Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰ φῶτα

Γρηγόριος ὁ Νύσσης

Παλαιοδιαθηκικές προτυπώσεις και προφητείες του Βαπτίσματος

Εξέταση των τύπων και προεικονίσεων του μυστηρίου μέσα από τα γεγονότα των πατριαρχών, του Μωυσή και των προφητών της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 5

Καὶ ταῦτα μὲν ὅσον ἐν ὑποδείγμασιν· οὐ γὰρ νῦν ἡμῖν σκοπὸς τὸν τῆς πίστεως ἀπευθύνειν λόγον, πρὸς δὲ τὸν ἐνεστῶτα καιρὸν καὶ τὴν προκειμένην ὑπόθεσιν ἀναδράμωμεν. εὑρίσκω γὰρ ὅτι τὴν τοῦ βαπτίσματος χάριν οὐ τὰ μετὰ τὸν σταυρὸν ἐκήρυξεν εὐαγγέλια, ἀλλὰ καὶ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου πανταχοῦ ἡ παλαιὰ γραφὴ τῆς παλιγγενεσίας ἡμῶν προετύπωσε τὴν εἰκόνα οὐ τηλαυγῶς τὴν μοφφὴν ἐμφανίζουσα, αἰνίγμασι δὲ τοῦ θεοῦ τὴν φιλανθρωπίαν προϋποφαίνουσα. καὶ ὡς ὁ ἀμνὸς προεκηρύττετο καὶ ὁ σταυρὸς προεφητεύετο, οὕτω καὶ τὸ βάπτισμα πρακτικῶς καὶ λογικῶς ἐμηνύετο, ἀναμνήσωμεν δὲ τοὺς φιλοκάλους τῶν τύπων· ἀπαιτεῖ γὰρ ὁ τῆς ἑορτῆς καιρὸς ὡς ἀναγκαίαν τὴν μνήμην.

Ἡ Ἄγαρ ἡ παιδίσκη τοῦ Ἀβραὰμ, ἣν καὶ Παῦλος ἀλληγορεῖ πρὸς Γαλάτας διαλεγόμενος, ἐκπεμφθεῖσα τῆς οἰκίας τοῦ κυρίου διὰ τὴν ὀργὴν τῆς Σάρρας (χαλεπὸν γὰρ ταῖς νομίμοις γυναιξὶν ὑποπτευομένη δούλη πρὸς τὸν δεσπότην) ἔρημος ἐφέρετο πρὸς ἔρημον γῆν ὑπομάζιον ἔχουσα βρέφος τὸν Ἰσμαήλ. ἐπειδὴ δὲ ἐν ἀπορίᾳ τῶν ἀναγκαίων γέγονεν αὐτή τε ἐγγὺς ἦλθε θανάτου καὶ πρό γε αὐτῆς τὸ παιδίον (τὸ γὰρ ὂν ἐν τῷ ἀσκῷ ὕδωρ ἐδαπανήθη, ἐπεὶ μηδὲ οἷόν τε τὴν συναγωγὴν αὐτάρκειαν ἔχειν ζωῆς τὴν τέως ἐν τοῖς τύποις διάγουσαν τῆς ἀενάου πηγῆς), ἄγγελος ἐκ τοῦ παραδόξου φαίνεται καὶ δείκνυσιν αὐτῇ φρέαρ ὕδατος ζῶντος, κἀκεῖθεν ὑδρευσαμένη σῴζει τὸν Ἰσμαήλ. ὅρα τοίνυν τύπον μυστικόν, ὅπως εὐθὺς ἐξ ἀρχῆς δι᾽ ὕδατος ζῶντος τῷ ἀπολλυμένῳ ἡ σωτηρία οὐ πρότερον ὄντος, ἀλλὰ δι᾽ ἀγγέλου κατὰ χάριν δοθέντος.

Χρόνοις δὲ ὕστερον πάλιν γάμοις ἔδει καταζευχθῆναι τὸν Ἰσαάκ, δι᾽ ὃν καὶ ὁ Ἰσμαὴλ σὺν τῇ μητρὶ τῆς πατρικῆς ἑστίας ἠλάθη. ἀποσταλεὶς δὲ ὁ οἰκέτης τοῦ Ἀβραὰμ προμνήστωρ ὥστε τῷ κυρίῳ νυμφεύσασθαι εὑρίσκει τὴν Ῥεβέκκαν ἐπὶ τοῦ φρέατος, καὶ γάμος ὁ μέλλων ποιεῖν τὸ γένος Χριστοῦ ἐφ᾽ ὕδατος ἔλαβε τὴν ἀρχὴν καὶ τὴν πρώτην συνθήκην. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὁ Ἰσαάκ, ἡνίκα ταῖς ἀγέλαις ἐφεστήκει, πανταχοῦ τῆς ἐρημίας ὤρυσσε φρέατα, ἅπερ ἐνέφραττον καὶ κατεχώννυον οἱ ἀλλόφυλοι εἰς τύπον τῶν εἰς ὕστερον ἀσεβῶν, ὅσοι τὴν τοῦ βαπτίσματος χάριν ἐκώλυον καὶ ἀνεστόμουν ζυγομαχοῦντες πρὸς τὴν ἀλήθειαν· ἀλλ᾽ ὅμως οἱ μάρτυρες καὶ οἱ ἱερεῖς φρεωρυχοῦντες ἐνίκησαν καὶ πᾶσαν τὴν οἰκουμένην τὸ τοῦ βαπτίσματος δῶρον ἐπέκλυσεν.

Κατὰ τὴν αὐτὴν δὲ τοῦ λόγου δύναμιν σπεύδων καὶ ὁ Ἰακὼβ ἐπὶ μνηστείαν ἀδοκήτως ἐπὶ τοῦ φρέατος συνήντησε τῇ Ῥαχήλ. ἐπέκειτο δὲ λίθος μέγας τῷ φρέατι, ὃν πλῆθος ποιμένων συνιὸν ἀπεκύλιον εἶθ᾽ οὕτως ἑαυτοῖς καὶ τοῖς προβάτοις ὑδρεύοντο, ὁ δὲ Ἰακὼβ μόνος ἀποκυλίει τὸν λίθον καὶ ποτίζει τῆς μνηστῆς τὰ πρόβατα. αἴνιγμα οἶμαι τὸ πρᾶγμα καὶ σκιὰ τοῦ μέλλοντος. τίς γὰρ ὁ ἐπικείμενος λίθος ἢ αὐτὸς ὁ Χριστός; περὶ οὗ φησιν Ἠσαΐας· Καὶ ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ, ἔντιμον, ἐκλεκτόν· καὶ Δανιὴλ ὁμοίως· Ἐτμήθη λίθος ἄνευ χειρός, τουτέστιν ἐγεννήθη Χριστὸς ἄνευ ἀνδρός. ὡς γὰρ καινόν ἐστι καὶ παράδοξον λίθον πέτρας ἀποτμηθῆναι ἄνευ λιθοτόμου καὶ ὀργάνων λιθουργικῶν, οὕτω παντὸς ἐπέκεινα θαύματος ἐξ ἀνυμφεύτου παρθένου τόκον ὀφθῆναι. ἐπέκειτο τοίνυν τῷ φρέατι ὁ λίθος ὁ νοητὸς Χριστὸς κρύπτων ἐν βάθει καὶ μυστηρίῳ τὸ τῆς παλιγγενεσίας λουτρὸν ἔτι χρόνου πολλοῦ δεόμενον εἰς ἀποκάλυψιν ὡς σχοινίου μακροῦ· οὐδεὶς δὲ τὸν λίθον ἀπεκύλισεν εἰ μὴ Ἰσραήλ, ὅς ἐστι νοῦς ὁρῶν θεόν. ἀλλὰ καὶ ἀνιμᾶται τὸ ὕδωρ καὶ ποτίζει τὰ πρόβατα τῆς Ῥαχήλ, τουτέστι μυστήριον κεκρυμμένον ἀποκαλύψας δίδωσι ζωτικὸν ὕδωρ τῇ ἀγέλῃ τῆς ἐκκλησίας· καὶ τὸ τῶν τριῶν ῥάβδων τοῦ Ἰακὼβ πρόσθες· ἀφ᾽ οὗ γὰρ αἱ τρεῖς ῥάβδοι τῇ πηγῇ παρετέθησαν, ἐκ τότε ὁ Λάβαν ὁ πολύθεος πένης ἐγένετο, πλούσιος δὲ καὶ πολύαρνος Ἰακώβ.

ἀλληγορηθήτω δὲ ὁ Λάβαν εἰς τὸν διάβολον καὶ ὁ Ἰακὼβ εἰς τὸν Χριστόν· μετὰ γὰρ τὸ βάπτισμα Χριστὸς πᾶσαν ᾖρε τὴν ἀγέλην τοῦ Σατανᾶ καὶ αὐτὸς ἐπλούτησεν.

Μωϋσῆς δὲ ὁ μέγας βρέφος ὑπάρχων ἀστεῖον καὶ ὑπομάζιον ὑποπεσὼν τῇ κοινῇ καὶ σκυθρωπῇ ψήφῳ, ἣν ὁ σκληρὸς Φαραὼ κατὰ τῶν βρεφῶν τῶν ἀρρένων ἐξήνεγκεν, ἐξετέθη πρὸς ταῖς ὄχθαις τοῦ ποταμοῦ οὐ γυμνός, ἀλλ᾽ ἐμβληθεὶς λάρνακι (ἔδει γὰρ εἶναι τυπικῶς τὸν νόμον ἐν κιβωτῷ), ἐγγὺς δὲ κατετέθη τοῦ ὕδατος· γειτνιᾷ γὰρ ὁ νόμος τῇ χάριτι καὶ τὰ ἐφήμερα τῶν Ἑβραίων ῥαντίσματα, ἃ μικρὸν ὕστερον ἔμελλε τῷ τελείῳ καὶ θαυμαστῷ βαπτίσματι καλυφθήσεσθαι. ὡς δὲ Παύλῳ τῷ θεσπεσίῳ δοκεῖ καὶ ὁ λαὸς αὐτὸς τὴν Ἐρυθρὰν περαιωθεὶς θάλασσαν τὴν ἐξ ὕδατος σωτηρίαν εὐηγγελίζετο· παρῆλθεν ὁ λαὸς καὶ βασιλεὺς ὁ Αἰγύπτιος μετὰ τῆς στρατιᾶς ἐβυθίσθη καὶ τὸ μυστήριον διὰ τῶν ἔργων προεφητεύετο. καὶ νῦν γὰρ ἡνίκα ἂν ὁ λαὸς ἐν τῷ τῆς παλιγγενεσίας ὕδατι γένηται φεύγων τὴν Αἴγυπτον τὴν μοχθηρὰν ἁμαρτίαν, αὐτὸς μὲν ἐλευθεροῦται καὶ σῴζεται, ὁ δὲ διάβολος μετὰ τῶν ἰδίων ὑπηρετῶν (λέγω δὴ τῶν πνευμάτων τῆς πονηρίας) ἀποπνίγεται τῇ λύπῃ καὶ φθείρεται συμφορὰν ἰδίαν τὴν τῶν ἀνθρώπων σωτηρίαν ἡγούμενος.

Ἱκανὰ μὲν οὖν καὶ ταῦτα εἰς βεβαίωσιν τῆς προκειμένης πραγματείας ἡμῖν, πλὴν οὐδὲ τῶν ἑξῆς ἀμελητέον τῷ φιλοκάλῳ. πολλὰ γὰρ παθὼν ὡς ἐδιδάχθημεν ὁ τῶν Ἑβραίων λαὸς καὶ τὴν μοχθηρὰν διανύσας τῆς ἐρήμου περίοδον οὐ πρότερον τὴν γῆν τῆς ἐπαγγελίας ἀπέλαβε, πρὶν ὁδηγοῦντος Ἰησοῦ καὶ τὴν ζωὴν αὐτῷ κυβερνῶντος καὶ κατευθύνοντος εἰς τὸν Ἰορδάνην ἐπεραιώθη. Ἰησοῦς δὲ καὶ τοὺς δώδεκα λίθους ἀποθέμενος ἐν τῷ ῥεύματι πρόδηλός ἐστιν, ὅτι τοὺς δώδεκα μαθητὰς τοὺς ὑπηρέτας τοῦ βαπτίσματος προηυτρέπιζεν. ἡ δὲ θαυμαστὴ ἱερουργία καὶ πάντα νοῦν ἀνθρώπων ὑπερβαίνουσα τοῦ Θεσβίτου τοῦ γέροντος τί ποτε ἄλλο ἢ πρακτικῶς προμηνύει τὴν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστιν καὶ ἀπολύρτωσιν; ἐπειδὴ γὰρ ἅπας ὁ τῶν Ἑβραίων λαὸς τὴν πατρῴαν πατήσας εὐσέβειαν εἰς τὴν πολύθεον πλάνην ἐξέπεσε καὶ ὁ βασιλεὺς Ἀχαὰβ παρὰ τῆς εἰδωλολατρίας ἐπαίζετο κακὴν τοῦ βίου κοινωνὸν καὶ παμμίαρον τῆς ἀσεβείας ἔχων διδάσκαλον τὴν δυσώνυμον Ἰεζάβελ, πλησθεὶς ὁ προφήτης τῆς πνευματικῆς χάριτος ἐλθὼν δὲ εἰς συντυχίαν τῷ Ἀχαὰβ ὑπὸ μάρτυρι τῷ βασιλεῖ καὶ παντὶ τῷ λαῷ τοῖς τῆς Βάαλ ἱερεῦσιν ἀντικατέστη πρὸς ἀγῶνα θαυμαστὸν καὶ ἐξαίσιον· καὶ προβαλλόμενος αὐτοῖς τὸ χωρὶς πυρὸς ἱερουργῆσαι τὸν βοῦν καταγελάστους ἔδειξε καὶ ἀθλίους μάτην εὐχομένους καὶ κράζοντας τοῖς οὐκ οὖσι θεοῖς.

τέλος ἐπικαλεσάμενος αὐτὸς τὸν ἴδιον καὶ ἀληθινὸν θεὸν ὑπερβολαῖς πλείοσι καὶ προσθήκαις θαυμαστῶς ἐξετέλεσε τὸ προβληθὲν ἀγώνισμα· οὐ γὰρ ἁπλῶς εὐξάμενος ἤγαγε τὸ πῦρ ἐξ οὐρανοῦ κατὰ τῶν ξύλων ξηρῶν ὑπαρχόντων, ἀλλὰ τοῖς ὑπηρέταις ἐγκελευσάμενος καὶ προστάξας ὕδωρ κομίσαι πολύ, τρίτον δὲ τῶν σχιδάκων καταχέας τοὺς ἀμφορίσκους εὐχῇ τὸ πῦρ ἀνῆψεν ἐξ ὕδατος, ἵνα ἐκ τῆς φυσικῆς τῶν στοιχείων ἐναντιότητος ἐκ τοῦ παραδόξου συνδραμόντων εἰς φιλίαν καὶ συνεργίαν μετὰ πολλῆς ὑπερβολῆς τοῦ ἰδίου θεοῦ τὴν δύναμιν ἐπιδείξηται.

Ταῦτα μὲν ὁ Ἠλίας σαφῶς τὴν ἐς ὕστερον μέλλουσαν τελεῖσθαι τοῦ βαπτίσματος μυσταγωγίαν διὰ τῆς θαυμαστῆς ἐκείνης ἱερουργίας ἡμῖν προανεφώνησεν· ὕδατι γὰρ ἀνήφθη τὸ πῦρ τρίτον ἐπαντληθέντι ὥστε δηλοῦσθαι ὅτι, ὅπου ὕδωρ τὸ μυστικόν, ἐκεῖ καὶ πνεῦμα τὸ ζωπυροῦν τὸ θερμόν, τὸ πυροειδές, τὸ τοὺς ἀσεβεῖς καῖον καὶ τοὺς πιστοὺς φωτίζον. οὐ μὴν ἀλλὰ καὶ ὁ τούτου μαθητὴς Ἐλισαῖος ἐλθόντος πρὸς αὐτὸν ἱκέτου Ναιμὰν τοῦ Σύρου τοῦ τὴν λέπραν νοσήσαντος λούσας ἐν τῷ Ἰορδάνῃ καθαίρει τὸν ἄρρωστον καὶ τῇ γενικῇ χρήσει τοῦ ὕδατος καὶ τῷ ἰδικῷ τοῦ ποταμοῦ βαπτίσματι σαφῶς προϋποφαίνων τὸ μέλλον· μόνος γὰρ Ἰορδάνης ποταμῶν ἐν ἑαυτῷ δεξάμενος τοῦ ἁγιασμοῦ καὶ τῆς εὐλογίας τὴν ἀπαρχὴν ὥσπερ ἔκ τινος πηγῆς τοῦ ἰδίου τύπου τῷ κόσμῳ παντὶ τὴν τοῦ βαπτίσματος ἐπωχέτευσε χάριν. ταῦτα μὲν οὖν ἐνεργὰ καὶ πρακτικὰ μηνύματα τῆς διὰ τοῦ λουτροῦ παλιγγενεσίας.

Κατίδωμεν δὲ λοιπὸν τὰς διὰ λόγων καὶ φωνῶν προφητείας. ὁ μὲν οὖν Ἠσαΐας κέκραγε λέγων· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. ὁ δὲ Δαβίδ· Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Ἰεζεκιὴλ δὲ τῶν δύο σαφέστερον καὶ λευκότερον γράφων ὑπισχνεῖται τὴν καλὴν ἐπαγγελίαν· Καὶ ῥανῶ ἐφ᾽ ὑμᾶς καθαρὸν ὕδωρ καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἀκαθαρσιῶν ὑμῶν καὶ ἀπὸ πάντων τῶν εἰδώλων ὑμῶν καθαριῶ ὑμᾶς καὶ δώσω ὑμῖν καρδίαν καινὴν καὶ πνεῦμα καινὸν δώσω ὑμῖν καὶ ἀφελῶ τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς ὑμῶν καὶ δώσω ὑμῖν καρδίαν σαρκίνην καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. ἐναργέστατα δὲ καὶ ὁ Ζαχαρίας τόν τε Ἰησοῦν προφητεύει τὸν ἐνδεδυμένον τὸ ῥυπαρὸν ἱμάτιον τὴν δουλικὴν καὶ ἡμετέραν σάρκα, ἐκδύων δὲ αὐτὸν τῆς σκυθρωπῆς ἐσθῆτος κοσμεῖ τῇ καθαρᾷ καὶ λαμπούσῃ στολῇ διδάσκων ἡμᾶς διὰ τοῦ εἰκονικοῦ ὑποδείγματος, ὅτι δὴ ἐν τῷ βαπτίσματι τοῦ Ἰησοῦ πάντες ἡμεῖς ἐκδυόμενοι τὰς ἁμαρτίας ὡς χιτῶνα πτωχικόν τε καὶ πολυκόλλητον τὸν ἱερὸν καὶ κάλλιστον τὸν τῆς παλιγγενεσίας μετενδυόμεθα. ποῦ δὲ θήσομεν κἀκεῖνο τοῦ Ἠσαΐου τὸ λόγιον τὸ πρὸς τὴν ἔρημον κράζον· Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου.

πρόδηλον γὰρ ὡς οὐ τόποις ἀψύχοις καὶ ἀναισθήτοις τὴν εὐφροσύνην εὐαγγελίζεται, ἀλλὰ τροπολογεῖ διὰ τῆς ἐρήμου τὴν αὐχμώδη ψυχὴν καὶ ἀκόσμητον, ὥσπερ δὴ καὶ ὁ Δαβὶδ ὅταν λέγῃ· Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι, καὶ πάλιν· Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. καὶ αὖθις ἐν εὐαγγελίοις ὁ κύριος· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, καὶ πρὸς τὴν Σαμαρῖτιν· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν, ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. καὶ ἡ τιμὴ δὲ τοῦ Καρμήλου δίδοται τῇ ψυχῇ τῇ ἐχούσῃ τὴν ὁμοίωσιν πρὸς τὴν ἔρημον, τουτέστιν ἡ διὰ τοῦ πνεύματος χάρις. ἐπειδὴ γὰρ Ἠλίας μὲν ᾤκει τὸν Κάρμηλον (ὀνομαστὸν δὲ τὸ ὄρος ἐγένετο διὰ τὴν τοῦ ἐποικοῦντος ἀρετὴν καὶ ἀοίδιμον) ὁ δέ γε Ἰωάννης ὁ βαπτιστὴς ἐν τῷ πνεύματι Ἠλίου διαλάμπων τὸν Ἰορδάνην ἡγίαζε, διὰ τοῦτο ὁ προφήτης ἐθέσπιζε τὴν τιμὴν τοῦ Καρμήλου τῷ ποταμῷ δοθήσεσθαι.

καὶ τὴν δόξαν δὲ τοῦ Λιβάνου ἐκ τῆς παραβολῆς τῶν ὑψηλῶν δένδρων ἐπὶ τὸν ποταμὸν μετήνεγκεν· ὡς γὰρ ἐκεῖνος ὁ Λίβανος ἱκανὴν ἔχει θαύματος ἀφορμὴν αὐτὰ τὰ δένδρα, ἃ φύει καὶ τρέφει, οὕτως ὁ Ἰορδάνης δοξάζεται ἀνθρώπους ἀναγεννῶν καὶ φυτεύων ἐν τῷ τοῦ θεοῦ παραδείσῳ, ὧν κατὰ τὴν ψαλμικὴν φωνὴν ἀνθούντων ἀεὶ καὶ ταῖς ἀρεταῖς κομώντων τὸ μὲν φύλλον οὐκ ἀπορρυήσεται, τὸν δὲ καρπὸν ἐν καιρῷ δεξάμενος ὁ θεὸς εὐφρανθήσεται ὡς ἀγαθὸς φυτοκόμος τοῖς ἰδίοις ἔργοις ἐπαγαλλόμενος. ὁ δὲ θεσπέσιος Δαβὶδ καὶ τὴν φωνὴν προφητεύων, ἣν ἐξ οὐρανῶν ὁ πατὴρ ἐπαφῆκε τῷ υἱῷ βαπτιζομένῳ, ἵνα πρὸς τὸ φυσικὸν τῆς θεότητος ἀξίωμα τοὺς ἀκούοντας ὁδηγήσῃ πρὸς τὴν αἰσθητὴν τέως τὴν κατὰ τὸν ἄνθρωπον εὐτέλειαν βλέποντας, ἐνέγραψεν ἐκεῖνο τῇ βίβλῳ τό· Φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ. ἀλλὰ τὰς μὲν ἐκ τῶν θείων γραφῶν μαρτυρίας μέχρι τούτου παυστέον· χωρήσοι γὰρ ὁ λόγος εἰς ἄπειρον, εἴ τις βουληθῇ τὰ καθέκαστον ἐκλέγων ἑνὶ παραθέσθαι βιβλίῳ.