Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Οι ψαλμοί των υιών Κορέ και η πόλη του Θεού

Η πνευματική άνοδος μέσω της επίγνωσης του Λόγου, η θεολογική ανάλυση της δίψας της ψυχής προς τον Θεό και η εκκλησιολογική διάσταση της άνω Ιερουσαλήμ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 11 από 15

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ Ἀλλ᾽ ὅτι συνεπεράνθη τὸ πρῶτον τμῆμα τῆς διὰ τῶν ψαλμῶν ἀναβάσεως, ἐν τῷ τεσσαρακοστῷ πάλιν ἡ τοῦ μακαρισμοῦ ἐπανάληψις γίνεται, ἄλλως τοῦ λόγου παρὰ τὴν ἀρχὴν ὁριζομένου ἡμῖν τὸ μακάριον. ἐν γὰρ τοῖς πρώτοις τὸ ἀποστῆναι τοῦ κακοῦ μακάριον ἦν· ἐνταῦθα δὲ τὸ ἐπιγνῶναι τὸ ἀγαθὸν μακαρίζεται. ἡ δὲ τοῦ ἀγαθοῦ φύσις, ἢ εἴ τι καὶ ὑπὲρ τοῦτο δυνατόν ἐστιν ἐξευρεῖν ῥῆμα ἢ νόημα, οὗτος ὁ μονογενής ἐστι θεός, ὃς δι᾽ ἡμᾶς ἐπτώχευσεν πλούσιος ὤν. οὗ τὴν ἐν σαρκὶ πτωχείαν τὴν διὰ τῆς εὐαγγελικῆς ἱστορίας ἡμῖν ἐπιδειχθεῖσαν ἐνταῦθα προμηνύει ὁ λόγος, μακαρίζων τὸν μετὰ συνέσεως τὴν πτωχείαν ἐκείνην γνωρίσαντα· ὃς πτωχὸς μὲν κατὰ τὴν τοῦ δούλου μορφήν, εὐλογητὸς δὲ κατὰ τὴν τῆς θεότητος φύσιν. πένητα γὰρ αὐτὸν καὶ πτωχὸν ἐν προοιμίοις τῆς ψαλμῳδίας ὀνομάσας ὁ λόγος, ἐπὶ τῷ τέλει τοῦ τμήματός φησιν· Εὐλογητὸς κύριος ὁ θεὸς τοῦ Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. ὁ τοίνυν ἐπὶ τοῦτο φθάσας τὸ ὕψος ἑτέρας ἀναβάσεως ἄρχεται. καταλιπὼν γὰρ τὸν πατέρα τὸν Κορὲ τὸν δι᾽ ὑπερηφανίας ἐπαναστάντα τῇ ἱερωσύνῃ καὶ διὰ τοῦτο καταπρησθέντα τῷ πυρὶ καὶ καταχωσθέντα τῷ χάσματι καὶ ὑπόγειον ἐξ ἁμαρτίας γενόμενον, τῷ ἀληθινῷ πατρὶ ἑαυτὸν εἰσποιεῖ διὰ τῆς πίστεως, συνεὶς ὅσον ἐστὶ τὸ διάφορον θεοῦ τέκνον γενέσθαι ἢ τοῦ ἀποστάτου Κορὲ υἱὸν χρηματίζειν.

τυχὼν τοίνυν τοῦ τέλους τῆς νίκης καὶ γνοὺς ὅσον ἐστὶ μεταξὺ τούτου καὶ τοῦ πονηροῦ πατρὸς τὸ διάφορον, διαφαγών τε καὶ ἐξαναλώσας ἐν ἑαυτῷ πᾶν θηριῶδες καὶ ἰοβόλον νόημα κατὰ τὴν τῶν ἐλάφων φύσιν, αἷς ἀφανιστικὴ τῶν ἑρπετῶν συνουσίωται δύναμις, μιμεῖται καὶ τῇ δίψῃ τὴν ἔλαφον καὶ πρὸς τὰς θείας πηγάς, αὕτη δ᾽ ἂν εἴη ἡ θεία φύσις, διψητικῶς ἔχει, ἡ μία τε οὖσα καὶ ἐν τριάδι θεωρουμένη. Ὃν τρόπον γάρ, φησίν, ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. εἶτα παραμυθεῖται τὴν δίψαν συνεχομένην τῇ ἐπιθυμίᾳ καὶ σπεύδουσα τοῦ ποθουμένου τυχεῖν καὶ τὴν ἐν ὀλίγῳ τῆς τῶν ἀγαθῶν μετουσίας ἀναβολὴν ἐν συμφορᾷ ποιουμένη λέγει κατά τε τὸ μέσον καὶ ἐπὶ τέλει τῆς ψαλμῳδίας Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ Ἔλπισον ἐπὶ τὸν θεόν· ὡς ἀληθῶς ἡμῖν τὴν ἀγαθὴν ἀπόλαυσιν τῆς θείας ἐλπίδος ἐγγυωμένης. καὶ οὕτως ἐπὶ τὸ ἑξῆς πρόεισιν, ἐν ᾧ διὰ τοῦ θείου θυσιαστηρίου γίνεται νέος· καὶ κατὰ τὸν ἑξῆς πάλιν τοὺς ἐκ τοῦ Κορὲ τὸ γένος κατάγοντας νικητὰς ἀπεργάζεται· δεικνὺς ὅτι οὐκ ἀμβλύνεται τῇ δυσγενείᾳ τῶν πατέρων ἡ παρὰ τῷ θεῷ εὐδοκίμησις.

καὶ ἐν τῇ ψαλμῳδίᾳ δὲ ταύτῃ τῷ θεῷ τῆς τῶν ἐχθρῶν καθαιρέσεως ἀναθεὶς τὴν αἰτίαν, ἐν οἷς φησιν Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας, μετέρχεται εἰς τὴν ὑπὲρ τοῦ ἀγαπητοῦ ᾠδήν, ἵν᾽ οἱ πρότερον ἐκ τοῦ ἀποστάτου γενόμενοι, εἶτα νικηταὶ τοῦ πονηροῦ καταστάντες, διὰ συνέσεως εἰς τὸ τῆς νίκης φθάσωσι τέλος· Εἰς τὸ τέλος γὰρ εἰς σύνεσιν ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. ἐν ᾗ καὶ διδασκόμεθα τίς μέν ἐστιν οὗ ὁ θρόνος ἐξ ἀϊδίου ἐπιστατεῖ τῶν ὄντων, τίς δὲ παρθένος νυμφοστολεῖται αὐτῷ πρὸς συμβίωσιν, οὐκ ἄλλως ἀξιουμένη τῆς τιμῆς ταύτης, εἰ μὴ τοῦ πατρὸς αὐτῆς λήθην λάβοι. καὶ ταύτην ἀναθεὶς τῷ ἀγαπητῷ τὴν ᾠδὴν πάλιν ἐπινίκιον ὑπὲρ τῶν υἱῶν Κορὲ διέξεισιν διὰ τῶν ἀπορρητοτέρων προάγων τὸν λόγον. Ὑπὲρ γὰρ τῶν κρυφίων ἐστὶν ἡ τῆς ψαλμῳδίας ἐπαγγελία. ἐν οἷς ἦχον ὑδάτων καὶ κίνησιν ἐθνῶν καὶ βασιλέων κλῆσιν καὶ σάλον γῆς διελθὼν τῷ λόγῳ καὶ τὸν κύριον πάσης δυνάμεως μεθ᾽ ἡμῶν εἶναι εἰπών· δι᾽ ὧν ἁπάντων τὴν διὰ σαρκὸς προαγορεύει τοῦ κυρίου ἐμφάνειαν, ὅτε ἠχεῖ μὲν καὶ ταράσσεται τῶν δαιμόνων ἡ φύσις, μεταβαίνει δὲ καὶ ὄρη, τὰ γεώδη τῆς κακίας φρονήματα, ἀκίνητα εἶναι δοκοῦντα τοῖς πάλαι καὶ ἀμετάθετα.

ὁ δὲ τῆς εὐφροσύνης ποταμὸς εὐφραίνει τοῦ θεοῦ τὴν πόλιν, καὶ τὸ ἑαυτοῦ σκήνωμα ἁγιάζει ὁ ὕψιστος καὶ ὅσα τῆς ἀκολουθίας ἔχεται ταύτης, δι᾽ ὧν τοῖς αἰνίγμασι τούτοις ὁ λόγος προαγορεύει τὰ κρύφια. πάλιν ἐφ᾽ ἑτέραν μεταβαίνει νίκην ὁ λόγος, ᾗ πάντα ἐπικροτεῖ τὰ ἔθνη καὶ ἐπαγάλλεται, διότι Ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ. σαφὴς δέ σοι πάντως ἐστὶν ὁ τῆς ἀναβάσεως λόγος διὰ τῆς ἑρμηνείας τοῦ Παύλου, ὅς φησιν μὴ εἶναι δυνατὸν ἀναβῆναι, εἰ μὴ τὸ καταβῆναι προκαθηγήσαιτο. ὃς ψάλλειν μετὰ συνέσεως πάντας ἐγκελεύσας μεταβαίνει τῷ λόγῳ πρὸς ὑψηλοτέραν κατάστασιν τὴν δευτέραν τοῦ σαββάτου ὑπόθεσιν τῆς ᾠδῆς ποιησάμενος. αὕτη δὲ εἰ μὲν κατὰ τὴν πρώτην τοῦ κόσμου σύστασιν θεωροῖτο, οὐρανοῦ τε καὶ στερεώματός ἐστι κατασκευὴ καὶ τῶν ἐπουρανίων ὑδάτων ἀπὸ τῶν ἐγγείων διάκρισις. εἰ δὲ πρὸς τὸ εὐαγγέλιον βλέποις, ἀληθῶς αὕτη ἐστὶν ἡ τὸν οὐρανὸν ἡμῖν κατασκευάσασα. εἰ γὰρ οὐρανὸς τὸ στερέωμα παρὰ τοῦ θεοῦ ὀνομάζεται, ὁ δὲ Παῦλος νοεῖ τὴν εἰς τὸν Χριστὸν πίστιν τὸ στερέωμα, τότε ἡμῖν ὄντως κατὰ τὴν πίστιν οὐρανὸς δημιουργεῖται, ὅτε παρῆλθεν ἡ τοῦ σαββάτου κατήφεια· καὶ ἐγένετο ἡμῖν πιστὸν τὸ μυστήριον Τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης, ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ὅς ἐστι τῷ ὄντι μέγας κύριος καὶ αἰνετὸς σφόδρα.

καὶ ὅσα κατὰ τὸ ἀκόλουθον ὁ ψαλμὸς περιέχει, τὴν θείαν πόλιν ἐκείνην, ἣν καὶ ὄρος εὔριζον ὀνομάζει καὶ πάσης γῆς ἀγαλλίαμα καὶ Σιὼν ὄρη. ἐφ᾽ ἧς μάλιστα τὸ πάντων παραδοξότατον ἐκδιηγεῖται, ὅτι ἡ ποτὲ οὖσα πλευρὰ τοῦ βορρᾶ νῦν γέγονε πόλις τοῦ βασιλέως τοῦ μεγάλου. καὶ ὁ θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, σαφῶς διὰ τούτων τὸ κατὰ τὴν ἐκκλησίαν θαῦμα μηνύων τῷ λόγῳ. τὸ γὰρ βόρειον κλῖμα τῆς γῆς τῶν κατεσκιασμένων τε καὶ κατεψυγμένων ἐστίν, ἀλαμπὲς ἀεὶ μένον καὶ τῶν ἡλιακῶν ἀκτίνων ἀμέτοχον. οὗ χάριν ἡ ἀντικειμένη δύναμις ἐν τῷ ὀνόματι τοῦ βορείου διασημαίνεται. ἡ τοίνυν ἐνοικοῦσά ποτε τῷ βορρᾷ καὶ οὖσα αὐτοῦ πλευρὰ αὕτη μεταταξαμένη ἀπὸ τοῦ σκοτεινοῦ τε καὶ κατεψυγμένου βίου θεοῦ πόλις γίνεται καὶ βασιλείας ἐνδιαίτημα, ἧς ἐν ταῖς βάρεσιν ὁ θεὸς γινώσκεται. βάρεις δὲ λέγει τὰς τῶν οἰκοδομημάτων περιγραφὰς ἐν τετραγώνῳ τῷ σχήματι, δι᾽ ὧν τὰς ἑδραίας καὶ ὑψηλὰς τῶν ἀρετῶν πυργοποιΐας τὰς ἐν ταῖς ψυχαῖς τῶν ἁγίων θεωρουμένας παραδηλοῖ δι᾽ αἰνίγματος, ὡς ἐν μόνοις τοῖς τοιούτοις βίοις τοῦ θεοῦ γινωσκομένου καὶ τὰ ἐφεξῆς συνῳδὰ τοῖς προαποδεδομένοις ἐστίν. συνήχθησαν γὰρ ἐν ταύτῃ οἱ βασιλεῖς· οὐ γὰρ δουλευόντων, ἀλλὰ βασιλευόντων συνδρομὴ τὴν θείαν ἐκείνην συνοικίζει πόλιν.

Οἵτινες, φησίν, ἰδόντες, οὕτως ἐθαύμασαν· καὶ τὴν αἰτίαν διηγεῖται τοῦ θαύματος, ἐπειδὴ οἱ πρότερον κατοικοῦντες ἀναξίως τὴν πόλιν ταύτην, ὅτε ἦν πλευρὰ τοῦ βορρᾶ, ἐταράχθησαν καὶ ἐσαλεύθησαν καὶ τρόμος ἐπελάβετο αὐτῶν καὶ οὐ μόνον τρόμος, ἀλλὰ καὶ πόνοι μιμούμενοι ὠδῖνας τικτούσης. ἅπερ πάντα φησὶ κατ᾽ αὐτῶν γεγενῆσθαι ὑπὸ τοῦ βιαίου πνεύματος τοῦ τὰ πλοῖα τῆς ἀποστασίας συντρίβοντος τὰ κακῶς τῇ θαλάσσῃ τοῦ βίου ἐπιπολάζοντα· Ἐν πνεύματι γὰρ βιαίῳ, φησίν, συντρίψεις πλοῖα Θαρσεῖς. ὁ δὲ τῆς τῶν Πράξεων ἱστορίας τὴν μνήμην ἔχων οὐκ ἀγνοεῖ τὴν βιαίαν πνοὴν τὴν ἐν τῷ ὑπερῴῳ τοῖς μαθηταῖς γνωρισθεῖσαν. καὶ ὁ τῇ προφητείᾳ τοῦ Ἰωνᾶ προσεσχηκὼς γινώσκει πάντως ὅτι τοῦ θεοῦ ἀποστὰς ζητεῖ πλοῖον τὸ ἐπὶ Θαρσεῖς ναυτιλλόμενον. εἶτα ὥσπερ δύο προσώποις ἐπιμερισθεὶς ὁ λόγος, ἐν μὲν τοῖς προλαβοῦσιν τὸ τοῦ προαγορεύοντος ὑποδύεται πρόσωπον, ἐν δὲ τοῖς ἐφεξῆς τὰς τῶν ὑποδεξαμένων τὸν λόγον φωνὰς ὑποκρίνεται. λέγει γὰρ συντιθέμενος τῇ ἀληθείᾳ τῶν προηγουμένων ὡσανεὶ παρ᾽ ἄλλου τινὸς τὰ εἰρημένα μαθών, ὅτι Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν. ἐν πόλει κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ θεοῦ ἡμῶν. διὸ καὶ παρακελευομένους ἀλλήλοις ἐποίησεν τοὺς ἐν ἡδονῇ θεασαμένους ἃ ἤκουσαν. ἡ δὲ παρακέλευσις ἦν τὸ Κυκλώσατε Σιὼν καὶ περιλάβετε αὐτήν. διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς.

θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς· καὶ ὅσα κατὰ τὸ ἀκόλουθον περιέχει ὁ λόγος.

Μετὰ τοῦτο δὲ δι᾽ ἀκολούθου εἰς πᾶσαν τὴν γῆν διαφοιτᾷ τοῦ λόγου τὸ κήρυγμα, καὶ ὥσπερ ἦν πρὸ τῆς συγχύσεως τῶν γλωσσῶν χεῖλος ἓν πᾶσιν καὶ μία φωνή, οὕτω καὶ νῦν πάντα τὰ ἔθνη καὶ ἡ οἰκουμένη πᾶσα καὶ πάντες ἄνθρωποι μία γίνονται ἀκοὴ καὶ καρδία μία ἑνὸς τοῖς πᾶσιν ἐνηχοῦντος τοῦ λόγου. πᾶσαν γὰρ κατὰ ταὐτὸν τὴν ἀνθρωπίνην φύσιν ἐκκλησιάσας καὶ θέατρον ἓν τὸν κόσμον ὅλον ἑαυτῷ περιστήσας κοινῇ τοῖς πᾶσιν ἐμβοᾷ τὸν λόγον Ἀκούσατε, λέγων, πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, κἂν πλουτῶν τις ἐν ὑμῖν κἂν πενόμενος τύχῃ. ταύταις γὰρ ταῖς τρισὶ συζυγίαις πᾶσαν γενικῶς διαλαμβάνει τὴν κατὰ τὸν βίον τῶν ἀνθρώπων διαφοράν. ἐν τῇ πρώτῃ συζυγίᾳ ἔθνη λέγει πάντα καὶ τοὺς κατοικοῦντας τὴν οἰκουμένην· ὡς τῷ μὲν ὀνόματι τῶν ἐθνῶν τὰς περιγραφὰς τῶν τόπων σημαίνεσθαι, τῷ δὲ ἐφεξῆς λόγῳ τοὺς τῶν τόπων οἰκήτορας. γηγενεῖς δὲ εἰπὼν καὶ ἀνθρώπων υἱοὺς τοὺς σαρκώδεις τε καὶ χοϊκοὺς καὶ ἀλογωτέρους διακρίνει ἀπὸ τῶν σῳζομένων καί τινα ἐν αὑτοῖς χαρακτῆρα τῆς ἀνθρωπίνης φύσεως ἐχόντων· ἴδιος δὲ χαρακτὴρ ἀνθρώπου ἡ πρὸς τὸ θεῖον ὁμοίωσις. ἡ δὲ κατὰ πενίαν τε καὶ πλοῦτον ἀνισότης τοῦ βίου τὸ γενικώτατόν ἐστιν αἴτιον τῆς ποικίλης τε καὶ πολυειδοῦς τῶν ἐν ἀνθρώποις πραγμάτων ἀνωμαλίας.

τίς οὗτος ὁ ἐν τοσούτῳ καὶ τηλικούτῳ ἀκροατηρίῳ δημηγορῶν; τίς ἄλλος ἢ ὁ μαρτυρῶν ἑαυτῷ ὅτι σοφίαν λαλήσει καὶ σύνεσιν; λαλεῖ δὲ ταῦτα πάντως ὁ ἔχων Πνεῦμα σοφίας τε καὶ συνέσεως, τὴν μεγάλην ταύτην χάριν, τὴν ἐκ προσοχῆς καὶ μελέτης κατορθουμένην. οὐ γὰρ πρότερον εἶπεν ἀνοίγειν τὸ στόμα πρὶν ὑποκλῖναι τὴν ἀκοὴν τῷ παραβάλλοντι λόγῳ· Τὸ στόμα μου, φησίν, λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. καὶ πρῶτον Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, καὶ τότε ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. τίς οὖν ἡ σύνεσις καὶ τί τὸ πρόβλημα; οὐκ οἶδεν, φησίν, ἡ τοῦ θεοῦ κτίσις πονηρᾶς τινος ἡμέρας κατασκευήν, ὡς μαρτυρεῖ τῆς κοσμογενίας ὁ λόγος, ἀλλ᾽ ἡ ἁμαρτία τὴν ἀγαλλιάσιμον ἡμέραν φόβου καὶ τιμωρίας ἡμέραν ἐποίησεν, ἣν ἐξῆν μὴ φοβεῖσθαι, εἰ μὴ ὁ τὴν πτέρναν ἡμῶν ἐπιτηρῶν ὄφις, ᾧ ὄνομά ἐστιν ἡ ἀνομία, κύκλῳ τὴν πορείαν τοῦ βίου διέλαβεν, τῷ ἰδίῳ ὁλκῷ ταῖς ποικίλαις τῶν παθημάτων φολίσιν φοβερῶς ἐπιφρίσσων πανταχόθεν καὶ τραχυνόμενος.

εἶτα διχῇ διελὼν πᾶσαν τὴν ψαλμῳδίαν, ἐν μὲν τῷ πρώτῳ μέρει συμβουλὴν κατατίθεται τοῦ μὴ πρὸς ἄλλον βλέπειν τινὰ λυτρωτήν· οὔτε γὰρ ἀδελφὸς λυτροῦται, φησίν, οὔτε ἄλλος τις ἄνθρωπος ἀλλ᾽ ἢ αὐτὸς ἕκαστος ἑαυτὸν ἐξαιτήσεται, ἐὰν Δῶ τῷ θεῷ ἐξίλασμα ἑαυτοῦ καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ, ὃ βούλεται συμβουλὴν πρὸς ὑπεροψίαν τῶν μάτην σπουδαζομένων γενέσθαι τὴν † σπουδαζομένην ἐν τῷ βίῳ τούτῳ κατὰ τὸ μάταιον ἀκολουθίαν. πῶς ἐν ἀνονήτοις διάγουσι κόποις οἱ ἄνθρωποι, ὡς ἀεὶ ζήσεσθαι προσδοκῶντες; πῶς τὴν διὰ τοῦ θανάτου καταφθορὰν οὐκ ἐλπίζουσιν οἱ τοὺς πρὸ αὐτῶν ἀποθνήσκοντας βλέποντες; καὶ ὅτι ἄφρονες ὡς ἀληθῶς εἰσιν καὶ ἀνόητοι οἱ οὐκ εἰδότες, ὅτι μετὰ τὸν τῇδε βίον ἄλλοις καταλείψουσι τὸν πλοῦτον αὐτῶν, αὐτοὶ δὲ τάφοις εἰς τὸ διηνεκὲς παροικήσουσιν οἱ τὰ ὀνόματα αὐτῶν οὐκ ἐν οὐρανοῖς διὰ τῆς ὑψηλοτέρας ζωῆς ἀπογράψαντες, ἀλλ᾽ ἐν τῇ γῇ ὀνομαστοὶ γενέσθαι ποθήσαντες ἀνωνύμους ἑαυτοὺς ἐν τῇ ἄνω πόλει ἐποίησαν. τούτων δὲ πάντων αἴτιον τὸ μὴ συνιέναι τὸν ἄνθρωπον τῆς ἰδίας τιμῆς, ἀλλὰ πρὸς τὰς κτηνώδεις ἡδονὰς ἑκουσίως κατασυρῆναι, λαιμῷ καὶ γαστρὶ καὶ τῷ μετὰ γαστέρα ῥύπῳ γενόμενον ἔκδοτον. τοῦτο τῆς πρώτης διαιρέσεως τοῦ ψαλμοῦ τὸ μέρος. τὸ δὲ λειπόμενον ἐν ἄλλοις ἔχει τὴν κατηγορίαν.

πάλιν δὲ εἰς τὸ αὐτὸ ῥῆμα περαιοῦται ὁ λόγος, τοῦτο, οἶμαι, φιλοσοφούσης ἡμῖν τῆς προφητείας, ὅτι τὸ πρῶτον αἴτιον τῆς τῶν κακῶν εἰσόδου τὸ ἀποκτηνωθῆναι τὸν ἄνθρωπον τοῖς ζῳωδεστέροις παθήμασιν. γενομένης δὲ ἡμῖν ἐκ χάριτος τῆς θεραπείας τοῦ τοιούτου κακοῦ διὰ τοῦ ἐπισκεψαμένου ἐν οἰκτιρμῷ τὸ ἀνθρώπινον, πάλιν ἀφέντες τὸν ἀγαθὸν ποιμένα ὑπὸ τοῦ θανάτου ποιμαίνονται οὐ πρὸς τὴν οὐρανίαν ἀλλὰ πρὸς τὴν ἐν ᾅδου νομὴν ἑαυτοὺς ἐπικλίναντες πρόβατα τοῦ ᾅδου γινόμενοι. φησὶ γὰρ ὅτι Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς. καὶ οὕτως ἐκ δευτέρου γίνεται πάλιν διὰ τῆς ἁμαρτίας ἡ τῆς τιμῆς τῆς κατὰ χάριν γενομένης ἡμῖν ἀναισθησία καὶ πρὸς τὸν ἄλογον βίον καταφορά. πᾶν γὰρ τὸ ἔξω τοῦ ἀληθινοῦ λόγου γινόμενον ἀλογία ἐστίν. ἴδιον δὲ τοῦ κτήνους τὸ ἄλογόν τε καὶ ἀνόητον.