Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Η στηλογραφική επιγραφή Μη διαφθείρης και η τελική δοξολογία

Η ανεξικακία του Δαβίδ ως πρότυπο της θείας μακροθυμίας, η κριτική της αδικίας, η λύτρωση διά του αίματος και η εσχατολογική ανταπόδοση που ολοκληρώνεται με τη δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 15 από 15

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ Τούτου δὲ τοῦ ὕψους τῆς ψαλμῳδίας ἡ ὑπερκειμένη διαδοχὴ τοσοῦτον ἐπὶ τὸ μεγαλειότερον διαφέρει, ὅσον ἐξ αὐτῶν ἔστι τῶν γεγραμμένων μαθεῖν. καὶ ὥσπερ ἐν τοῖς δρομεῦσιν ὁ τὸν νικητὴν τῶν ἄλλων παραδραμὼν μείζονα τοῦ προτέρου τὴν δόξαν ἤρατο κρείττων ἐπιδειχθεὶς τοῦ προτρέχοντος, οὕτως ἔοικεν ἡ ἑβδόμη τε καὶ πεντηκοστὴ ψαλμῳδία, μεγάλης ἐπιδειχθείσης κατ᾽ ἔννοιαν τῆς προδιηνυσμένης, νικᾶν αὐτὴν τῇ μεγαλοφυΐα τοῖς ἰδίοις νοήμασιν· ὡς γὰρ ἐκείνη κατὰ τῶν ἄλλων εἶχε τὰ νικητήρια, οὕτως αὕτη τῆς ὑπερεχούσης τῶν ἄλλων τὸ πλέον ἔχει· καὶ ταύτῃ γὰρ μαρτυρεῖ τὴν νίκην ἡ Εἰς τὸ τέλος ἐπιγραφή. ἀλλ᾽ ἔοικε μὴ τοσοῦτον τὴν τῶν ἀντιπάλων ἧτταν, ἀλλὰ τὸν ἐν τοῖς ἀγαθοῖς πλεονασμὸν ἐπὶ ταύτης τῆς νίκης ὁ λόγος διαμαρτύρεσθαι. ἔχει δὲ τῆς ἐπιγραφῆς οὕτως ἡ λέξις· Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, τῷ Δαβὶδ εἰς στηλογραφίαν. ποσάκις ὁ τῆς μακροθυμίας ἀγωνιστὴς ἐπὶ τῷ στεφάνῳ τῆς νίκης ταύτης ὑπ᾽ αὐτοῦ τοῦ ἀγωνοθέτου ἀνακηρύσσεται; καὶ αὐτοῦ τάχα τοῦ πνεύματος τοῦ ἁγίου θαυμαστικῶς τὴν φωνὴν ταύτην πολλάκις ἀναλαμβάνοντος, ὡς κρείττονα οὖσαν τῆς τῶν ἀνθρώπων δυνάμεως καὶ τῶν τῆς φύσεως ὅρων ὑπερεκπίπτουσαν. μόνης γὰρ τῆς ἀσωμάτου τε καὶ ἀΰλου φύσεως τὸ τοιοῦτον ἦν εἰπεῖν, ἧς οὐδὲν πάθος τῶν ἀνθρωπίνων προσάπτεται.

ἄνθρωπος δέ τις ὢν καὶ θυμὸν συνουσιωμένον ἔχων τῇ φύσει, πάσχων τε κακῶς παρὰ τοῦ μηδεμίαν μὲν εἰληφότος εἰς τὸ κακὸν ἀφορμήν, πολλῶν δὲ καὶ μεγάλων ἀγαθῶν ἠξιωμένου, ὑπέρ τε τῆς κοινῆς ἀρχῆς καὶ ὑπὲρ τῶν εἰς αὐτὸν ἐκεῖνον γεγενημένων, οὗτος μετανάστης ὑπ᾽ αὐτοῦ τοῦ τῆς εὐποιΐας τετυχηκότος καὶ φυγὰς γίνεται τῆς οἰκείας ἑστίας ἐπὶ θανάτῳ παρὰ τοῦ εὖ πεπονθότος συνελαυνόμενος. ἄλλοτε ἄλλον ὑπὸ ἀμηχανίας ἐπιὼν τόπον ἐρήμοις ἐναυλιζόμενος, ἀκρωρείαις προσφεύγων, ἀλλοφύλων ἱκέτης γινόμενος, [ἐν] ἐνδείᾳ τῶν ἀναγκαίων κακοπαθῶν, ὕπαιθρος τὰ πολλὰ διακαρτερῶν πολλάκις παρ᾽ αὐτοῦ τὸν μέχρι θανάτου κίνδυνον ὑποστάς, νῦν μὲν αὐτοχειρὶ διὰ τῆς λόγχης πρὸς τὸν κατ᾽ αὐτοῦ φόνον ὁρμήσαντος, πάλιν δὲ τὸν οἶκον, ἐν ᾧ διῆγεν, διὰ τῶν δορυφόρων διαλαβόντος, ὡς ἂν μὴ φύγοι τὸν θάνατον, εἶτα πανταχοῦ πολυπραγμονοῦντος ἐν οἷς ηὐλίζετο καὶ οἷ κατέφευγεν καὶ παρὰ τίνας ᾔει καὶ πρὸς οὓς μετανίστατο· καὶ ἐπειδὴ δὶς αὐτῷ συνέδραμεν ἡ τοῦ ἀποκτεῖναι τὸν ἐχθρὸν εὐκαιρία, νῦν μὲν ἐν τῷ σπηλαίῳ ἀπροόπτως τοῦ Σαοὺλ ταῖς τοῦ Δαβὶδ ἐμπεσόντος χερσίν· πάλιν δὲ κατὰ τὴν σκηνήν, ὅτε ὁ μὲν τῷ ὕπνῳ πάρετος ἦν, ὁ δὲ Δαβὶδ ἐφειστήκει καθεύδοντι, ὅτε πᾶσαν ἐξῆν αὐτῷ τὴν ὀργὴν ἐν τῷ φόνῳ τοῦ διώκοντος αὐτὸν ἀποπληρῶσαι, οὔτε αὐτὸς τὴν χεῖρα ἐπήγαγεν καὶ τῷ πρὸς τὴν ἀναίρεσιν σπεύδοντι Μὴ διαφθείρῃς λέγει.

θεοῦ τις ἄντικρύς ἐστιν ἡ φωνὴ τὴν φθορὰν ἐπὶ τοῦ ἀνθρώπου κωλύουσα.

Διὰ τοῦτο καθάπερ οἱ ἐπισημότερα ποιοῦντες τὰ ἐν τοῖς λίθοις χαράγματα εἰς βάθος ἐντέμνουσι τῇ γλυφῇ τῶν στοιχείων τοὺς χαρακτῆρας πολλάκις ἐπάγοντες τὴν γραφίδα τοῖς τύποις οὕτως διὰ τῆς συνεχοῦς ἐπαναλήψεως τὸ πνεῦμα τὸ ἅγιον τρανότερον καὶ εὔδηλον ἐν τῇ στήλῃ τῆς μνήμης ἡμῶν τὴν μεγάλην ταύτην ῥῆσιν γενέσθαι παρασκευάζει, ὡς ἂν τρανόν τε καὶ ἀσύγχυτον ἐντετυπωμένον ἡμῖν τοῦτο τὸ γράμμα ἐν τῷ καιρῷ τῶν παθημάτων ἀναγινώσκοιτο. πρὸς τοῦτο γὰρ οἶμαι τὴν τοῦ ἁγίου πνεύματος οἰκονομίαν ὁρᾶν, ὥστε τὰ προλαβόντα τῶν ἁγίων ἀνδρῶν κατορθώματα εἰς ὁδηγίαν προκεῖσθαι τῷ μετὰ ταῦτα βίῳ, πρὸς τὸ ἴσον τε καὶ ὅμοιον ἀγαθὸν προαγούσης ἡμᾶς τῆς μιμήσεως. ὅταν γὰρ διοιδήσῃ πρὸς τὴν τοῦ παροξύνοντος ἄμυναν ἡ ψυχὴ καὶ ζέσῃ τῷ θυμῷ τὸ περικάρδιον αἷμα κατὰ τοῦ λελυπηκότος, τότε πρὸς ταύτην τις ἀναβλέψας τὴν στήλην, ἣν τὸ ἅγιον πνεῦμα τῷ Δαβὶδ ἀνεστήσατο, καὶ τὴν ἐν αὐτῷ φωνὴν ἀναγνούς, ἣν ὁ Δαβὶδ ὑπὲρ τοῦ φονῶντος ἐφθέγξατο, καταστορέσει πάντως τὴν ἐν τῇ ψυχῇ τῶν λογισμῶν ταραχήν, πόθῳ τῆς τῶν ὁμοίων μιμήσεως καταπραΰνων τὸ πάθος. πάρεστι δὲ τὸ μέγεθος τοῦ διὰ προκοπῆς ἐπὶ τὸν βαθμὸν τῆς ψαλμῳδίας ταύτης ἀναβεβηκότος καὶ δι᾽ αὐτῶν κατιδεῖν τῶν τῆς ψαλμῳδίας ῥημάτων ὅσον τοῦ παρῳχηκότος μεγέθους ὑπερανέστηκεν.

οὐκέτι γὰρ οὔτε τὸ πατεῖσθαι παρὰ τῶν ἐχθρῶν αἰτιᾶται οὔτε τὸν ἔλεον εἰς συμμαχίαν ἐφέλκεται, ἀλλ᾽ ἄνω γενόμενος, ὥσπερ ἔκ τινος ὑψηλῆς σκοπιᾶς, τοῖς κάτω κατὰ τὰ κοῖλα τῆς τοῦ βίου τῶν ἀνθρώπων ὑπωρείας διάγουσιν ἐλεγκτικῶς ἐμβοᾷ ταῦτα λέγων· Ὦ ἄνθρωποι, τί λαλεῖτε καὶ πράσσετε; ἆρα δικαιοσύνη ἐστὶ τὸ λαλούμενον; ἆρα δι᾽ εὐθύτητος τὴν κρίσιν προσάγετε; καὶ μὴν ὁρῶ ὅτι ἐν γῇ μὲν ὑμῶν εἰσιν αἱ καρδίαι, καὶ πᾶν ἐγκάρδιον κίνημα ἔργον ἐστὶ καὶ οὐχὶ νόημα. εὐθὺς γὰρ ὁμοῦ τῷ συστῆναι τὸ κακὸν ἐν τῇ διανοίᾳ συμπλέκεται τὸ ἔργον διὰ τῶν χειρῶν τοῖς νοήμασιν. ταῦτα σαφηνείας χάριν μικρόν τι παραφράσας τῆς ψαλμικῆς λέξεως ἐξεθέμην τὰ ῥήματα ἔχοντα οὕτως· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνετε, υἱοὶ τῶν ἀνθρώπων. καὶ γὰρ ἐν καρδίᾳ ἀνομίας ἐργάζεσθε ἐν τῇ γῇ, ἀδικίαν αἱ χεῖρες ὑμῶν συμπλέκουσιν. εἶτα ἐπάγει σχετλιάζων ὑπὲρ τῶν τῆς σωτηρίας ἐκπεπτωκότων τὰς μετὰ ταῦτα φωνὰς Ἀπηλλοτριώθησαν, λέγων, οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, καὶ ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν.

Γνοίης δ᾽ ἂν τὸ λεγόμενον ἐξετάσας τίς ἡ πρώτη τῆς ἀνθρωπίνης συστάσεως μήτρα, καὶ τίς γαστὴρ ἡ κυοφορήσασα τὸ ἀνθρώπινον. οἶμαι γὰρ μὴ ἄλλην εἶναί τινα παρὰ τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ ἀγαθότητα, ἀφ᾽ ἧς ἐπλάσθημέν τε καὶ ἐγεννήθημεν. εἶπεν γὰρ Ποιήσωμεν ἄνθρωπον κατ᾽ εἰκόνα ἡμετέραν καὶ καθ᾽ ὁμοίωσιν ὁ πλάσας καταμόνας τὰς καρδίας αὐτῶν. καὶ πάλιν φησὶν Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. καὶ μυρίας ἔστι τοιαύτας φωνὰς ἐκ τῆς ἁγίας γραφῆς ἀναλέξασθαι, δι᾽ ὧν ἐπιγινώσκεται τίς ἡ πλάσασα ἡμᾶς γαστὴρ καὶ τίς ἡ μήτρα ἡ εἰς φῶς προαγαγοῦσα διὰ γεννήσεως. πρὸς ταῦτα οὖν βλέπων ὁ σχετλιάζων ἐπὶ τῇ ἀπωλείᾳ τῶν ἀφεστηκότων ὀδύρεται· θρῆνος γὰρ ἄντικρύς ἐστιν ἡ φωνὴ δι᾽ ἧς τοὺς ἁμαρτωλοὺς ὀλοφύρεται. Πῶς ἠλλοτριώθησαν, λέγων, οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας; πῶς ἀπὸ τῆς γαστρὸς ἐπλανήθησαν τὸ ψεῦδος πρὸ τῆς ἀληθείας τιμήσαντες, ὧν ὁ θυμὸς πρὸς τὸν πατέρα τοῦ ψεύδους τὸν πρῶτον ὄφιν ἔχει τὴν ὁμοιότητα; Ὡσεὶ ἀσπίδος, φησίν, κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων, φαρμακοῦται φαρμακευομένη παρὰ σοφοῦ.

ταύτην γὰρ ἐνεῖδον τοῦ θηρίου τὴν φύσιν οἱ περὶ ταῦτα σοφοί· ὅτι θυμῷ διαπιμπραμένη ἀποκρατεῖ τὸ πνεῦμα τῇ φάρυγγι καὶ οὐ προΐεται ἀσκοῦ δίκην τῇ τοῦ πνεύματος ἐναπολήψει περιοιδαίνουσα, ὡς πάντα ἐπ᾽ αὐτῆς ἀργὰ μένειν καὶ ἄπρακτα, ὅσα θηρίων θέλγητρα διά τινος φυσικῆς ἀντιπαθείας παρὰ τῶν τὰ τοιαῦτα σοφῶν ἐξηυρέθη. νοεῖν δὲ δίδωσι διὰ τούτων ὅτι ἀνήκοος μένει τῶν ἐν κακίᾳ κεκρατημένων ἡ καρδία, τῆς παρὰ τῶν διδασκάλων ἐπαγομένης αὐτοῖς θεραπείας. καὶ πᾶσα δὲ ἡ τῆς ψαλμῳδίας ἀκολουθία διὰ θρήνου προῆκται τῷ τῇ ἀπωλείᾳ τῶν δειλαίων ἐπιστενάζοντι. προαναφωνεῖ γὰρ κατ᾽ αὐτῶν τὸ ἐσόμενον λέγων Ὁ θεὸς συντρίψει τοὺς ὀδόντας αὐτῶν ἐν τῷ στόματι αὐτῶν. ποίους ὀδόντας, ἢ δηλαδὴ τοὺς τοῦ καρποῦ τῆς παρακοῆς βρωτῆρας, τοὺς τῶν ἡδονῶν τῆς γαστρὸς ὑπηρέτας (οὓς ὅπλα καὶ βέλη διὰ τῆς προλαβούσης ψαλμῳδίας ὠνόμασεν), δι᾽ ὧν ὁ τῆς ἀληθείας λόγος κατασπαράσσεται; Καὶ τὰς μύλας τῶν λεόντων, φησί, συνέθλασεν ὁ κύριος. γνοίης δ᾽ ἂν τίνας ὠνόμασε λέοντας, εἰ μάθοις τῶν θηρίων τούτων τὰ ἰδιώματα. λέγουσι γὰρ εἶναι τοὺς λέοντας ἐνδιαστρόφους τὸ ὄμμα, ὧν σαρκοβόρος ἡ φύσις καὶ τῷ αἵματι φίλη.

οἶδας δὲ πάντως τὸ αἴνιγμα τῆς τῶν ὀμμάτων διαστροφῆς τῶν μὴ πρὸς τὸ εὐθὺ βλεπόντων, καὶ τῆς ἀηδίας τοῦ ἄσθματος τῶν εἰς βλασφημίαν κεχρημένων τῷ στόματι καὶ διὰ τοῦτο συγγενῶς ἐχόντων πρὸς τὴν τῆς ἁμαρτίας δυσωδίαν. καὶ ὅσα νοεῖται διὰ τοῦ ἄσθματος, ὅτι σὰρξ καὶ αἷμα, ὅπερ μάλιστα τρέφει τῶν λεόντων τὴν φύσιν, ταῦτα εἰς τὴν τοῦ θεοῦ βασιλείαν ἀπόβλητα. ἐν γὰρ τῷ καιρῷ τῆς τῶν ἀξίων τιμῆς, Οὗτοι, φησίν, ἐξουδενωθήσονται, τῇ ἀστάτῳ φύσει τῶν ὑλικῶν πραγμάτων οἷς προσῳκειώθησαν κατὰ τὸν βίον συγκαταρρέοντες. Ἐξουδενωθήσονται γάρ, φησίν, ὡς ὕδωρ διαπορευόμενον. ὁ γὰρ πονηρὸς κατὰ τῶν ψυχῶν ἡμῶν τοξότης, ὁ τὰ πεπυρωμένα βέλη τῆς ἁμαρτίας κατὰ τῆς ἀνθρωπίνης εὐθύνων ζωῆς, οὐ παύεται κατ᾽ αὐτῶν τοξαζόμενος, ἕως ἂν αὐτῶν ἐκνευρώσῃ τὴν δύναμιν. Ἐντενεῖ γάρ, φησίν, τὸ τόξον αὐτοῦ, ἕως οὗ ἀσθενήσωσι καὶ γένωνται κηρὸς τηκόμενος πρὸς πᾶν εἶδος τοῦ κατὰ τὴν ἁμαρτίαν χαρακτῆρος εὐκόλως μορφούμενος· καὶ τούτοις ἔτι προστίθησι τὰς ὀδυρτικὰς ἐκείνας κατὰ τῶν δειλαίων φωνάς, Ἔπεσεν πῦρ, λέγων, καὶ οὐκ εἶδον τὸν ἥλιον. σαφηνίζει δὲ τοῦ ῥητοῦ τούτου τὴν ἔννοιαν ἕτερος τῶν ἑρμηνέων, τὴν παρὰ καιρὸν γενομένην ἀπὸ τῆς μήτρας ὀλίσθησιν τοῦ ἀμβλώματος ἑρμηνεύσας τούτοις τοῖς ῥήμασιν· Ἔκτρωμα, φησίν, γυναικὸς οὐχ ὁραματισθήσεται ἥλιον.

ἐπεὶ τοίνυν παρὰ τὴν ἀρχὴν τῆς ψαλμῳδίας φησὶν ὅτι Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας καὶ ἀπὸ γαστρὸς ἐπλανήθησαν, ὅπερ ταὐτόν ἐστι τῷ ἠμβλώθησαν, αἴτιον δὲ τοῦ τοιούτου πάθους αὐτῶν λέγει τὴν πρὸς τὸν ὄφιν τε καὶ τὴν ἀσπίδα ὁμοίωσιν, διὰ τοῦτο καὶ νῦν τὸν ἴσον ἐπαναλαβὼν λόγον φησὶ ὅτι ἀτελεῖς ἐν τῷ λόγῳ τῆς φύσεως καὶ ἀμβλωθρίδιοι διὰ κακίας γενόμενοι ἐξωλίσθησάν τε καὶ ἔπεσον αὐτοὶ ἀπὸ τῆς νοηθείσης ἡμῖν ἐκείνης μήτρας, πῦρ καθ᾽ ἑαυτῶν γενόμενοι διὰ τῆς ὑλικῆς προαιρέσεως· οὗ χάριν οὐκ ἀνέβλεψαν πρὸς τὸν ἥλιον. ἐνδείκνυται δὲ διὰ τοῦ ἡλίου τὸ ἀληθινὸν φῶς, πρὸς ὃ ἡ ἀτελεσφόρητος τῶν Ἰουδαίων γονὴ οὐκ ἀνέβλεψεν. καὶ ὁ ἐφεξῆς λόγος ἁρμόζει κατὰ τὸ ἀκόλουθον τῷ προάγοντι. ὃ γὰρ ἐκεῖ κωφὴν ἀσπίδα ὠνόμασεν, τοῦτο νῦν μεταβαλὼν ἀσύνετον ἄκανθαν λέγει· ἐκ γὰρ τοῦ ἀκοῦσαι τὸ συνιέναι γίνεται· ὁ δὲ τὴν ἀκοὴν οὐ δεξάμενος συναποβάλλει πάντως μετὰ τῆς ἀκοῆς καὶ τὴν σύνεσιν.

Διὰ τοῦτο ὥσπερ ἐκεῖ μὲν γενικώτερον μνημονεύσας τοῦ κατὰ τὸν ὄφιν ὀνόματος ἐπάγει τὸ εἶδος τοῦ θηρίου τὸ ἐν τῷ γένει πικρότατον, τὴν ἀσπίδα λέγων· οὕτω καὶ ἐνταῦθα, οἷον ἐν γένει τινὶ τὸ τῆς ἀκάνθης ὄνομα προεκθέμενος ἐπάγει τὸ χαλεπώτερον ἐν ταῖς ἀκάνθαις εἶδος, τὴν ῥάμνον εἰπών, ἧς ὀξεῖαι μὲν αἱ ἀκμαί, συνεχεῖς δὲ αἱ προβολαί, βλαπτικαὶ δὲ τῶν προσεγγιζόντων καὶ ἰώδεις αἱ ἀμυχαί. πλὴν ἀλλὰ κἂν ἄκανθα ἦτε, φησίν, κἂν ἐν ἀκάνθαις ἡ ῥάμνος, ὡς ἔτι οἴεσθε ζῆν· οὐ γὰρ ἀληθῶς ζῇ ὁ τὴν ἀληθῆ μὴ ἔχων ζωήν. ἡ ὀργὴ καταπίεται ὑμᾶς· καὶ ὥσπερ τῶν ἁμαρτωλῶν ἡ ζωὴ οὐκ ἀληθῶς ἐστιν ὃ λέγεται, ἀλλ᾽ ὀνομάζεται μόνον (τὸ γὰρ τῆς ἀληθινῆς ζωῆς διεζευγμένον, ζωὴ οὐκ ἔστιν)· οὕτως καὶ ἐπὶ τοῦ θεοῦ ἡ ὀργή, κἂν τοῖς ἁμαρτωλοῖς τοῦτο καὶ φαίνηται καὶ παρ᾽ αὐτῶν ὀνομάζηται, οὐδὲν μᾶλλόν ἐστιν ὀργή, ἀλλ᾽ ὡς ὀργὴ τοῖς οὕτω τὴν κατὰ τὸ δίκαιον τοῦ θεοῦ ἀντιδιδομένην ἀμοιβὴν ὀνομάζουσι. τοῦτο οὖν ἐστιν τὸ Ὡσεὶ ζῶντας. καὶ Ὡσεὶ ἐν ὀργῇ καταπίεται ὑμᾶς, οὐκ ἐν ἀληθινῇ ζωῇ ὄντας, οὔτε ἀληθῶς ἐκεῖνος ἐν ὀργῇ θεωρούμενος. εἶτά φησιν· Εὐφρανθήσεται δίκαιος ὅταν ἴδῃ ἐκδίκησιν, οὐχ ὡς ἐπιχαίρων τοῖς ἀπολλυμένοις, ἀλλ᾽ ὡς ἐκ παραλλήλου τὰ ἑαυτοῦ πρὸς τὰ ἐκείνων ἀντιτιθεὶς τότε μακαρίσει ἑαυτὸν τῆς εὐβουλίας, ὅτι μὴ ἐν ἐκείνοις ἐγένετο, ἐν οἷς ὁρᾷ τῶν ἁμαρτωλῶν τὴν ἐκδίκησιν.

τὴν γὰρ τῶν ἰδίων χειρῶν καθαρότητα τῇ πρὸς τὸ λύθρον τῶν ἁμαρτωλῶν ἀντεξετάσει μᾶλλον κατόψεται. Τὰς χεῖρας αὐτοῦ, φησίν, νίψεται ἐν τῷ αἵματι τοῦ ἁμαρτωλοῦ. οἴδαμεν δὲ ὅτι οὐκ ἄλλου τινὸς χάριν νιπτόμεθα ἢ ἵνα τῷ ὕδατι τὸν ῥύπον ἀποκλυσώμεθα· ὁ δὲ τοῦ αἵματος μολυσμὸς οὐκ ἀποκαθαίρει τὸν προϋπάρχοντα ῥύπον, ἀλλ᾽ αὐτὸς γίνεται ῥύπος. οὐκοῦν ὥσπερ τὸ λευκὸν χρῶμα τῇ ἀντιπαραθέσει τοῦ αἵματος ἐκδηλότερον γίνεται, οὕτως καὶ ἡ τῶν χειρῶν τοῦ δικαίου καθαρότης διὰ τῆς τοῦ ἐναντίου συγκρίσεως λαμπροτέρα καθίσταται. τὸ γὰρ νῦν ἀπιστούμενον ὅτι τίς ἐστι τοῖς διὰ τῶν τῆς ἀρετῆς πόνων ἑκουσίως κακοπαθήσασι μετουσία τοῦ κρείττονος τότε διὰ τῆς πείρας φανερωθήσεται· ὁ γὰρ ταῦτα βλέπων ἐρεῖ ὅτι ἦν, ὡς ἔοικεν, τῷ δικαίῳ καρπὸς ἀποκείμενος ἐν τῇ δικαίᾳ τοῦ θεοῦ κρίσει. ὁρᾷς οἵας ἐπιβέβηκεν ἀκρωρείας ὁ λόγος; ὅσον ὑπεραίρει τῶν προδιηνυσμένων τοῖς ψαλμοῖς τὸ μέγεθος;

ΚΕΦΑΛΑΙΟΝ Ιϛʹ Ἀλλ᾽ οὐδὲ οὗτος ὅρος τῆς εἰς τὸ ὕψος ἀναβάσεως τοῖς δι᾽ ἀρετῆς προκόπτουσι γίνεται. ὁ γὰρ μετὰ τοῦτον τῇ ἀκολουθίᾳ τῆς τάξεως ὢν ὑπὲρ τοῦτον καὶ τῇ μεγαλοφυΐᾳ τῆς θεωρίας εὑρίσκεται. πάλιν δὲ ἡ ἐπιγραφὴ ἀνακηρύσσει τὸν στεφανίτην· πάλιν ἡ ἐπ᾽ αὐτῷ στήλη τὸ ὑπὲρ ἄνθρωπον εἶναι τὴν τοιαύτην νίκην μαρτύρεται. Εἰς τὸ τέλος γάρ, φησί, μὴ διαφθείρῃς. εἴρηται πολλάκις ὅτι νίκη ἐστὶ τοῦ τέλους τὸ σημαινόμενον, καὶ οὐδὲν χρὴ πάλιν ἐφερμηνεύειν τῷ λόγῳ τὸ ἐγνωσμένον. τὸ δὲ Μὴ διαφθείρῃς, ἡ φιλάνθρωπος αὕτη φωνὴ καὶ πᾶσαν μακροθυμίας ὑπερβολὴν παριοῦσα, μείζονος ἐπιβέβηκεν ἐν τῷ τόπῳ τούτῳ τῆς διανοίας. τίς γὰρ οὐκ οἶδεν ὅτι πρόχειρος μὲν εἰς εὐποιΐαν ἐστὶ καὶ τῶν ἐπιτυχόντων ἕκαστος ἐπὶ τῶν μηδεμίαν προενδειξαμένων κακίαν· πολλάκις δὲ καὶ μικρᾶς τινος λύπης προγεγενημένης, ὁ μὲν μεγαλοψυχότερος ἤνεγκε τὴν ἐπὶ τοῖς μικροῖς ἀηδίαν καὶ ἐν τῷ καιρῷ τῆς εὐποιΐας οὐκ ἀπετράπη τοῦ ποιῆσαι καλῶς τὸν ἐπὶ μετρίοις λυπήσαντα· ὁ δὲ μικροφυὴς τὴν διάνοιαν, κἂν βραχύ τι τὸ παροξύνον τύχῃ, πᾶσαν ἐπαφίησιν αὐτῷ τὴν ἀμυντικὴν δύναμιν καιροῦ τινος εἰς κακοποιΐαν λαβόμενος. οὐκοῦν οὐκ ἴσον τὸ θαῦμα, κἂν ὅμοιον τὸ εὐεργέτημα τύχῃ, ἐπί τε τοῦ μηδὲν προπεπονθότος κακῶς καὶ ἐπὶ τοῦ δι᾽ εὐποιΐας ἀμειψαμένου τὸν προλυπήσαντα.

τούτου χάριν, ὡς ἂν μάλιστα τὸ ἀπαράθετόν τε καὶ ἀζήλωτον ἐπιδειχθείη τῆς τοῦ Δαβὶδ μακροθυμίας, ἥτις αὐτὴν μικροῦ δεῖν μιμεῖται τῆς θείας φύσεως τὴν ἀπάθειαν, παρατίθησι τὴν πονηρὰν ἐκείνην τοῦ Σαοὺλ μανίαν. εἴρηται γάρ, φησίν, τῷ Δαβὶδ ἡ τοῦ Μὴ διαφθείρῃς φωνή, ἣν τῇ μνήμῃ τῶν ἐπιγενομένων ἐνστηλιτεύῃ, οὐχ ὅτε φιλικῶς πρὸς αὐτὸν εἶχεν ὁ τύραννος, ἀλλ᾽ ἤδη γεγενημένων ἐκείνων, ὅτε ἀπέστειλεν Σαοὺλ εἰς τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν. πάντως δὲ οὐκ ἀγνοεῖς, ὁ φιλομαθής, τὸ μέρος τῆς ἱστορίας, τὸ ὑπὸ τῆς ἐπιγραφῆς σημαινόμενον· πῶς ἐπειδὴ κατέστη τῷ Σαοὺλ ἡ ἐκ τοῦ δαιμονίου πνεύματος πτόησις, τοῦ ἁγίου Δαβὶδ διὰ τοῦ ψαλτηρίου τὴν ἐκ τοῦ πάθους ταραχὴν κατευνάσαντος, παρεστῶσαν ἑαυτῷ τὴν λόγχην εὑρὼν ὁ Σαοὺλ τῷ εὐεργέτῃ ἑαυτοῦ ἐπαφίησιν εὐθύνας κατ᾽ αὐτοῦ τὴν αἰχμήν· τοῦ δὲ κατὰ θείαν συμμαχίαν τῆς βολῆς ἑαυτὸν ὑπεκστήσαντος τῷ τοίχῳ διὰ βάθους ἐμπήγνυται ἡ τῆς αἰχμῆς προσβολή. ἐξέδραμεν δὲ τῶν βασιλείων, ἐν τῷ ἰδίῳ οἴκῳ ἐγένετο μεταβληθήσεσθαι τοῦ βασιλέως τὸν θυμὸν διὰ μετανοίας ἐλπίσας.

Τοῦ δὲ Σαοὺλ δορυφόρους ἐν κύκλῳ τῇ οἰκίᾳ τοῦ Δαβὶδ περιστήσαντος καὶ δημίοις τὸν κατ᾽ αὐτοῦ φόνον ἐντειλαμένου μόλις διὰ θυρίδος τινὸς καταβαλὼν ἑαυτὸν εἰς τὸ ὕπαιθρον καὶ διαλαθὼν τὴν φρουρὰν ἔξω τῶν κινδύνων κατέστη· καὶ μεταναστὰς ἄλλοτε ἄλλον ἐπήρχετο τόπον ὑπὸ ἀμηχανίας τοῖς ἀήθεσιν ἀνθρώποις ἐπιπλανώμενος. καὶ οὕτως κατελήφθη ὑπὸ τοῦ Σαοὺλ πανστρατιᾷ κυκλώσαντος τὸ γεώλοφον, ᾧ μετὰ τῶν περὶ αὑτὸν ὁ Δαβὶδ προσφεύγει, καὶ νυκτὸς ἀναβολὴν πρὸς τὸν θάνατον αὐτῷ παρασχομένης (ὑπερέθετο γὰρ ὁ Σαοὺλ ἐπὶ τὸν ὄρθρον τὴν τοῦ διωκομένου σφαγήν) ἐπιστὰς τῇ σκηνῇ τοῦ πολεμίου καὶ καταλαβὼν ἐπί τινος εὐνῆς λελυμένον τῷ ὕπνῳ οὐ μόνον τὴν ἰδίαν ἐπέσχεν χεῖρα σπεύδουσαν ἴσως τῷ θυμῷ χαρίσασθαι, ἀλλὰ καὶ τὸν ὑπασπιστὴν ἤδη κατὰ τοῦ Σαοὺλ πρὸς τὴν σφαγὴν ἐπικύψαντα (Πατάξω γάρ, φησίν, καὶ οὐ δευτερώσω) ἀπάγει τῆς ὁρμῆς τῇ μεγάλῃ ταύτῃ καὶ ἀοιδίμῳ φωνῇ, Μὴ διαφθείρης, εἰπών, τὸν πρὸς τὴν καθ᾽ ἡμῶν διαφθορὰν ἐπειγόμενον. οὐ τοῦτο δὲ μόνον ἐστὶν τὸ θαυμαστὸν ἐν τῷ πράγματι, ὅτι ζωὴν χαρίζεται τῷ κατὰ τῆς ζωῆς αὐτοῦ ἅπαντα πράσσοντι, ἀλλ᾽ ὅτι πρὸς βασιλείαν χρισθεὶς ὁ Δαβὶδ καὶ εἰδὼς μὴ ἄλλως ἂν μετασχεῖν τοῦ ἀξιώματος, εἰ μὴ ἐκ ποδῶν γένοιτο ὁ Σαούλ, κρεῖττον ἔκρινεν διὰ τῆς μακροθυμίας κακοπαθεῖν ἐν ἰδιωτικῇ ταπεινότητι ἢ θυμὸν κατὰ τοῦ λελυπηκότος ἐκπλήσας ἐπιβῆναι τῆς βασιλείας.

διὰ τοῦτο συμπαρεγράφη τῇ τῆς φιλανθρωπίας φωνῇ τὸ Ὅτε ἀπέστειλεν Σαοὺλ εἰς τὸν οἶκον τοῦ Δαβὶδ τοῦ θανατῶσαι αὐτόν. οὐ γὰρ τότε ἐρρέθη, ὅτε ταῦτα ἐγένετο, ἀλλὰ προφέρει ὁ λόγος εἰς τὴν τοῦ θαύματος ἐπίτασιν, ὅτι ταῦτα εἶπεν ὁ ἐκεῖνα παθών.

Περιττὸν δὲ οἶμαι νῦν παρενθεῖναι τῷ λόγῳ πρὸς ἕτερα σπεύδοντι τί τὸ ἐν τῇ ἱστορίᾳ ζητούμενον, πῶς, εἰπόντος τοῦ λόγου ὅτι ἐπάταξε ὁ Σαοὺλ τὸν Δαβὶδ τῇ λόγχῃ ἐπάγει ἡ ἱστορία ὅτι κατὰ τοῦ τοίχου ἦλθε τὸ δόρυ, ὁ δὲ Δαβὶδ διεσώθη, καὶ ὅτι ἐπὶ τῆς κλίνης τοῦ Δαβὶδ αὐτὸς μὲν οὐχ εὑρίσκεται, ἀλλ᾽ ἀντ᾽ ἐκείνου κενοτάφια καὶ ἧπαρ αἰγῶν, ὅπερ τοῖς τότε εἰς ἀποτροπιασμὸν θανάτου ἔκ τινος συνηθείας ἐγίνετο, ὥστε τὸν ἐν ἀρρωστίᾳ γενόμενον ὑπεξάγεσθαι μὲν τῆς κλίνης, τὴν δὲ τοῖς τεθνηκόσιν ἐπιβαλλομένην στολὴν ἐπιτιθέναι τῷ κραββάτῳ καὶ ἧπαρ αἰγῶν. δῆλον γὰρ ἂν εἴη τοῖς φιλοπονωτέροις, ὅτι προφητεία τῆς κατὰ τὸν κύριον οἰκονομίας ἐστὶν ἡ ἱστορία. δαίμονες ἦσαν ἐν Σαοὺλ τῷ τυράννῳ· τούτους ἀπελαύνει ὁ εἰς βασιλείαν χρισθεὶς τῷ τῆς κιθάρας ὀργάνῳ κατ᾽ αὐτῶν ἐνεργήσας τὴν πτόησιν· ὁ δὲ καταληφθεὶς ὑπὸ τῶν συνόντων αὐτῷ δαιμόνων πατάσσει τῇ λόγχῃ τὸν διὰ τῆς κιθάρας τὴν κατὰ τῶν δαιμόνων ἰσχὺν ἐνδειξάμενον, ἀλλ᾽ ὁ τοῖχος δέχεται ἀντὶ τοῦ Δαβὶδ τὴν πληγήν· ὁ δὲ διασῴζεται. μετὰ ταῦτα ὁ ἐπιβουλευθεὶς παρὰ τοῦ Σαοὺλ ζητεῖται ἐπὶ τῆς κλίνης, καὶ ὁ μὲν οὐχ εὑρίσκεται, κενοτάφια δὲ ἀντ᾽ ἐκείνου ἡ κλίνη ἔχει καὶ ἧπαρ αἰγῶν.

φανερὰ δὲ πάντως ἐστὶν ἡ διὰ τῶν αἰνιγμάτων τῆς ἱστορίας ἀκολουθία πρὸς τί βλέπει· ὅτι διὰ μὲν τοῦ Δαβὶδ ὁ ἐκ τοῦ Δαβὶδ προμηνύεται, τὸν δὲ Χριστὸν ὁ χρισθεὶς διασημαίνει· καὶ ὅτι ἡ κιθάρα τὸ ἀνθρώπινόν ἐστιν ὄργανον, ἡ δὲ ἐκ ταύτης ᾠδὴ ὁ διὰ τοῦ σαρκωθέντος φανερωθεὶς ἡμῖν λόγος, οὗ ἔργον ἐστὶν ἀφανίσαι τὴν ἐκ δαιμόνων παραφοράν, ἵνα μηκέτι ὦσιν οἱ θεοὶ τῶν ἐθνῶν τὰ δαιμόνια. ἀλλ᾽ ὁ βασιλεὺς ἐκεῖνος ὁ ἐν ἑαυτῷ τοὺς δαίμονας ἔχων, ὅταν ὑποχωρήσῃ τὰ πνεύματα τῇ ᾠδῇ τοῦ τὸ ὄργανον ἐπὶ τούτῳ ἁρμοσαμένου πατάσσει αὐτὸν τῷ δόρατι (τὸ δὲ δόρυ ξύλον ἐστὶ σιδήρῳ καθωπλισμένον), ἀλλὰ δέχεται ἀντ᾽ ἐκείνου ὁ τοῖχος τὸ δόρυ. τοῖχον δὲ νοοῦμεν τὴν γηΐνην οἰκοδομήν, δι᾽ ἧς τὸ σῶμα καταμανθάνομεν, περὶ ὃ τὸ ξύλον βλέπομεν τοῦ σταυροῦ καὶ τὸν σίδηρον· ὁ δὲ Δαβὶδ ἐκεῖνος ὁ χριστός τε καὶ βασιλεὺς ἔξω τοῦ πάθους ἐστίν. ἡ γὰρ θεότης ἐν τῷ σταυρῷ τε καὶ τοῖς ἥλοις οὐ γίνεται. Μελχὸλ δὲ ἀκούσαντες τὴν ἐκ τοῦ Σαοὺλ γενομένην, ᾗ Δαβὶδ ἐκοινώνησεν, οὐ ξενιζόμεθα πρὸς τὸ ἀκόλουθον βλέποντες. οἴδαμεν γὰρ ὅτι ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλὰ πατὴρ ἐγένετο τοῦ θανάτου ὁ τῆς κακίας βασιλεὺς ὁ ἑαυτὸν τῆς ζωῆς στερήσας. φθόνῳ γὰρ διαβόλου ὁ θάνατος εἰσῆλθεν· Ἐβασίλευσε δὲ ὁ θάνατος ἀπὸ Ἀδὰμ καὶ ἕως τοῦ νόμου, ὃν βούλεται μηκέτι βασιλεύειν ἐν ἡμῖν ὁ ἀπόστολος ἐν τῷ θνητῷ ἡμῶν σώματι.

ὁ οὖν ὑπὲρ πάντων τοῦ θανάτου γευσάμενος ἐν τῷ οἴκῳ τῆς ὑπὸ τοῦ νοηθέντος ἡμῖν Σαοὺλ γενομένης γίνεται, ὄνομα δὲ αὐτῇ Μελχόλ. τοῦ δὲ ὀνόματος τούτου τὸ σημαινόμενον βασιλείας ἐστὶν διὰ τὸ μέχρι τότε βασιλεύειν τὴν ἁμαρτίαν τῆς φύσεως. ἐνταῦθα δὲ γενόμενος αὐτὸς μὲν διὰ θυρίδος ἐξέρχεται. σημαίνει δὲ ἡ θυρὶς τὴν ἐπὶ τὸ φῶς πάλιν ἐπάνοδον τοῦ ἑαυτὸν τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις δείξαντος. τὰ δὲ κενοτάφια αὐτοῦ ἐπὶ τῆς κλίνης ὁρᾶται. φησὶ γὰρ καὶ ὁ ἄγγελος τοῖς ἐν τῷ μνήματι ζητοῦσι τὸν κύριον· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἠγέρθη. ἴδε ὁ τόπος ἐν ᾧ ἔκειτο. τὸν τάφον, ἐν ᾧ ἐτάφη, εἶδον οἱ ζητοῦντες τὸν κύριον κενὸν τοῦ ζητουμένου σώματος. μόνα δὲ ἦν ἐν αὐτῷ τὰ ἐντάφια. οὐκοῦν νοοῦμεν ὅτι τὴν ἀνάστασιν τοῦ κυρίου σημαίνει τὴν ἐπὶ τοῦ τάφου τὰ ἐπὶ τῆς κλίνης τοῦ Δαβὶδ κενοτάφια, δι᾽ ὧν γίνεται ὁ ἀληθινὸς τοῦ θανάτου ἡμῶν ἀποτροπιασμός.

Τοῦ δὲ τρωθέντος τοίχου, ὃν ἀντὶ τοῦ σώματος ἐνοήσαμεν, αἷμα μὴ ἔχοντος, ὡς ἂν μὴ παραλειφθείη τὸ καιριώτατον τῶν εἰς τὸ μυστήριον νοουμένων, δι᾽ οὗ ἐλυτρώθημεν, τὸ αἷμα λέγω, τοῦτο ἐν τοῖς κενοταφίοις εὑρίσκεται· μόνον γὰρ ἐν τοῖς σπλάγχνοις τὸ ἧπαρ αἵματός ἐστι πηγή τε καὶ ἐργαστήριον, οὗ χωρὶς ἀδύνατόν ἐστι συστῆναι τὴν φύσιν τοῦ αἵματος. εἰ οὖν ἐκ τοῦ ἥπατος τὸ αἷμα, ἐν δὲ τοῖς κενοταφίοις τὸ ἧπαρ, οὐδὲ τὸ αἷμα λείπει τῷ γενομένῳ τῇ φύσει τῶν ἀνθρώπων ἀποτροπιασμῷ τοῦ θανάτου· τὸ δὲ γένος τοῦ ζῴου τούτου, οὗ τὸ ἧπαρ ἐλήφθη, ταῖς ἱλεωτικαῖς ὑπὲρ τῶν ἁμαρτιῶν θυσίαις ἀποτεταγμένον ἐστίν. οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἐκ τοῦ αὐτοῦ γένους καὶ εἰς τὸ πάσχα παραλαμβάνεται· καὶ ἀποπεμπτικὸν τῆς τοῦ λαοῦ ἁμαρτίας τὸ ζῷον τοῦτό φησι δεῖν ὁ Μωυσῆς ποιεῖσθαι, ὅτε εἰς διπλῆν ἐνέργειαν [τὸ ζῷον τοῦτο] μερίζεται. καὶ δύο προτεθέντων χιμάρων ἐκ διακληρώσεως, τὸ μὲν ἀνατίθεται τῷ θεῷ, τὸ δὲ τῇ ἁμαρτίᾳ ἐκπέμπεται ἐπὶ τὴν ἔρημον. διὰ πάντα οὖν ταῦτα καὶ τὰ τοιαῦτα τούτου τοῦ ζῴου τὸ ἧπαρ εἰς τὴν τοῦ αἵματος ἔνδειξιν παρελήφθη, δι᾽ οὗ τῶν ἐπιθανατίως νενοσηκότων ὁ ἀποτροπιασμὸς τοῦ θανάτου ἐγένετο διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ κυρίου ἡμῶν, ἣν σημαίνει τὸ κενοτάφιον.

Ἀλλὰ καιρὸς ἂν εἴη καὶ τὸν ἐν τῇ ψαλμῳδίᾳ νοῦν διὰ βραχέων ἐπιδραμεῖν ἔχοντα οὕτως· μερίζει τὸν λόγον ἡ προφητεία. ὁ μὲν γὰρ ὑπὲρ ἡμῶν πρὸς τὸν θεὸν γίνεται ἐκ τοῦ κοινοῦ τῆς φύσεως προσαγόμενος· ὁ δὲ πρὸς ἡμᾶς ἐκ τοῦ ὑπὲρ ἡμῶν ἀναδεξαμένου τὸ πάθος. τὰ μὲν οὖν ὑπὲρ ἡμῶν ἐστὶ ταῦτα· Ἐξελοῦ με, λέγων, ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ᾽ ἐμὲ λύτρωσαί με καὶ ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν καὶ ἐξ ἀνδρῶν αἱμάτων, οἳ ἐθήρευσαν τὴν ψυχήν μου, καὶ ἐπέθεντο ἰσχυρῶς οὐδὲν παρ᾽ ἡμῶν προπεπονθότες κακόν. οὐ γὰρ ἥμαρτόν τι κατ᾽ ἐκείνων, οὐδέ ἐστιν ἀνομία τις παρ᾽ ἡμῶν ἐπὶ βλάβῃ τῶν ἐχθρῶν ἐνεργηθεῖσα, ἐφ᾽ ᾗ καὶ παροξύνονται. ἄνευ ἀνομίας ἦν ἡμῖν ὁ πρῶτος δρόμος. ἀλλ᾽ ἰδοὺ τὰ πάντα, φησίν, οἷά ἐστι. ἴδε καὶ πρόσχες τοῦ ἐπισκέψασθαι. καὶ μὴ ἀναβάλῃ διὰ φιλανθρωπίας τὴν κατὰ τῶν πεπλημμεληκότων ἐκδίκησιν.

Μὴ οἰκτειρήσῃς γάρ, φησίν, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. εἶτα μετάγει τὸν λόγον ἐπὶ τὸ ὑπερκείμενον πρόσωπον καί φησιν ὡς ἐκ προσώπου τοῦ τῆς εὐχῆς ἐπακούσαντος ὅτι οὗτοι οἱ ἐχθροὶ εἰς τὴν ἑσπέραν ἑαυτῶν ἐπιστρέψουσιν. ὅπερ οὐδὲν ἄλλο ἐστὶν ἢ ὅτι εἰς τὸ ἐξώτερον σκότος συνελασθήσονται. ἡ γὰρ ἑσπέρα σκότους γίνεται ἀρχή τε καὶ μήτηρ.

Καὶ λιμώξουσιν ὡς κύων. οἷς γὰρ οὐκ ἔστι σωτηρίας ἐφόδιον, ἐξ ἀνάγκης ἡ ἐκ τοῦ λιμοῦ τῶν ἀγαθῶν ἐπακολουθήσει ταλαιπωρία. οὕτως ἐλίμωξεν ἐν τῷ ᾅδῃ ὁ πλούσιος, τῆς θείας δρόσου ἔρημος ὤν· καὶ διὰ τὸ ἀπαράσκευον τοῦ τοιούτου ἀγαθοῦ εἶναι τῇ φλογὶ κατεφλέγετο. ἀλλὰ καὶ Κυκλώσουσι πόλιν, φησίν. ὅπερ τοιοῦτόν μοί τινα νοῦν ὑποσημαίνειν δοκεῖ· ἐπειδὴ πᾶν τὸ ἀχρεῖόν τε καὶ ἀπόβλητον ὡς πρὸς τὴν τῶν ζώντων χρῆσιν ἔξω ῥίπτεται τῆς πόλεως εἴτε τι νεκρὸν καὶ διεφθορὸς εἴτε δυσώδης τις κόπρος, περὶ ἃ ὑπὸ τῆς τοῦ λιμοῦ ἀνάγκης οἱ κύνες ἐξευρίσκονται τῷ ῥύπῳ τῷ ἐκ τῆς πόλεως ἐκβαλλομένῳ ἐμβιοτεύοντες, διὰ τούτου τῶν ἐν ἀρετῇ καὶ κακίᾳ ζώντων τὴν διαφορὰν διδάσκων ὁ λόγος ἐν τῷ τῆς πόλεως διασημαίνει αἰνίγματι· πόλιν λέγων τὴν ὑπὸ τῆς ἀρετῆς συνῳκισμένην εὐπρεπῆ τε καὶ εὐδιάθετον πολιτείαν· τὰ δὲ ἔξω τῆς πόλεως τὴν ἐκ τοῦ ἐναντίου παραθεωρουμένην κακίαν δηλοῖ, ἐν ᾗ πᾶσα ἡ τοῦ ἀστειοτέρου βίου ἀποβολή, ἥ τις ἐστὶν δυσώδης ἁμαρτία, ἔκ τε τῆς σήψεως τῶν σωμάτων καὶ ἐκ τῆς ῥυπαρᾶς κόπρου συνισταμένη εὑρίσκεται. οὐκοῦν τῆς μὲν πόλεως οἰκήτωρ ἐστὶν τὸ μέγα καὶ τίμιον χρῆμα, ὁ ὄντως ἄνθρωπος καὶ τὸν ἐξ ἀρχῆς ἐπιβληθέντα χαρακτῆρα τῇ φύσει διὰ τοῦ βίου μεμορφωμένον ἔχων.

ὁ δὲ περὶ τὰ ἔξω τῆς πόλεως ἀναστρεφόμενος κύων ἐστὶν καὶ οὐκ ἄνθρωπος, ὥστε φανερὸν εἶναι παντὶ πῶς χρὴ διακρίνειν τοὺς κύνας ἀπὸ τῶν κατὰ φύσιν ἀνθρώπων, οὐκ ἐκ τοῦ σχήματος λέγω τῆς τοῦ σώματος διαπλάσεως, ἀλλ᾽ ἐκ τῆς κατὰ τὸν βίον διαφορᾶς. ὁ γὰρ τῆς ἐναρέτου πόλεως ἔνοικος ἀληθῶς ἐστιν ἄνθρωπος· εἰ δέ τις περὶ τὴν δυσώδη ἀκολασίαν ἢ τὴν περιττωματικὴν πλεονεξίαν, ἣν κυρίως ἄν τις ὀνομάσειε κόπρον, ἢ περὶ τὰ ἄλλα τῆς κακίας εἴδη τὴν σπουδὴν ἔχοι, ἔξω τοῦ κύκλου τῆς πόλεως ἐκείνης πλανώμενός τε καὶ περιέρπων βοᾷ καθ᾽ ἑαυτοῦ τὸ κύων εἶναι, μεταπλασθείσης ἀπὸ τῆς εἰς τὸν θεὸν ὁμοιότητος ἐπὶ τὸ κυνῶδες τῆς φύσεως. νοεῖς δὲ πάντως διὰ τῶν κυνῶν τὸν ἀρχέγονον κύνα τὸν σαρκοβόρον τε καὶ ἀνθρωποκτόνον, καθώς φησιν ἡ γραφή.

Καὶ τὰ ἐφεξῆς τοῦ ψαλμοῦ διαγράφει τὴν κυνώδη ζωήν. ἀντὶ γὰρ τῆς ὑλακῆς φθόγγον τινὰ διὰ στόματος αὐτῶν γενέσθαι λέγει, καὶ ἀντὶ τῶν κυνοδόντων ῥομφαίαν τοῖς χείλεσιν ὑποκεκρύφθαι φησίν, οὕτω λέγων τοῖς ῥήμασιν· Ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. ἀλλὰ τὰ φοβερὰ ταῦτα τοῖς τὸν θεὸν ἐν ἑαυτοῖς ἔχουσι γέλως ἐστίν. Σὺ γάρ, φησίν, κύριε, ἐκγελάσῃ αὐτούς· ἐγὼ δὲ τὸ κράτος μου πρὸς σὲ φυλάξω. καὶ μετ᾽ ὀλίγα προμηνύει τὴν ὁρισθεῖσαν ὑπὸ τοῦ θεοῦ ἐπὶ τοῦ ἰδίου πλάσματος οἰκονομίαν. φησὶ γάρ· Μὴ ἀποκτείνῃς αὐτούς, ἀλλὰ κατάγαγε αὐτοὺς ἀπὸ τοῦ ὕψους τῆς κακίας εἰς τὸ ἐπίπεδόν τε καὶ ὁμαλὸν τῆς κατὰ θεὸν πολιτείας. ὅπερ δὴ καὶ Παῦλος ὁ μέγας καὶ ὁ βαπτιστὴς Ἰωάννης ἐποίησεν. ἐν Παύλῳ μὲν καθαιρουμένου παντὸς ὑψώματος τοῦ κατὰ τῆς θείας γνώσεως ἐπαιρομένου· ὑπὸ δὲ Ἰωάννου κατὰ τὴν προφητείαν Ἠσαίου παντὸς ὄρους καὶ βουνοῦ πρὸς τὸ ταπεινὸν κατασπωμένου. δι᾽ ὧν μανθάνομεν ὅτι τῶν μὲν ἀνθρώπων ἀφανισμὸς οὐκ ἔσται, ἵνα μὴ τὸ θεῖον ἔργον ἀχρειωθῇ τῷ ἀνυπάρκτῳ ἀφανιζόμενον. ἀλλ᾽ ἀντ᾽ αὐτῶν ἀπολεῖται ἡ ἁμαρτία καὶ εἰς τὸ μὴ ὂν περιστήσεται. Ἁμαρτία γάρ, φησίν, στόματος αὐτῶν καὶ λόγος χειλέων αὐτῶν. καὶ ὑπερηφανία καὶ ἀρὰ καὶ ψεῦδος Ἐν τῇ ὀργῇ τῆς συντελείας οὐκ ὑπάρξουσιν.

ὧν μηκέτι ὄντων, Γνώσονται, φησίν, ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς. μηδαμοῦ γὰρ ὑπολειφθείσης κακίας, πάντως ἔσται τῶν περάτων δεσπότης ὁ κύριος, τῆς νῦν βασιλευούσης τῶν πολλῶν ἁμαρτίας ἐκ ποδῶν γενομένης. εἶτα πάλιν τὸν αὐτὸν ἐπαναλαμβάνει λόγον περὶ τῶν ἐπιστρεφόντων εἰς ἑσπέραν καὶ λιμωττόντων ὡς κύων καὶ ἐν κύκλῳ περιερχομένων τὴν πόλιν, δηλῶν, οἶμαι, διὰ τῆς τοῦ λόγου ἐπαναλήψεως ὅτι καθ᾽ ἑκάτερον οἱ ἄνθρωποι κατά τε τὸ πονηρὸν καὶ τὸ κρεῖττον, ἐν οἷς ἂν νῦν γένωνται, ἐν τοῖς αὐτοῖς καὶ μετὰ ταῦτα γενήσονται. ὁ γὰρ νῦν δι᾽ ἀσεβείας κύκλῳ περιπατῶν καὶ μὴ ἐμβιοτεύων τῇ πόλει μηδὲ τὸν ἀνθρώπινον ἐπὶ τοῦ ἰδίου βίου χαρακτῆρα φυλάσσων, ἀλλὰ ἀποθηριούμενος διὰ τῆς προαιρέσεως καὶ κύων γενόμενος οὗτος καὶ τότε τῆς ἄνω πόλεως ἐκπεσὼν ἐν λιμῷ τῶν ἀγαθῶν κολασθήσεται. ὁ δὲ νικητὴς τῶν ἐναντίων καὶ προϊὼν (καθώς φησιν ἑτέρωθί που ὁ ψαλμῳδός) ἐκ δυνάμεως εἰς δύναμιν καὶ νίκην νίκῃ διαμειβόμενος, Ἄισομαι, λέγει, τῇ δυνάμει σου, καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου, [ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου, καί σοι πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.]