Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Το τέταρτο μέρος των Ψαλμών και η μεσιτεία του Μωυσή

Η μετάβαση σε ανώτερα στάδια θεωρίας μέσω της επισκόπησης του βίου του Μωυσή, η ερμηνεία της θείας αϊδιότητας έναντι της ανθρώπινης παροδικότητας και η παιδαγωγία της επιστροφής στον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 15

ΚΕΦΑΛΑΙΟΝ Ζʹ Τοιαύτης τοίνυν γενομένης ἐν τῷ τρίτῳ τμήματι τῆς ἐπὶ τὸ ὕψος ἀνόδου ὁ ἐπὶ τοσοῦτον ἀναληφθεὶς τὴν διάνοιαν πάλιν τοῦ ὑπερκειμένου βαθμοῦ λαβόμενος γίνεται αὐτὸς ἑαυτοῦ μείζων καὶ ὑψηλότερος, ἐν τῷ τετάρτῳ μέρει οἱονεὶ τρίτον τινὰ κατὰ τὸν Παῦλον διαβὰς οὐρανὸν καὶ τῶν προδιηνυσμένων ὑψωμάτων γεγονὼς ὑψηλότερος. διαδέχεται γὰρ ταῦτα οὐκέτι ὁ κοινὸς ἄνθρωπος, ἀλλ᾽ ὁ προσκολληθεὶς ἤδη καὶ συνημμένος θεῷ.

φησὶ δὲ οὕτως ὁ λόγος τοῦ ἐφεξῆς μέρους ἀρχόμενος· Προσευχὴ τῷ Μωυσῇ ἀνθρώπῳ τοῦ θεοῦ· τοιοῦτος γὰρ ἤδη οὗτος, ὡς μηκέτι παιδαγωγεῖσθαι νόμῳ, ἀλλ᾽ εἰσηγητὴς ἑτέροις γίνεσθαι νόμου· οἷος ἦν Μωυσῆς ἐκεῖνος ὁ ὑψηλός, ὃν ἀκούομεν, ὁ τὴν βασιλικὴν ἀξίαν καθάπερ τινὰ κόνιν περισπασθεῖσαν τῇ βάσει τῶν ποδῶν ἑκουσίως ἐκτιναξάμενος· ὁ τεσσαράκοντα ἔτεσι τῆς μετὰ τῶν ἀνθρώπων ἐπιμιξίας ἑαυτὸν ἀποικίσας καὶ μόνος μόνῳ συζῶν ἑαυτῷ καὶ διὰ ἡσυχίας ἀμετεωρίστως τῇ θεωρίᾳ τῶν ἀοράτων ἐνατενίζων· ὁ τῷ φωτὶ μετὰ ταῦτα τῷ ἀρρήτῳ καταυγασθεὶς καὶ τῆς δερματίνης τε καὶ νεκρᾶς περιβολῆς ἐκλύσας τῆς ψυχῆς τὴν βάσιν· ὁ τὸν Αἰγύπτιον στρατόν τε καὶ τύραννον ταῖς ἐπαλλήλοις ἐκτρίψας πληγαῖς, τὸν δὲ Ἰσραὴλ ἐλευθερώσας τῆς τυραννίδος διὰ τοῦ φωτὸς καὶ τοῦ ὕδατος· ᾧ μετὰ τὴν Αἴγυπτον ὁ χρόνος ἅπας μία κατὰ τὸ συνεχὲς ἡμέρα ἦν, οὐδέποτε τῆς νυκτὸς μελαινομένης τῷ ζόφῳ· διεδέχετο γὰρ μετὰ τὸν ἡμερήσιον δρόμον τὰς τῶν ἀκτίνων αὐγὰς ἕτερον φῶς ἐκ νεφέλης καινοτομούμενον, ὥστε τὸν μὲν ἥλιον κατὰ τὴν ἀναγκαίαν περίοδον αὐτοῖς ἐπιδύεσθαι, τὸ δὲ φῶς συνεχές τε μένειν καὶ ἀδιάδοχον τῆς ἐκ τοῦ στύλου λαμπηδόνος ἀδιαστάτως τὰς αὐγὰς τῶν ἡλιακῶν ἀκτίνων ἐκδεχομένης· ὁ τὸ πικρόν τε καὶ ἄποτον ὕδωρ ἡδύνας τῷ ξύλῳ καὶ τὴν πέτραν εἰς πηγὴν τοῖς διψῶσι μεταποιήσας· ὁ τῆς γηΐνης τροφῆς τὴν οὐράνιον διαμειψάμενος· ὁ ἐν τῷ θείῳ γνόφῳ ὀξυωπῶν καὶ βλέπων ἐν αὐτῷ τὸν ἀόρατον· ὁ τὴν σκηνὴν τὴν ἀχειροποίητον ἱστορήσας καὶ τὸν ἱερωσύνης κόσμον ἀξίως κατανοήσας· ὁ τὰς θεοτεύκτους πλάκας δεξάμενος καὶ συντριβείσας πάλιν ἀναχαράξας· ὁ τῆς ἐμφανισθείσης αὐτῷ θείας δυνάμεως ἐπὶ τοῦ προσώπου φέρων τὰ σύμβολα, καὶ τῇ ἐξ αὐτοῦ λαμπηδόνι οἷόν τισιν ἀκτίνων αὐγαῖς τῶν ἀναξίως ἐντυγχανόντων ἀποστρέφων τὰς ὄψεις· ὁ πυρὶ καὶ χάσματι τοὺς ἐπαναστάντας τῇ ἱερωσύνῃ καταδικάσας καὶ τοὺς εἰς τὴν θείαν χάριν ὑβρίσαντας ἐξαφανίσας· ὁ τὴν γοητείαν τοῦ Βαλαὰμ μεταβαλὼν εἰς εὐσέβειαν· οὗ ἡ τελευτὴ τῆς ζωῆς ἱστόρηται ὑψηλοτέρα· ὁ ἐπὶ τῆς ἀκρωρείας τοῦ ὄρους γενόμενος, καὶ μηδὲν ἴχνος, μηδὲ μνημόσυνον τῆς γηΐνης ἀχθηδόνος τῷ βίῳ ὑπολειπόμενος· ὁ μὴ παραλλάξας τὸν χαρακτῆρα τοῦ κάλλους ὑπὸ τοῦ χρόνου, ἀλλὰ διασώσας ἐν τῇ τρεπτῇ φύσει τὸ ἐν καλῷ ἀναλλοίωτον.

οὗτός ἐστιν ὁ τῆς τετάρτης κατάρχων ἡμῖν ἀναβάσεως καὶ συνεπαίρων ἑαυτῷ τὸν διὰ τῶν τριῶν ἤδη τῶν προδιηνυσμένων ἀνόδων μέγαν γενόμενον. ὁ γὰρ ἐν τούτῳ τῷ ὕψει γενόμενος μεθόριος τρόπον τινὰ τῆς τρεπτῆς τε καὶ ἀτρέπτου φύσεως ἵσταται, καὶ μεσιτεύει καταλλήλως τοῖς ἄκροις, τῷ μὲν θεῷ ἱκετηρίας ὑπὲρ τῶν ἀλλοιωθέντων ἐξ ἁμαρτίας προσάγων, τῆς δὲ ὑπερκειμένης ἐξουσίας τὸν ἔλεον ἐπὶ τοὺς δεομένους τοῦ ἐλέου διαπορθμεύων, ὡς ἂν καὶ διὰ τούτου μάθοιμεν, ὅτι ὅσῳ τις πλέον τῶν χθαμαλῶν τε καὶ γηΐνων ἀφίσταται, τοσούτῳ μᾶλλον προσοικειοῦται τῇ πάντα νοῦν ὑπερεχούσῃ φύσει· καὶ μιμεῖται δι᾽ εὐποιΐας τὸ θεῖον, ἐκεῖνο ποιῶν ὃ τῆς θείας ἐστὶ φύσεως ἴδιον· λέγω δὲ τὸ εὐεργετεῖν πᾶν τὸ εὐεργεσίας δεόμενον, ὅσον ἐπιδεὲς τῆς εὐποιΐας ἐστί.

Τοιαύτην δὴ κατελάβομεν τῆς ψαλμῳδίας ταύτης τὴν ἔννοιαν, ἧς ἡ ἐπιγραφή ἐστιν Προσευχὴ τῷ Μωυσῇ ἀνθρώπῳ τοῦ θεοῦ. ἐπειδὴ γὰρ κεκράτητο τῷ τῆς ἁμαρτίας κακῷ τὸ ἀνθρώπινον καὶ τῆς πρὸς τὸ ἀγαθὸν ἑνώσεως ἀπορραγὲν τοῖς ἐναντίοις συνεφύρετο πάθεσι καί τινος ἐδεῖτο πρεσβείας πρὸς τὸν ἀνακαλέσασθαι τῆς ἀπωλείας δυνάμενον, ἀντὶ πρέσβεως ὁ τοῦ θεοῦ ἄνθρωπος γίνεται, ὑπεραπολογούμενος μὲν τοῦ τῶν ὁμοφύλων πτώματος, εἰς δὲ τὸν τῶν ἀπολωλότων οἶκτον δυσωπῶν τὸ θεῖον. εὐθὺς γὰρ οἷον δικαιολογεῖται πρὸς τὸν ἀκούοντα καί φησι μόνῳ προσεῖναι τῷ θεῷ τὸ ἐν παντὶ ἀγαθῷ πάγιόν τε καὶ ἀκίνητον καὶ ἀεὶ ὡσαύτως ἔχον· ἐν τροπῇ δὲ καὶ ἀλλοιώσει τὸ ἀνθρώπινον κείμενον μηδέποτε ἐπὶ τοῦ αὐτοῦ μένειν, μήτε εἰ πρὸς τὸ κρεῖττον ἀνίοι, μήτε εἰ ἐκπίπτοι τῆς μετουσίας τοῦ κρείττονος. οὗ χάριν καταφυγὴν εἰς σωτηρίαν ἀξιοῖ κατὰ πᾶσαν γενεὰν γίνεσθαι τοῦ πλανωμένου τὸν ἀμετάθετον.

Ἔχει δὲ ἡ λέξις οὕτως· Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. διὰ τί τοῦτο λέγων; ὅτι σύ, φησίν, πρὸ τῆς κτίσεως εἶ, πᾶν τὸ αἰώνιον ἐμπεριέχων διάστημα, ἀφ᾽ οὗ τε ἀρχὴν ἔσχεν ἡ τοῦ αἰῶνος φύσις καὶ εἰς ὅ τι προελεύσεται πέρας· πέρας δὲ τοῦ ἀτελευτήτου ἡ ἀπειρία. Πρὸ τοῦ ὄρη γάρ, φησί, γενηθῆναι καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην, καὶ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ. τὸ δὲ ἀνθρώπινον τῷ τρεπτῷ τῆς φύσεως ἐκ τοῦ ὕψους τῶν ἀγαθῶν πρὸς τὸ ταπεινόν τε καὶ ὀλισθηρὸν τῆς ἁμαρτίας κατενεχθὲν κατεσύρη· οὐκοῦν ὄρεξον, φησί, χεῖρα ὁ ἄπτωτος τῷ ὀλισθήσαντι, ὅπερ εἶ τῇ φύσει, καὶ ἡμῖν τοῦτο γινόμενος, καὶ Μὴ ἀποστρέψῃς αὐτὸν ἐκ τοῦ παρὰ σοὶ ὕψους εἰς τὴν τῆς ἁμαρτίας ταπείνωσιν. εἶτα τῆς δεσποτικῆς φωνῆς διάκονος γίνεται καὶ προφέρει τὴν φιλάνθρωπον ῥῆσιν λέγων· ὅτι Καὶ εἶπας· Ἐπιστρέψατε, υἱοὶ τῶν ἀνθρώπων. ἡ δὲ τοιαύτη φωνὴ δόγμα ἐστί· βλέπει γὰρ πρὸς τὴν φύσιν ὁ λόγος καὶ τὴν θεραπείαν τῶν κακῶν ὑποτίθεται.

ἐπειδὴ γάρ, φησί, τρεπτοὶ ὄντες τοῦ ἀγαθοῦ ἀπερρύητε, χρήσασθε πάλιν πρὸς τὸ καλὸν τῇ τροπῇ· καὶ ὅθεν ἐκπεπτώκατε, ἐπὶ τὸ αὐτὸ πάλιν ἐπαναστρέψατε· ὡς ἐν τῇ προαιρέσει τῶν ἀνθρώπων εἶναι τὸ ἑαυτοῖς νέμειν κατ᾽ ἐξουσίαν ἃ βούλονται, εἴτε τὸ ἀγαθὸν εἴτε τὸ φαῦλον· τὸ δὲ ἐφεξῆς ἕτερον δόγμα ἐστί· φησὶ γὰρ Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου, κύριε, ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθε, τὰ δὲ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. τί οὖν ἐν τούτοις δογματικῶς παιδευόμεθα; ὅτι τῷ ἐξ ἐπιστροφῆς πάλιν πρὸς τὸ ἀγαθὸν ἀναλύσαντι, κἂν μυρίοις ὁ βίος καταστιχθῇ πλημμελήμασιν, ὡς χιλίων ἐτῶν δοκεῖν εἶναι τῶν κακῶν τὸ ἄθροισμα, ἀντ᾽ οὐδενός ἐστι τῷ θεῷ ἐπὶ τοῦ ἐπιστραφέντος· ὁ γὰρ θεῖος ὀφθαλμὸς τὸ ἐνεστὸς ἀεὶ βλέπει, τὸ δὲ παρῳχηκὸς οὐ λογίζεται, ἀλλ᾽ ἀντὶ μιᾶς ἡμέρας ἢ μέρους νυκτὸς παρὰ τῷ θεῷ κρίνεται, ἥτις παρῆλθέ τε καὶ παρέδραμε. τὸ δὲ ἐνεστὸς ἐν κακίᾳ, κἂν ὡς μηδὲν παρὰ τῶν ἁμαρτανόντων ἐξευτελίζηται, ὡς ἐτῶν πλῆθος τῷ θεῷ καθορᾶται. φησὶ γὰρ Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται.

καλῶς δὲ καὶ προσφυῶς ἐξουδενώματα ὀνομάζει τὰ πλημμελήματα· ὅτι πέφυκέ πως ὁ τὸ κακὸν ἐνεργῶν ἀντ᾽ οὐδενὸς ἡγεῖσθαι τὸ πλημμελούμενον καί τινας ἑκάστου τῶν κατὰ κακίαν γινομένων παρευρίσκειν ἀπολογίας, ὥστε πρόχειρον εἶναι τὸ ἐφ᾽ ἑκάστῳ λέγειν Οὐδὲν ἡ ἐπιθυμία καὶ οὐδὲν ἡ ὀργὴ καὶ οὐδὲν ἕκαστον τῶν τοιούτων ἐστί· φύσεως γὰρ ταῦτα κινήματα· ἡ δὲ φύσις ἔργον θεοῦ. οὐκ ἄν τι τούτων ἔν τινι νομισθείη κακῷ τῷ ἐφορῶντι τὴν ἀνθρωπίνην ζωήν· διὰ τοῦτό φησιν, ὅτι τὰ ἐξουδενώματα ταῦτα, ὅταν παρῇ τῇ προαιρέσει τοῦ ἐνεργοῦντος καὶ μὴ παρέλθῃ, ὡς πλάτος ἐτῶν παρὰ τῷ θείῳ ὀφθαλμῷ τὰ καθ᾽ ἕκαστον κρίνεται.

Πάλιν τὸ παροδικὸν τῆς φύσεως ἡμῶν ὑπογράφει τῷ λόγῳ, ὡς ἂν μᾶλλον εἰς ἔλεον τὸν θεὸν δυσωπήσειε. λέγει γάρ, ἐναργῶς ὑπ᾽ ὄψιν ἄγων τῷ ὑποδείγματι, τί χρὴ νομίζειν εἶναι τὴν τῆς φύσεως ἡμῶν ἀθλιότητα, πρωίαν καὶ ἑσπέραν, τουτέστι νεότητα καὶ γῆρας· χλόην ἐν τῷ ὄρθρῳ καὶ ἄνθος καὶ πάροδον. καὶ μετὰ τοῦτο τῆς κατὰ τὴν ἡλικίαν νοτίδος ἀναλωθείσης καὶ τοῦ φυτοῦ ἀπανθήσαντος τῆς τε συμφυοῦς ὥρας διαπνευσθείσης, ξηρότης καὶ μαρασμὸς τὸ λειπόμενον. οὕτω γάρ φησιν ὁ λόγος ὅτι Τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι, τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι, τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη, καὶ ξηρανθείη. τοῦτο ἡ ἀνθρωπίνη φύσις. ἐν δὲ τοῖς ἐφεξῆς πλέον κατοικτίζεται τὸ ἀνθρώπινον, λέγων δεδαπανῆσθαι τῇ ὀργῇ τὴν τῶν ἀνθρώπων ζωὴν οἷόν τινι ἀνέμῳ τῇ τοῦ θυμοῦ προσβολῇ χειμαζομένην. δῆλον δὲ ὅτι διὰ τῆς ὀργῆς καὶ τοῦ θυμοῦ τὴν ἀποστατικὴν διασημαίνει ἐνέργειαν, δι᾽ ἧς ἔκλειψις μὲν γίνεται τῆς ζωῆς τοῖς ἀνθρώποις, ταραχὴ δὲ τοῦ ἡσυχάζοντος. οὕτω δὲ ἡ λέξις ἔχει, ὅτι Ἐξελίπομεν ἐν τῇ ὀργῇ σου καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. καὶ τούτοις ἐπάγει δι᾽ ἀκολούθου τὸ μὴ πρέπειν θεῷ θέαμα ποιεῖσθαι τὴν ἀνθρωπίνην κακίαν, μηδὲ δεῖν φαίνεσθαι τῷ ἀκηράτῳ προσώπῳ τὸν ἐμμολυνθέντα ταῖς ἁμαρτίαις ἡμῶν αἰῶνα· λέγει δὲ οὑτωσὶ τῇ φωνῇ τὴν τοιαύτην ἑρμηνεύων διάνοιαν· Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σοῦ.

ὡς ἂν εἴ τις τὸ ἵνα τί προσθεὶς ἐπὶ τὸ σαφέστερον προάγοι τὸν λόγον, ὡς εἶναι τοιαύτην τοῦ ῥήματος τὴν διάνοιαν, ὅτι Σοὶ πρέπει τὰ καλὰ ἐν ὀφθαλμοῖς ἔχειν, τὸ δὲ ἄνομον τοῦ παρὰ σοῦ ὁρᾶσθαι ἀνάξιον. τοιοῦτον οὖν ποίησον τὸ ἀνθρώπινον, ὡς τῆς σῆς ἐπισκοπῆς μὴ ἀνάξιον εἶναι, ἀλλὰ γενέσθαι τὸν αἰῶνα ἡμῶν τοῦ σοὶ φαίνεσθαι ἄξιον· ὡς τό γε νῦν ἔχον πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον· τὸ γὰρ ἐν σοὶ μὴ εἶναι, οὐδέ ἐστιν ὅλως εἶναι· ὧν γὰρ ἐπικρατήσει ἡ τῆς ὀργῆς δυναστεία, ἀνυπόστατός τε καὶ σκιοειδής ἐστιν ἡ ζωὴ καθ᾽ ὁμοιότητα τοῦ ἀραχνίου νήματος· ὡς γὰρ ἐκεῖνο φαίνεται μέν, ἕως ἂν συνεστὸς τύχῃ, εἰ δέ τις ἐπαγάγοι τὴν χεῖρα, παραχρῆμα πρὸς τὴν ἐπαφὴν τῶν δακτύλων διαρρυὲν ἀφανίζεται· οὕτως καὶ ὁ ἀνθρώπινος βίος ταῖς ἀνυποστάτοις σπουδαῖς οἷόν τισιν ἐναερίοις νήμασιν ἀεὶ συμπλεκόμενος μάτην ἐξυφαίνει ἑαυτῷ τὴν ἀνύπαρκτον ἱστουργίαν.

οὗπερ εἴ τις καθάψαιτο στερρῷ λογισμῷ, διαδιδράσκει τὴν λαβὴν ἡ ματαία σπουδὴ καὶ εἰς οὐδὲν ἀφανίζεται· πάντα γὰρ τὰ κατὰ τὴν ζωὴν ταύτην σπουδαζόμενα οἴησίς ἐστι καὶ οὐχ ὑπόστασις· οἴησις ἡ τιμή, τὸ ἀξίωμα, τὸ γένος, ὁ τύφος, ὁ ὄγκος, ὁ πλοῦτος, πάντα τὰ οἷς ἐμμελετῶσιν αἱ τοῦ βίου ἀράχναι, οὗ χάριν τὰ τοιαῦτα τοῦ θεοῦ δεῖται θεραπεύοντος· ταύτην γὰρ ἡγοῦμαι τοῦ ῥητοῦ τὴν διάνοιαν τοῦ λέγοντος ὅτι Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. οὐχ ὅτι τῷ ὑπὲρ τὸ μέτρον τοῦτο ζῶντι ὁ βίος ἐπίπονος, ἀλλ᾽ ὅτι τῆς οὕτω βραχείας ζωῆς ἐν κόπῳ τὸ πλέον ἐστὶ καὶ πόνῳ. πόνος, ἡ νηπιότης· κόπος, ἡ νεότης· ὁ ἐν τῷ μέσῳ βίος πλέον τοῖς πόνοις ἐνδαψιλεύεται. τὸ δὲ γῆρας διαφερόντως αὐτῇ τῇ πολιᾷ καὶ ταῖς ῥυτίσι τὸν πλεονασμὸν τοῦ κόπου μαρτύρεται. πάλιν ἕτερον ἐπινοεῖ τρόπον, ὅπως ἂν τοῖς ἀνθρώποις ἱλεωθείη τὸ θεῖον. τοιαύτη δὲ τῶν λεγομένων ἐστὶν ἡ διάνοια· ὁ μὲν τῶν ἁμαρτιῶν ἡμῶν ὄγκος μεγάλην ἐφέλκεται τὴν τιμωρίαν· οὐτιδανὴ δὲ τῆς φύσεως ἡ ὑπόστασις, ὡς μὴ χωρῆσαι τὴν κατ᾽ ἀξίαν ἐπὶ τοῖς πλημμεληθεῖσιν ὀργήν.

ἀλλὰ κἂν πρᾶον ᾖ τὸ ἐπαγόμενον εἰς τιμωρίαν ἡμῖν, ἱκανὸν ἔσται πρὸς παιδείαν τοῖς ὑπομένουσιν· εἰ οὖν τὸ πρᾶον τῆς ἀντιδόσεως πρὸς παίδευσίν τε καὶ τιμωρίαν ἐξήρκεσεν, τίς τὸ κράτος τῆς ὀργῆς ὑποστήσεται; ἢ τίς ἀριθμὸς τοῦ θυμοῦ τὸν φόβον ἐκμετρῆσαι δυνήσεται;

Εἰ οὖν ἀνυπόστατος μὲν ἡ ὀργή, χωρητὴ δὲ ἡ κατὰ φιλανθρωπίαν ἐνέργεια, οὕτως γνώρισον ἡμῖν τὴν δεξιάν σου, ὡς χωρῆσαι δυνάμεθα ἐν σοφίᾳ, οὐκ ἐν τιμωρίᾳ, παρὰ σοῦ τῆς παιδεύσεως ἡμῖν ἐνεργουμένης. προεκτεθείσης τοίνυν ἡμῖν τῆς διανοίας, ἀκόλουθον ἂν εἴη καὶ αὐτὰ ἐπαγαγεῖν τὰ θεόπνευστα ῥήματα τοῦτον ἔχοντα τὸν τρόπον· Ὅτι ἐπῆλθε πραότης ἐφ᾽ ἡμᾶς καὶ παιδευθησόμεθα. τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; τὴν δεξιάν σου οὕτως γνώρισόν μοι καὶ τοὺς πεπαιδευμένους τὴν καρδίαν ἐν σοφίᾳ ἐπίστρεψον· καλὴ δὲ ἡ λέξις ἡ κατὰ τὸ ἀκόλουθον ἐπαχθεῖσα τοῖς εἰρημένοις. λέγει γὰρ ὅτι οὐ χωροῦμεν δι᾽ ἀσθένειαν φύσεως τὸ τῆς ὀργῆς μέγεθος, ὃ κινεῖ καθ᾽ ἡμῶν ἡ ἁμαρτία, χρήζομεν δὲ τοῦ παιδευθῆναι. Παιδευσάτω ἡμᾶς ἡ δι᾽ ἐπιστροφῆς σωτηρία μᾶλλον ἤπερ ἡ ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν τιμωρία. οὐκοῦν ἐπίστρεψον ἡμᾶς, κύριε, μηδὲν πρὸς τὴν χάριν ἀναβαλλόμενος. τὸ γὰρ Ἕως πότε σημαίνει τὸ ἐπισπεῦσαι τὴν χάριν, Καὶ παρακλήθητι, φησίν, ἐπὶ τοῖς δούλοις σου. οὐ γὰρ ἀλλοτρίοις, φησίν, ἀλλ᾽ ἰδίοις καταλλαγήσῃ δούλοις.

εἶτα ὡς τυχὼν ἤδη τῆς χάριτος καὶ ἰδὼν ἐκεῖνο τὸ φῶς, δι᾽ οὗ τὸ σκότος τῶν ἐν τῷ βίῳ πλανωμένων καταφωτίζεται, καὶ ὅθεν τε ἡ κατ᾽ ἀρετὴν ἡμέρα ἄρχεται, Ἐνεπλήσθημεν, φησίν, τὸ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν, ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν εὐφράνθημεν. διεδέξατο γὰρ ἡ ἐν σοὶ χαρὰ τὸν ἐν τῇ ταπεινώσει τῆς ἁμαρτίας χρόνον, καὶ παρῆλθε τὰ τῆς κακίας ἔτη. οὕτω γὰρ νοοῦμεν τὸ Ἀνθ᾽ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. καὶ οὕτω θαρσεῖ, τέκνα τῶν ἔργων τοῦ θεοῦ τοὺς δι᾽ ἐπιστροφῆς πεφωτισμένους κατονομάζων. Ἴδε γάρ, φησίν, ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου· τοὺς περὶ τὸν Ἀβραὰμ πατριάρχας ἐνδείκνυται. οὗτοι γὰρ ὡς ἀληθῶς θεοῦ ἔργα εἰσί. Καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. οἱ γὰρ τὰ ἔργα ποιοῦντες τοῦ Ἀβραὰμ τέκνα γίνονται τῶν πατριαρχῶν, δι᾽ ἀρετῆς πρὸς τὴν συγγένειαν αὐτῶν εἰσποιούμενοι. εἶτα ἐν τοῖς τελευταίοις συνάπτει διὰ καθαρότητος τῷ θεῷ τὸ ἀνθρώπινον, ἐπευχόμενος τοῦ θεοῦ τὴν λαμπρότητα καὶ τῷ ἡμετέρῳ βίῳ διὰ καθαρᾶς ζωῆς ἐπαστράπτειν· Ἔστω γάρ, φησίν, ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ᾽ ἡμᾶς, ὡς πάντα τὰ ἐπιτηδεύματα τῆς ζωῆς ἡμῶν καρπὸν φέρειν σωτήριον καὶ πάντα ἃ πράττομεν πρὸς ἕνα σκοπὸν βλέπειν.

διὰ τοῦτο πληθυντικῶς εἰπὼν ὅτι Καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ᾽ ἡμᾶς, εἰς ἓν ἔργον τὰ πολλὰ συστείλας ἐπάγει, ὅτι Καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. ἡ γὰρ ποικίλη τε καὶ πολυειδὴς τῶν ἀρετῶν ἐπιμέλεια ἓν ἔργον γίνεται. τοῦτο δέ ἐστιν ἡ τοῦ κατορθοῦντος σωτηρία.

Οὕτω δὲ τετάρτῳ βαθμῷ τῆς ψαλμικῆς ἀναβάσεως ἐπάρας ὁ προφήτης τῶν συνανιόντων αὐτῷ τὴν διάνοιαν, καὶ ὑπερθεὶς πάσης τῆς κατὰ τὸν βίον τοῦτον σπουδαζομένης τοῖς πολλοῖς ματαιότητος, ἐν τῷ δεῖξαι τὴν ἀραχνώδη τε καὶ ἀνυπόστατον τοῦ ὑλικοῦ βίου ἀπάτην εἰς οὐδὲν πέρας ἀγαθὸν προϊοῦσαν τοῖς ματαιάζουσι.