Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Η πνευματική τάξη των ψαλμών και ο εσωτερικός πόλεμος

Επεξήγηση της μη ιστορικής διάταξης των ψαλμών με γνώμονα την πνευματική ωφέλεια και αλληγορική ερμηνεία της μάχης εναντίον του νοητού εχθρού και των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 10 από 15

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ Ἀλλὰ καὶ τοῦτο ἄν τις εἰκότως ἐπιζητήσειε, τί δήποτε τῇ ἀκολουθίᾳ τῆς ἱστορίας ἀσύμφωνός ἐστιν ἡ τάξις τῆς ψαλμῳδίας. εἰ γάρ τις προσέχοι τῷ τε χρονικῷ διαστήματι, ἐν ᾧ γέγονεν ἡ ζωὴ τοῦ Δαβὶδ καὶ τῇ τῶν πραγμάτων ἀκολουθίᾳ, οὐκ ἂν εὕροι τὴν τῶν ψαλμῶν θέσιν τῇ τάξει τῆς ἱστορίας συμβαίνουσαν. φαμὲν τοίνυν ἐπὶ τὸν πρῶτον ἡμῶν τοῦ λόγου σκοπὸν ἀνατρέχοντες, ὅτι οὐδενὸς τούτων μέλει τῷ διδασκάλῳ ἡμῶν. διδάσκαλον γάρ, οἶμαι, ὀνομάζειν δεῖ τὸ πνεῦμα τὸ ἅγιον, καθώς φησιν ὁ κύριος· ὅτι Ἐκεῖνος διδάξει ὑμᾶς πάντα. τούτῳ τοίνυν τῷ καθηγητῇ τῶν ψυχῶν ἡμῶν καὶ διδασκάλῳ πάρεργα τὰ ἄλλα πάντα δοκεῖ, σπουδὴ δὲ τὸ περισώσασθαι τοὺς ἐν τῇ ματαιότητι τῆς ζωῆς πλανωμένους καὶ πρὸς τὴν ἀληθῆ ζωὴν ἐφελκύσασθαι. παντὶ γὰρ τῷ κατά τινα σκοπὸν κατορθουμένῳ τάξις τις ἔπεστι φυσική τε καὶ ἀναγκαία ἡ δι᾽ ἀκολούθου κατορθοῦσα τὸ σπουδαζόμενον. ὥσπερ τοίνυν ἐπὶ τῶν λιθογλύφων, σκοπὸς μὲν αὐτοῖς τῆς ἐργασίας ἐστὶ τὸ πρός τι τῶν ὄντων ὁμοιῶσαι τὸν λίθον, οὐκ εὐθὺς δὲ τὸ ἔργον ἀπὸ τοῦ πέρατος ἄρχεται, ἀλλ᾽ ἐπιτίθησιν ἀναγκαίαν τινὰ τῇ σπουδῇ τάξιν ἡ τέχνη, ἧς ἄνευ οὐκ ἂν τὸ σπουδαζόμενον γένοιτο. χρὴ γὰρ πρῶτον μὲν ἀπορρῆξαι τῆς συμφυοῦς πέτρας τὸν λίθον.

εἶτα περικόψαι τὰς προβολὰς τῶν ἀχρήστων πρὸς τὴν τοῦ προκειμένου μίμησιν ἐξεχόντων καὶ οὕτως κοιλᾶναι διὰ τῆς ἐργασίας ἐκεῖνα τοῦ λίθου τὰ μέρη. ὧν ἐξαιρεθέντων, ἄρχεται περὶ τὸ λειπόμενον ἐνορᾶσθαι τὸ σχῆμα τοῦ ζῴου, περὶ ὃ τὴν σπουδὴν ὁ τεχνίτης ἔχει· καὶ μετὰ τοῦτο λεπτοτέροις τισὶ καὶ ὁμαλωτέροις ὀργάνοις περιξέειν τε καὶ ἀπολεαίνειν τὴν τοῦ λίθου τραχύτητα, καὶ τότε τῆς ἀρχετύπου μορφῆς ἐπιβάλλειν τῷ ὑπολελειμμένῳ τὴν ὁμοιότητα, λαμπρύνειν τε μετὰ ταῦτα καὶ λειοτέραν ποιεῖν τοῦ λίθου τὴν ἐπιφάνειαν, δι᾽ ὧν οἶδεν ἡ τέχνη τὸν τοιοῦτον ἐπιβάλλειν κόσμον τῷ ἔργῳ· κατὰ τὸν αὐτὸν τρόπον πάσης ἡμῶν διὰ τῆς ὑλικῆς προσπαθείας ὥσπερ ἀπολιθωθείσης τῆς φύσεως, ὁ πρὸς τὴν θείαν ὁμοίωσιν λατομῶν ἡμᾶς λόγος ὁδῷ τινι καὶ ἀκολουθίᾳ πρὸς τὸ τοῦ σκοποῦ πέρας προέρχεται, πρῶτον χωρίζων ἡμᾶς οἶόν τινος συμφυοῦς πέτρας, τῆς κακίας λέγω, ᾗ διά τινος σχέσεως ἦμεν προσπεφυκότες· εἶτα περικόπτει τῆς ὕλης τὰ περιττά· μετὰ τοῦτο τυποῦν ἄρχεται πρὸς τὴν ὁμοίωσιν τοῦ σκοποῦ τὸ ἐγκείμενον τῇ περιαιρέσει τῶν κωλυόντων τὴν μίμησιν· καὶ οὕτως διὰ τῆς λεπτοτέρας τῶν νοημάτων διδασκαλίας ἐπιξύων τε καὶ καταλεαίνων ἡμῶν τὴν διάνοιαν, τότε διὰ τῶν τῆς ἀρετῆς τύπων ἐμμορφοῖ ἡμῖν τὸν Χριστόν· οὗ κατ᾽ εἰκόνα ἐξ ἀρχῆς τε ἦμεν καὶ πάλιν γινόμεθα. τίς οὖν ἐστιν ἡ τῆς γλυφῆς τῶν ἡμετέρων ψυχῶν τάξις;

ἐν τῷ πρώτῳ τμήματι τῆς ψαλμῳδίας τῆς ἐν κακίᾳ ζωῆς ἀπεσχίσθημεν· ἐν δὲ τοῖς ἐφεξῆς διὰ τῆς προσεχοῦς ἀκολουθίας ἐπὶ τὸ τέλειον προήχθη ἡ μίμησις. σύγκειται τοίνυν τῶν ψαλμῶν ἡ τάξις, ἐπειδὴ τὸ σπουδαζόμενόν ἐστι τῷ πνεύματι, καθὼς εἴρηται, οὐχ ἱστορίαν ἡμᾶς διδάξαι ψιλήν, ἀλλὰ τὰς ψυχὰς ἡμῶν δι᾽ ἀρετῆς κατὰ θεὸν μορφῶσαι. ὡς ἐπιζητεῖ τὸ τῆς διανοίας τῶν ἐν τοῖς ψαλμοῖς γεγραμμένων ἀκόλουθον, οὐχ ὡς ἡ ἱστορικὴ βούλεται ἀκολουθία. καθάπερ γὰρ ἐπὶ τοῦ ἐκτεθέντος ἡμῖν τοῦ κατὰ τὴν γλυφὴν ὑποδείγματος πολλῶν ἐστιν ὀργάνων πρὸς τὴν τοῦ ἀγάλματος ἀπεργασίαν χρεία τῇ τέχνῃ (τὰ δὲ ὄργανα ταῦτα οὐχ ὁμοίως ἔχει πρὸς ἄλληλα κατὰ τὸν τύπον τοῦ σχήματος, ἀλλὰ τὸ μὲν ἑλικοειδῶς κατὰ τὸ ἄκρον τετύπωται, τὰ δὲ πριονώδη τὴν ἀκμὴν ἔχει· ἄλλα σμιλοειδῶς κατεσκεύασται ἑτέροις περιῆκται τὸ εἶδος εἰς ἡμικύκλιον. πάντα δὲ ταῦτα καὶ τὰ τοιαῦτα κατὰ τὸν ἴδιον ἕκαστον καιρὸν ὑπουργεῖ τῷ τεχνίτῃ)· οὕτως τῷ ἀληθινῷ ἐπιστάτῃ τῷ τεχνικῶς διαγλύφοντι ἡμῶν τὰς ψυχὰς πρὸς τὴν τοῦ θείου ὁμοίωσιν οἷον ὄργανά τινα λιθογλυφικὰ αἱ ψαλμῳδίαι παρεσκευάσθησαν, τὴν δὲ τῶν ὀργάνων τούτων χρῆσιν ἡ χρεία τῆς ἐργασίας εἰς τάξιν ἄγει. καὶ οὐ μέλει τῷ τεχνίτῃ πολυπραγμονεῖν, ποῖον ἐν τοῖς ὀργάνοις πρὸ τοῦ ἑτέρου κεχάλκευται, ἵνα τὸ ἐν τῇ κατασκευῇ πρῶτον καὶ ἐν τῇ συνεργίᾳ τῆς γλυφῆς γένηται πρῶτον.

ὁ γὰρ τῇ χρείᾳ προσέχων πρῶτον καὶ δεύτερον καὶ πολλοστὸν ἐκεῖνο ποιεῖ, ὃ συμβουλεύει ἡ χρεία. εἴτε οὖν ἐν πρώτοις τὰ κατὰ τὸν Γολιὰθ καὶ τὸν Σαούλ ἐστι πράγματα, εἴτε ἐν ἐσχάτοις τὰ κατὰ τὸν Ἀβεσσαλὼμ καὶ τὸν Οὐρίαν καὶ οἱ τοῦ Χουσὶ λόγοι καὶ ἡ κατὰ τὴν Βηρσαβεὲ συντυχία, μέλει τούτων οὐδὲν τῷ μορφοῦντι διὰ τούτων τὰς καρδίας ἡμῶν, ἀλλ᾽ ὅπως ἂν δι᾽ ἑκάστου τούτων γένοιτό τις πρὸς τὸ ἀγαθὸν ἡμῖν συνεργία. πρὸς τοῦτο βλέπει καὶ ἡ πρὸς τὴν σωτηρίαν ἀκολουθία, καὶ τάξις ἀρίστη γίνεται τῶν εἰς αὐτὸ τοῦτο συνεργούντων ἡμῖν. οἷον ὁ πρῶτος ἀπέστησεν τῆς πρὸς τὸ κακὸν συμφυΐας τὸν ἄνθρωπον· ὁ δεύτερος τίνι προσκολληθῶμεν ὑπέδειξεν τὴν διὰ σαρκὸς τοῦ κυρίου προμηνύσας ἐμφάνειαν, καὶ δείξας ὅτι τοῦτό ἐστι μακάριον τὸ ἐπ᾽ αὐτῷ πεποιθέναι· ὁ τρίτος τὸν παρὰ τοῦ ἐχθροῦ σοι ἐπανιστάμενον πειρασμὸν προμηνύει, ὡς ἤδη σε χρισθέντα εἰς βασιλείαν διὰ τῆς πίστεως καὶ τῷ ἀληθινῷ Χριστῷ συμβασιλεύοντα οὐκ ἔξωθεν ἐπιχειρεῖ τοῦ ἀξιώματός σε ἐκβάλλειν, ἀλλ᾽ ἐξ αὐτοῦ σοῦ γενόμενος. οὐ γὰρ ἑτέρωθεν τὴν ἰσχὺν ἔχει καθ᾽ ἡμῶν ὁ πολέμιος οὐδὲ παρ᾽ ἄλλου τινὸς ἀπὸ τοῦ ἀξιώματος ἐκβαλλόμεθα, εἰ μὴ αὐτοὶ πατέρες τοῦ κακοῦ γεννήματος διὰ τῆς πονηρᾶς ὠδῖνος γενοίμεθα.

ὃς ἀνταίρει τῇ βασιλείᾳ ἡμῶν καὶ ἐπανίσταται τότε καθ᾽ ἡμῶν τὸ κράτος λαμβάνων, ὅταν μολύνῃ τὰς συνοικούσας ἡμῖν ἐν ὑπαίθρῳ τὸ ἄγος κατεργασάμενος· τοῦτ᾽ ἔστιν, ὅταν δημοσιεύσῃ τὴν τῶν ἀρετῶν ἡμῶν διαφθοράν, αἷς ποτε συνῳκήσαμεν.

Ἐπεὶ οὖν ἐν τοῖς πρώτοις οὔπω τετόνωται πρὸς τοὺς ἀγῶνας ἡμῖν ἡ δύναμις, ὡς κατὰ στόμα ταῖς προσβολαῖς τοῦ ἐναντίου συμπλέκεσθαι, καὶ τὸ φυγεῖν τοῦ τοιούτου τὴν ἔφοδον οὐ μικρὸν εἰς ἀσφάλειαν τοῖς πολεμουμένοις ὁ λόγος ὑπέδειξεν διὰ τοῦ κατὰ τὴν ἐπιγραφὴν ὑποδείγματος, τοῦτό σε διδάσκων, ὅτι ὅταν σοι γένηται Ἀβεσσαλὼμ ὁ τῇ κακίᾳ κομῶν, ὁ ἀδελφοκτόνος, τοῖς τε τιμίοις σου γάμοις καὶ τῇ ἀμιάντῳ κοίτῃ ἐπιλυσσήσας, φεῦγε, καθώς φησιν ὁ κύριος, ἀπὸ πόλεως εἰς πόλιν, ἔνι γὰρ τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Ἀβεσσαλώμ, τοῦ τοιούτου υἱοῦ, τὸν συλλεξάμενον ἑαυτοῦ τὰς δυνάμεις τῇ συνεργίᾳ τοῦ ξύλου τοῦ ἐν αὑτῷ τὴν πονηρὰν αὐτοῦ κόμην ἐκδήσαντος διὰ τῶν τριῶν βελῶν ἀνελεῖν τὸν πολέμιον. δῆλον δέ σοι πάντως ἐστὶ τὸ διὰ τῆς ἱστορίας ὑποδεικνύμενον αἴνιγμα, ποῖον ἐκεῖνο τὸ ξύλον, ᾧ προσηλώθη τῆς κακίας ἡ κόμη, ὅπερ ὁ ἀπόστολος χειρόγραφον ἁμαρτιῶν ὀνομάζει, καθώς φησιν, ὅτι καὶ Αὐτὸ ἦρκεν ἐκ τοῦ μέσου προσηλώσας τῷ σταυρῷ, τοῦτ᾽ ἔστιν τῷ ξύλῳ. καὶ τίς ἡ τῶν βελῶν τριὰς ἡ μέσην βάλλουσα τοῦ ἐχθροῦ τὴν καρδίαν, δι᾽ ἧς γίνεται τοῦ ἐσχάτου ἐχθροῦ ὁ θάνατος; ὡς δ᾽ ἂν καίριον γένηται ἡμῖν τὸ περὶ τοῦ βέλους νόημα, τῇ προφητείᾳ τοῦ Ἠσαΐου προσέξομεν, ὅς φησιν ἐκ προσώπου κυρίου ὅτι Ἔθηκέν με ὡς βέλος ἐκλεκτὸν καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ὕψωσέν με.

τοῦτο τοίνυν τὸ βέλος ὁ ζῶν τοῦ θεοῦ λόγος ἐστὶ καὶ Τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον· ὁ δὲ λόγος ἐστὶν ὁ Χριστός· τῷ δὲ ὀνόματι τούτῳ τὸ τῆς τριάδος ὁμολογεῖται μυστήριον. ἐν ᾧ καὶ τὸν χρίσαντα καὶ τὸν χρισθέντα καὶ τὸ ᾧ ἐχρίσθη διδασκόμεθα. εἰ γὰρ ἕν τι τούτων λείποι, τὸ τοῦ Χριστοῦ ὄνομα οὐχ ὑφίσταται. τοῦτο τοίνυν τὸ ὄνομα ὅταν ἐν τῇ ἡμετέρᾳ ὑψωθῇ φαρέτρᾳ, τοῦτ᾽ ἔστιν, ὅταν ἐν τῇ ψυχῇ ἡμῶν διὰ πίστεως γένηται (φαρέτρα γὰρ τοῦ λόγου ἐστὶν ἡ ψυχή), τότε ἀναιρετικὸν γίνεται τοῦ ἐπανισταμένου ἡμῖν καὶ διώκοντος, οὗ ὁ ἀφανισμὸς ἐν τῷ ξύλῳ. διὰ τοῦτο μετὰ τὸ φυγεῖν ἐν τῷ καιρῷ τὸν ἐπανιστάμενον (ὃς εἷς μέν ἐστι τῇ φύσει, πλῆθος δὲ γίνεται τῇ κακῇ συμμαχίᾳ), καὶ εἰπεῖν ὅτι Ἐπληθύνθησαν οἱ θλίβοντές με καὶ πολλοὶ ἐπανίστανται ἐπ᾽ ἐμὲ καὶ ὅσα ἐκ τοῦ ἀκολούθου ἡ ψαλμῳδία περιέχει, τότε γίνεται ἡ τοῦ νικᾶν ἀρχή. ἡ γὰρ εὕκαιρος ἀπὸ τῶν ἐπανισταμένων φυγὴ τῆς κατὰ τῶν ἐχθρῶν νίκης αἰτία γίνεται. διὰ τοῦτο ἡ ἐφεξῆς ψαλμῳδία Εἰς τὸ τέλος, τὴν ἐπιγραφὴν ἔχει. τέλος δὲ παντὸς ἀγῶνος ἡ νίκη ἐστίν, καθὼς φθάσας ἡμῖν ὁ λόγος περὶ τούτων ἐτεχνολόγησεν, καὶ ἐπειδὰν ἅπαξ τοῦ νικᾶν γεύσῃ, ἐπάλληλοι νίκαι κατὰ τῶν ἐχθρῶν κατορθοῦνται. ἐν γὰρ τῇ πρώτῃ νίκῃ, τῶν κατὰ τὸν βίον ἡδέων πρὸς τὰ τῆς ψυχῆς ἀγαθὰ διαμιλλωμένων, ἐν σοὶ ἐκράτησεν τῆς ὑλικῆς ἀπάτης ἡ πρὸς τὰ κρείττω ῥοπή.

καταγνοῦς γὰρ τῶν τὸ μάταιον ζητούντων καὶ ἀγαπώντων τὸ ψεῦδος ἠλλάξω τῆς περὶ τὰ φαινόμενα προσπαθείας τὴν τῶν ἀοράτων ἐπιθυμίαν.

Ἐν τῷ ἐφεξῆς ἄλλον τρόπον νικᾷς. δύο γὰρ ὄντων τῶν ὑπὲρ τῆς θείας κληρονομίας διαμαχομένων πρὸς ἀλλήλους καὶ τοῦ μὲν προβαλλομένου τὸν νόμον, σοῦ δὲ τὴν πίστιν, ὁ δίκαιος ἀγωνοθέτης σοι δίδωσιν κατ᾽ ἐκείνου τὰ νικητήρια, ὥστε σοι τὴν καθαρὰν τῆς ψυχῆς κατάστασιν ἀνατολὴν ἡλίου γενέσθαι, ἀφεστηκότος τοῦ σκότους 〈τοῦ〉 τὸν ὄρθρον ἐπάγοντος, ὃν πρωΐαν ὀνομάζει ἡ ψαλμῳδία. καὶ οὕτως ἔστιν εὑρεῖν ἀεὶ νίκην ἐκ νίκης τῷ ἀθλητῇ προσγινομένην, πρὸς τὸ μεῖζον πάντοτε καὶ περιφανέστερον προϊόντων τῶν ἐκ τῆς νίκης κατορθωμάτων. πάλιν ἑτέρα διαδέχεται νίκη κατὰ τὸ ἀκόλουθον διὰ τῶν προδιηνυσμένων κατορθουμένη. ὁ γὰρ τὴν κληρονομίαν γνωρίσας αὐτὸς καὶ τῆς Ὀγδόης μέμνηται· ἥτις πέρας τε τοῦ ἐνεστῶτος χρόνου γίνεται καὶ ἀρχὴ τοῦ μέλλοντος αἰῶνος. ἴδιον δὲ τῆς Ὀγδόης τὸ μηκέτι καιρὸν εἰς παρασκευὴν ἀγαθῶν ἢ κακῶν ἐνδιδόναι τοῖς ἐν αὐτῇ γινομένοις, ἀλλ᾽ ὧν ἄν τις ἑαυτῷ καταβάληται διὰ τῶν ἔργων τὰ σπέρματα, τούτων ἀντιπαρέχειν τὰ δράγματα. οὗ χάριν ἐνταῦθα ἐνεργεῖν νομοθετεῖ τὴν μετάνοιαν (ὡς ἐν τῷ ᾅδῃ τῆς τοιαύτης σπουδῆς ἀπρακτούσης) ταῖς αὐταῖς νίκαις ἐγγυμνασθέντα. πάλιν ἀπολύει πρὸς ἑτέρους ἀγῶνας ὁ λόγος· πάλιν ἀλείφει τῇ τῶν πειρασμῶν προσβολῇ.

ὁ αὐτὸς γὰρ πολέμιος ὁ Ἀβεσσαλὼμ ἐκεῖνος ὥσπερ ἀναγεννηθεὶς ἐξ ἡμῶν αὐτῶν τὸν πόλεμον τὸν καθ᾽ ἡμῶν ἐξαρτύεται, ὃν ἀποτρέπει φονῶντα καθ᾽ ἡμῶν ἡ ἡμετέρα περὶ τοῦ πράγματος εὐβουλία, μᾶλλον δὲ ἡ παρὰ τοῦ θεοῦ συμμαχία. τῶν γὰρ κατορθωθέντων αὐτῷ χρηστῶν διὰ τῶν λόγων Χουσὶ τῷ θεῷ τὴν αἰτίαν ἀνατιθεὶς ταύτην τὴν εὐχαριστίαν πεποίηται. περιττὸν δ᾽ ἂν εἴη τὰ τῆς ἱστορίας σοι δι᾽ ἀκριβείας ἐκτίθεσθαι· πῶς πιστὸς τοῦ Δαβὶδ ὢν ἐν τοῖς ὑπασπισταῖς, οὗτος ὁ Χουσὶ ἐν τοῖς φίλοις τοῦ Ἀβεσσαλὼμ καταμίγνυται καὶ πιθανώτερος γίνεται τῷ τυράννῳ τῆς τοῦ Ἀχιτόφελ συμβουλῆς. ὅθεν συνέβη τούτου κατὰ τὴν εἰσήγησιν τῆς γνώμης κατακρατήσαντος, αὐτὸν ὑφ᾽ ἑαυτοῦ καταπνιγῆναι τὸν κατὰ τοῦ Δαβὶδ τῷ Ἀβεσσαλὼμ συμβουλεύσαντα. ἄξιον δ᾽ ἂν εἴη προσαγαγεῖν τῷ κατ᾽ ἀρετὴν βίῳ καὶ τὰ τῆς ἱστορίας αἰνίγματα. πῶς ἡ σῴζουσα ἡμᾶς γνώμη ἀγχόνη γίνεται τοῦ ἀντικειμένου· ἡ δὲ σωτήριος αὕτη γνώμη ἡ μὲν τῇ ἱστορίᾳ, ἡ δὲ τῇ ψαλμῳδίᾳ ἐγγέγραπται. ἡμῖν δὲ σκοπός ἐστι τὸν ἐν τάξει τῶν ψαλμῶν εἱρμὸν κατανοῆσαι, δι᾽ οὗ τῷ ἀγαθῷ προσαγόμεθα. οὐκοῦν τὴν ἐνταῦθα γνώμην τὴν ἀναιρετικὴν τοῦ ἐπιβουλεύοντος ἡμῖν κατανοήσωμεν.

Τίς οὖν ἐστιν αὕτη; τὸ ἴσον εἰς κακίαν ἡγεῖσθαι ἄρχειν τε ἀδικίας καὶ ἀμύνεσθαι τὸν ἀπάρξαντα. τιμᾶται γὰρ ἑαυτῷ τῶν ἐσχάτων καὶ τῆς καθ᾽ ἑαυτοῦ τιμωρίας ὁριστὴς γίνεται, εἰ εὑρεθείη κακοῦ τὸ κακὸν ὥσπερ ἐν συναλλάγματι διαμείψας καὶ ἀντιδοὺς τοῖς προπαρασχομένοις ὃ ἔλαβεν· καὶ οὕτως μετὰ τοὺς ἀγῶνας τούτους πάλιν νικητὴς ἀναδείκνυται. διαδέχεται γὰρ ἐπιγραφὴ τὸ Ὑπὲρ τῶν ληνῶν προδεικνύουσα τέλος. τὸ δὲ τῶν ἀγώνων τέλος νίκη ἐστίν. πάλιν δὲ τὴν Ὑπὲρ τῶν ληνῶν ἔννοιαν ἐξαπλοῦσθαι τῷ λόγῳ περιττὸν ἂν εἴη, ἱκανῶς ἐν τοῖς κατὰ τὸν ἴδιον τόπον ἐξητασμένοις προδηλωθεῖσαν. ὥσπερ δὲ μετὰ τὴν πρώτην ἐκ τοῦ Ἀβεσσαλὼμ φυγὴν ἐν τῷ διακρῖναι τῶν ἀληθινῶν πραγμάτων τὴν ματαίαν σπουδὴν ἀξιοῦται τῆς νίκης, οὕτως καὶ νῦν μετὰ τοὺς ὁμοίους ἀγῶνας, τῷ Ὑπὲρ τῶν ληνῶν λόγῳ συμμάχῳ πρὸς τὸν ἀντίπαλον χρώμενος, νικητὴς γίνεται διὰ τοῦ καταλῦσαι τὸν ἐχθρὸν ἅμα καὶ ἐκδικητήν. ὃς διὰ τοῦτο καὶ ἐχθρὸς καὶ ἐκδικητὴς ὀνομάζεται, ὅτι αὐτὰ τὰ πρὸς ἁμαρτίαν αὐτοῦ δελεάσματα τιμωρία τοῖς αἰσθανομένοις ἡ πικροτάτη ἐστί· καὶ δι᾽ ὧν ἐφέλκεται πρὸς τὴν τοῦ κακοῦ κοινωνίαν ἐν ἀπάτῃ τὸν ἄνθρωπον, αὐτὸ ἐκεῖνο τὸ χαλεπώτατον τῆς τιμωρίας εἶδός ἐστιν. οὕτως ἑρμηνεύει τὴν διάνοιαν ταύτην ὁ θεῖος ἀπόστολος εἰπὼν ὅτι Τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.

τίς γὰρ ἂν γένοιτο πρὸς τιμωρίαν ἄλλη χαλεπωτέρα ἐπίνοια τῆς κατὰ τὴν ἀσχημοσύνην ἀκαθαρσίας, ἣν ἐν ἑαυτοῖς κατεργάζονται οἱ τῆς ἀσχημοσύνης ἐργάται; ὁ οὖν καταλύσας ἐν τῷ ἰδίῳ βίῳ τοῦ τοιούτου τὴν δύναμιν, ὃς τιμωρεῖται τὸν ἐν κακίᾳ γενόμενον δι᾽ αὐτοῦ τοῦ μετασχεῖν τῆς κακίας, ὁρᾷ τοὺς οὐρανοὺς καὶ τὴν τῶν οὐρανῶν ὑπερκαθημένην μεγαλοπρέπειαν καὶ τὸ τῆς φύσεως ἡμῶν ἀξίωμα, τίνων τε ἄρχει καὶ τίσι συντεταγμένη ἐστίν. τῷ γὰρ αὐτῷ καὶ τῶν ἀλόγων ἡγεμονεύει καὶ τοῖς ἀγγέλοις διὰ συγκρίσεως παρισουμένη μικρὸν ἐλαττοῦται. λόγος τοίνυν ἐστὶν δι᾽ οὗ γίνεται καὶ ἡ κατὰ τούτων ἀρχὴ καὶ ἡ πρὸς τοὺς ἀγγέλους οἰκείωσις. πάλιν ἑτέρας ἐκδέχεται νίκης τρόπος, ὅταν ὑπερβὰς τὰ φαινόμενα τοῖς ἀπορρήτοις ἐμβατεύσῃς τῷ λόγῳ (υἱὸς δὲ ὁ λόγος) καὶ ἱκανὸς ἤδη γένῃ ταῖς προλαβούσαις νίκαις ἐγγυμνασθεὶς Ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ψάλλειν διὰ τῆς εὐαρμόστου τε καὶ ἐμμελοῦς θεωρίας. καὶ πάλιν νικήσας τὸν ἐν κρυφίοις ἐνεδρεύοντα καθ᾽ ἡμῶν θῆρα, ὥστε μηκέτι τοῦ ἐχθροῦ τὸ καθ᾽ ἡμῶν καύχημα περιλειφθῆναι (Ἵνα γὰρ μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς) τότε διὰ τῆς ἐκ τοῦ ἀκολούθου σοι προσγινομένης νίκης τελειοτέραν τὴν εἰς τὸν θεὸν πεποίθησιν ἔχων λέγεις Ἐπὶ τῷ κυρίῳ πέποιθα.

ἐν τῇ ἐφεξῆς νίκῃ, πάλιν τῆς Ὀγδόης μεμνήσῃ, ἐν ᾗ ἐξολοθρεύεται μὲν ἡ μεγαλορρήμων γλῶσσα καὶ τὰ δόλια χείλη καὶ ἡ κατὰ τοῦ θεοῦ μανία· φυλαχθήσονται δὲ ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα οἱ μὴ ἐν κύκλῳ τῇ ἀσεβείᾳ συμπεριπατοῦντες, ἀλλὰ τῆς εὐθείας ἐχόμενοι, ἣν ἐνεκαίνισεν ἡμῖν ὁ θεὸς ὁδὸν πρόσφατόν τε καὶ ζῶσαν. καὶ τί χρὴ τὰ καθ᾽ ἕκαστον διεξιέναι, ἱκανῶς σοι τῆς ἐφόδου ταύτης τὴν ἐπὶ τὰ κρείττω πρόοδον διὰ τῆς τῶν ψαλμῶν τάξεώς τε καὶ ἐπιγραφῆς προδεικνυούσης; οὐ μικρῶς ἡμῖν πρὸς τὴν τοιαύτην συμβαλλομένης διάνοιαν τῆς προβληθείσης τοῖς ἔμπροσθεν λόγοις τῶν ἐπιγραφῶν ἑρμηνείας.