Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Η πέμπτη βαθμίδα της θεωρίας και η τελική μακαριότητα

Η είσοδος στην πέμπτη ψαλμική ανάβαση, η λύτρωση από τον θάνατο και τον κλύδωνα των παθών, καθώς και η τελική συμφωνία της κτίσεως σε έναν κοινό αγγελικό και ανθρώπινο αίνο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 15

ΚΕΦΑΛΑΙΟΝ Ηʹ Δι᾽ ἀκολούθου καθάπερ τινὶ κορυφῇ τῷ ὑψηλοτάτῳ τῆς θεωρίας βαθμῷ διὰ τοῦ πέμπτου μέρους προσάγει τὸν ἀκολουθῆσαι πρὸς τὸ ὕψος δυνάμενον, διαπτάντα τὰς τῶν βιωτικῶν ἀραχνίων διαπλοκὰς στερρῷ τῷ πτερῷ. οἱ γὰρ χνοώδεις τε καὶ ἐξίτηλοι ἐν ἀσθενεῖ καὶ ἀτόνῳ τῇ πτήσει μυιῶν δίκην τὰ γλίσχρα τοῦ βίου περιλιχνεύοντες ἐμπλέκονται καὶ ἐνδεσμοῦνται καθάπερ τισὶ δικτύοις τῇ τῶν τοιούτων νημάτων περιβολῇ· λέγω δὴ τρυφαῖς καὶ τιμαῖς καὶ δόξαις καὶ ταῖς ποικίλαις ἐπιθυμίαις οἷόν τισιν ἀραχνίοις ὑφάσμασιν ἐνειλούμενοι, θήραμα καὶ βρῶμα γινόμενοι τοῦ θηρίου ἐκείνου τοῦ διὰ τῶν τοιούτων θηρεύοντος. εἰ δέ τις ἀετώδης τὴν φύσιν ὢν ὀξυτέρως πρὸς τὴν ἀκτῖνα τοῦ φωτὸς βλέπων ἀτρέπτῳ τῷ τῆς ψυχῆς ὀφθαλμῷ καὶ πρὸς τὸ ὕψος ἑαυτὸν συντείνων τοῖς τοιούτοις ἐμπελάσειεν ἀραχνίοις, μόνῃ τῇ αὔρᾳ τῶν ὠκυπτέρων ἐν τῷ ῥοίζῳ τῆς πτήσεως ἐξαφανίζει πᾶν τὸ τοιοῦτον, ὅτι περ ἂν πλησιάσῃ, τῇ τῶν πτερύγων ὁρμῇ.

τὸν οὖν τοιοῦτον ἑαυτῷ συνεπάρας ὁ ὑψηλὸς προφήτης ἐπὶ τὴν ἀκρώρειαν τῆς πέμπτης ἀναβάσεως ἄγει, ἐν ᾗ πᾶσα οἷόν τις συμπλήρωσίς τε καὶ ἀνακεφαλαίωσις τῆς ἀνθρωπίνης σωτηρίας ἐστίν, ἐν γὰρ τῷ πρὸ τούτων διὰ τῆς τοῦ Μωυσέως φωνῆς πολλὰ περὶ τοῦ τρεπτοῦ τε καὶ ἀτρέπτου φιλοσοφήσας, ὡς τοῦ μὲν ἀεὶ ὄντος ὅπερ ἐστίν, τοῦ δὲ πάντοτε γινομένου ὅπερ οὐκ ἔστιν (τοῦτο γάρ ἐστιν ἡ τροπή, ἡ ἀπὸ τοῦ ἐν ᾧ ἐστιν εἰς τὸ ἐν ᾧ οὐκ ἔστι μετάβασις) καὶ δείξας ὅτι τῇ αὐτῇ δυνάμει κατ᾽ ἐξουσίαν ἡ φύσις πρός τε τὸ κακὸν ἀπορρέει, καὶ πάλιν δι᾽ ἐπιστροφῆς πρὸς τὸ ἀγαθὸν ἐπανάγεται, ὡς δυνατὸν εἶναι τὴν τοῦ θεοῦ λαμπρότητα τῇ ἀνθρωπίνῃ πάλιν ἐπιλάμψαι ζωῇ, νῦν πᾶσαν τὴν ἐκ θεοῦ γινομένην χάριν ἡμῖν ἀνακαλύπτει τῷ λόγῳ πολυτρόπως αὐτὴν ὑπ᾽ ὄψιν ἄγων τοῖς ἀπὸ τοῦ ὕψους καθορῶσι τὰ θεῖα θαύματα. οὐ γὰρ ἠρκέσθη δι᾽ ἑνὸς τρόπου παραδηλῶσαι τὴν χάριν, ἀλλὰ ποικίλως μὲν διασκευάζει τὰς συμφοράς, αἷς διὰ τῆς πρὸς τὸ κακὸν ῥοπῆς συνεπέσομεν. πολυτρόπως δὲ τὴν γενομένην ἡμῖν ἐκ τοῦ θεοῦ πρὸς τὸ ἀγαθὸν συμμαχίαν ἐκδιηγεῖται, ὡς ἂν τὰς εἰς τὸ εὐχαριστεῖν ἀφορμὰς πλεονάσειε, πρὸς λόγον τῶν ἀγαθῶν καὶ τῆς εὐχαριστίας πρὸς τὸν θεὸν πλεοναζούσης.

Εὐθὺς γάρ φησι τοῦ λόγου ἀρχόμενος Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῆς γὰρ ἐξομολογήσεως ἐπὶ τῆς εὐχαριστίας νῦν, οὐκ ἐπὶ τῆς ἐξαγορεύσεως νοουμένης, ἐπὶ τῇ ἀγαθότητι τὸν θεὸν δοξάζειν διακελεύεται μόνῃ, τοῦτο σημαίνων, ὅτι ὅσα γέγονεν ἐκ θεοῦ τοῖς ἀνθρώποις ἀγαθὰ καὶ σωτήρια, χάριτι πάντα καὶ ἀγαθότητι γέγονεν. οὐδεμίαν ἡμῶν πρὸς τὸ ἀγαθὸν αἰτίαν παρασχομένων, τοὐναντίον μὲν οὖν ἐν πάσῃ κακίᾳ γεγονότων ἡμῶν ἐκεῖνος τῆς ἰδίας οὐκ ἐξίσταται φύσεως, ἀλλ᾽ ὅπερ ἐστί, τοῦτο ποιεῖ. οὐδὲ γὰρ εἰκὸς ἦν τὸν ἀγαθὸν τῇ φύσει ἄλλο τι παρ᾽ ὃ πέφυκεν ἐνεργῆσαι. Εἰπάτωσαν, φησίν, οἱ λελυτρωμένοι ὑπὸ κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ, καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης. τὴν παντελῆ τοῦ γένους τῶν ἀνθρώπων πρὸς τὸ ἀγαθὸν ἐπάνοδον ὁ λόγος εὐαγγελίζεται. ἡ γὰρ λύτρωσις τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἀνάκλησιν ἑρμηνεύει τῷ ῥήματι. ὁ δὲ θεὸς λύτρον δέδωκεν ἑαυτὸν ὑπὲρ τῶν κεκρατημένων ὑπὸ τοῦ θανάτου Τῷ τὸ κράτος ἔχοντι τοῦ θανάτου· καὶ ἐπειδὴ πάντες ἦσαν ἐν τῇ τοῦ θανάτου φρουρᾷ, πάντας δηλονότι ἐξωνεῖται τῷ λύτρῳ, ὡς μηδένα καταλειφθῆναι τῇ δυναστείᾳ τοῦ θανάτου μετὰ τὴν γινομένην τοῦ παντὸς ἀπολύτρωσιν. οὐδὲ γάρ ἐστι δυνατὸν ἐν θανάτῳ τινὰ εἶναι, τοῦ θανάτου μὴ ὄντος.

Διὸ τετραχῇ τῆς οἰκουμένης ἁπάσης κατὰ τὴν θέσιν διῃρημένης, οὐδὲν ὁ λόγος ὑπελείπετο μέρος τῆς θείας λυτρώσεως ἄμοιρον. φησὶ γὰρ Ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης, θαλάσσῃ διασημαίνων τὸ νότιον. ἐν κεφαλαίῳ τοίνυν τὴν τοῦ θεοῦ προεκθέμενος εὐποιΐαν, ἣν ἐπὶ πάσης τῆς ἀνθρωπίνης ἐνήργησε φύσεως, μετὰ τοῦτο διασκευαῖς τισι τήν τε πρὸς τὸ κακὸν ἀπορροὴν τῶν ἀνθρώπων ἐκδιηγεῖται καὶ τὴν ἐφ᾽ ἑκάστῳ γεγενημένην παρὰ τοῦ θεοῦ πρὸς τὸ κρεῖττον χειραγωγίαν· λέγει δὲ οὕτως· Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ ὁδόν· ἀφέντες γάρ, φησί, τὴν ὁδὸν (ὁδὸς δέ ἐστιν ὁ κύριος) ἐν τῇ ἐρήμῳ ἔξω τῆς τοῦ θεοῦ ἐπισκοπῆς ἐπλανῶντο, ἣ ξηρὰ ἦν πᾶσα καὶ ἄνικμος τῆς πνευματικῆς δρόσου κεχωρισμένη. διὰ τοῦτο τὴν πόλιν τοῦ θεοῦ, ἐν ᾗ τὸ κατοικητήριον τῶν ἀξίων ἐστίν, ἐν τῇ ἀνοδίᾳ πλανώμενοι εὑρεῖν οὐκ ἠδύναντο. φησὶ γὰρ ὅτι Πόλιν κατοικητηρίου οὐχ εὗρον πεινῶντες καὶ διψῶντες· τῇ γὰρ ἀτροφίᾳ τῆς δυνάμεως αὐτῶν ἐκλειπούσης, ἐν ἐπιτάσει τὸ κακὸν αὐτοῖς ἦν. πῶς γὰρ ἦν τροφὴ ἐν αὐχμώσῃ τε καὶ ἀγόνῳ τῇ γῇ; πόθεν δὲ θεραπεῦσαι τὸ δίψος ἐν τῇ ἀνύδρῳ;

δῆλον δὲ ὅτι οὔτε τροφὴν τὸν ἄρτον οὔτε πόσιν τὸ ὕδωρ ἡ προφητεία λέγει, ἀλλὰ τροφὴν μὲν τὴν ἀληθῆ βρῶσιν, πόσιν δὲ τὸ πνευματικὸν ἐκεῖνο πόμα· τὰ δὲ δύο ταῦτα ὁ κύριος γίνεται, καταλλήλως τοῖς δεομένοις ἑαυτὸν ἐμπαρέχων, τροφὴ μὲν τοῖς πεινῶσι, πηγὴ δὲ τοῖς διψῶσι γινόμενος. τίς οὖν εὑρέθη τῆς τοιαύτης ἀμηχανίας ἡ λύσις, τῆς πλάνης, τῆς ἐρημίας, τῆς ἐν ἀνύδρῳ ταλαιπωρίας, τῆς ἐκ τοῦ λιμοῦ γινομένης λειποθυμίας; ὢ τοῦ θαύματος! μία φωνὴ πρὸς τὸν θεὸν ἐπιστρεπτικῶς γινομένη πάντα πρὸς τὸ καλὸν μετεποίησεν. Ἐκέκραξαν γάρ, φησί, πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτοὺς καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου. ὁδὸν λέγει αὐτὸν τὸν κύριον, ἧς ἀπεσφάλησαν. λέγει δὲ ἡ ὁδὸς αὕτη ἐν τῷ εὐαγγελίῳ ὅτι Οὐδεὶς ἔρχεται πρός με, ἐὰν μὴ ὁ πατήρ μου βούληται ἑλκύσαι αὐτόν. διὰ τοῦτο ὁ θεὸς τοὺς πεπλανημένους ἐπὶ τὴν ὁδὸν ἄγει. ὁ δὲ αὐτὸς οὗτος καὶ πόλις γίνεται κατοικητηρίου, καθώς φησιν ὁ ἀπόστολος ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν.

καλῶς ἐπάγει τὴν προτρεπτικὴν τῆς εὐχαριστίας φωνήν, ὅτι οἱ τούτων τετυχηκότες Ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων, τουτέστι μὴ σιωπῇ τὴν εὐεργεσίαν ἐν ἀγνωμοσύνῃ κρυπτέτωσαν, ἀλλὰ διαβοάτωσαν ἐν εὐχαριστίᾳ τὴν χάριν, ὅτι κενὴν οὖσαν τῶν ἀγαθῶν τὴν ψυχὴν πλήρη ἐποίησεν. Ἐχόρτασε γάρ, φησίν, ψυχὴν κενὴν καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. πάλιν ἑτέρῳ τρόπῳ τὴν συμφορὰν τῆς φύσεως ὑπ᾽ ὄψιν ἄγει, καὶ τὴν θείαν ἐκδιηγεῖται φιλανθρωπίαν, δι᾽ ἧς πρὸς τὸ κρεῖττον ἡ φύσις μετασκευάζεται. ἃ δὲ λέγει τοιαῦτά ἐστιν· ὅτι ἀπέστη τοῦ φωτὸς τὸ ἀνθρώπινον καὶ πρὸς τὴν ἁμαρτίαν συνώκλασε καὶ οὐκέτι ἦν ἐν τῷ ὀρθίῳ τοῦ σχήματος καὶ τῆς ὄντως ἀπεξενώθη ζωῆς. Καθημένους γάρ, φησίν, ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ. ἀκίνητον γὰρ ἦν ἀπὸ τοῦ κακοῦ τῇ βαρείᾳ κατεχόμενον πέδῃ. πέδη δὲ ἡ τοῦ καλοῦ πτωχεία ἐστίν, οἷόν τις σίδηρος περιτυπωθεὶς ταῖς καρδίαις. πάντων δὲ τούτων ὑπόθεσις ἦν ἡ τοῦ θείου νόμου παρακοὴ καὶ ἡ τῆς βουλῆς τοῦ ὑψίστου ἀθέτησις. ταῦτα γὰρ σημαίνει λέγων, Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ θεοῦ καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν. ἐπὶ τούτοις κατὰ τὸ εἰκὸς κόπος καὶ ταπείνωσις τὴν ζωὴν τῶν τοιούτων ἐκδέχεται, κόπος μὲν ὅτι τῆς τροφῆς ἐχωρίσθησαν, ταπείνωσις δὲ ὅτι ἐν τῷ ὑψίστῳ διαμεῖναι οὐκ ἠβουλήθησαν.

Ἐταπεινώθη γάρ, φησί, ἐν κόποις ἡ καρδία αὐτῶν. ὁ δὲ χωρισμὸς τῆς δυνάμεως οὐδὲν ἄλλο ἐστὶν ἢ ἀσθένεια· τίς γὰρ ἂν χωρὶς δυνάμεως εὑρεθείη βοήθεια; διό φησιν Ἠσθένησαν καὶ οὐκ ἦν ὁ βοηθῶν. ἀλλὰ πάλιν μία φωνὴ πρὸς εὐφροσύνην τὰς συμφορὰς μετεσκεύασεν. Ἐκέκραξαν γάρ, φησί, πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. ἀφανίζει τὸ σκότος, διαλύει τὸν θάνατον, τὰ δεσμὰ διαρρήγνυσιν.

Ἐξήγαγεν γάρ, φησίν, αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν. οὐκοῦν ἀνακηρυττέσθω, φησί, δι᾽ εὐφημίας ἡ χάρις, ὅτι ἡ ἄφυκτος τοῦ θανάτου φρουρὰ διελύθη, ἡ ταῖς χαλκαῖς πύλαις καὶ τοῖς σιδηροῖς ἠσφαλισμένη μοχλοῖς, καθώς φησιν ὁ προφήτης. τοιαύτη γάρ τις ἡ περὶ τὸν θάνατον ἰσχὺς ἐνομίζετο, ἕως οὔπω τῇ παρουσίᾳ τῆς ὄντως ζωῆς ἐξηφανίσθη τοῦ θανάτου τὸ κράτος, ὅτι πᾶν τὸ ἐντὸς ἐκείνου γενόμενον ὥσπερ τισὶ μοχλοῖς σιδηροῖς καὶ πύλαις ἀτρίπτοις κρατούμενον ἀναπόδραστον ἔμενεν, ἀλλὰ Συνέτριψε, φησί, πύλας χαλκᾶς καὶ μοχλοὺς σιδηροῦς συνέθλασε, τοῦτο δέ ἐστι τὸ τὴν ὁδὸν τῆς ἀνομίας αὐτῶν ἀφανίσαι καὶ μετασκευασθῆναι τὴν ζωὴν πρὸς εὐσέβειαν. οὗτος ὁ ἀφανισμὸς τῶν πυλῶν ἐκείνων ἐστὶ τὸ εἰς δικαιοσύνην μεταρρυθμισθῆναι τὸν βίον. Ἀντελάβετο γάρ, φησίν, αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν.

Πάλιν ἑτέρως τὴν ἀνθρωπίνην ἀθλιότητα τῷ λόγῳ παρίστησι. λέγει δὲ τὴν διάνοιαν ταύτην, ὅτι ταπείνωσίς ἐστιν ἡ ἀνομία καὶ καλῶς τὸ τοιοῦτόν φησιν· συμφέρεται γάρ τις καὶ ἄλλου προφήτου λόγος τῷ τοιούτῳ νοήματι, ὅς φησιν Ἐπὶ τάλαντον μολίβδου καθῆσθαι τὴν ἀνομίαν, ἐνδεικνύμενος ὅτι βαρεῖά τίς ἐστι καὶ κατωφερὴς ἡ κακία, τὸν ἐν ὑψηλοῖς διὰ τὴν πρὸς τὸ θεῖον ὁμοίωσιν ὄντα εἰς τὸν βόθυνον ἑαυτῆς συγκαθέλκουσα· φησὶ γάρ, ὅτι Διὰ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. καὶ διὰ τοῦτο τὴν παντοδύναμον ἐκείνην τροφὴν ἀπεστράφησαν, περὶ ἧς λέγει πρὸς τοὺς πρώτους 〈ἀνθρώπους〉 ὁ λόγος, ὅτι Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ. ὡς γὰρ ἐκεῖ πᾶν ξύλον ὀνομάζει τὸ πλήρωμα παντὸς ἀγαθοῦ, οὕτως ἐνταῦθα τὴν ἀληθῆ καὶ παντοδύναμον βρῶσιν πᾶν βρῶμα ὀνομάζει ὁ λόγος, οὗ ἡ ἀποστροφὴ ποιεῖ τὴν ἀσθένειαν τὴν εἰς θάνατον λήγουσαν. λέγει δὲ οὕτως, ὅτι Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. καὶ πάλιν ἡ πρὸς τὸν θεὸν φωνὴ εἰς πανήγυριν τὴν συμφορὰν ἀναστρέφει.

Ἐκέκραξαν γάρ, φησί, πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς, καὶ διηγεῖται τῆς σωτηρίας τὸν τρόπον· εὐαγγέλιον δὲ ἄντικρύς ἐστιν ἡ διήγησις· Ἀπέστειλε γάρ, φησί, τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ὁρᾷς ζῶντα καὶ ἔμψυχον λόγον ἐπὶ σωτηρίᾳ τῶν ἀπολλυμένων ἀποστελλόμενον καὶ τῆς φθορᾶς τὸν ἐν αὐτῇ γεγονότα ῥυόμενον. ποῖος εὐαγγελιστὴς οὕτω γυμνῶς ἐκβοᾷ τὸ μυστήριον; οὐκοῦν ἀνευφημείσθω, φησί, παρὰ τῶν εὖ πεπονθότων ἡ χάρις, καὶ ὕμνος ἐπὶ ταῖς εὐεργεσίαις ἡ εὐφημία γινέσθω. Θυσάτωσαν γὰρ αὐτῷ, φησί, θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει. μετὰ ταῦτα πάλιν διασκευάζει τὰ πάθη καὶ πάλιν ἐπάγει τοῦ θεοῦ μετὰ τὰ πάθη τὴν χάριν. λέγει δὲ τὴν ἀβουλίαν τῶν ἀνθρώπων, ὅτι καταλιπόντες τὴν σταθερὰν καὶ ἀκλυδώνιστον ζωὴν πελάγιοι τῇ προαιρέσει ἐγένοντο· Οἱ καταβαίνοντες γάρ, φησίν, εἰς τὴν θάλασσαν ἐν πλοίοις, καὶ ἀντὶ τοῦ ἐργάζεσθαι τὸν παράδεισον, ἐν ᾧ πρότερον ἐτάχθησαν, ὑποβρύχιον ποιούμενοι τὴν ἐργασίαν. θάλασσαν δὲ λέγει τὴν ὑλώδη ταύτην ζωὴν τὴν πᾶσι τοῖς τῶν πειρασμῶν ἀνέμοις ταρασσομένην καὶ τοῖς ἐπαλλήλοις πάθεσι κυμαινομένην. Ποιοῦντες γάρ, φησίν, ἐργασίαν ἐν ὕδασι πολλοῖς. καὶ Αὐτοὶ εἶδον τὰ ἔργα κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.

βύθιοι γὰρ ἐν τῇ κακίᾳ τοῦ βίου γενόμενοι καὶ πολλάκις τὰ πονηρὰ τῆς ψυχῆς παθόντες ναυάγια, εἶδον ἐφ᾽ ἑαυτῶν τὰ τῆς φιλανθρωπίας ἔργα τοῦ ἐκ τῶν βυθῶν ἡμᾶς ἀνασώσαντος. Εἶπεν γάρ, φησίν, καὶ ἔστη πνεῦμα καταιγίδος. τοῦτο δὲ οὐκ εἰς τὸν θεὸν ἀλλ᾽ εἰς τὸν ἐχθρὸν ἀνακτέον τὸ νόημα. ἡ γὰρ τοῦ ἀντικειμένου φωνὴ τὸ τῆς καταιγίδος πνεῦμα ἐργάζεται. καταιγὶς δὲ λέγεται βίαιος ἄνεμος οὐκ ἐπ᾽ εὐθείας προσπίπτων, ἀλλὰ περὶ ἑαυτὸν ἀνειλούμενος δι᾽ ὀξείας στροφάλιγγος, ὃς ἐπειδὰν ἐμπέσῃ ποτὲ βιαίως τῷ ὕδατι, καθάπερ τινὸς πέτρας ἐγκαταβληθείσης μεγάλης, ὑποκλυσθεῖσα τῷ βάρει ἡ θάλαττα σχίζεται κατ᾽ ἀνάγκην τῇ βίᾳ τοῦ πνεύματος, ὅπουπερ ἂν ἐνσκήψῃ βρίσας ὁ ἄνεμος, τῆς τοῦ βάρους ἐμπτώσεως ἔνθεν καὶ ἔνθεν ἐπὶ τὸ ἄνω τὸ ὕδωρ ἀναπτυούσης. διὰ τοῦτο προστίθησιν ἐναργῶς ὑπογράφων τὰ φοβερά, ὅτι ὁμοῦ τῷ ἐνσκῆψαι τὸ πνεῦμα τῆς καταιγίδος Ὑψώθῃ τὰ κύματα τῆς θαλάσσης ἀναβαίνοντα ἕως τῶν οὐρανῶν καὶ καταβαίνοντα ἕως τῶν ἀβύσσων. τῷ ὄντι γὰρ ἡ εἰς τὸ ὕψος τῶν τοιούτων κυμάτων ἔπαρσις, λέγω δὴ τὰ τῶν παθῶν κύματα, τῆς εἰς τὴν ἄβυσσον καταβάσεως αἴτια γίνεται. ἄβυσσον δὲ πολλαχῇ τῆς γραφῆς τὸ τῶν δαιμόνων ἐνδιαίτημα μεμαθήκαμεν.

οἱ δὲ τῇ ταραχῇ ταύτῃ καὶ τῷ σάλῳ τῶν κυμάτων ἐγκυματισθέντες ἔκφρονες ὑπὸ σκοτώσεως γίνονται, καθάπερ ὑπὸ μέθης τῆς κατὰ τὸν πλοῦν τὸν τοιοῦτον ἀηδίας καρηβαρήσαντες· Ἐταράχθησαν γάρ, φησίν, καὶ ἐσαλεύθησαν ὡς ὁ μεθύων. οἱ δὲ ἅπαξ τοῦ φρονεῖν ἔξω γενόμενοι οὐδεμιᾶς εὐποροῦσι πρὸς σωτηρίαν βουλῆς, ἀλλὰ προναυαγεῖ αὐτῶν ἡ σοφία καὶ προαπόλλυται. διὰ τοῦτό φησιν, ὅτι καὶ Πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. καὶ πάλιν καὶ τούτων ἐν τοσούτοις γεγονότων κακοῖς λύσις γίνεται τῆς ἀμηχάνου ταύτης ταλαιπωρίας ἡ πρὸς τὸ θεῖον φωνή.

Ἐκέκραξαν γάρ, φησί, πρὸς κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. καὶ παραχρῆμα ἡ καταιγὶς εἰς πνεῦμα μετεβλήθη φορόν τε καὶ πλόϊμον, καὶ γαληνιάζει ἐκ τῶν κυμάτων καταστορεσθεῖσα δι᾽ ἡσυχίας ἡ θάλασσα. Ἔστησε γάρ, φησί, τὴν καταιγίδα εἰς αὔραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. τάχα τῷ τῆς σιγῆς ὀνόματι προαιρετικάς τινας εἶναι δυνάμεις σημαίνει τὰ κύματα· δι᾽ ὧν τὴν ἀποστατικὴν φύσιν ἐνδείκνυται, πρὸς ἣν εἶπεν ἐν τῷ εὐαγγελίῳ ὁ κύριος Σιώπα, πεφίμωσο. αὔραν δὲ λέγει τὴν τοῦ πνεύματος χάριν, ἣ διὰ τῶν νοητῶν ἱστίων τῷ θείῳ λιμένι τὴν ψυχὴν ἐνορμίζει, κυβερνῶντος τοῦ λόγου καὶ πρὸς τὸν πλοῦν κατευθύνοντος. Ὡδήγησε γάρ, φησίν, αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτοῦ. ἐπὶ τούτοις πάλιν ἀνυμνεῖν τὴν χάριν διακελεύεται λαόν τε καὶ ἐκκλησίαν, μόνον οὐχὶ τὴν παροῦσαν τῶν ἐκκλησιῶν ὑπογράφων τῷ λόγῳ κατάστασιν, ὅτι ἐν τῇ καθέδρᾳ τῶν προηγουμένων τοῦ λόγου ταῦτα κηρύσσεται τοῦ θεοῦ τὰ θαυμάσια, δι᾽ ὧν ἡ πίστις βεβαία γίνεται τοῖς ἀκούουσιν. Ὑψωσάτωσαν γάρ, φησίν, αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν. καὶ προστίθησι τῶν εὐχαριστιῶν τὰς αἰτίας, ὅτι παρὰ τοῦ θεοῦ ποταμοὶ οἱ μὲν γίνονται, οἱ δὲ ἀπόλλυνται. τὰ μὲν γὰρ ῥεύματα τῆς κακίας ἐξαφανίζεται· αἱ δὲ τῶν ἀρετῶν διέξοδοι τοὺς τέως αὐχμῶντας ἐπικλύζουσι τόπους.

Ἔθετο γάρ, φησί, ποταμοὺς εἰς ἔρημον καὶ διεξόδους ὑδάτων εἰς δίψαν. ποταμοὺς δὲ λέγει τὰς τῶν παθημάτων ἐπιρροὰς καὶ διεξόδους ὑδάτων τὰς τῶν κακῶν ἀκολουθίας. ὅταν ἀεὶ πονηρὰ πονηροῖς ἐπισυνάπτοντες οἱ ἄνθρωποι, καθάπερ τι ῥεῦμα τὸν ὁλκὸν τῆς κακίας ἀπομηκύνωσιν. ἀλλὰ καὶ τὴν Γῆν, φησίν, καρποφόρον εἰς ἅλμην ἐποίησεν· ἡ γὰρ τῶν κακῶν εὔφορος ψυχὴ μεταποιηθεῖσα διψώδης ἐγένετο τῷ θείῳ ἅλατι τῆς διδασκαλίας ἐπαρτυθεῖσα, ὡς μηκέτι τὴν κακίαν τῶν κατοικούντων αὔξεσθαι ταῖς πονηραῖς τῶν ὑδάτων ἐπιρροαῖς τρεφομένην, ἁλμῶσαν δὲ καὶ διψάδα ψυχὴν τὴν τὸ μακαριστὸν δίψος ἀναλαβοῦσαν λίμνην γενέσθαι τῇ συστροφῇ τῶν ἀρετῶν πελαγίζουσαν. Ἔθετο γάρ, φησί, ἔρημον εἰς λίμνας ὑδάτων καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. τοῦτο δὲ πόλις γίνεται, ἣν οἱ διψῶντες τὴν δικαιοσύνην οἰκοῦσιν. οὐδεὶς γὰρ ναυτιώδης τε καὶ ἀνόρεκτος τῆς τοιαύτης λίμνης καὶ τῶν τοιούτων ὑδάτων πρόσοικος γίνεται πλήσμιον ἐν κακίᾳ τὴν ψυχὴν ἐπαγόμενος. σπείρουσι δὲ τοὺς ἀγροὺς καὶ φυτεύουσι τοὺς ἀμπελῶνας· τὰς θείας ἐντολὰς καὶ τὴν ἐνάρετον πολιτείαν τοῖς τοιούτοις διασημαίνων αἰνίγμασι. σπέρμα γὰρ τῆς μελλούσης ἐπικαρπίας ἐστὶν ἡ ἐντολή, ἀρετὴ δὲ ἡ ἄμπελος ἡ διὰ τῶν λογικῶν βοτρύων τῷ τῆς σοφίας κρατῆρι τὸν οἶνον ἐγχέουσα. ταῦτα δὲ οὐδὲν ἄλλο ἢ εὐλογίας πλῆθός ἐστιν.

Εὐλόγησε γάρ, φησίν, αὐτοὺς καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν. κτήνη λέγει τὴν ὑποχείριον τῶν τῆς ψυχῆς κινημάτων ὑπηρεσίαν, ὅταν πρὸς ἀρετὴν ἕκαστον τῶν ἐν ἡμῖν χρησιμεύῃ· ἀγαθὸν κτῆνός ἐστιν ὁ θυμός, ὅταν τοῦ λογισμοῦ ὑποζύγιον γένηται· ἕτερον τοιοῦτον κτῆνος ἡ ἐπιθυμία νωτοφοροῦσα τρόπον τινὰ καὶ βαστάζουσα τὴν ψυχὴν καὶ ἐπὶ τὸ ὕψος ἀνάγουσα, ὅταν ἐπὶ τὰ ἄνω τῇ ἡνίᾳ τῆς διανοίας εὐθύνηται. καὶ τὰ ἄλλα πάντα κτήνη ἐστὶν αὐξόμενα τῇ εὐλογίᾳ, ὅταν πρὸς τὰ μεγάλα γένηται ἡμῖν ἡ παρὰ τούτων ὑπηρεσία. εἶτα πάντων τῶν εἰρημένων ἀνακεφαλαίωσιν ἐν τῷ ἐφεξῆς ποιεῖται λόγῳ. πολυτρόπως γὰρ τά τε πάθη διελθὼν καὶ τὰς θείας εὐεργεσίας ὑπ᾽ ὄψιν ποιήσας νυνὶ δι᾽ ὀλίγου πάλιν ἐκπεριλαβὼν ἀνακεφαλαιοῦται τῷ λόγῳ, ἐν οἷς φησιν ὅτι Ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης, διὰ μὲν τοῦ ὀλίγου σημαίνων τὴν βραχύτητα καὶ τὴν γενομένην ἀπὸ τοῦ ὕψους τε καὶ μεγέθους εἰς τὸ ταπεινὸν συστολήν· τὸ γὰρ ὀλίγον τὸ βραχύτατον σημαίνει κατὰ τὴν ἔννοιαν· τῇ δὲ κακώσει τὴν πρὸς τὸ κακὸν οἰκειότητα, θλῖψιν δὲ καὶ ὀδύνην πανταχοῦ τὸ πέρας λέγει τῆς τῶν ἀγαθῶν ἀποπτώσεως, ὡς ἐν ἑτέρῳ ψαλμῷ τὸ τοιοῦτον διέξεισι λέγων· Περιέσχον με ὠδῖνες θανάτου. κίνδυνοι ᾅδου εὕροσάν με. θλῖψιν καὶ ὀδύνην εὗρον.

ὠδῖνας θανάτου καὶ κινδύνους ᾅδου τὰς ἁμαρτίας εἰπὼν ἐπάγει τὸ πέρας εἰς ὃ τελευτᾷ τῆς ἁμαρτίας ἡ φύσις· ὅπερ οὐδὲν ἄλλο ἢ θλῖψίς τε καὶ ὀδύνη ἐστίν, οὕτω τοῦ εὐαγγελίου διὰ τοῦ κλαυθμοῦ καὶ βρυγμοῦ τῶν ὀδόντων τὸ αὐτὸ τοῦτο διασημαίνοντος. εἶτα προστίθησι δι᾽ ἀκολούθου τὸ Καὶ ἐξεχύθη ἐξουδένωσις ἐπ᾽ ἄρχοντας αὐτῶν.

Διδάσκει δὲ διὰ τούτων ὅτι τὸ μὲν ἐν τῷ ὄντι εἶναι ἀληθῶς ἐστιν εἶναι. εἰ δέ τι τοῦ ὄντος ἐκπέπτωκεν, οὐδὲ ἐν τῷ εἶναι ἐστί. τὸ γὰρ ἐν κακίᾳ εἶναι οὐκ ἔστι κυρίως εἶναι, διότι αὐτὴ καθ᾽ ἑαυτὴν ἡ κακία οὐκ ἔστιν, ἀλλ᾽ ἡ τοῦ καλοῦ ἀνυπαρξία κακία γίνεται. ὥσπερ οὖν ὁ ἐν τῷ ὄντι ὢν ἐν τῷ εἶναί ἐστιν, οὕτως ὁ ἐν τῷ οὐδενὶ γενόμενος (τοῦτο δέ ἐστιν ἡ κακία) ἐξουδένωται, καθὼς ὀνομάζει ὁ λόγος. ἡ δὲ τοιαύτη τοῦ λόγου χρῆσις τέτριπταί πως ἐν τῇ συνηθείᾳ τῶν κεχρημένων. ὡς τὴν τροφὴν ἐν σαρκὶ γενομένην ἀποσαρκοῦσθαι λέγομεν καὶ τὸν οἶνον ἐκχεθέντα τῷ ὕδατι ἐξυδαροῦσθαι, καὶ ἐν τῷ πυρὶ τὸν σίδηρον ἐκπυροῦσθαί φαμεν, οὕτω καὶ τὸν τοῦ ὄντος ἐκπεσόντα ἐν τῷ οὐδενὶ γενόμενον ἐξουδενοῦσθαι· οὐκοῦν ἡ ἐξουδένωσις ἡ ἐν τῷ ἀγαθῷ ἀνυπαρξία ἐστίν. αὕτη δὲ ἐπὶ τοὺς ἄρξαντας τῆς κακίας, τουτέστιν ἐπὶ τοὺς πρώτους ἀνθρώπους ἐλθοῦσα καθάπερ τι ῥεῦμα πονηρὸν καὶ ἐπὶ τὴν τῶν ἐπιγινομένων διαδοχὴν ἐξεχέθη. ἐπεὶ οὖν ἐπτώχευσεν ἡ φύσις τοῦ τοιούτου κτήματος, τῆς ζωῆς λέγω, καὶ πένης ὁ ἄνθρωπος ὑπὸ τοῦ κλέπτου ἐγένετο, τὴν θείαν συληθεὶς εὐλογίαν, διὰ τοῦτό φησιν ὅτι Ἐβοήθησε πένητι ἐκ πτωχείας. τῇ γὰρ ἐκείνου πτωχείᾳ ἡμεῖς ἐπλουτήσαμεν. καὶ ἔθετο αὐτοὺς ὁ ποιμὴν ὁ καλὸς ἀντὶ θηρίων πρόβατα πατριᾶς· πατριὰν δὲ ὀνομάζει τὸ σύστημα τῶν εἰς τὸν θεῖον κατάλογον συντελούντων.

ὡς καὶ ὁ ἀπόστολος λέγει Ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται. εἶτα ἐπάγει· ὅτι Ὄψονται εὐθεῖς καὶ φοβηθήσονται., διδάσκων διὰ τῶν εἰρημένων ὅτι πρὸς τὴν φιλανθρωπίαν ταύτην βλέπων ὁ εὐθὴς φοβείσθω. οὐ γὰρ μικρὸν τῶν ἀγαθῶν φυλακτήριον ὁ φόβος γίνεται, τῇ μνήμῃ τῶν προγεγονότων πρὸς τὸ ἐφεξῆς σωφρονίζων τὸν ἐν πάθει γενόμενον. οὗ κατακρατοῦντος καὶ πᾶσαν τὴν διὰ χαυνότητος πρὸς τὸ κακὸν γινομένην εὐκολίαν ἡμῶν ἐξορίζοντος Πᾶσα, φησίν, ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. ὡς μακάριος ὁ βίος ἐκεῖνος, ἐν ᾧ τὸ τῆς ἀνομίας στόμα καθάπερ τις βορβόρου πηγὴ εἰς τὸ διηνεκὲς ἐμφραγήσεται οὐκέτι τῇ δυσωδίᾳ τὸν τῶν ἀνθρώπων βίον καταμολύνον. αὕτη ἐστὶν ἡ τῶν ἀγαθῶν κορυφή, τὸ τῶν ἐλπίδων κεφάλαιον, τὸ πέρας πάσης μακαριότητος, τὸ μηκέτι διοχλεῖσθαι ὑπὸ κακίας τὴν φύσιν, ἀλλὰ τὴν πᾶσαν ἀνομίαν 〈ἐξαιρεῖσθαι〉· αὕτη δ᾽ ἂν εἴη ὁ εὑρετὴς τῆς ἀνομίας. τοῦτο γὰρ ἡ περιληπτικὴ διασημαίνει φωνή, ἐμφράξαι τὸ στόμα ἐκεῖνο, οὗ ἡ φωνὴ τὸ κατ᾽ ἀρχὰς θανάτου ὕλη τοῖς ἀνθρώποις ἐγένετο. ὅταν οὖν ἐξαιρεθείη πᾶν τὸ τῷ καλῷ ἀντικείμενον, ἐκείνη ἐκδέξεται ἡμᾶς ἡ κατάστασις, ἧς οὐδεὶς λόγος μηνυτὴς εὑρεθήσεται, ἥτις ὑπὲρ αἴσθησίν τε καὶ γνῶσιν εἶναι παρὰ τῆς θείας φωνῆς μεμαρτύρηται.

τούτοις ἐπάγει καθάπερ τινὰ σφραγῖδα τὰς ἐπὶ τέλει φωνὰς λέγων Τίς σοφὸς καὶ φυλάξει ταῦτα· καὶ συνήσουσι τὰ ἐλέη τοῦ κυρίου; ἐπειδὴ γὰρ διπλῆ ἡ τῆς σοφίας ἐνέργεια, καὶ ἡ μέν ἐστιν ἐρευνητική τε καὶ ζητητικὴ τῶν συμφερόντων, ἡ δὲ φυλακτικὴ τῶν εὑρεθέντων, τὸ ἓν τῆς σοφίας ἔργον, τὸ ζητητικὸν λέγω, πεπαῦσθαι τηνικαῦτα βούλεται. εἰς τί γὰρ τῇ ζητήσει χρησόμεθα τοῦ ζητουμένου παρόντος; ἓν ἔργον δὲ μόνον κελεύει τὸ λειπόμενον γίνεσθαι, ὅπως ἂν φυλαχθείη τὸ πορισθὲν ἀγαθόν, πρὸς τοῦτο τῆς σοφίας ἡμῖν συνεργούσης. τίς δὲ ἡ σοφία καὶ τίς ἡ τῶν ἀγαθῶν ἐστιν φυλακή; τὸ μὴ ἀσυνέτως τῆς θείας φιλανθρωπίας ἔχειν. ὁ γὰρ συνεὶς ὧν τετύχηκεν οὐκ ἂν πρόοιτο τὸ ἀγαθὸν οὗ ἠξίωται. ὁ δὲ ἀσυνέτως ἔχων τῆς χάριτος ταὐτὸν πείσεται τοῖς τυφλοῖς, οἳ μαργαρίτην ἢ σμάραγδον ἤ τινα τῶν τιμίων λίθων ἐν χερσὶ λαβόντες, ὡς ψηφῖδά τινα τῶν εἰκαίων ἀπορρίπτουσιν ἀγνοίᾳ τοῦ κάλλους ἀκουσίως ζημιωθέντες τοῦ κτήματος.

ΚΕΦΛΛΑΙΟΝ Θʹ Ταύτας δὲ τὰς πέντε τῶν ψαλμῶν διαιρέσεις, δι᾽ ὧν καθάπερ τινὰς βαθμοὺς ἀλλήλων ὑπερανεστῶτας κατά τινα τάξεως ἀκολουθίαν κατανοήσαντες ἐκ τῶν εἰρημένων διεκρίναμεν σημείων, ὅτι ἑκάστου τμήματος ἡ τελευταία φωνὴ στάσιν τινὰ τοῦ λόγου καὶ βάσιν τῆς διανοίας ἔχει περιγράφουσαν ἐν ἑαυτῇ τῶν προηνυσμένων τὸ πέρας διὰ τῆς δοξολογικῆς τε καὶ εὐχαρίστου φωνῆς τῆς λεγούσης Εὐλογητὸς κύριος εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. τὸ γὰρ νόημα τούτων εὐχαριστία τίς ἐστιν εἰς τὸ διηνεκὲς παραμένουσα· ἐπειδὴ οὐκ εἰσάπαξ εἰπὼν ὁ λόγος Γένοιτο ἔστησε τὴν εὐλογίαν, ἀλλὰ τῇ δισσῇ ἀναλήψει τῆς φωνῆς ἐν τῇ εὐχαριστίᾳ νομοθετεῖ τὸ ἀΐδιον. ἐν ἑκάστῳ δὲ μέρει τῶν κατὰ τὰ τμήματα ταῦτα διαιρεθέντων, ἴδιόν τι ἀγαθὸν ὁ λόγος ἐνεθεώρησε, δι᾽ οὗ γίνεται ἡμῖν ἐκ θεοῦ ἡ μακαριότης, κατά τινα τάξιν ἀκόλουθον τῶν ἐν ἑκάστῳ θεωρουμένων ἀγαθῶν, ἀεὶ πρὸς τὸ ὑψηλότερον τὴν ψυχὴν ὑπερτιθείς, ἕως ἂν ἐπὶ τὸ ἀκρότατον ἀφίκηται τῶν ἀγαθῶν.

Τοῦτο δέ ἐστιν ὁ αἶνος τοῦ θεοῦ ἐν πᾶσιν ἁγίοις ἀποπληρούμενος, καθὼς περιέχει ὁ τελευταῖος ψαλμὸς λέγων Αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, ὅπου τὸ στερέωμα τῆς δυνάμεως τὸ ἐκ τοῦ ἀγαθοῦ ἀμετάπτωτον διασημαίνει, καὶ αἱ δυναστεῖαι τοῦ θεοῦ τὸ μηκέτι ὑπὸ κακίας δυναστεύεσθαι τὴν φύσιν παραδηλοῦσιν, ὅτε χωρεῖ λοιπὸν ἡ ἀνθρωπίνη δύναμις κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ ποιεῖσθαι τὸν αἶνον, οὐκέτι μικρὰ φθεγγομένη, ἀλλ᾽ ἤδη παριοῦσα τῇ μεγαλοφωνίᾳ τὰς σάλπιγγας. φησὶ γὰρ Αἰνεῖτε τὸν κύριον ἐν ἤχῳ σάλπιγγος, ὅτε καὶ μιμεῖται τὴν τοῦ παντὸς ἁρμονίαν τῷ ποικίλῳ τε καὶ πολυειδεῖ τῶν ἀρετῶν, ὄργανον ἐν ῥυθμῷ μελῳδίας τῷ θεῷ γενομένη. ὀνομάζει δὲ τοῦτο διά τινος τροπικῆς σημασίας ψαλτήριόν τε καὶ κιθάραν ὁ λόγος· μεθ᾽ ὃ πᾶν τὸ γεῶδές τε καὶ κωφὸν καὶ ἄναυδον ἀποθεμένη ἐν τῇ τῶν τυμπάνων μεγαλοφωνίᾳ ταῖς οὐρανίαις χορείαις συνάπτει τῶν ἰδίων χορδῶν τὸν ἦχον. χορδαὶ δ᾽ ἂν εἶεν τῷ ὀργάνῳ ἐντεταμέναι τὸ ἐν ἑκάστῃ ἀρετῇ πρὸς κακίαν ἀνένδοτόν τε καὶ ἀχάλαστον. δι᾽ ὧν γίνεται ἡ καλὴ συνῳδία τοῦ κυμβάλου ταῖς χορδαῖς μιγνυμένου, ὅταν ὁ τῶν κυμβάλων ἦχος εἰς τὴν θείαν χοροστασίαν ἐπεγείρῃ τὴν προθυμίαν. ὅπερ μοι δοκεῖ τὴν πρὸς τοὺς ἀγγέλους τῆς φύσεως ἡμῶν διερμηνεύειν συνάφειαν, ἐν ᾧ φησιν Αἰνεῖτε τὸν κύριον ἐν κυμβάλοις εὐήχοις.

ἡ γὰρ τοιαύτη σύνοδος, τοῦ ἀγγελικοῦ λέγω πρὸς τὸ ἀνθρώπινον, ὅταν ἐπαναχθῇ πρὸς τὴν ἀρχαίαν λῆξιν ἡ ἀνθρωπίνη φύσις, τὸν γλυκὺν ἐκεῖνον διὰ τῆς πρὸς ἀλλήλους συμπτώσεως ἦχον τῆς εὐχαριστίας ἀποτελέσει· καὶ δι᾽ ἀλλήλων καὶ μετ᾽ ἀλλήλων τὴν ἐπὶ τῇ φιλανθρωπίᾳ εὐχαριστίαν τῷ θεῷ γινομένην διὰ παντὸς ἀνυμνήσει. τοῦτο γὰρ ἡ τοῦ κυμβάλου πρὸς τὸ κύμβαλον ἐνδείκνυται σύνοδος· ἓν κύμβαλον ἡ ὑπερκόσμιος τῶν ἀγγέλων φύσις· ἕτερον κύμβαλον ἡ λογικὴ τῶν ἀνθρώπων κτίσις. ἀλλὰ διέστησεν ἡ ἁμαρτία τοῦτο ἐκείνου· ὅταν οὖν πάλιν ἡ τοῦ θεοῦ φιλανθρωπία συνάψῃ ἀλλήλοις ἀμφότερα, τότε ἠχήσει τὸν αἶνον ἐκεῖνον τὰ δύο μετ᾽ ἀλλήλων γενόμενα, ὥς φησι καὶ ὁ μέγας ἀπόστολος, ὅτι Πᾶσα γλῶσσα ἐξομολογήσεται, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. οὗ γενομένου ἐπινίκιον ἀλαλάξει ὁ τῶν κυμβάλων τούτων ἦχος διὰ τῆς κοινῆς συνῳδίας ἐπὶ τῷ ἀφανισμῷ τοῦ πολεμίου γενόμενος. τούτου δὲ παντελῶς ἀφανισθέντος καὶ εἰς τὸ μὴ εἶναι περιελθόντος ἀδιαλείπτως ἐν πάσῃ πνοῇ ὁμοτίμως πρὸς τὸν θεὸν ὁ αἶνος εἰς ἀεὶ πληρωθήσεται. ἐπειδὴ γὰρ Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ἁμαρτωλὸς δὲ τότε οὐκ ἔσται, τῆς ἁμαρτίας οὐκ οὔσης, πᾶσα πνοὴ διὰ παντὸς τοῦ αἰῶνος αἰνέσει τὸν κύριον.

Ἡ μὲν οὖν ὁδὸς πρὸς τὸ μακάριον τοιαύτη παρὰ τῆς μεγάλης ταύτης τῆς ἐν τοῖς ψαλμοῖς φιλοσοφίας ἡμῖν ὑπεδείχθη, ἀεὶ πρὸς τὸ μεῖζόν τε καὶ ὑψηλότερον τῆς ἐπὶ τὴν ἀρετὴν πορείας ἐπείγουσα τοὺς διὰ τούτων πρὸς τὸ ὕψος ὁδηγουμένους, ἕως ἄν τις ἐπ᾽ ἐκεῖνο φθάσῃ τὸ μέτρον τῆς μακαριότητος, οὗ τὸ ἐπέκεινα οὔτε ἡ διάνοια χωρεῖ στοχασμοῖς τισι καὶ ὑπονοίαις ἀναλογίσασθαι, οὔτε λόγος δι᾽ ἀκολούθου τὸ ἐφεξῆς ἐξευρίσκει. ἀλλὰ καὶ ἡ κατ᾽ ἐλπίδα κίνησις ἡ πανταχοῦ τῆς ἐπιθυμίας ἡμῶν προεξαλλομένη τε καὶ προτρέχουσα, ἐπειδὰν ἐμπελάσῃ τοῖς ἀνεικάστοις, ἀργὴ μένει, τὸ δὲ ὑπὲρ τοῦτο κρεῖττον ἢ κατ᾽ ἐλπίδα ἐστίν, ὡς καὶ αὐτὴ διὰ τῆς θεωρηθείσης τάξεως ἡ κατὰ τὴν ψαλμῳδίαν φιλοσοφία μαρτύρεται, οἷόν τινα θύραν καὶ εἴσοδον ἐν τοῖς πρώτοις τῶν λόγων ἐπὶ τὸν μακάριον βίον τὴν τοῦ κακοῦ ἀναχώρησιν ἡμῖν ὑπανοίξασα. τοῦτο γὰρ αἱ πρῶται φωναὶ τῆς ψαλμῳδίας διδάσκουσιν ἀρχὴν μακαριότητος λέγουσαι τὴν τοῦ κακοῦ ἀλλοτρίωσιν. εἶτα τὴν ἐκ τοῦ νόμου χειραγωγίαν τοῖς πλανωμένοις προτείνασα τήν τε πρὸς τὸ ἀειθαλὲς ξύλον ὁμοίωσιν διὰ τοῦ τοιούτου βίου ὑποσχομένη καὶ τὰ σκυθρωπὰ τῶν τὴν ἐναντίαν τρεπομένων ὁδὸν ὑποδείξασα διὰ τῶν ἐφεξῆς ἀναβάσεων πρὸς τὸ ἀκρότατον ἄγει τοῦ μακαρισμοῦ τὸν τῇ χειραγωγίᾳ ταύτῃ ἑπόμενον.

τοῦτο γάρ σοι ἐνδείκνυται ἡ τοῦ τελευταίου ψαλμοῦ διάνοια, ἐν ᾧ μετὰ τὸν τῆς κακίας παντελῆ ἀφανισμὸν πάντα ἐν τοῖς οὖσιν ἅγια ἔσται καὶ πάντα πρὸς τὸν αἶνον τοῦ θεοῦ συμφωνήσει, ἐπ᾽ ἴσης ἐν τῷ στερρῷ τῆς δυνάμεως τὸ πρὸς τὴν κακίαν ἄτρεπτον προσλαβόντα καὶ τῇ μεγαλωσύνῃ αὐτοῦ τὸν εὔφημον ἦχον οἷόν τινι μεγαλοφώνῳ σάλπιγγι συνεπαίροντα. ὅταν εἰς μίαν χοροστασίαν συναρμοσθῇ πᾶσα ἡ κτίσις, τῶν τε ὑπερκειμένων τῶν τε ὑποβεβηκότων ἁπάντων, καὶ κυμβάλου δίκην ἡ νοητὴ κτίσις καὶ ἡ νῦν δι᾽ ἁμαρτίας μεμερισμένη καὶ διεστῶσα τὸν ἀγαθὸν ἦχον ἐκ τῆς ἡμετέρας συμφωνίας ἀποτελέσῃ. ὅταν συνδράμῃ τῷ ἀγγελικῷ τὸ ἡμέτερον, καὶ ἀναλαβοῦσα ἑαυτὴν ἐκ τῆς συγχύσεως ἡ θεία παράταξις ἐπὶ τῷ φόνῳ τῶν πολεμίων ἀλαλάξῃ τῷ τροπαιούχῳ τὸ ἐπινίκιον, τότε γίνεται πάσης πνοῆς ὁ αἶνος εἰς ἀεὶ παρατείνων τὴν χάριν καὶ δι᾽ αὐξήσεως πλεονάζων εἰς τὸ διηνεκὲς τὸ μακάριον, ἐκεῖνο λέγω τὸ ὄντως μακάριον· ἐφ᾽ οὗ ἀργεῖ μὲν ἡ στοχαστικὴ περὶ τὴν γνῶσιν διάνοια, ἀργεῖ δὲ καὶ ἡ ἐλπιστικὴ ἡμῶν ἐνέργεια, διαδέχεται δὲ ἡ ἄρρητός τε καὶ ἀκατανόητος καὶ πάσης κρείττων διανοίας κατάστασις, Ἣν οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἀνθρωπίνη καρδία ἐχώρησεν. οὕτω γὰρ ὡρίσατο τὰ ἀγαθὰ τὰ ἐν τῷ ἁγιασμῷ ἀποκείμενα ὁ θεῖος ἀπόστολος.