Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰ φῶτα

Γρηγόριος ὁ Νύσσης

Επίλογος και δοξολογία

Ανασκόπηση των σωτηριολογικών δωρεών του Θεού, αναφορά στην ανάκληση του ανθρώπου στον παράδεισο και τελικός δοξολογικός ύμνος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 5

Ταῦτα μὲν οὖν αὐτάρκως πρὸς τὴν ἱερὰν τῆς ἡμέρας ὑπόθεσιν, ἣν ὁ κυκλωθεὶς ἐνιαυτὸς τεταγμέναις πρὸς ἡμᾶς ἤνεγκε περιόδοις, καλὸν δὲ λοιπὸν τῷ φιλανθρώπῳ τῆς τοσαύτης δωρεᾶς χορηγῷ προσαναπαῦσαι τὸν λόγον φωνὴν ὀλίγην ὑπὲρ πραγμάτων μεγάλων τὴν ἀμοιβὴν ἀντεισφέροντας· σὺ γὰρ ἀληθῶς ὑπάρχεις δέσποτα καθαρὰ καὶ ἀέναος τῆς ἀγαθωσύνης πηγή, ὃς ἀπεστράφης ἡμᾶς δικαίως καὶ ἠλέησας φιλανθρώπως, ἐμίσησας καὶ διηλλάγης, κατηράσω καὶ εὐλόγησας, ἐξώρισας τοῦ παραδείσου καὶ πάλιν ἀνεκαλέσω, ἐξέδυσας τὰ φύλλα τῆς συκῆς τὴν ἀσχήμονα σκέπην καὶ περιέβαλες ἱμάτιον πολυτίμητον, ἤνοιξας τὸ δεσμωτήριον καὶ ἀφῆκας τοὺς κατακεκριμένους, ἐρράντισας ὕδατι καθαρῷ καὶ τῶν ῥύπων ἐκάθαρας. οὐκέτι καλούμενος παρά σου ὁ Ἀδὰμ αἰσχυνθήσεται οὐδὲ παρὰ τοῦ συνειδότος ἐλεγχόμενος ἐγκαλύψεται ὑπὸ τῇ λόχμῃ τοῦ παραδείσου κρυπτόμενος οὔτε μὴν ἡ φλογίνη ῥομφαία κυκλώσει τὸν παράδεισον ἀπρόσιτον τοῖς ἐγγίζουσι ποιοῦσα τὴν εἴσοδον, πάντα δὲ ἡμῖν τοῖς κληρονόμοις τῆς ἁμαρτίας μετεσκευάσθη πρὸς εὐφροσύνην. καὶ βατὸς μὲν ἀνθρώπῳ παράδεισος καὶ οὐρανὸς αὐτός, συνηρμόσθη δὲ εἰς φιλίαν ἡ κτίσις ἡ ἐγκόσμιός τε καὶ ὑπερκόσμιος πάλαι πρὸς ἑαυτὴν στασιάζουσα καὶ ἄνθρωποι τοῖς ἀγγέλοις ἐγενόμεθα σύμφωνοι τὴν αὐτὴν ἐκείνοις εὐσεβοῦντες θεολογίαν.

Διὰ δὴ ταῦτα πάντα τὸν τῆς χαρᾶς ὕμνον ἄσωμεν τῷ θεῷ, ὃν στόμα τῷ πνεύματι κάτοχον πάλαι προφητικῶς ἐξεβόησεν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ μοι, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. κοσμήτωρ δὲ πάντως τῆς νύμφης ὁ Χριστὸς ὁ ὢν καὶ πρόων καὶ ἐσόμενος, εὐλογητὸς νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.