Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Η μακροθυμία του Δαβίδ έναντι του Σαούλ στο σπήλαιο

Η ιστορική αφήγηση της συνάντησης στο σπήλαιο, η νίκη του Δαβίδ επί των δικών του παθών και η βεβαιότητα της προστασίας κάτω από τη σκιά των θείων πτερύγων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 14 από 15

πολλῶν δὲ ὄντων ἐν ταῖς ἱεραῖς ὑμνῳδίαις τῶν ἐπινικίων ψαλμῶν, οὓς ἡ ἐπιγραφὴ τοῦ τέλους ἐνδείκνυται καὶ πολυτρόπως τῆς κατὰ τῶν ἀντιπάλων νίκης ἐν τούτοις θεωρουμένης, ἴδιόν τινα λόγον ἔοικεν ἔχειν ἡ διὰ τῶν τῆς ἱστορίας αἰνιγμάτων σημαινομένη κατὰ τοῦ προσπαλαίοντος νίκη· ταύτης λέγω τῆς ἱστορίας, ᾗ τὰ περὶ τοῦ Σαοὺλ διεξέρχεται· ἐν οἷς ἡ τῶν ψαλμῶν τάξις οὐκ ἐκ τῆς ἀκολουθίας τῶν ἱστορικῶν συνέστη πραγμάτων, ἀλλὰ τοῖς κατὰ προκοπὴν δι᾽ ἀρετῆς τελειουμένοις ἐπηκολούθησεν, ἕκαστον τῶν ἐν τοῖς πράγμασι δηλουμένων εἰς ἔνδειξιν τῆς κατὰ τὴν ἀρετὴν αὐξήσεως καταλλήλως ἁρμόσασα, καὶ πρῶτα καὶ τελευταῖα κατὰ τὸν λόγον τῆς ἀρετῆς δι᾽ ἀκολούθου ταχθῆναι καὶ μὴ τῇ ὑλικῇ συντυχίᾳ τῶν πραγμάτων δουλεῦσαι τὴν τάξιν. διά τοι τοῦτο μετὰ πολλὰ ἑρμηνεύεται ἡ πρὸ πολλῶν πραγμάτων γεγενημένη κατὰ τὸ σπήλαιον συνδρομὴ τοῦ τε Σαοὺλ τοῦ πρὸς τὸν φόνον διώκοντος καὶ τοῦ Δαβὶδ τοῦ τὸν φόνον ἐκκλίνοντος. ἐν ᾧ πρὸς τὸ ἐναντίον ἀνεστράφη τοῦ φόνου ἡ ἐξουσία, ὡς τὸν ἐπὶ θανάτῳ διωκόμενον, τοῦτον ἐφεστάναι τῇ τοῦ φονῶντος σφαγῇ, καὶ ἐν ἐξουσίᾳ σχόντα τὴν κατὰ τοῦ πολεμίου τιμωρίαν, στῆσαι μέχρι τῆς ἐξουσίας τὴν δύναμιν ἀντὶ τοῦ πολεμίου τὸν ἑαυτοῦ θυμὸν ἐν ἑαυτῷ ἀποκτείναντα.

Τὰ μὲν οὖν τῆς ἱστορίας πᾶσι πρόδηλα πάντως ἐστὶν οἷς οὐκ ἐν παρέργῳ τὰ θεῖα σπουδάζεται. ἐροῦμεν δὲ διὰ βραχέων, ὡς ἂν οἷόν τε ᾖ συντεμόντες ἐν ὀλίγῳ τὸ περὶ τούτου διήγημα. ἔρημός τις ἦν τόπος κατὰ τὴν Ἰουδαίαν, ἐν ᾧ διωκόμενος ὁ Δαβὶδ ὑπὸ ἀμηχανίας ηὐλίζετο. ἐν τούτῳ τι σπήλαιον εὐρύχωρον ἦν, δι᾽ ἑνὸς στομίου τοὺς ἐν αὐτῷ καταδυομένους παραδεχόμενον. τοῦ δὲ Σαοὺλ ἀναζητοῦντος τὸν Δαβὶδ καὶ πανστρατιᾷ διερευνωμένου τὴν ἔρημον, καταφεύγουσιν ὑπ᾽ ἀνάγκης αὐτός τε ὁ Δαβὶδ καὶ οἱ μετ᾽ ἐκείνου ὑπὸ τὸ σπήλαιον. ὄντων δὲ ἤδη τούτων ἐν τῷ σπηλαίῳ, εἴσω γίνεται τοῦ στομίου καὶ ὁ Σαοὺλ μετ᾽ ἐκείνους, ἐφ᾽ ᾧ τε πρός τι τῶν ἀναγκαίων παρασκευάσασθαι, ἀγνοῶν τὴν αὐτομάτως συμβᾶσαν κατὰ τῆς σωτηρίας αὐτοῦ στρατηγίαν. ὡς οὖν ἐφ᾽ ἑαυτοῦ ἦν καὶ τὴν διπλοΐδα περιελόμενος παρ᾽ ἑαυτόν που κατέθετο καταφανὴς ὢν διὰ τῆς ἐκ τοῦ στομίου αὐγῆς τοῖς ἔνδον ὑποκρυπτομένοις τῷ ζόφῳ, τοῖς μὲν ἄλλοις ἦν γνώμη πᾶσιν τοῖς μετὰ τοῦ Δαβὶδ ἐπιδραμεῖν τῷ ἐχθρῷ καὶ ἀμύνασθαι τὸν ἐπὶ τὸ φονεῦσαι παραγενόμενον, ὡς τοῦ θεοῦ δεδωκότος τοῖς ἐπὶ θανάτῳ διωκομένοις τὸν ἐχθρὸν ὑποχείριον. ὁ δὲ Δαβὶδ τούτοις μὲν ἀπεῖπε τὴν ὁρμὴν ἀθέμιτον κρίνας τὴν κατὰ τοῦ βασιλέως αὐτῶν ἐπιχείρησιν.

γυμνώσας δὲ τῆς θήκης τὸ ξίφος καὶ λεληθότως παραστὰς τῷ Σαοὺλ κατόπιν, ἀμάρτυρον ἔχων κατ᾽ αὐτοῦ τὴν ἐγχείρησιν· ὁ γὰρ ἐν τῷ σπηλαίῳ ζόφος ἐπικρύπτων τὴν ὄψιν παρῃρεῖτο τῶν γινομένων τὸν ἔλεγχον· δυνάμενος τοίνυν μιᾷ πληγῇ κατὰ τῶν μεταφρένων διὰ τῆς καρδίας ὅλον διελάσαι τὸ ξίφος, τοῦ μὲν σώματος Σαοὺλ οὔτε ἥψατο οὔτε ἐμέλλησεν. ἀποτέμνει δὲ τῷ ξίφει λαθὼν ἐκεῖνον τὸ τῆς διπλοΐδος πτερύγιον, ὡς ἂν μαρτυρήσειε μετὰ ταῦτα τῆς εἰς τὸν Σαοὺλ φιλανθρωπίας ἡ χλανὶς 〈διὰ〉 τῆς τοῦ πτερυγίου τομῆς τῆς κατὰ τοῦ σώματος αὐτοῦ πληγῆς τὴν ἐξουσίαν δεικνύουσα. δι᾽ ἧς ἐγένετο φανερὸν ὅπως ὁ Δαβὶδ τὴν μακροθυμίαν πεπαίδευτο, ὃς ξίφος ἔχων ἐν τῇ παλάμῃ γυμνόν, ὑποκειμένου τῇ χειρὶ τοῦ πολεμίου σώματος, ἐν ἐξουσίᾳ τοῦ ἀνελεῖν ὑπάρχων, νικήσας καὶ τῷ λογισμῷ τὸν θυμὸν καὶ τῷ θείῳ φόβῳ τὴν τῆς πληγῆς ἐξουσίαν, οὐ μόνον τοῦ ἰδίου θυμοῦ κρείττων ἐγένετο, ἀλλὰ καὶ τὸν ὑπασπιστὴν πρὸς τὸν τοῦ Σαοὺλ φόνον ὁρμήσαντα κατέστειλεν ἐκείνῃ τῇ ἀοιδίμῳ φωνῇ εἰπὼν πρὸς αὐτὸν Μὴ διαφθείρῃς τὸν χριστὸν κυρίου. προέρχεται οὖν ὁ Σαοὺλ ἐκ τοῦ σπηλαίου γινώσκων τῶν γεγονότων οὐδὲν καὶ περικεκομμένον περιβαλὼν ἑαυτῷ τὸ χλανίδιον. ὁ δὲ Δαβὶδ συνεξελθὼν αὐτῷ κατόπιν μετὰ τῆς καθ᾽ ἑαυτὸν ἀσφαλείας καὶ προκαταλαβὼν τὸ ὑπερκείμενον τοῦ σπηλαίου γεώλοφον, προτείνει τῇ χειρὶ τὸ πτερύγιον.

τοῦτο δὲ οὐδὲν ἕτερον ἦν ἢ τρόπαιον κατὰ τῶν πολεμίων ἀναίμακτον. καὶ ἐμβοήσας τῷ Σαοὺλ μεγάλῃ τῇ φωνῇ τὴν καινὴν ταύτην καὶ θαυμαστὴν ἀριστείαν ἐκδιηγεῖται, ἣν λύθρος αἵματος οὐκ ἐμίανεν, ᾗ καὶ ὁ ἀριστεὺς ἐνίκησεν καὶ ὁ ἡττηθεὶς περισῴζεται. οὐ γὰρ τῷ πτώματι τοῦ πολεμίου μαρτυρεῖται τοῦ Δαβὶδ ἡ ἀριστεία· ἀλλ᾽ ἐν τῷ περισώσασθαι τοῦ κινδύνου τὸν ἀντικείμενον φανερωτέρα γίνεται ἡ ὑπεροχὴ τῆς δυνάμεως, ᾧ τοσοῦτον περιῆν τῆς πεποιθήσεως μὴ τῇ ἀπωλείᾳ τῶν ἀντιτεταγμένων πιστεύειν τὴν ἑαυτοῦ σωτηρίαν, ἀλλὰ καὶ περιόντων τῶν ἐπιβουλευόντων ὡς οὐδενὸς λυποῦντος τὸ ἀσφαλὲς ἔχειν. μᾶλλον δὲ τοῦτο διὰ τῆς ἱστορίας παιδεύει ὁ λόγος, ὅτι ὁ κατ᾽ ἀρετὴν προέχων οὐ κατὰ τῶν ὁμοφύλων, ἀλλὰ κατὰ τῶν παθῶν ἀνδρίζεται. ἀναιρεῖται οὖν διὰ τῆς τοιαύτης τοῦ Δαβὶδ ἀριστείας ὁ ἐν ἀμφοτέροις θυμός· τοῦ μὲν διὰ τοῦ λογισμοῦ τὴν ἰδίαν ἀνελόντος ὀργὴν καὶ τὴν ἀμυντικὴν ὁρμὴν κατασβέσαντος, τοῦ δὲ Σαοὺλ διὰ τῆς γενομένης αὐτῷ φιλανθρωπίας τὴν κατὰ τοῦ Δαβὶδ κακίαν ἀπονεκρώσαντος. οἷα γὰρ μετὰ ταῦτα πρὸς τὸν νικητὴν ἀποφθέγγεται ὑπ᾽ αἰσχύνης τῶν τετολμημένων καταδυόμενος καὶ θρήνῳ καὶ δάκρυσι τὴν ἐνδιάθετον αὐτοῦ τῆς κακίας ἀποστροφὴν ἐνδεικνύμενος, ἔξεστιν ἐξ αὐτῆς τῆς ἱστορίας μαθεῖν.

Ἡ μὲν οὖν ὑπόθεσις τῆς ἕκτης καὶ πεντηκοστῆς ψαλμῳδίας, ὅσον ἐκ τῶν ὑπὸ τῆς ἱστορίας δηλουμένων, ἐστὶν αὕτη. αὐτὰ δὲ τῆς ἐπιγραφῆς τὰ ῥήματα, δι᾽ ὧν ἡ κατὰ τὸ σπήλαιον συντυχία δηλοῦται, τοῦτον ἔχει τὸν τρόπον· Εἰς τὸ τέλος μὴ διαφθείρῃς, τῷ Δαβὶδ εἰς στηλογραφίαν, ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον. ὡς δ᾽ ἂν ἐφαρμοσθείη τοῖς ἐπιγεγραμμένοις τὰ τῆς ψαλμῳδίας νοήματα, καιρὸς ἂν εἴη δι᾽ ὀλίγων καὶ τὴν ἐν τούτοις θεωρίαν κατανοῆσαι προδιεξελθόντας τὰ θεόπνευστα ῥήματα.

Ἐλέησόν με, ὁ θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ, ἕως οὗ παρέλθῃ ἡ ἀνομία. τῆς εἰς τὸν θεὸν πεποιθήσεως ὁ ψαλμῳδὸς καὶ τῆς βεβαίας εἰς αὐτὸν ἐλπίδος τὸν θεῖον ἔλεον ἀντιδοθῆναι παρακαλεῖ, Ἕως οὗ, φησίν, ἡ ἀνομία παρέλθῃ. ὡς δ᾽ ἂν φανερώτερον ἡμῖν τὸ νόημα γένοιτο, οὑτωσὶ τὸν λόγον διαληψόμεθα· ἄστατός ἐστι καὶ παροδικὴ τῆς ἁμαρτίας ἡ φύσις, οὔτε κατὰ τὸ πρῶτον συνυποστᾶσα τῇ κτίσει παρὰ τοῦ τὸ πᾶν ὑποστησαμένου καὶ οὐσιώσαντος οὔτε πρὸς τὸ διηνεκὲς τοῖς οὖσι συνδιαμένουσα. τὰ μὲν γὰρ ἐκ τοῦ ὄντος ὄντα καὶ ἐν τῷ εἶναι διὰ παντὸς διαμένει· εἰ δέ τι ἔξω τοῦ ὄντος ἐστίν, οὗ ἡ οὐσία οὐκ ἐν τῷ εἶναι, ἀλλ᾽ ἐν τῷ ἀγαθὸν μὴ εἶναι τὴν ὑπόστασιν ἔχει, τοῦτό ἐστιν ὁ ἐπιδωμάτιος χόρτος, ἄρριζός τις καὶ ἄσπαρτος καὶ ἀνήροτος, κἂν πρὸς τὸ παρὸν διοχλήσῃ τῇ ἀνυποστάτῳ βλάστῃ, τοῖς μέντοι καθήκουσι χρόνοις, ἐν τῇ τοῦ παντὸς πρὸς τὸ ἀγαθὸν ἀποκαταστάσει, παρέρχεταί τε καὶ ἀφανίζεται, ὡς μηδὲν ἴχνος τοῦ νῦν ἐπιπολάζοντος ἡμῖν κακοῦ ἐν τῇ κατ᾽ ἐλπίδα προκειμένῃ ζωῇ ὑπολείπεσθαι. Ἔτι γὰρ ὀλίγον, φησίν, καὶ οὐ μὴ ὑπάρξῃ ὁ ἁμαρτωλός, καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὑρεθῇ.

Φιλοσοφεῖ τοίνυν ἐν προοιμίοις τῆς ψαλμῳδίας ὁ λόγος ἐν ὑψηλοῖς δόγμασι φυσιολογῶν τὴν κακίαν. διδάσκει γὰρ ὅτι μέχρις ἐκείνου τῆς τοῦ ἐλέους συμμαχίας δεόμεθα, ἕως ἂν παρέλθῃ τὸν βίον ἡμῶν ἡ κακῶς τῷ βίῳ ἐπιδημήσασα ἀνομία. τὴν δὲ τοιαύτην ἡμῖν συμμαχίαν χαρίζεται τὸ πεποιθέναι τῇ δυνάμει τοῦ συμμαχοῦντος καὶ τῇ σκιᾷ τῶν πτερύγων τοῦ θεοῦ καθοπλίζεσθαι. σκιὰν δὲ θείων πτερύγων ἀντὶ περιβολῆς ἡμῖν γινομένην τὰς ἀρετάς τις νοῶν οὐχ ἁμαρτήσεται. αὐτὸ μὲν γὰρ τὸ θεῖον ὅ τί ποτε τῇ φύσει ἐστίν, ἀνέφικτον μένει τῇ ἀνθρωπίνῃ φύσει καὶ ἄληπτον, ἄνω που κατὰ τὸ ἄφραστον τοῦ λογισμοῦ τῶν ἀνθρώπων ὑπερπετόμενον. χαρακτὴρ δέ τις τῆς ἀφράστου φύσεως διὰ τῆς τῶν ἀρετῶν σκιαγραφίας τοῖς πρὸς αὐτὴν ὁρῶσιν ἐγγίνεται, ὡς πᾶσαν σοφίαν καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ πᾶσαν ἔφοδον τῆς καταληπτικῆς ἐπινοίας οὐκ αὐτὰς εἶναι τὰς θείας πτέρυγας, ἀλλὰ τὴν τῶν θείων πτερύγων σκιάν. μεγάλη δὲ αὕτη ἡμῖν ἐστιν ἡ εὐεργεσία κἂν σκιὰ ᾖ. Κεκράξομαι γάρ, φησίν, πρὸς τὸν θεὸν τὸν ὕψιστον, τὸν θεὸν τὸν εὐεργετήσαντά με, διὰ τῆς σκιᾶς ταύτης, ἣν ἐξ ὕψους ἀπέστειλεν τῷ κάτω βίῳ. ἔσωσεν γάρ με διὰ τοῦ ἐπισκιάσαντος ἐν τῇ νεφέλῃ πνεύματος, καὶ τοὺς ἐν ταῖς προτέραις ψαλμῳδίαις καταπατήσαντας νῦν εἰς τὴν τῶν ὀνειδιζομένων ἀντιπεριήγαγεν τάξιν.

Ἐξαπέστειλεν γὰρ ὁ θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. σκύμνοι δὲ ὄντως μοι ἦσαν αἱ ἁμαρτίαι τὸ πρότερον, ἤτοι σκύμνοι λεόντων, οἳ τῷ φοβερῷ χάσματι καὶ ταῖς τῶν ὀνύχων ἀκμαῖς κατεσπάρασσον. ἀλλ᾽ ἦλθον οἱ σύμμαχοι, ὁ ἔλεός τε καὶ ἡ ἀλήθεια, ἡ καλὴ συζυγία. οὔτε γὰρ ἄκριτος ὁ ἔλεος οὔτε ἀνελεὴς ἡ ἀλήθεια. καὶ διὰ τούτων ἐλευθεροῦμαι τῆς μετὰ τῶν σκύμνων τούτων διαγωγῆς. τὰ δὲ θηρία ταῦτα, φησίν, υἱοὶ ἀνθρώπων εἰσίν, ὧν οἱ ὀδόντες ὅπλα καὶ βέλη καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα. οὐκ οἶδεν ἡ τῆς φύσεως ἡμῶν κατασκευὴ τὰ αἰσθητὰ βέλη ταῦτα τοῖς ἀνθρωπίνοις στόμασιν ἀντὶ ὀδόντων ἐγκείμενα, ἀλλ᾽ ὅταν τις ὁμοιωθῇ πρὸς τὸ πάθος καὶ μεταμορφωθῇ πρὸς τὴν ἐπικρατοῦσαν κακίαν, ἀπολέσας τὴν κατὰ φύσιν μορφὴν θηρίον γίνεται. διὰ τοῦτο λεόντων μνησθεὶς τοὺς υἱοὺς τῶν ἀνθρώπων τὰ θηρία ὠνόμασεν, ὧν ὀδόντες καὶ γλῶσσα τὰ τοῦ πολέμου ὄργανα.

Ὁ οὖν τοσοῦτον ὑπεραρθεὶς τῶν ἐναντίων, ὡς ὑπὸ τὴν σκιὰν τῶν θείων πτερύγων αὐλίζεσθαι καὶ ἀπὸ τῆς γῆς εἰς τὴν ἐπουράνιον λῆξιν ἀναληφθῆναι (Ἐξαπέστειλεν γάρ, φησίν, ἐξ οὐρανοῦ, καὶ ἔσωσέν με), οὐκέτι πρὸς τὰ περίγεια βλέπει, ἀλλὰ τὴν ἐν τοῖς ἐπουρανίοις δόξαν περιεργάζεται, Ὑψώθητι, λέγων, ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου. καὶ διηγούμενος τὰς τῶν ἐχθρῶν προσβολὰς ἐκείνους φησὶν αὐτοῖς τοῖς ἑαυτῶν κακοῖς περιστρέφεσθαι τοῖς βόθροις ἐγκαταπίπτοντας. φησὶ γὰρ ὅτι Παγίδα ἡτοίμασαν τοῖς ποσί μου καὶ κατέκαμψαν τὴν ψυχήν μου. ὤρυξαν πρὸ προσώπου μου βόθρον, καὶ ἐνέπεσον εἰς αὐτόν. αὐτὸς δὲ ἐν ἑτοίμῳ εἶναί φησιν τοῦ τὴν θείαν δόξαν δι᾽ εὐφημίας ὑμνεῖν. ὡς μακάριος τῆς τοσαύτης μεγαλοφυΐας ἐκεῖνος, οὗ ἡ καρδία πρὸς εὐφημίαν τῆς θείας δόξης ἡτοίμασται, χωροῦσα ἐν ἑαυτῇ τὸ ἀχώρητον· εὐτρεπής τε εἶναι λέγων καὶ ἕτοιμος, καὶ οὐκ ἀναβάλλεται τὴν ᾠδήν, ἀλλὰ προσκαλεῖται τὰ ζῶντα ἑαυτοῦ ὄργανα ὀνομαστὶ πρὸς τὴν τῆς ὑμνῳδίας ὑπηρεσίαν καλῶν, Ἐξεγέρθητι, λέγων, ψαλτήριον καὶ κιθάρα. ὅπερ τοῦ διπλοῦ ἀνθρώπου τοῦ φαινομένου τε καὶ κεκρυμμένου τὴν ἐναρμόνιον συνῳδίαν πρὸς τὴν θείαν δοξολογίαν ἐνδείκνυται καὶ ὑπακούει τῷ καλοῦντι τὰ ὄργανα. ὁ δὲ καιρὸς τῆς τοιαύτης μουσικῆς ὄρθρος ἐστίν. οὐδενὶ γὰρ τῶν μὴ ἀποθεμένων τὰ ἔργα τοῦ σκότους ἡ δόξα τοῦ θεοῦ διεγείρεται.

Ἐξεγερθήσομαι οὖν ἐν τῷ ὄρθρῳ, φησὶ πρὸς τὸν καλοῦντα τὸ ψαλτήριόν τε καὶ ἡ κιθάρα. καὶ οὕτως ἐπαγγέλλεται πληρώσειν τῷ θεῷ τὴν εὐχαριστίαν, ἣν ἐξομολόγησιν λέγει, ἐν λαοῖς πληρουμένην καὶ ἔθνεσι. μερίζεται γὰρ πρὸς τὰ δύο ταῦτα ὀνόματα κατὰ τὸ ἴσον ἡ χάρις τῆς πίστεως, πρός τε τοὺς λαοὺς καὶ τὰ ἔθνη. οὐ γὰρ Ἰουδαίων ὁ θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν. ἐπείπερ εἷς ὁ θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως, διὰ τοῦτο καθάπερ διπλοῦ τινος ῥεύματος τῆς θείας εὐλογίας ἐπ᾽ ἄμφω χυθείσης, πῇ μὲν ἐπὶ τοὺς λαούς, πῇ δὲ πρὸς τὰ ἔθνη διαιρεθείσης, ὑπὲρ ἀμφοτέρων ἡ προφητεία τῷ θεῷ προσάγει τὴν εὐχαριστίαν, ὅτι τῆς ἁμαρτίας εἰς ἄπειρον αὐξηθείσης ὑπερέχει ἐν τῷ ἰδίῳ μεγέθει ὁ τοῦ θεοῦ ἔλεος καὶ αὐτοῦ τοῦ οὐρανίου ὕψους ὑπεράνω γενόμενος. Μέγα γάρ, φησίν, ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου. τὰ δὲ ῥήματα τῆς ὑπὲρ τούτων δοξολογίας οἶμαι τὰς τελευταίας εἶναι τῆς ψαλμῳδίας φωνάς, ἐν οἷς φησιν Ὑψώθητι ἐπὶ τοὺς οὐρανοὺς ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

ὅσον γὰρ πλεονάζει κατὰ γῆν ἡ τοῦ θεοῦ δόξα διὰ τῶν σῳζομένων ἐκ πίστεως ἐπαυξομένη, τοσοῦτον αἱ ὑπερκόσμιοι δυνάμεις ἐπὶ τῇ σωτηρίᾳ ἡμῶν ἀγαλλιώμεναι τὸν θεὸν ἀνυμνοῦσί τε καὶ δοξολογοῦσιν, καθώς φησιν ἐπὶ τῶν ποιμένων ἡ ἐπουράνιος στρατιά, ὅτε εἶδον οἱ ἄγγελοι ἐπὶ γῆς τὴν εἰρήνην τὴν ὑπὲρ τῆς ἐν ἀνθρώποις εὐδοκίας τῷ βίῳ ἡμῶν ἐπιφανεῖσαν, ὅτι Δόξα ἐν ὑψίστοις θεῷ.