθάπερ δὲ τῆς ἐν ἡμῖν τροφῆς εἰς λεπτήν τινα ποιότητα διὰ τῆς πέψεως ἀλλοιωθείσης, ᾧ ἂν ἐμπελάσει διὰ τῆς ἀναδόσεως μέρει τοῦ σώματος, ἐκείνου προσθήκη τὸ ἀναδιδόμενον γίνεται, καὶ ποικίλης οὔσης ἐν τῇ συστάσει τοῦ σώματος τῆς τῶν μελῶν διαφορᾶς ἐν τῷ ξηρῷ τε καὶ ὑγρῷ, καὶ τῷ καίοντι καὶ τῷ ψύχοντι· παρ᾽ ὧν ἂν γένηται τὸ τῆς τροφῆς μέρος, ἐκεῖνο γίνεται, ὃ τὸ ὑποκείμενον κατὰ φύσιν ἐστὶν (τὸ γὰρ ἐπικρατοῦν εὐκαίρως τὴν λεπτότητα τῆς ἀναδόσεως ἑαυτῷ προσῳκείωσε)· τὸν αὐτὸν τρόπον ἀνεπαίσθητος γίνεται διὰ τῶν ἀμερῶν ἐκείνων ὄγκων ἡ ἀεὶ γινομένῃ τῇ γῇ προσθήκη. Διότι παντὶ τῷ ὑποκειμένῳ συμφυέντα, ὅπερ ἂν κατ᾽ οὐσίαν ᾗ τὸ δεχόμενον, πρὸς ἐκείνην ἠλλοιώθη τὴν φύσιν, καὶ ἐγένετο βῶλος ἐν βώλῳ, καὶ ψάμμος ἐν ψάμμῳ, καὶ λίθος ἐν λίθῳ, καὶ ἐν παντὶ πᾶν, ὅτιπερ ἂν τύχῃ τῶν στεῤῥοτέρων δεξάμενον, πρὸς τὸ ἐπικρατοῦν μετετέθη. Εἰ δὲ δυσπαράδεκτον οἴεταί τις τοῦ λίθου τὴν ἀντιτυπίαν τῆς τοιαύτης προσθήκης, κἂν ὁ λόγος τὸ ἀκόλουθον ἔχῃ, ὅμως ἐγὼ πρὸς τοὺς ταῦτα φρονοῦντας, οὐδὲν οἶμαι δεῖν ἀντιμάχεσθαι. Οὐδὲν γὰρ ἕξει τὸ εἰκὸς ἡ θεωρία, διὰ πνευμάτων ἀπὸ τοῦ μὴ περιδεχομένου, πρὸς τὸ συμφυόμενον τῆς ἄνωθεν τοῦ γεώδους ἐπιῤῥοῆς μεταπιπτούσης.

Ἀλλ᾽ ἐρεῖ τις ἴσως μὴ πρὸς τὸν ἴδιον σκοπὸν βλέπειν τὸν λόγον ἡμῶν, ἀλλὰ προθέσθαι μὲν ἀποδεῖξαι τὴν ὑγρὰν φύσιν ἐπὶ τοῦ ἐξ ἀρχῆς μέτρου μέχρι παντὸς διαμένουσαν, λαθεῖν δὲ τὶ ἐναντίον κατασκευάζοντα.

Εἴτε γὰρ ἐν τῷ πυρὶ τὸ ἀναδιδόμενον μένοι, εἴτε καὶ ξηρανθὲν πάλιν ἐπὶ τὴν γῆν ἐπανέρχοιτο, ἴση καθ᾽ ἑκάτερον ἡ τοῦ ὕδατος ἐλάττωσις ἔσται· καὶ οὐδὲν ἧττον διὰ τῆς κατασκευῆς ταύτης ἀναγκαία δείκνυται ἡ τοῦ ὑγροῦ περιουσία, διὰ τὸ πάντως εἰσαεὶ δαπανᾶσθαι.

Οὐκοῦν ἀναγκαῖον ἂν εἴη πρὸς τὸν λόγον τοῦτον, πάλιν τὴν φύσιν τῶν ὄντων κατανοῆσαι, ὡς ἂν δι᾽ αὐτῆς ἡμῖν εὐοδωθείη πρὸς τὸν προκείμενον σκοπὸν τὸ θεώρημα. Τίς οὖν ἡ φύσις; Οὐδὲν τῶν στοιχειωδῶς ἐν τῇ συστάσει τοῦ περιγείου κόσμου θεωρουμένων ἄτρεπτόν τε καὶ ἀναλλοίωτον παρὰ τοῦ Δημιουργοῦ τῶν ὅλων πεποίηται· ἀλλὰ πάντα ἐν ἀλλήλοις ἐστὶ, καὶ δι᾽ ἀλλήλων διακρατεῖται, τῆς τρεπτῆς δυνάμεως διά τινος ἐγκυκλίου περιφορᾶς πάντα εἰς ἄλληλα τὰ γεώδη μεταβαλλούσης, καὶ ἀπ᾽ ἀλλήλων εἰς ἑαυτὰ πάλιν ἐπαναγούσης· αὐτῆς δὲ τῆς ἀλλοιώσεως ἀπαύστως ἐν τοῖς στοιχείοις ἐνεργουμένης, ἀνάγκη πάντα εἰς ἄλληλα μεταβαίνειν, ἐξιστάμενά τε ἀπ᾽ ἀλλήλων, καὶ πάλιν κατὰ τὸ ἶσον ἀλλήλοις ἐπεμβαίνοντα. Οὐ γὰρ ἄν τι τούτων φυλαχθείη ἐφ᾽ ἑαυτοῦ, εἰ μὴ ἡ πρὸς τὸ ἑτερογενὲς ἐπιμιξία διακρατοίη τὴν φύσιν. Πῶς οὖν εἴποι τις ἂν, διὰ τῶν τεσσάρων τὴν μεταβλητικήν τε καὶ ἀλλοιωτικὴν δύναμιν, περιοδεύειν κυκλεύουσαν;

Οὐ γὰρ πάντα δι᾽ ἀλλήλων γίνεται, οὐδὲ δι᾽ ὁμαλοῦ ὁ τῆς ἀλλοιώσεως κύκλος, δι᾽ ἑκάστου τῶν ὄντων περιχωρεῖ, ἀλλὰ τὸ μὲν ὕδωρ πρὸς τὸν ἀέρα διὰ τῶν ἀτμῶν ἀνεχέθη, οἱ δὲ ἀτμοὶ τὴν φλόγα θρέψαντες πάλιν ἀπεγεώθησαν, οἷόν τις σποδιὰ μετὰ τὸ τῷ πυρὶ καθομιλῆσαι γενόμενοι· ἡ δὲ γῆ ταῦτα δεξαμένη ἔστησεν ἐν ἑαυτῇ τὸν τῆς ἀλλοιώσεως δρόμον. Οὔπω γὰρ ἐξήτασται, εἰ ἡ τοῦ ὕδατος φύσις ἐκ γῆς ἔχει τὴν γένεσιν. Οὐκοῦν τούτῳ τῷ σκέμματι λείπεται, εἰ δυνατόν ἐστι τὴν γῆν εἰς ὕδατος μεταστῆναι φύσιν. Πάντως δὲ οὐδεὶς ἡμῖν ἀδολεσχίαν ἐπεγκαλέσει, δι᾽ ὧν ἂν ἦν δυνατὸν ἀναζητοῦσι τὸ ἐν τοῖς εἰρημένοις ἀκόλουθον. Ὁρῶμεν τοίνυν πολλὰ τῶν ξηρῶν, αὐτομάτως ἔκ τινος φυσικῆς ἰδιότητος ὑγραινόμενα, οἷον ἐπὶ τῶν ἁλῶν ἔστιν ἰδεῖν, τῶν τε μεταλλευομένων, καὶ τῶν ἔκ τινος ὑγροῦ καταφρυγομένου συνισταμένων, ὧν ξηρότης μέν ἐστι τὸ ἰδίωμα, εἰ δέ τις αὐτῶν νοτία καθίκοιτο, ἰκμαλέοι γίνονται, καὶ πρὸς τὴν ὑγρὰν ποιότητα τὸ ἐν σφίσι ξηρὸν μεταβάλλουσιν. Οὕτως ἔγνων καὶ τὴν τοῦ μέλιτος φύσιν ξηρὰν τρόπον τινὰ διὰ τῆς ὀπτήσεως γινομένην, καὶ πάλιν ἐκ περιστάσεως τινος εἰς τὸ ὑγρὸν ἀναλύουσαν. Ἀλλὰ παρείσθω ταῦτα· κρεῖττον γὰρ ἐξ ἀρχῆς τινος ἀναγκαίας δοῦναι τὴν ἀκολουθίαν τῷ θεωρήματι.

Οὐ μίαν γινώσκομεν ἐφ᾽ ἑκάστου τῶν στοιχείων ποιότητα, δι᾽ ἧς συμπληροῦται τὸ ὑποκείμενον, καὶ τοῦ ἀντιστοιχοῦντος ἀποχωρίζεται, ἀλλ᾽ ἐν διαφόροις ἕκαστον καταλαμβάνεται ταῖς ποιότησιν, ὧν αἱ μὲν ἀκοινωνήτως ἔχουσι πρὸς ἀλλήλας, αἱ δὲ κατὰ τὸ ἶσον ἐνθεωροῦνται, οἰκείως τε καὶ ἁρμοδίως ἔχουσαι πρὸς τὰς μαχομένας ἀλλήλαις ποιότητας· οἷον ἐπὶ τῆς γῆς καὶ τοῦ ὕδατος, ἀμίκτως μὲν ἔχουσι πρὸς ἀλλήλας ἡ ξηρότης τε καὶ ὑγρότης, ἐπίσης δὲ ἑκατέρᾳ τούτων σύνεστιν ἡ ψυχρότης, ἑνοῦσα τρόπον τινὰ δι᾽ ἑαυτῆς τὰ μαχόμενα. Πάλιν χωρίζεται τὸ ὕδωρ ἐκ τοῦ ἀέρος, τῇ τοῦ ἐμβριθοῦς πρὸς τὸ κοῦφον ἐναντιότητι· ἀλλὰ καὶ τούτοις μεσιτεύει κατὰ τὸ ἶσον ἐν τῇ ἑκατέρου φύσει τὸ ὑγρὸν θεωρούμενον. Πάλιν διΐσταται τοῦ πυρὸς ὁ ἀὴρ, τῇ τοῦ θερμοῦ πρὸς τὸ ψυχρὸν μάχῃ ἐναντιούμενος· ἀλλὰ κοινωνεῖ τῇ κατὰ τὸ κοῦφον ποιότητι, καὶ τῆς φυσικῆς αὐτῶν ἐναντιότητος οἷόν τις καταλλάκτης ἡ κοινωνία τῆς ποιότητος γίνεται. Εἶτα τὸ πῦρ ἀπὸ τῆς γῆς τῷ βάρει καὶ τῷ κούφῳ κεχώρισται, ἀλλ᾽ ἡ ξηρότης ἀμφοτέρων ἐστὶ κοινὴ, καὶ διὰ ταύτης ἔνσπονδά πως ἀλλήλοις τὰ διεστῶτα γίνεται. Τί δὲ βουλόμενος ἐντεῦθεν τῆς ἐξετάσεως ἄρχομαι;

ὅτι ἡ ψυχρότης ὁμοίως μὲν ἐνθεωρεῖται τῇ τε γῇ καὶ τῷ ὕδατι καὶ τῷ ἀέρι, πλείονι δὲ μοίρᾳ τῷ ὑγρῷ προσῳκείωται, συντηροῦσά πως ἐν ἑαυτῇ τὴν τοῦ ὕδατος φύσιν, διὰ τῆς πρὸς τὸ θερμὸν ἀντιπαθείας, τὴν ἐκ τοῦ ξηροῦ βλάβην ἀπαμβλύνουσα.

Ὡς τοίνυν τῷ θερμῷ ξηρότης ἐμπέφυκε, καὶ οὐκ ἔστι μόνον ἐν τῷ ἑτέρῳ τὸ πῦρ δειχθῆναι· οὕτως εἰκός ἐστιν ἡνῶσθαι λέγειν τῷ ὑγρῷ τὴν ψυχρότητα, διὰ τὸ δεῖν ἑκατέρῳ τῶν τε ἐν τῷ πυρὶ θεωρουμένων εἶναι καὶ ἐν τῷ ὕδατι τὴν ἀντιστοιχοῦσαν ποιότητα, ὥστε μάχεσθαι τῷ μὲν ξηρῷ τὴν ὑγρότητα, τῷ δὲ ψυχρῷ τὴν θερμότητα. Εἰ οὖν ἐπίσης τῷ ὑγρῷ συμπληρωτικὸν τῆς τοῦ ὕδατος φύσεως καὶ τὸ ψυχρὸν ἀπεδείχθη, ἀκόλουθον ἂν εἴη λογίζεσθαι, ὅτι τῆς ψυχρᾶς ποιότητος, καὶ τῇ γῇ φυσικῶς ἐγκειμένης δυνάμει, καὶ τὸ ὕδωρ ἐν τῇ γῇ ἐστι, καὶ ἡ γῆ ἐν τῷ ὕδατι. Ἡ γὰρ φυσικὴ τοῦ ὑγροῦ πρὸς τὸ ψυχρὸν συζυγία οὐκ ἐᾷ διαζευχθῆναι τοῦ ἑτέρου τὸ ἕτερον καθόλου· ἀλλὰ κἄν ποτε καταμόνας ἐφ᾽ ἑαυτοῦ τύχῃ τούτων ἑκάτερον, οὐκ ἀκριβῶς μόνον ἐστὶν, ἀλλὰ τῇ δυνάμει τὸ συναμφότερον ἐν τῷ ἑνὶ καθορᾶται. Ὥσπερ γὰρ τοῦ ὑγροῦ πρὸς τὸν ἀέρα διαχυθέντος, καὶ ἡ ψύξις τοῖς τῶν ὑγρῶν ἀτμῶν μορίοις ἐπηκολούθησεν· οὕτω τὸ ἔμπαλιν τῆς ψυχρότητος ἐν τῷ βάθει τῆς γῆς διαιτωμένης, οὐδὲ ἡ ὑγρότης τῆς συζύγου ποιότητος ἀπολείπεται, ἀλλ᾽ ἡ ψυχρὰ δύναμις φυσικῶς ἐγκειμένη τῇ γῇ, οἷόν τι σπέρμα τῆς τοῦ ὑγροῦ φύσεως γίνεται, ἀεὶ δι᾽ ἑαυτῆς τὴν συνημμένην ἑαυτῇ ποιότητα φύουσα, τῆς δὲ ἀλλοιωτικῆς ἐνεργείας τὴν γῆν, διὰ τῆς ἄγαν ψύξεως, εἰς ὕδατος γένεσιν μεταβαλλούσης.

Τούτων δὲ εἰ μὲν τὸν λόγον ἡμᾶς τις ἀπαιτοίη, πῶς ἐνεργεῖ τὴν τοῦ στεῤῥοῦ πρὸς τὸ ὑγρὸν μεταβολὴν ἡ ἀλλοίωσις ἐπίσης, ἀμηχανήσομεν, ὡς καὶ ἐπὶ τῶν ἄλλων πάντων.

Πῶς γὰρ διαχεῖται τὸ ὕδωρ πρὸς τὸν ἀέρα, τῷ κούφῳ τὸ κατωφερὲς ἐποχούμενον· ἢ πῶς τὸ βάρος εἰς κοῦφον μετεποίησεν ἡ ἀλλοίωσις; Ταῦτα ὅτι μὲν γίνεται, τῇ αἰσθήσει καταλαμβάνομεν, λόγῳ δὲ παραστῆσαι τὰ ἔργα τῆς φύσεως ἀδυνατοῦμεν. Εἰ δέ τις τὴν πεῖραν εἰς μαρτυρίαν τῆς τοιαύτης ὑπολήψεως δέχοιτο, ἑτοίμως ἀποδείξομεν, μάρτυρας τοῦ λόγου τοὺς φρεωρύχους παράγοντες. Ἐπεὶ γὰρ τῶν ἐν βάθει καταλαμβανομένων ὑδάτων τὴν ἄνικμον γῆν διορύξωσιν, ἐπὶ τὸ κάτω προϊόντες τῇ ἐργασίᾳ, οὐκ εὐθὺς ἐντυγχάνουσι τῇ συστάσει τοῦ ὕδατος, ἀλλὰ πρῶτον μὲν τῇ ἀφῇ μετέχειν τινὸς ἰκμάδος τὴν γῆν ἐστοχάσαντο· εἶτα πρὸς τὸ μᾶλλον κατεψυγμένον διὰ τοῦ βάθους χωρήσαντες, πηλωδεστέραν τὴν βῶλον καταλαμβάνουσι· μετὰ τοῦτο πρὸς τὸ μᾶλλον κατεψογμένον βαθυνομένης τῆς ἐργασίας, ἱδρώς τις ἀμυδρὸς ἀποφαίνεται· εἶτα πόρου τινὸς ἐντμηθέντος ὑπὸ τὸν πυθμένα τοῦ λίθου· ἔνθα μᾶλλον εἰκός ἐστι μηκέτι τὴν ἡλιακὴν θερμότητα διαδύεσθαι τῇ πυκνότητι τοῦ λίθου κωλυομένην· τότε λεπταί τινες τοῦ ὕδατος φλέβες διὰ τῆς ἐργασίας ἀνεστομώθησαν, ἀφ᾽ ὧν ἐν κύκλῳ περὶ τὸ βάθος τῆς συνδέσεως γινομένης, εὐθηνεῖται τὸ φρέαρ τῷ ὕδατι.

Ὅπερ τοίνυν ἐνταῦθα γίνεται πρὸς τὴν χειροποίητον κοιλότητα, συνδοθείσης τῆς πανταχόθεν περὶ τὸ φρέαρ συνθλιβομένης ἰκμάδος, τοῦτο εἰκὸς ἐν παντὶ γίνεσθαι τόπῳ, καὶ τὸ διὰ τῆς λεπτῆς ἰκμάδος ἀεὶ συνδιδόμενον διὰ φλεβῶν τινῶν ἐπὶ τοὺς εὐρυτέρους ὀχετεύεσθαι πόρους, ἤδη τῆς λεπτῆς συῤῥοίας πρὸς ἑαυτὴν ἑνωθείσης. Οὕτως οὖν ἀπογεννᾶται τὸ ὕδωρ, τοῦ μὲν ψυχροῦ τὴν γῆν καθυγραίνοντος, τῆς δὲ ὑγρότητος τῆς ἐκ τοῦ ψυχροῦ συνισταμένης, καὶ ὅλην τὴν τοῦ ὕδατος φύσιν ἐν ἑαυτῇ τελειούσης. Ὅθεν ἀθροισθὲν ἤδη, καὶ ῥεῖθρον γενόμενον, ᾗπερ ἂν εὐοδωθῇ, κατ᾽ ἐκεῖνο τὴν γῆν. ἀνεστόμωσεν. Τοῦτο δὲ πηγὴ ὀνομάζεται. Τεκμήριον δὲ τοῦ καθηγεῖσθαι τὴν ψυχρότητα τῆς τῶν ὑδάτων γενέσεως, τὸ τοὺς πρὸς ἀρκτῴους τῶν τόπων καὶ μᾶλλον κατεψυγμένους εὐθηνεῖσθαι τοῖς ὕδασιν. Ἦ γὰρ ἂν ἐπίσης τὰ ἡλιούμενά τε καὶ νότια, διάβροχα τοῖς ὕδασιν ἦν, εἰ μηδὲν ἡ ἀπουσία τῆς ψύξεως τῇ γενέσει τῶν ὑγρῶν ἐνεπόδιζεν. Ὥσπερ δὲ τὸ ἐξ ὀμβρίας ὕδωρ ἀθροισθὲν μὲν ἐκ τῆς τῶν σταγόνων συῤῥοίας, χειμάῤῥους γίνεται, εἰ δὲ αὐτὰς τὰς σταγόνας ἐφ᾽ ἑαυτῶν τις βλέποι, βραχύ τι καὶ ἀντ᾽ οὐδενὸς τὸ ἐν ἑκάστῃ φανήσεται· οὕτω καὶ ἡ τῆς κατὰ λεπτὸν κάτωθεν ἀεὶ τοῦ ὑγροῦ συνισταμένης ποσότητος· ὅταν ἓν ἐκ πολλῶν ῥείθρων τὸ τῶν λεπτῶν ἄθροισμα γένηται, τὸ τοιοῦτον εἰς ποταμοῦ φύσιν ἐκδίδοται.

Ὁ δὲ ταύτας τὰς ὑπολήψεις παραγραφόμενος, πόθεν ἂν οἰηθείη τοὺς ἀεννάους τῶν ποταμῶν ἀναδίδοσθαι;

Ἆρα μή τινας λίμνας ἐντὸς τῶν τῆς γῆς κόλπων ὑπονοήσειεν; Ἀλλὰ καὶ αὗται πάντως εἰ μὴ τὸ ἐπιῤῥέον ἔχοιεν, ἐν βραχεῖ κενωθήσονται, ὥστε κατ᾽ ἀνάγκην καὶ ἄλλας τούτων ὑπερκεῖσθαι νομίσει· ἡ δὲ ἀκολουθία τοῦ λόγου, καὶ τὰς ἄλλας ἀναπληροῦν ἀναζητήσει· κἂν ἄλλας ὑπερκεῖσθαι λίμνας ἐκείνων ὑποτίθηται, καὶ τὸ τῶν ἄλλων πλήρωμα ποίας ἔχει τὰς ἀφορμὰς ἀναγκαίως διερευνήσεται. Καὶ οὕτως εἰς ἄπειρον προϊὼν ὁ λόγος οὐδαμοῦ στήσεται, λιμνῶν λίμνας ὑπερτιθείς· ἵνα αἱ πρὸς ταῖς πηγαῖς λίμναι μὴ ἐπιλείπωσιν, ἕως ἂν τῶν ἐσχάτων τὰς ἀφορμὰς καταλάβῃ, δι᾽ ὧν ἡ τοῦ ὕδατος γένεσις τὴν ἀρχὴν λαμβάνει. Ὅπερ τοίνυν εἰκός ἐστι τῆς πρώτης τοῦ ὕδατος φύσεως αἰτίαν ἐξευρεθῆναι, πολὺ ἂν εὐλογώτερον εἴη τοῦτο περὶ τὴν τῶν πηγῶν σύστασιν ἐννοεῖν, καὶ μὴ τὰς ὑπογείους λίμνας φαντάζεσθαι, ἀφ᾽ ὧν εὐθὺς καὶ τὸ κατωφερὲς τῆς τοῦ ὕδατος φύσεως ἐξ ἐναντίου πρὸς τὸν λόγον ἵσταται. Πῶς γὰρ ἐπὶ τὸ ἄνω ῥυήσεται οὗ ἡ φύσις ἰδίαν ἔχει τὴν ἐπὶ τὸ κάτω φοράν; Ἔπειτα δὲ καὶ ὅσον τὸ μέγεθος τῶν λιμνῶν ἐκείνων ἡ διηνεκὴς τῶν τοσούτων ὑδάτων ἀποῤῥοὴ στοχάζεσθαι δίδωσιν, ὥστε τοσοῦτον προχεύουσαν ἐν τοσούτοις χρόνοις, ἀκένωτον μένειν, μηδενὸς ἔνδοθεν τὸ ἐξιὸν ἀντεισάγοντος; Ἀλλὰ δῆλον ἂν εἴη διὰ τῶν ἐξητασμένων, ὅτι τῷ ποταμῷ μὲν οὐ λείπει ἡ χορηγία τοῦ ὕδατος, τῆς γῆς πρὸς τοῦτο μεθισταμένης.

Ὁ δὲ ὄγκος τῆς γῆς οὐκ ἐλαττοῦται διὰ τοῦ ὑπεξιόντος, τῆς πάντοτε γινομένης τῶν ξηρῶν ἀτμῶν μεταβολῆς, τὸ ἀεὶ μειούμενον ἐκ τοῦ ὄγκου ἀναπληρούσης. Ὧν γινομένων, οὐκέτ᾽ ἂν ἡμῖν ἡ εἰς ἄλληλα τῶν στοιχείων ἀλλοίωσις σκάζειν δοκοίη, ἀλλὰ δι᾽ ἀκολούθου δεσμεῖται ὁ λόγος, τὴν ἑκάστου πρὸς τὸ ἕτερον τροπὴν, γένεσιν ἐκείνου τοῦ εἰς ὃ μετεβλήθη βλέπων, καὶ τὴν ἀπ᾽ ἐκείνου πρὸς τὸ ἐξ ἀρχῆς πάλιν ἀποκατάστασιν. Οἷον τὸ ὕδωρ πρὸς τὸν ἀέρα διὰ τῶν ἀτμῶν ἀναχθὲν, ἀὴρ ἐγένετο· ὁ ἀὴρ ὑγρανθεὶς ἐν τῷ ὑπερκειμένῳ φλογμῷ κατεξηράνθη· τὸ γεῶδες τοῦ ὑγροῦ διὰ τῆς τοῦ πυρὸς φύσεως ἀπεκρίθη· τοῦτο ἐν τῇ γῇ γενόμενον διὰ τῆς ψυχρᾶς ποιότητος εἰς ὕδωρ μετεποιήθη· καὶ οὕτως ἀδιάλειπτος, καὶ ἀνωμένου καὶ οὐδενὸς πλεονάζοντος, ἀλλ᾽ ἐν τοῖς ἐξ ἀρχῆς μέτροις εἰς τὸ διηνεκὲς διαμένοντος.