Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Η οδός της μετανοίας και η καθαίρεση της ανομίας

Η ερμηνεία των ψαλμών της μετανοίας, η αντιμετώπιση του Δωήκ και των Ζιφαίων ως συμβόλων δαιμονικών εμποδίων, και η ανάδειξη της πίστης έναντι της οντολογικής φθοράς της κακίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 12 από 15

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ Τὰ δὲ καθ᾽ ἕκαστον τῶν ἐν τῇ ψαλμῳδίᾳ δι᾽ ἀκριβείας ἐπὶ λέξεως ἀναγράφειν περιττὸν ἂν εἴη, πολλῆς εὐκολίας οὔσης τῷ βουλομένῳ διὰ τῶν εἰρημένων καὶ τὰ παρεθέντα κατανοῆσαι. ὥστε οὐδὲν οἶμαι δεῖν μηκύνειν διὰ πολυλογίας τὸν λόγον· ἢ τοῦτο μόνον ἀναγκαῖόν ἐστιν ἐπαναλαβεῖν ἐκ τῶν προεξητασμένων, ὅτι δι᾽ ἀμφοτέρων εὐεργετεῖ τὴν ἀνθρωπίνην φύσιν ὁ μέγας Δαβίδ, δι᾽ ὧν τε προτυποῖ συμβολικῶς τὴν σωτηρίαν ἡμῶν καὶ δι᾽ ὧν ὑποδείκνυσι τοῖς ἀνθρώποις τῆς μετανοίας τὸν τρόπον, οἷόν τινα τέχνην ἐπιβάλλων τούτῳ τῷ κατορθώματι διὰ τῆς πεντηκοστῆς ψαλμῳδίας, δι᾽ ἧς ἄλλη νίκη κατὰ τοῦ ἀντιπάλου ἡμῖν ἑτοιμάζεται. τὸ γὰρ εἰδέναι τῶν κακῶν ἑαυτοὺς ἐκκαθαίρειν τῆς διηνεκοῦς κατὰ τοῦ ἐχθροῦ νίκης παρασκευὴ γίνεται καὶ ὑπόθεσις. ἀδιαλείπτου γὰρ ἡμῖν οὔσης ἐν τῷ βίῳ τῆς πάλης τῆς γενομένης πρὸς τὸν κοσμοκράτορα τοῦ σκότους τούτου καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· ἐπειδὴ ἓν μόνον ἀντιπάλαισμα καὶ πρὸς πᾶσαν πειρατηρίου προσβολὴν ἔχομεν τὴν μετάνοιαν, ὁ τοῦτο ἐν ἑαυτῷ κατορθώσας διὰ παντὸς νικητὴς γίνεται τοῦ ἀεὶ προσπαλαίοντος. μετὰ τοῦτο δὲ κἂν ἡ ἱστορία ἐν ταῖς ἐπιγραφαῖς τὸ ἀνακόλουθον ἔχῃ, ἀλλ᾽ ὁ νοῦς πρὸς τὴν ἀκολουθίαν συνήρτηται. πολὺ γὰρ μεταγενέστερον τὸ κατὰ τὴν Βηρσαβεὲ καὶ τὸν Οὐρίαν ἔργον τοῦ κατὰ τὸν Ἰδουμαῖον τὸν Δωήκ ἐστιν διηγήματος.

τοῦτο μὲν γὰρ ἐν ἀρχαῖς τῆς τοῦ Σαοὺλ τυραννίδος ἐγένετο, ἐκεῖνο δὲ μικρὸν πρὸ τοῦ τέλους τῆς τοῦ Δαβὶδ βασιλείας συνέβη. ἀλλ᾽ οὐ μέλει τῷ πνευματικῷ λόγῳ τῆς χρονικῆς τε καὶ σαρκίνης τῶν πραγμάτων τάξεως. τί γάρ με τοσοῦτον ὀνίνησιν ἐν πρώτοις τὸ κατὰ τὸν Ἰδουμαῖον μαθεῖν καὶ μετὰ ταῦτα τὸ κατὰ τὴν Βηρσαβεὲ διδαχθῆναι; τίς ἀρετὴ διὰ τούτου; ποία πρὸς τὸ κρεῖττον ἀνάβασις; τίς πρὸς τὴν τῶν ὑψηλῶν ἐπιθυμίαν διδασκαλία; εἰ δὲ μαθὼν τὰ ἐν τῷ πεντηκοστῷ μυστήρια, ὅσα κατὰ τὸ βαθύτερον περιέχει ὁ λόγος, καὶ μετ᾽ ἐκείνου τὸ πρὸς τὴν κατάλυσιν τοῦ ἀντιπάλου δοθὲν ἡμῖν φάρμακον διδαχθείην, τὸ τῆς μετανοίας λέγω, ὥστε διὰ τούτου με πάντοτε νίκῃ τῇ κατὰ τοῦ ἐχθροῦ συνεθίζεσθαί τε καὶ ἐγγυμνάζεσθαι, σκόπησον ὅπως προσβαίνω κατὰ τὸ ἀκόλουθον τῇ ἐφεξῆς ἀνόδῳ, νίκην ἐκ νίκης μεταλαμβάνων. ἀναγνώσομαι δέ σοι τῆς ἱστορικῆς ἐπιγραφῆς τὴν ἀκολουθίαν ἔχουσαν οὕτως· Εἰς τὸ τέλος συνέσεως τῷ Δαβὶδ ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ καὶ εἰπεῖν αὐτῷ Ἦλθεν Δαβὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. δι᾽ ὧν διδάσκομαι ὅτι τοῦτο μὲν εἰς τὸ τέλος τῆς νίκης ἄγει, ὅταν σύνεσις καθηγῆται τοῦ βίου καθ᾽ ὁμοιότητα τοῦ μεγάλου Δαβίδ.

καὶ τότε μάλιστα λυπῶ τὸν Δωὴκ τὸν τῆς ἐμῆς σωτηρίας τύραννον, ὅταν ἐν τῷ οἴκῳ τοῦ ἱερέως γένωμαι καὶ ὅταν ἡμιόνων ὑπηρέτης, μηκέτι μοι κατὰ πρόσωπον συμπλέκεσθαι δύναμιν ἔχων, λάθρα κατ᾽ ἐμοῦ τὴν ἐπιβουλὴν ἐξαρτύηται τῷ κατ᾽ ἐμοῦ φονῶντι τὴν παρὰ τῷ ἱερεῖ διαγωγήν μου καταμηνύων. δῆλον δ᾽ ἂν εἴη τίνες εἰσὶν αἱ ἡμίονοι, ὧν ἐπιστατεῖ οὗτος ὁ Ἰδουμαῖος ὁ τὴν ἄγονον βουκολῶν φύσιν, ἐν ᾗ τοῦ θεοῦ ἡ εὐλογία τόπον οὐχ εὗρεν, ἥ φησιν ἐξ ἀρχῆς τὸν πληθυσμὸν ἐντιθεῖσα τῇ κτίσει, ὅτι Αὐξάνεσθε καὶ πληθύνεσθε. οὐ γὰρ ἐκ θεοῦ ὁ πληθυσμὸς τῇ κακίᾳ· ὡς οὐδὲ ἐξ ἀλλήλων ἐστὶν ἡ τοῦ γένους τῶν ἡμιόνων διαδοχή, ἀλλ᾽ ἀεὶ καινοτομεῖ τὸ ζῷον ἡ φύσις τὸ μὴ ὂν ἐν τῇ κτίσει δι᾽ ἑαυτῆς παρασοφιζομένη καὶ παρεισάγουσα. δῆλον δὲ πάντως διὰ τῶν εἰρημένων ἐστὶ πρὸς τίνα σκοπὸν βλέπει ὁ λόγος. εἰ γὰρ πάντα ὅσα ἐποίησεν ὁ κύριος καλὰ λίαν, ἡ δὲ ἡμίονος ἔξω τοῦ καταλόγου τῶν ἐν τῇ κτίσει γεγονότων ἐστίν, δῆλον ἂν εἴη ὅτι πρὸς κακίας ἔνδειξιν τὸ ὄνομα τοῦτο ὑπὸ τῆς ἱστορίας παρείληπται. οὔτε ἐκ θεοῦ οὖν τὴν ὕπαρξιν ἔχει οὔτε γενομένη ὡς γίνεται διαρκεῖ τῇ ὑποστάσει πρὸς τὸ ἴδιον.

ὡς γὰρ οὐ συντηρεῖ δι᾽ ἑαυτῆς ἑαυτὴν ἡ τῶν ἡμιόνων φύσις, οὕτως οὐδὲ ἡ κακία μένει κατὰ τὸ διηνεκὲς ἡ αὐτὴ φυλασσομένη, ἀλλὰ πάντοτε γίνεται ἄλλη ὑπ᾽ ἄλλου ζωογονουμένη, ὅταν τὸ εὐγενὲς καὶ γαῦρον τῆς ἐν ἡμῖν φύσεως καὶ ταχὺ καὶ ὑψαύχενον πρὸς ἐπιθυμίαν τῆς ὀνώδους τε καὶ ἀλόγου συζυγίας κατολισθήσῃ. ὁ τοίνυν ἀλλόφυλος ἐκεῖνος Δωὴκ ὁ τῷ Σαοὺλ κατὰ τοῦ Δαβὶδ γενόμενος ἄγγελος, ὁ τῆς ἀγόνου ἀγέλης τῶν ἡμιόνων νομεύς, οὐκ ἄν τις ἕτερος εἴη παρὰ τὸν πονηρὸν ἄγγελον τὸν διὰ τῶν ποικίλων τῆς ἁμαρτίας παθημάτων τὴν ἀνθρωπίνην ψυχὴν πρὸς τὸ κακὸν ἐφελκόμενον· ἣν ὅταν ἴδῃ ὅτι ἐν τῷ οἴκῳ τοῦ ἀληθινοῦ ἱερέως ἐστίν, ἀδυνατῶν πλῆξαι αὐτὴν τοῖς τῶν ἡμιόνων λακτίσμασιν, τότε καταμηνύει πρὸς τὸν ἄρχοντα τῆς πονηρίας τοῦ πνεύματος τοῦ ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ὁ δὲ ἐρριζωμένος ὡς ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐκείνους ποιεῖται κατὰ τοῦ τυράννου τοὺς λόγους, οὓς ἐν τῇ ψαλμῳδίᾳ ἠκούσαμεν, λέγων Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν, οὗ ἡ γλῶσσα ὡσεὶ ξυρὸν ἠκονημένον, οἷς ἂν ἐπαχθῇ ἀποσυλῶσα τῶν τριχῶν τὴν εὐπρέπειαν καὶ τὰς ἑπτὰ τῶν βοστρύχων σειρὰς ἐν αἷς ἐστιν ἡ δύναμις ἡμῶν ἀποτέμνουσα.

νοεῖς δὲ πάντως ἐκ τῆς ἑβδομάδος τῶν πνευματικῶν βοστρύχων τὴν ἔννοιαν, καθὼς ὁ Ἠσαίας τὴν ἑπταχῇ γινομένην τοῦ πνεύματος χάριν ἀπηριθμήσατο· ὧν ἀποτμηθέντων, καθὼς ἐπὶ τοῦ Σαμψὼν συνέβη, ἕπεται τῶν ὀφθαλμῶν ἡ ἀπώλεια καὶ τὸ ἐπιγέλαστον εἶναι τοῖς ἀλλοφύλοις, ὅταν μεθύωσιν.

Ἐπάγει δὲ μετὰ τὸ εἰπεῖν, δι᾽ ὧν ὑπογράφεται τὰ τοῦ ἐν κακίᾳ δυνατοῦ ἰδιώματα, ὅτι ὁ θεὸς τοῦτον μὲν καθαιρήσει εἰς τέλος· τέως δὲ νῦν ἐκτιλεῖ καὶ μεταναστεύσει ἀπὸ τοῦ θείου σκηνώματος, καὶ ἐκ τῆς τῶν ζώντων γῆς ἀνορύξει τὰ τῆς πονηρίας αὐτοῦ καὶ πικρίας ῥιζώματα καὶ ὅσα τούτοις κατὰ τὸ ἀκόλουθον περιέχει ἡ ψαλμῳδία πρὸς τὴν αὐτὴν διάνοιαν βλέποντα· δι᾽ ὧν κατορθοῦται τὸ βέβαιον τῶν καθὼς εἶπεν ὁ θεῖος ἀπόστολος ἐρριζωμένων ἐν τῇ πίστει. Ἐγὼ γάρ, φησίν, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ τὸ ὑπὲρ τοῦτο διάστημα, οὗ μέτρον ἐστὶν ἡ ἀπειρία, ὅπερ αἰώνων ὀνομάζει αἰῶνα. ἐν τούτῳ καὶ τὴν εὐχαριστίαν κατὰ τὸ ἀΐδιον τῷ θεῷ προσοίσειν κατεπαγγέλλεται λέγων· Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα. σὺ γάρ μοι τὰ ἄξια τῆς εὐχαριστίας ἐποίησας. Καὶ ὑπομενῶ, φησί, τὸ ὄνομά σου. ἀγαθὸν γάρ ἐστιν ἡ ὑπομονὴ τοῖς ὁσίοις σου.

ὥσπερ δὲ ἡ πολύχρωμος αἴγλη ἐν διαφόρῳ τῷ τῆς βαφῆς ἄνθει λεληθότως πρὸς τὸ ἑτερόχρουν μεταβαίνει, προσφυῶς τὰς ἄκρας τῶν χρωμάτων αὐγὰς ἀλλήλαις καταμιγνύουσα, οὕτως ἔστιν ἰδεῖν καὶ τῆς ψαλμῳδίας ταύτης κατὰ τὸ ἄκρον τὴν τοῦ νοήματος ἀκτῖνα τῷ προοιμίῳ τῆς τοῦ παρακειμένου ψαλμοῦ λαμπηδόνος δι᾽ ἀκολούθου προσμιγνυμένην· ὥστε λανθάνειν τὸ μέσον τούτων, αὐτομάτως τῆς διανοίας ἀπὸ τούτου πρὸς τὴν ὑπερκειμένην ψαλμῳδίαν κατενεχθείσης. ὁ γὰρ ὡς ἐλαία κατάκαρπος ῥιζωθεὶς ἐν τῷ οἴκῳ τοῦ θεοῦ καὶ τὸ ἑδραῖόν τε καὶ ἀμετακίνητον τοῦ κατὰ τὴν πίστιν στερεώματος ἐν ἑαυτῷ βεβαιώσας καὶ τὴν ἐλπίδα τοῦ θείου ἐλαίου δι᾽ εὐχαριστίας τῇ ἀπειρίᾳ τῶν αἰώνων συμπαρατείνας θυμῷ χρῆται κατὰ τῶν ἀφραινόντων, ὧν κεφάλαιον τῆς ἀφροσύνης τὸ τὸν ἀληθῶς ὄντα, τὸν ἐπὶ πάντων καὶ ἐν πᾶσιν, τοῦτον μὴ εἶναι λέγειν. τοιούτων γάρ, φησίν, καὶ τοσούτων ὄντων (πρῶτον τοῦ θεοῦ δείκνυσι τὴν ὑπὲρ τῶν ἀνθρώπων προμήθειαν· ἐφ᾽ οὗ τὸ τῶν ἐλπίδων βέβαιον οὕτως ἀμετάθετόν ἐστιν, ὡς μὴ κάμνειν τῇ ἀϊδιότητι τῶν αἰώνων τὸν πόθον συνεκτεινόμενον), πῶς Λέγει ὁ ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός; διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν τοῖς τοιούτοις τῆς διανοίας ἐπιτηδεύμασιν.

Φθορὰ γάρ ἐστιν ὡς ἀληθῶς καὶ διάλυσις τοῦ συνεστῶτος ἡ τοῦ ὄντως ὄντος ἀπόπτωσις. πῶς γὰρ ἄν τις ἐν τῷ εἶναι εἴη, μὴ ἐν τῷ ὄντι ὤν; πῶς δ᾽ ἄν τις μένοι ἐν τῷ ὄντι, μὴ πιστεύων τῷ ὄντι ὅτι ἔστιν; ὁ δὲ ἀληθῶς ὢν θεός ἐστι πάντως, καθὼς τῷ μεγάλῳ Μωυσεῖ ἡ ὀπτασία τῆς θεοφανείας μαρτύρεται. ὁ οὖν ἐκβάλλων τῆς ἑαυτοῦ διανοίας τοῦ θεοῦ τὸ εἶναι ἐκ τοῦ ἐκεῖνον μὴ εἶναι λέγειν ἑαυτοῦ τὸ εἶναι διέφθειρεν ἔξω τοῦ ὄντος γενόμενος. διὰ τοῦτό φησιν, ἐπειδὴ ἀπὸ τοῦ θεοῦ ἐξέκλιναν, εὐθὺς ἠχρειώθησαν οἱ πάντες, οἷόν τι σκεῦος ἀπόβλητον καταγνωσθὲν ἀχρηστίαν. τὸ δὲ τῷ καλῷ ἄχρηστον τὴν πρὸς τὸ κακὸν ἐπιτηδειότητα διὰ τῆς πρὸς τὸ κρεῖττον ἀναρμοστίας σαφῶς ἐπιδείκνυσιν. ἐπεὶ οὖν διὰ ταῦτα ὁ κύριος Ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων διέκυψεν· ὁ δὲ τοιοῦτος λόγος τὴν ἐν ἀνθρώποις τοῦ κυρίου συναναστροφὴν προμηνύει, ὅτε τοῖς προκαθηγουμένοις πρὸς τὴν ἀπιστίαν τοῖς ἱερεῦσίν τε καὶ Φαρισαίοις καὶ γραμματεῦσιν ἅπαν ἐπηκολούθησε τὸ ὑπήκοον· ἐκεῖνοι γὰρ ἦσαν οἱ τοῖς βλασφήμοις ἑαυτῶν ὀδοῦσι τὸν λαὸν σπαράσσοντές τε καὶ διεσθίοντες· διὰ τοῦτό φησιν ὅτι Ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου, ὅμοιον πάσχοντες τῷ πάθει τῶν ὑδροφοβούντων.

οἷς εἴ πως δυνηθείη παραδεχθῆναι τὸ ὕδωρ, ἰαματικὸν ἔσται τοῦ πάθους τῷ κάμνοντι· ἀλλὰ φοβοῦνταί πως τὸ ἐπὶ σωτηρίᾳ προκείμενον καὶ ἀλλοτριοῦνται τοῦ σῴζοντος, φόβῳ τοῦ μὴ ἀπολέσθαι κατασκευάζοντες ἑαυτοῖς τὴν ἀπώλειαν. οὕτως κἀκεῖνοι, τῆς πηγῆς αὐτοῖς ἐμβοώσης· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, τῇ λύσσῃ τῆς ἀπιστίας προκατειλημμένοι τὰ τῆς ψυχῆς αἰσθητήρια, ἐφοβοῦντο φόβον, οὗ οὐκ ἦν φόβος, τὸ ποτὸν τῆς σωτηρίας ἀποστρεφόμενοι, οὐκ εἰδότες ὅτι ἐν γενεᾷ δικαίων ὁ θεὸς γίνεται, ὁ διδοὺς ἐκ Σιὼν τὸ σωτήριον τῷ Ἰσραὴλ καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ πονηρῶς διὰ τῆς ἁμαρτίας ἡμᾶς αἰχμαλωτίσαντος πάλιν πρὸς ἑαυτὸν ἐπιστρέφων, ὅτε γίνεται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάματι ὁ ἀληθινὸς Ἰσραηλίτης καὶ ὁ πνευματικὸς Ἰακώβ. ἡ μὲν οὖν διάνοια τῆς ψαλμῳδίας, καθὼς ἔξεστιν εὑρεῖν δι᾽ αὐτῶν προϊόντα τῶν λέξεων τῆς ψαλμῳδίας, τοιαύτη. ἡ δὲ ἐπιγραφὴ τοῦ ψαλμοῦ συμβαίνει πρὸς τὴν διάνοιαν. ἐπινίκιον γὰρ εἶναι τὸν λόγον τῆς ψαλμῳδίας ἡ ἐπιγραφὴ σημαίνει διὰ χορείας ἐν συνέσει γινόμενον· Εἰς τὸ τέλος γάρ, φησίν, ὑπὲρ Μαελέθ, συνέσεως τῷ Δαβίδ· χορεία δὲ τῷ Μαελὲθ ἑρμηνεύεται. καὶ ἀντὶ τοῦ Εἰς τὸ τέλος ἕτεροι τῶν ἑρμηνέων ἐπινίκιον ἐκδεδώκασιν.

Πάλιν διὰ τῶν ἀκολούθων προϊὼν ὁ δρόμος, καταλλήλως τοῖς διὰ τῆς προκοπῆς εὑρισκομένοις νοήμασιν ἐφαρμόζει τὰ τῆς ἱστορίας αἰνίγματα, ὅταν ἄπρακτος γένηται καθ᾽ ἡμῶν ὁ Δωὴκ ἐκεῖνος ὁ Ἰδουμαῖος τὴν ἐπαμφοτερίζουσαν τῶν ἡμιόνων φύσιν ἐν ἑαυτῷ νομεύων. εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖς φθάσασιν, ὅτι ἡ ἁμαρτία διὰ τοῦ ζῴου τούτου σημαίνεται. ὡς γὰρ αὕτη ἐπαμφοτερίζοντος ἐκείνου τοῦ ξύλου ἐστὶ καρπός, ὃν καλὸν καὶ πονηρὸν ὀνομάζει ὁ λόγος, καλὸν μὲν διὰ τὸ κεκαλύφθαι τὴν ἁμαρτίαν τῷ τῆς ἡδονῆς δελεάσματι, ἣν ἀντὶ καλοῦ μετέρχονται οἱ τοῦ σώματος φίλοι· πονηρὸν δὲ πάλιν, ὅτι εἰς πικρὸν καταλήγει πέρας τὸ νῦν ὡς καλὸν σπουδαζόμενον· οὕτως ἔστιν ἑκατέρας φύσεως, ἵππου τε καὶ ὄνου, τὰ σύμβολα περὶ τὸ ὑποκείμενον ζῷον ἰδεῖν· ὡς εἶναι τὴν ἡμίονον τὸ αὐτὸ καὶ ἵππον καὶ ὄνον οὐ διῃρημένως ἑκάτερον, ἀλλ᾽ ἐν ἑνὶ τὰ δύο, τῆς διπλῆς τῶν ζῴων φύσεως πρὸς τὴν τοῦ καινοῦ τούτου ζῴου ἀπεργασίαν κατακραθείσης.

ὅταν τοίνυν μηνυτὴς γένηται τῷ τυράννῳ τῆς παρὰ τῷ ἱερεῖ διαγωγῆς ἡμῶν ὁ ἀλλόφυλος ἐκεῖνος, ὃν ἐνοήσαμεν, εἶτα ἡμεῖς τὸν ἐν κακίᾳ καυχώμενον καὶ ἐν ἀνομίᾳ κεκτημένον τὴν δύναμιν, διὰ τῆς θείας συμμαχίας καθέλωμέν τε τῆς δυναστείας καὶ προθέλυμνον αὐτὸν ἐκ τῆς γῆς τῶν ζώντων ἀναρριζώσωμεν, ἐλαία γενόμενοι τῷ πλήθει τῶν καρπῶν ἀγαλλομένη καὶ βρίθουσα, καὶ διὰ τῆς εἰς θεὸν ἐλπίδος δυναμωθέντες χορεύσωμεν κατὰ τοῦ ἡττηθέντος τὰ ἐπινίκια· τότε κατὰ λόγον τοῖς ὑψηλοτέροις προσβαίνομεν, ὄντως κατὰ τὴν ἐν τῷ Ἄισματι φωνήν, ὄρη διαπηδῶντες καὶ βουνοῖς ἐφαλλόμενοι.

Τί οὖν ἐστι τοῦτο τὸ ὄρος, ἐφ᾽ ὃ νῦν ὁ λόγος ἐκ τοῦ προτέρου ὄρους τῶν νοημάτων μεθάλλεται; ἄλλη νίκη πάλιν καὶ ἄλλοι ἐπὶ τῇ νίκῃ ὕμνοι οἱ διὰ συνέσεως τῷ Δαβὶδ κατορθούμενοι οἱ δὲ κινοῦντες τοὺς ἀγῶνάς εἰσιν οὐκέτι ἡμιόνων ἀγέλη, ἀλλὰ Ζιφαίων ἔθνος. οἱ τοῖς στενοῖς τῆς αὐχμώδους διαβάσεως προσκαθήμενοι, ὅταν κωλῦσαι τὴν διὰ τοῦ στενοῦ πορείαν ἡμῶν ἀδυνατήσωσιν, τότε πάλιν πρὸς τὸν Σαοὺλ ἀνατρέχουσιν τὸν ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν λυπούμενον· Εἰς τὸ τέλος γάρ, φησίν, συνέσεως ἐν ὕμνοις τῷ Δαβίδ, ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαοὺλ Ἰδοὺ Δαβὶδ κέκρυπται παρ᾽ ἡμῖν. πάντως δὲ ὁ τὴν ἱστορίαν οὐκ ἀγνοῶν οἶδεν στενόν τινα καὶ αὐχμώδη τόπον ἐν τῷ μέρει τούτῳ μνημονευόμενον. διὰ δὲ τῆς ἀπεστενωμένης διόδου τὴν εὐαγγελικὴν ἐκείνην τῆς βασιλείας ὁδὸν ἐνοήσαμεν, ἣν κωλύουσι μὲν οἱ Ζιφαῖοι, τοῦτ᾽ ἔστιν τὸ ἀλλόφυλον τῶν δαιμόνων ἔθνος, οἱ ὑπηρέται τῆς ἀντικειμένης δυνάμεως· εὑρίσκουσιν δὲ οἱ ὀλίγοι οἱ τὴν πλατεῖαν ἀποστρεφόμενοι. ἔχει δὲ ἡ λέξις τῆς ἱστορίας οὕτως· Οὐκ ἰδοὺ Δαβὶδ κέκρυπται ἐν Μασερᾶ παρ᾽ ἡμῖν ἐν τοῖς στενοῖς ἐν τῷ βουνῷ; ἀληθῶς γὰρ τῇ στενῇ ταύτῃ οἱ κατὰ θεὸν ζῶντες ἐναποκρύπτονται. δείκνυσι δὲ ταύτην ἡμῖν τὴν ὁδὸν ἡ καινὴ διαθήκη, δι᾽ ἧς ἔστι πρὸς τὴν ἀκροτάτην τοῦ ὄρους κορυφὴν ἀνελθεῖν, ἣν βουνὸν ὀνομάζει ὁ λόγος τῆς ἱστορίας.

ὅταν οὖν τὴν στενὴν ἐκείνην ὁδὸν ἀνεμποδίστως παρέλθωμεν, Ζιφαῖοι τῷ τυράννῳ τὴν σωτηρίαν ἡμῶν καταμηνύουσιν. ἡμεῖς δὲ τῷ ὀνόματι τοῦ σεσωκότος τὴν δυναστείαν τῆς εἰς τὸ καλὸν κρίσεως ἡμῶν ἀνατίθεμεν λέγοντες· Ὁ θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. τὸ γὰρ γενόμενον ὡς προσδοκώμενον ὑπὸ τοῦ λόγου διεσχημάτισται, οὕτω τῆς γραφῆς τῆς κατὰ τὸν χρόνον ἀκριβείας ὑπερορώσης. καὶ γὰρ τὸ ἐσόμενον ἡ προφητεία πολλάκις ὡς παρῳχηκὸς διηγήσατο καὶ τὸ γεγονὸς ὡς προσδοκώμενον, ὡς καὶ ἐν ταύτῃ τῇ ψαλμῳδίᾳ κατὰ τὸ πέρας ἔστιν ἰδεῖν. οὐ γὰρ εἶπεν ὅτι ἐν τοῖς ἐχθροῖς μου ἐπόψεται ἀλλ᾽ Ἐπεῖδεν ὁ ὀφθαλμός μου· δι᾽ ὧν ταῦτα μανθάνομεν ὅτι τῷ θεῷ οὔτε τι μέλλει οὔτε τι παρῴχηκεν, ἀλλ᾽ ἐν τῷ ἐνεστῶτι τὰ πάντα ἐστίν. ὥστε κἂν τοῦ παρῳχηκότος κἂν τοῦ μέλλοντος περὶ τῆς θείας δυνάμεως ἔμφασίν τινα περιέχῃ τὰ ῥήματα, τοῦ ἐνεστῶτος οὐκ ἐξῆλθεν ἡ ἔννοια. λέγει τοίνυν πρὸς τὸν θεὸν ὁ τῆς αὐχμώδους τε καὶ στενῆς ἐπιβὰς καὶ φυγαδεύσας τὸ τῶν Ζιφαίων συγκρότημα, ὅτι ἐν τῷ σῷ ὀνόματι γέγονεν ἡμῖν ἡ σωτηρία καὶ ἐν τῇ δυναστείᾳ σου ἡ ἐν τῷ καλῷ κρίσις τὴν ἰσχὺν ἔχει καὶ εἰς ἀεὶ ταῦτα γενήσεται.

καὶ προσκαλεῖται ὑπὲρ τούτων τὴν θείαν ἀκοὴν πρὸς τὴν τῆς εὐχαριστίας ἀκρόασιν, λέγων τῶν ἀλλοτρίων τὴν ἐπανάστασιν καὶ τῶν ἐν κακίᾳ κραταιῶν τὴν τῆς ψυχῆς αὐτοῦ ζήτησιν, ὧν οὐ προηγεῖται ὁ θεός, ἀλλ᾽ ὁ ἐκ τοῦ ἐναντίου νοούμενος. διὰ τοῦτο γάρ φησιν· ἐκεῖνοι μὲν οὐ προέθεντο τὸν θεὸν ἐνώπιον αὐτῶν, ἐμοὶ δὲ ὁ θεὸς βοηθεῖ, ὁ ἐπαναστρέφων τὰ κακὰ τοῖς τῆς κακίας εὑρεταῖς, καὶ διὰ τῆς ἀληθείας ἐξαφανίζων ἅπαν ὅσον ἐστὶν τῆς ἀληθείας ἐχθρὸν καὶ ἀλλόφυλον. Ἐγὼ δέ, φησίν, ἐν ᾧ ἐσώθην ὀνόματι, τούτῳ εὐχαριστήσω, ὅτι ἀγαθὸν ἡ εὐχαριστία ἐφ᾽ οἷς ἔξω τε τῶν θλίψεων ἐγενόμην καὶ τὸν ἀφανισμὸν τῶν ἐχθρῶν τοῖς ὀφθαλμοῖς κατενόησα. ἐπὶ τούτῳ γὰρ ὁ προφητικὸς ὀφθαλμὸς εὐφραίνεται, ὅταν μηκέτι μηδὲν ἐκ τοῦ ἐναντίου τῇ ἀρετῇ θεωρῆται· τῆς γὰρ κακίας ἐξαιρεθείσης, ἥτις πρὸς τὴν ἀρετὴν εἰς ἐχθροῦ τάξιν ἀντικαθίσταται, οὐκέτι τὸ τῶν ἐχθρῶν ὑπολειφθήσεται ὄνομα· πῶς γάρ τις ἐχθρὸς ἔτι κληθήσεται, μηκέτι τῆς ἔχθρας ζώσης, ἣν ἀπέκτεινεν ἡ εἰρήνη, καθώς φησιν ὁ ἀπόστολος;

Ὡς δ᾽ ἂν ἀκολούθως ἐφαρμοσθείη τὰ ῥηθέντα νοήματα τοῖς ῥήμασι τῆς ψαλμῳδίας, αὐτὴν ἐπὶ λέξεως ἀνάγνωθι τὴν ψαλμῳδίαν, τὴν ἐν τῷ πεντηκοστῷ τρίτῳ κατὰ τὸ ἀκόλουθον τεταγμένην, ὅτε τῶν Ζιφαίων ἤδη κρείττων γενόμενος καὶ ἐπιδὼν τὴν τῆς κακίας πανωλεθρίαν, πάλιν ἐν συνέσει τῆς ἄνωθεν καταστὰς συμμαχίας ὕμνον προσάγει τῷ θεῷ ἐπινίκιον. οὕτω γὰρ ὁ τῆς ἐπιγραφῆς περιέχει λόγος· Εἰς τὸ τέλος ἐν ὕμνοις συνέσεως τῷ Δαβίδ. ὥσπερ δὲ κατὰ τοὺς σωματικοὺς ἀγῶνας, οὐ τοῖς αὐτοῖς ἀντιπάλοις οἱ ἀθληταὶ παραμένουσιν, ὧν ἂν ἐν νεότητι κατὰ τὴν παλαίστραν κρατήσωσιν, ἀλλ᾽ αὐξηθείσης αὐτοῖς τῆς δυνάμεως πρὸς μείζονάς τε καὶ ἰσχυροτέρους ἀνταγωνιστὰς ἀποδύονται, κἂν ἐκείνων κρατήσωσιν, κατὰ τῶν ὑπερεχόντων κονίζονται, πάντοτε τῇ προσθήκῃ τῆς δυνάμεως καταλλήλως πρὸς τοὺς δυνατωτέρους τῶν ἀντιπάλων ἀγωνιζόμενοι· κατὰ τὸν αὐτὸν τρόπον καὶ ὁ διὰ τοσούτων 〈ἀγώνων〉 ταῖς κατὰ τῶν ἐχθρῶν νίκαις ἐγγυμνασθεὶς ἐπισημοτέρας τὰς νίκας ἑαυτῷ ποιεῖ, πρὸς τοὺς ἐπισημοτέρους τε καὶ μείζονας τῶν ἀνταγωνιστῶν συμπλεκόμενος. καὶ διὰ τοῦτο προκαλεῖται τὴν ἀκοὴν τοῦ ἀγωνοθέτου λέγων Ἐνώτισαι, ὁ θεός, τὴν προσευχήν μου, καὶ προσέχειν αὐτοῦ τῇ ἀθλήσει παρακαλεῖ, Πρόσχες μοι λέγων, καὶ εἰσάκουσόν μου.

καὶ ὑποδείκνυσι διὰ τοῦ λόγου τῶν ἀγώνων τοὺς πόνους, λύπην καὶ ἀδολεσχίαν καὶ ταραχὴν καρδίας καὶ φωνὴν ἐχθροῦ καὶ θλῖψιν ἁμαρτωλοῦ διηγούμενος, οἷόν τινα κρατήματα παλαιστρικὰ γινόμενα παρὰ τῶν ἀνταγωνιζομένων αὐτῷ τῷ ἀγωνοθέτῃ ἐπιδεικνύμενος. καὶ ἔτι πρὸς τούτοις καρδίας ταραχὴν καὶ δειλίαν θανάτου καὶ φόβον καὶ τρόμον καὶ ζόφον τὴν ζωὴν αὐτοῦ πᾶσαν διαλαβόντα, ὧν πάντων μίαν ἐπίνοιαν εὕρατο πρὸς τὸ κρεῖττόν τε καὶ ἀνώτερον τῆς τοσαύτης συνοχῆς γενέσθαι, τὸ πτερωθῆναι αὐτὸν τοῖς τῆς περιστερᾶς ὠκυπτέροις καὶ μετάρσιον γενόμενον ἐκεῖ παῦσαι τὴν πτῆσιν ἐν ἐκείνῳ τῷ τόπῳ, ὃς τῶν κακῶν πάντων ἔρημος ὢν εὐθαλής ἐστιν τοῖς θειοτέροις.

Αὐλισθεὶς γάρ, φησίν, ἐν τῇ ἐρήμῳ, ἀπὸ τῆς κάτω ὀλιγοψυχίας καὶ ἀπὸ τῆς τῶν πειρασμῶν καταιγίδος ἐκεῖ προσδέξασθαι τοῦ θεοῦ τὴν σωτηρίαν, ὅπου ἀφανίζεται ἡ κακία. ὁ γὰρ καταποντισμὸς τὸν ἀφανισμὸν ἑρμηνεύει· διότι πᾶν τὸ ἐν βυθῷ γεγονὸς ἀφανίζεται. βυθισμὸς οὖν ἁμαρτίας ἐστὶ καὶ ἀπώλεια ἡ τοῦ συνεστῶτος τῆς κακίας διάλυσις. διὰ τοῦτό φησι καταποντίζεσθαι παρὰ τοῦ θεοῦ τὸ κακὸν ἐν τῷ καταδιαιρεῖσθαι τὰς γλώσσας τῶν ἐπὶ κακῷ συμφρονούντων. καὶ ὅσα ἐφεξῆς περιέχει ἡ τῆς ψαλμῳδίας ταύτης διάνοια, τὴν τῆς πόλεως ὑπογραφὴν τὴν ὑπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων συνῳκισμένην, πάντα πρὸς τὸ αὐτὸ βλέπει. λέγει γὰρ καὶ ἀπαριθμεῖται τοὺς κακοὺς τῆς πόλεως ταύτης οἰκήτορας, ἀνομίαν λέγων καὶ ἀντιλογίαν ἐν τῇ πόλει διὰ νυκτὸς περιπολούσας τὸ τεῖχος, καὶ πάλιν ἀνομίαν καὶ κόπον καὶ ἀδικίαν ἀναστρεφομένας ἐν τῷ μέσῳ τοῦ ἄστεως. δείκνυσι δὲ καὶ τὸν κακὸν δῆμον τὸν τὰς πλατείας αὐτῆς πληροῦντα, ὀνομάζων τόκον καὶ δόλον· καὶ τούτων τῶν εἰρημένων πάντων τὸ βαρύτατον τὴν ὑπόκρισιν εἶναι λέγει, ἣ τὸ ἰσόψυχόν τε καὶ ἀγαπητικὸν ὑποδυομένη σχῆμα κρύπτει τὸν δόλον τῷ χρηστῷ προκαλύμματι. διὰ τοῦτο ἀξίους τῶν τοιούτων ἐνοίκων ὁ δίκαιος κριτὴς τοὺς ἐποίκους ἐκπέμπει. βούλει μαθεῖν τὰ τῶν ἐποίκων ὀνόματα; Ἐλθέτω, φησίν, θάνατος ἐπ᾽ αὐτοὺς καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες.

καὶ πάντα περὶ αὐτῶν τὰ σκυθρωπὰ διὰ τοῦ λόγου παραδείξας ἐπάγει τὴν γλυκεῖαν ἐκείνην φωνήν, ἐν ᾗ καὶ νενίκηκε τὴν πόλιν αὐτῷ πληρώματι, λέγων Ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. πλήρωμα δὲ λέγει τῆς πόλεως ταύτης ἄνδρας αἱμάτων καὶ δολιότητος τοὺς οὐδὲν εἶδος πονηρᾶς ἡμέρας ἡμισεύοντας οὐδὲ ἀτελῆ τὴν πονηρίαν ἐπιδεικνυμένους, ἀλλ᾽ ἐν τῷ κακῷ τὸ τέλειον ἔχοντας, ὧν πάντων νικητὴς γίνεται τῇ μιᾷ ταύτῃ φωνῇ, ᾗ τὴν πρὸς τὸν θεὸν καταμηνύει διάθεσιν λέγων Ἐγὼ ἐλπιῶ ἐπὶ σέ.