Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Η καταφυγή του Δαβίδ στη Γεθ και η πνευματική μάχη

Η αλληγορική ερμηνεία της παραμονής του Δαβίδ στους αλλοφύλους, όπου ο ίδιος αναδεικνύεται ως τύπος του Σωτήρα, και η λύτρωση της ανθρώπινης φύσης από τον θάνατο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 13 από 15

ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ Τούτοις ἐπελθὼν τοῖς νοήμασιν ὁ φιλόπονος αὐτὸς ἀναγνώτω τὰ θεόπνευστα τῆς ψαλμῳδίας ῥήματα, ὡς ἂν μὴ δι᾽ ἡμῶν ὄχλος ἐπεισαχθείη τῷ γράμματι πάντα κατὰ λέξιν ἐκτιθεμένων καὶ μηκυνόντων τὴν ἐφ᾽ ἑκάστῳ νοήματι θεωρίαν. ὥσπερ δὲ οἱ τὴν ἀνωφερῆ καὶ δυσπόρευτον ὁδὸν ἀνιόντες, ὅταν μεταξὺ καθέδρας τινὸς ἐπιτυχόντες τὸ πολύ τε καὶ σύντονον τοῦ κόπου διαναπαύσωσι, πάλιν τῆς δυνάμεως αὐτοῖς ἀναρρωσθείσης πρὸς τὴν ἄνοδον τῶν ὑπερκειμένων ἑαυτοὺς ἐπεγείρουσιν· οὕτως καὶ ὁ τῆς ἀρετῆς ὁδοιπόρος, οὗ τὰ διαβήματα νῖκαι κατὰ τῶν ἀντιπάλων εἰσίν, ὡς ἡ ἐπιγραφὴ τοῦ παρελθόντος μαρτύρεται, τῇ κατορθωθείσῃ νίκῃ ἑαυτὸν τονώσας πάλιν πρὸς τὴν ὑπερκειμένην συντείνεται· μεγάλης γὰρ οὔσης καὶ ταύτης τῆς ἀγωνίας, ἧς ἐν τῷ μνημονευθέντι ψαλμῷ κατεκράτησεν, λύπης καὶ ἀδολεσχίας καὶ ταραχῆς, ἔχθρας τε καὶ ἀκοῆς· τοῦτο γάρ ἐστιν ἡ φωνὴ [ἡ] τοῦ ἐχθροῦ· καὶ τῆς ἐκ τῶν ἁμαρτωλῶν θλίψεως καὶ τῆς τῶν ἐγκοτούντων ὀργῆς, δι᾽ ὧν γίνεται ταραχή τε διανοίας καὶ δειλία θανάτου καὶ φόβος καὶ τρόμος καὶ σκότος καὶ τὰ τοιαῦτα.

ὁ τοίνυν τοιούτων τε καὶ τοσούτων ὑπερσχὼν ἀντιπάλων ἐν τῷ πτερῷ τῆς ὡς περιστερᾶς ἐπιφανείσης τῷ βίῳ, καὶ μεταναστὰς ἀπὸ τῶν ἐν τῇ κακίᾳ ὑλομανούντων ἐπὶ τὴν ἔρημον τῆς πονηρᾶς τῶν ζιζανίων βλάστης, ἐν ᾧ γίνεται ἡ κατάπαυσις, τῷ πόλιν ὅλην τῶν ἀντικειμένων αὐτῷ πληρώματι τῶν ἐνοικούντων νικῆσαι, ἧς οἰκήτορες ἀνομία καὶ κόπος καὶ ἀντιλογία τόκος τε καὶ δόλος καὶ θάνατος καὶ ζωῆς εἰς ᾅδου κατάβασις καὶ τὸ πάντων κάκιστον γένος, τῶν ἀεὶ κατοικούντων ἡ ὑπόκρισις, ἡ τῇ ἐνδείξει τῆς ὁμοψυχίας τὴν ἐπιβουλὴν ἐνεργοῦσα· ἧς κρείττων γίνεται ὁ παντὶ τῷ τῆς ἰδίας ζωῆς χρόνῳ συμπαρατείνων τὴν εἰς τὸ θεῖον πεποίθησιν· ἑσπέραν γὰρ καὶ πρωΐαν καὶ μεσημβρίαν εἰπὼν ὅλον περιλαμβάνει τὸ ἡμερήσιον μέτρον, ἐν ᾧ ταῦτα λέγει ὧν ὁ θεὸς ἐπακούειν ἀνέχεται· λυτρούμενος διὰ εἰρήνης τὴν ζωὴν ἀπὸ τῶν οὕτω προσεγγιζόντων αὐτῷ ἐν πολλῷ τῷ συστήματι, οὓς ἄνδρας αἱμάτων ὀνομάζει καὶ δολιότητος καὶ ἐν κακίᾳ τελείους. τοσούτων τοίνυν καὶ τοιούτων διὰ τοῦ ἐλπίζειν ἐπὶ τὸν θεὸν κατακρατήσας, πάλιν ὥσπερ τινὰ λήθην τῶν διηνυσμένων ποιησάμενος πόνων τοῖς ἰσχυροτέροις τε καὶ μείζοσιν τῶν ἀνταγωνιστῶν ἐπεγείρεται. ἰδοὺ γὰρ οἷον πόνον ἑαυτῷ διὰ τῶν ἀγώνων προστίθησιν· Ὑπὲρ τοῦ λαοῦ, φησίν, τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου.

ὁ δὲ λαὸς οὗτος ἅπαν ἐστὶν τὸ ἀνθρώπινον πλήρωμα, ὅπερ ὁ χωρισμὸς τῶν ἁγίων ἐντολῶν πολλῷ τινι καὶ ἀπείρῳ τῷ μεταξὺ διαστήματι τοῦ θεοῦ διετείχισεν· τοῦτον ἀνακαλεῖται διὰ τῆς πρὸς τὸν ἀντίπαλον νίκης, ἔπαθλον τῶν ἀγώνων τὴν τῶν ἀπολωλότων σωτηρίαν ποιούμενος, οὗ χάριν καὶ ἐνστηλιτεύεται τὸ κατόρθωμα ἐν ἀνεξαλείπτῳ γραφῇ διαιωνιζούσης τῶν γεγονότων τῆς μνήμης. γίνεται οὖν ἡ νίκη τῷ Δαβὶδ εἰς στηλογραφίαν, Ὁπότε, φησίν, ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ. ὡς δ᾽ ἂν μὴ παραδράμῃ ἡμᾶς ἡ διὰ τῶν αἰνιγμάτων τῆς ἱστορίας ὑφαινομένη διάνοια τῷ λόγῳ, συντέμνων δι᾽ ὀλίγου ἐπιδραμοῦμαι τὴν ἱστορίαν. φθόνος ἐνεφύη κατὰ τοῦ Δαβὶδ τῷ τυραννικῷ Σαοὺλ ἐπὶ τῇ νίκῃ τοῦ Γολιὰθ ἐν τῇ εὐφημίᾳ τῶν διὰ χορείας φαιδρυνομένων τῇ νίκῃ· καὶ πάσαις ἐπινοίαις λάθρα τε καὶ ἐκ τοῦ προδήλου τὸν κατ᾽ αὐτοῦ φόνον ὁ Σαοὺλ ἐξηρτύετο, νῦν μὲν κρύβδην τὰς ἐπιβουλὰς συσκευάζων, αὖθις δὲ διὰ τοῦ προδήλου τῶν ὅπλων ἁπτόμενος καὶ συγκινῶν κατ᾽ αὐτοῦ τὸ ὑπήκοον. πολλῆς δὲ πολλάκις προσαχθείσης πείρας παρὰ τοῦ Σαοὺλ τῷ Δαβὶδ τέλος παρὰ τοῖς Γετθαίοις γενόμενος πόλιν ᾤκησεν τῶν ἀλλοφύλων μίαν ἑκουσίως παραχωρησάντων αὐτῷ, ἐν ᾗ μετὰ τῶν συνασπιστῶν ἦν, δύο νομίμοις γυναιξὶ συνοικῶν, ὧν ἡ μὲν ἦν Ἰσραηλῖτις, ἡ δὲ τῶν κατὰ τὸν Κάρμηλόν τινος δυναστευόντων γενομένη γυνὴ μετὰ θάνατον ἐκείνου τῷ Δαβὶδ συνοικήσασα.

ταῦτα περιέχει ἡ ἱστορία.

Τὸ τοίνυν κεκρατῆσθαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις οὐ τὴν ἐπὶ κακῷ γενομένην σύλληψιν περὶ αὐτοῦ διασημαίνει (οὐ γὰρ οὕτως ἐγένετο) ἀλλὰ τὴν ἀγαπητικὴν φιλοφροσύνην τε καὶ διάθεσιν. τὸν γὰρ ἐκ τῆς πατρῴας γῆς ἐλαυνόμενον οἱ Γετθαῖοι παρ᾽ ἑαυτοῖς κατοικίζουσιν. τί οὖν ἄρα οὗτος ὁ τοῦ Ἰεσσαὶ Δαβὶδ ὁ ἐξ ἀνθρώπων ἄνθρωπος τοσοῦτον τοῖς ἰδίοις ἄθλοις κατώρθωσεν, ὡς πᾶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς τῶν ἁγίων ἐντολῶν παραβάσεως μακρυνθεῖσαν ἀπὸ τοῦ θεοῦ πάλιν ἀνακαλέσασθαι κἀκείνῳ μηνύσαι τὰ τῆς στηλογραφίας αἰνίγματα; στηλογραφίαν δέ τις τὴν θεόπνευστον γραφὴν ὀνομάζων οὐχ ἁμαρτήσεται. ἢ δῆλόν ἐστι διὰ τῆς κατὰ τὴν ἱστορίαν συμφράσεως, ὅτι τοσοῦτός ἐστιν ὁ ἔξω τῶν τῆς Ἰουδαίας ὄρων γενόμενος καὶ πόλιν ἐν ἀλλοφύλοις ἑαυτῷ συνοικήσας καὶ διπλῷ συναναπαυόμενος γάμῳ, τὴν μὲν τοῦ Ἰσραηλιτικοῦ γένους, τὴν δὲ ἐκ τῶν ἀλλοφύλων τῷ θαλάμῳ παραδεξάμενος, ὥστε εἰ χρὴ τρανότερον τὸν περὶ τούτου λόγον ἀπογυμνῶσαι, οὗτος ἐκεῖνός ἐστιν ὁ νικητής τε ὁμοῦ καὶ νυμφίος· δι᾽ ὧν μὲν γὰρ κατηγωνίσατο τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ὁ δυνατὸς ἐν πολέμῳ τὸν ἄπειρον τοῦτον λαὸν τὸν ἐν τῷ ᾅδῃ κρατούμενον εἰς ἐλευθερίαν ἐξείλετο.

τοῦ δὲ Ἰσραηλίτου λαοῦ φθόνῳ καὶ ζηλοτυπίᾳ πρὸς τὸν κατ᾽ αὐτοῦ φόνον ὁρμήσαντος κρατεῖται δι᾽ εὐνοίας παρὰ τῶν ἀλλοφύλων καὶ πόλιν ἐν αὐτοῖς συνίστησιν, τὴν ἐκκλησίαν λέγω, ἐν ᾗ κρατύνει τὴν ἑαυτοῦ βασιλείαν ὁ εἰπὼν τοῖς ὑπὸ τὸν νόμον τεταγμένοις ὅτι Ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἐν ταύτῃ τῇ πόλει ἐστὶ μέν τι καὶ τῆς Ἰσραηλιτικῆς εὐγενείας κατὰ τὴν προφητικὴν ἀναφώνησιν, ἥ φησιν ὅτι Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ. οἱ γὰρ κατάρξαντες τοῦ λόγου τῆς πίστεως, οἱ κήρυκες τῆς ἀληθείας, οἱ θεμελιωταὶ τῆς ἐκκλησίας, οἱ μαθηταὶ λέγω καὶ ἀπόστολοι, ἐκ πηγῶν ἦσαν τοῦ Ἰσραήλ. Ἄρχοντες, φησίν, Ἰούδα, ἡγεμόνες αὐτῶν ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ. διὰ σημείων τινῶν καὶ συμβόλων προσημαίνει ἡ προφητεία τὰ τοῦ γένους τῶν μαθητῶν ἰδιώματα, ἐν οἷς ἐστι καὶ ὁ νεώτερος Βενιαμὶν διὰ τῆς ἐκστάσεως παιδευθεὶς τὰ μυστήρια καὶ ἐκ σπέρματος Ἀβραὰμ καὶ φυλῆς Βενιαμίν, Παῦλος ὁ θεῖος ἀπόστολος.

Πλὴν εἰ καὶ τῇ Ἰσραηλίτιδι συνοικεῖν ὁ βασιλεὺς ἱστορεῖται, ἀλλ᾽ ἀγαπᾶται πλεῖον ἡ Ἀβιγαία, ᾗ συνῴκει τὸ πρότερον ὁ Καρμήλιος Νάβαλ, ὁ κυνικὸς ἐπίκλην, ὁ τραχὺς ἐκεῖνος καὶ ὄρειος, ὁ τὰ πρόβατα κείρων. οὗ διαφθαρέντος, συνοικεῖ τῷ βασιλεῖ ἡ γυνὴ καὶ βασιλέων γίνεται μήτηρ. ἡ μὲν οὖν ἐπιγραφὴ τῆς ψαλμῳδίας τοσαῦτα περιέχει μυστήρια, τὴν ὑπὲρ τοῦ λαοῦ τοῦ μακρυνθέντος ἀπὸ τῶν ἁγίων νίκην σημαίνουσα καὶ τὴν ἐπὶ τοῖς κατορθώμασιν ὑπὲρ τῶν ἀλλοφύλων στήλην, ἥτις διὰ τῶν ἐν αὐτῇ γραμμάτων τοῖς μὲν ἀπὸ τῆς ἀπιστίας τῶν Ἰουδαίων ὄνειδος ἕστηκεν τοῖς δὲ διὰ πίστεως σῳζομένοις ὁδηγία πρὸς τὸ ἀγαθὸν καὶ ὑπόδειγμα. αὐτὰ δὲ τῆς ψαλμῳδίας τὰ ῥήματα μᾶλλόν πως δοκεῖ οὐ τοσοῦτον πρὸς τὸν ἐκ τοῦ Δαβὶδ ἀναφανέντα βασιλέα βλέπειν, ὅσον πρὸς αὐτὸν τὸν Δαβὶδ τὸν κατὰ τῆς κακίας ἀγωνιστὴν καὶ τῆς ἀρετῆς ἐργάτην. οὐκ ἂν δέ τις ἀπᾴδειν εἴποι τὰ τῆς ψαλμῳδίας νοήματα πρὸς τὰ τῆς ἐπιγραφῆς αἰνίγματα. ὁ γὰρ πρὸς τὴν θεολογίαν ἀληθῶς καὶ καθ᾽ ὃν δεῖ τρόπον βλέπων σύμφωνον ἀποδείξει πάντως τὸν βίον τῇ πίστει. τοῦτο δὲ οὐκ ἄλλως εἰ μὴ τῆς σαρκικῆς ἐπαναστάσεως διὰ τῶν τῆς ἀρετῆς ἐπιτηδευμάτων καταπεσούσης. ἀρετῆς δὲ κεφάλαιον ἡ τοῦ θεοῦ συμμαχία, ἧς ἀξιοῦται ὁ τὸν θεῖον ἔλεον ἑαυτῷ διὰ τῆς ζωῆς οἰκειούμενος.

ὥσπερ δὲ εἴ τις λῃστοῦ τινος ἐπελθόντος ἢ ἀνδροφόνου κατὰ τὸ ἀθρόον ἐπικαλοῖτο τῶν φίλων τινὰς εἰς βοήθειαν οὐκ ἀρκῶν ἑαυτῷ πρὸς τὴν τῶν κινδύνων ἀποφυγήν, οὕτω καὶ ἐνταῦθα ἐναγώνιος ὢν διὰ τῆς πρὸς τὸν ἄνθρωπον συμπλοκῆς (ἄνθρωπον δὲ λέγω, ὅσα τῇ περιληπτικῇ φωνῇ τὰ τῆς φύσεως ἐνδείκνυται πάθη) ἐπικαλεῖται τὴν ἄνωθεν βοήθειαν, πατεῖσθαι λέγων παρὰ τοῦ πολεμοῦντος καὶ τῷ πανημερίῳ τῆς μάχης ἀπαγορεύειν τε καὶ ἐκθλίβεσθαι. μηδὲ γὰρ μόνον τυγχάνειν τὸν διὰ τῶν ἀγώνων αὐτῷ συμπλεκόμενον, ἀλλὰ δῆμον ἐχθρῶν εἶναι τὸν ἕνα ἄνθρωπον. Κατεπάτησαν γάρ με, φησίν, οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν ἀπὸ ὕψους βάλλοντες διὰ τὸ γενέσθαι τοῦ πατουμένου ὑπέρτεροι. καὶ οὐκ ἐν ἡμέρᾳ ἐστὶν οὐδὲ ἐν φωτὶ τὸ γινόμενον, οὐ γὰρ ἂν ἐφοβήθην ἀπὸ τοῦ φωτὸς συμμαχούμενος. διὰ τοῦτό φησιν· Ἡμέρας οὐ φοβηθήσομαι, δηλῶν κατὰ τὸ σιωπώμενον τὸ διὰ τοῦ σκότους αὐτῷ παρὰ τῶν ἐχθρῶν τὸν φόβον ἐπάγεσθαι. ἀλλ᾽ ἑαυτῷ ἡμέραν ὁ τοιοῦτος ποιεῖ διὰ τοῦ ἐλπίζειν ἐπὶ τὸ φῶς, δι᾽ οὗ τὸ σκότος ἐξαφανίζεται· Ἡμέρας γὰρ οὐ φοβηθήσομαι· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. τάχα δὲ ἄν τις μᾶλλον καθίκοιτο τῆς τῶν γεγραμμένων διανοίας τὸ τῆς ἐπιγραφῆς αἴνιγμα βλέπων.

ἕως γὰρ ἦν ὁ τῶν ἀνθρώπων λαὸς τῶν ἁγίων ἀγγέλων μεμακρυμμένος, κατεπατεῖτο ὑπὸ τῶν παθημάτων τῆς φύσεως, ἐν τῷ διαρκεῖ τοῦ πολέμου ἀπαγορεύων καὶ συνθλιβόμενος καὶ ἐκ τῶν ὑπερκειμένων βαλλόμενος καὶ ἐν νυκτὶ τὸν φόβον ἔχων· ὅτε δὲ ἤλπισεν ἐπὶ τὸν θεόν, τὴν περὶ τὰ μάταια πεπλανημένην ἐλπίδα οἷόν τι ἄχθος ἀποσεισάμενος, τότε ἐπῄνεσεν τοὺς ἑαυτοῦ λόγους, οἵτινές εἰσιν ἡ ὁμολογία τῆς πίστεως. Ἐπὶ τῷ θεῷ γάρ, φησίν, ἐπαινέσω τοὺς λόγους μου. ἀλλὰ τούτους, φησίν, τοὺς ἐπαινετοὺς λόγους οἱ ἐχθροί μου βδελύσσονται, τοὺς κατ᾽ ἐμοῦ λογισμοὺς εἰς κακὸν ἐφευρίσκοντες καὶ λανθάνουσαν καὶ κεκρυμμένην ἐν τῷ παροικεῖν τὴν ἐπιβουλὴν διασκευάζοντες. οἳ τὸ ἴδιον ἑαυτῶν ἐπιτήδευμα ποιοῦντες οὐ παύονται ἀεί μου τὴν πτέρναν ἐπιφυλάσσοντες. τοῦτο γὰρ τοῦ ἐξ ἀρχῆς ἀνθρωποκτόνου τὸ ἔργον, τὸ ἐπιτηρεῖν τοῦ ἀνθρώπου τὴν πτέρναν. ἀλλ᾽ εἰ καὶ βαρεῖα τῶν πολεμίων ἡ προσβολή, διὰ τῆς συμμαχίας τῆς σῆς ἀπωσθήσονται, προῖκα τοῖς ἀνθρώποις παρὰ σοῦ γινομένης τῆς σωτηρίας, οὐκ ἐξ ἔργων τῶν ἐκ δικαιοσύνης, ἀλλ᾽ ἐκ μόνης τῆς σῆς χάριτος. Ὑπὲρ γὰρ τοῦ μηδενὸς σώσεις αὐτούς. καὶ πᾶσα καθεξῆς ἡ τῆς ψαλμῳδίας ἀκολουθία τὴν ἀνάκλησιν τῆς ἀνθρωπίνης φύσεως ἑρμηνεύει.

ἧς τὸ κεφάλαιον τῆς κατὰ τοῦ ἀντιπάλου νίκης ἐστὶν ἀνεξάλειπτον, ὥσπερ στήλης τῆς τοῦ θεοῦ φιλανθρωπίας μνημόσυνον πάσῃ τῇ κτίσει πρὸς ὑπόθεσιν δοξολογίας προκείμενον. διό φησι τοῖς τελευταίοις τῆς ψαλμῳδίας πρὸς ταύτην τὴν στήλην βλέπων, Ἐπὶ τῷ θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ κυρίῳ αἰνέσω λόγον, ἐπὶ τῷ θεῷ ἤλπισα. δι᾽ ὃν τὸν τῆς σαρκὸς φόβον οὐκέτι δέδοικα. καὶ Ἐν ἐμοί, φησίν, εὐχαί, ἃς ἀποδώσω δι᾽ αἰνέσεως, ὅτι ἐρρύσω τὴν ψυχήν μου ἐκ θανάτου καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος. ὀλίσθημα δὲ λέγει τὴν παρατροπὴν τῆς διὰ τῶν ἐντολῶν πορείας, ἀφ᾽ ἧς τὸ πτῶμα ἐγένετο. ἐλευθερωθεὶς οὖν τοῦ θανάτου καὶ ἀνορθωθεὶς ἐκ τοῦ πτώματος, ἐν προσώπῳ γίνεται τοῦ θεοῦ, οὗ τὸ πρῶτον τῶν ὑπὸ τῆς ἐντολῆς ἀπηγορευμένων ἐμφαγὼν ἀπεφοίτησε, τῇ σκιᾷ τῆς συκῆς ἑαυτὸν ὑπ᾽ αἰσχύνης ἐγκρύψας. ἀπολαβὼν οὖν πάλιν τὴν παρρησίαν ἀποκαθίσταται τῷ φωτὶ τῷ ζῶντι. Εὐαρεστήσω γάρ, φησί, κυρίῳ ἐν φωτὶ ζώντων, ὅθεν καταρχὰς διὰ τῆς ἁμαρτίας ἀπεξενώθη. καὶ περὶ μὲν τούτων τοσαῦτα. οὐ γὰρ οἶμαι δεῖν τὰ καθ᾽ ἕκαστον φιλοπονώτερον ἐξετάζοντα εἰς ἀμετρίαν παρατείνειν τὸν λόγον.