Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Εισαγωγή στις επιγραφές των Ψαλμών και τα είδη τους

Η τυπολογία και ο διπλός σκοπός των επιγραφών του Ψαλτηρίου, καθώς και η εννοιολογική διάκριση μεταξύ ψαλμού, ωδής, προσευχής, ύμνου και αινέσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 15

II ΚΕΦΑΛΑΙΟΝ Αʹ Τούτων οὖν οὕτως ἡμῖν διευκρινηθέντων καιρὸς ἂν εἴη καὶ τὸν περὶ τῶν ἐπιγραφῶν ἐξετασθῆναι λόγον. οὐ μικρὰ γὰρ ἡμῖν πρὸς τὴν κατ᾽ ἀρετὴν ὁδὸν καὶ αὗται συμβάλλονται, ὡς ἔξεστιν ἐξ αὐτῆς τῆς διανοίας τῶν ἐπιγεγραμμένων μαθεῖν. ἀναγκαῖον δ᾽ ἂν εἴη πρῶτον τεχνικήν τινα τῶν ἐπιγραφῶν ἔφοδον δι᾽ ὀλίγων πρὸ τῆς τῶν ψαλμῶν θεωρίας ποιήσασθαι, ὡς ἂν μάλιστα γένοιτο δῆλον καὶ διὰ τούτων ἡμῖν, ὅτι πᾶς ὁ σκοπὸς τῆς θεοπνεύστου ταύτης διδασκαλίας ἐστὶν ἐπὶ τὸ ὄντως μακάριον ἀναγαγεῖν τὴν διάνοιαν. τῶν τοίνυν ψαλμῶν οἱ μέν εἰσιν ἀνεπίγραφοι καθόλου· οἱ δὲ παρ᾽ ἡμῖν ἔχοντες τὴν ἐπιγραφὴν τοῦ προφήτου, παρὰ τοῖς Ἑβραίοις οὐκ ἔχουσι. τοῖς δὲ ἐπιγραφή ἐστι ψιλὸν τοῦ Δαβὶδ τὸ ὄνομα, ἄλλοις μετὰ τοῦ ὀνόματος καὶ ἄλλο τι συμπαραγράφεται, ἢ αἶνος ἢ ᾠδὴ ἢ αἴνεσις ἢ ψαλμὸς ἢ συνέσεως ἢ προσευχὴ ἢ ἐξοδίου σκηνῆς ἢ ἐγκαινισμοῦ ἢ ἐκστάσεως ἢ εἰς ἀνάμνησιν ἢ εἰς ἐξομολογήσεως ἢ τῷ δούλῳ κυρίου ἢ τῷ Ἰδιθοὺμ ἢ τῷ Ἀιμὰν τῷ Ἰσραηλίτῃ. ἑτέροις δὲ μετὰ συζυγίας τινὸς τῶν ὀνομάτων τούτων ἢ τῶν ῥημάτων ἀλλήλοις συγγραφομένων ἡ ἐπιγραφὴ γίνεται· ἢ γὰρ ᾠδὴ ψαλμοῦ ἢ ψαλμὸς ᾠδῆς ἢ ᾠδὴ ἢ ψαλμὸς ἢ ἐν ὕμνοις ψαλμὸς ἢ ἐν ὕμνοις συνέσεως ἢ προσευχῆς τῷ Δαβὶδ ἢ προσευχῆς τῷ πτωχῷ ἢ αἶνος ᾠδῆς ἤ τι τῶν τοιούτων διὰ συζυγίας συντεταγμένον τῷ ὀνόματι τοῦ Δαβὶδ ἐπιγραφὴ γίνεται.

πάλιν ἐφ᾽ ἑτέρων καὶ ἄλλα τινὰ τούτοις συνεπιγράφεται προτεταγμένου μὲν ὡς τὰ πολλὰ τοῦ εἰς τὸ τέλος, συγγραφομένων δὲ τῇ φωνῇ ταύτῃ ποικίλων τε καὶ διαφόρων· ἢ γὰρ ὑπὲρ τῶν ἀλλοιωθησομένων προσγράφει ἢ ὑπὲρ τῶν κρυφίων ἢ ὑπὲρ τῆς κληρονομούσης ἢ ὑπὲρ τῆς ὀγδόης ἢ ὑπὲρ τῶν ληνῶν ἢ ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς ἢ ὑπὲρ Μαελὲθ ἢ ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου ἢ μὴ διαφθείρῃς ἢ εἰς στηλογραφίαν ἢ καὶ ἀμφότερα ταῦτα ἢ εἰς Σολομῶντα ἢ ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ ἢ ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ἢ εἰς ἐξομολόγησιν ἤ τις ἐξ ἱστορίας περίστασις· οἷον ὅτε ἦν ἐν τῷ σπηλαίῳ ἢ ὅτε ἐν τῇ ἐρήμῳ ἢ ὅτε ἀπέστειλε Σαοὺλ τοῦ θανατῶσαι αὐτὸν ἢ ὑπὲρ τῶν λόγων Χουσὶ ἢ ὅτε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ ἢ ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους ἢ ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ ἢ ἐν ἡμέραις, ὅτε ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαοὺλ ἢ ὅτε ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν δώδεκα χιλιάδας ἢ ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθεν πρὸς Βηρσαβεέ. τισὶ δὲ τῶν ψαλμῶν ἐστιν ἐπιγραφὴ τὸ ἑβραϊκὸν ἀλληλούϊα ἢ δὶς τὸ αὐτὸ ἢ ἅπαξ ἐπιγραφόμενον, ἐφ᾽ ἑτέρων δὲ καὶ ὀνόμασί τινων προφητῶν αὐτῇ τῇ ἐπιγραφῇ κατὰ συζυγίαν συγγράφεται, οἷον ἀλληλούϊα Ἀγγαίου, καὶ Ζαχαρίου, καὶ ἀλληλούϊα Ἰερεμίου, καὶ Ἰεζεκιήλ.

καὶ πάλιν ἕτερον ἐπιγραφῆς εἶδός ἐστιν· ἢ τοῖς υἱοῖς Κορὲ ἢ τῷ Ἰδιθοὺμ ἢ τῷ Ἀσάφ· ἑνὶ δὲ κατ᾽ ἐξαίρετον ἐπιγέγραπται, προσευχὴ τῷ Μωυσεῖ ἀνθρώπῳ τοῦ θεοῦ. τῶν δὲ κατὰ μὲν τὴν ἐκκλησιαστικὴν γραφὴν ἐχόντων ἐπιγραφὰς ἃς περιέχουσι, παρ᾽ Ἑβραίοις δὲ ἀνεπιγράφων ὄντων ταύτην εὕρομεν τὴν διαφοράν· τοῖς μὲν γάρ τις ἀριθμὸς τῶν κατὰ τὴν ἑβδομάδα ἡμερῶν συσσημαίνεται, ἢ μία σαββάτων ἢ τετράδος σαββάτων ἢ εἰς τὴν ἡμέραν τοῦ σαββάτου ἢ πρὸ τοῦ σαββάτου· ἄλλοι δὲ ἑτέραν τινὰ τῶν ἐπιγραφῶν διάνοιαν ἔχουσιν ἣ καθόλου παρὰ τοῖς Ἑβραίοις σεσίγηται.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. Ταύτης δὲ τῆς διαιρέσεως ἐν ταῖς ἐπιγραφαῖς ἡμῖν τρανωθείσης, χρήσιμον ἂν εἴη πρῶτον μὲν γενικωτέραν τινὰ τῶν ὁμοίως ἐχόντων τὴν ἑρμηνείαν ποιήσασθαι· εἶθ᾽ οὕτως δι᾽ ἀκολούθου πρὸς τὰς φαινομένας διαφορὰς προαγαγεῖν τὴν ἐξέτασιν. καθόλου μὲν οὖν τῆς ἐπιγραφῆς ὁ λόγος διπλοῦν τὸν σκοπὸν ἔχει. ἢ γὰρ πρὸς ἔνδειξιν τοῦ ὑποκειμένου προγέγραπται, ὥστε τὸν σκοπὸν τῆς ψαλμῳδίας προδιδαχθέντας ἡμᾶς εὐμαθεστέρους γενέσθαι τῆς ἐν τοῖς ῥητοῖς διανοίας· ἢ πολλάκις καὶ δι᾽ ἑαυτῆς τι παιδεύει τὴν ἀκοὴν ἡ ἐπιγραφὴ τῇ ἐγκειμένῃ τοῖς ῥητοῖς διανοίᾳ τῶν κατ᾽ ἀρετήν τι κατορθουμένων ὑποδεικνύουσα· μᾶλλον δὲ καθ᾽ ἑκάτερον εἶδος τῆς τῶν ἐπιγραφῶν θεωρίας εἷς ἐστιν ὁ σκοπὸς τὸ πρός τι τῶν ἀγαθῶν καθηγήσασθαι, κἂν ἱστορικόν τι δηλοῦσθαι διὰ τῶν εἰρημένων δοκῇ, κἂν ψιλόν τι ὄνομα προσγεγραμμένον τύχῃ. οὐ γὰρ ἐπὶ τούτῳ μόνῳ ἡ θεία γραφὴ ταῖς ἱστορίαις συγκέχρηται, ὥστε ἡμῖν πραγμάτων ἐγγενέσθαι γνῶσιν, δι᾽ ὧν ἔργα τινὰ καὶ πάθη τῶν ἀρχαιοτέρων μανθάνομεν, ἀλλ᾽ ὅπως ἂν διδασκαλίαν τινὰ πρὸς τὸν κατ᾽ ἀρετὴν ἡμῖν ὑποδείξειε βίον, τῆς ἱστορικῆς θεωρίας μεταλαμβανομένης πρὸς τὴν ὑψηλοτέραν διάνοιαν.

τούτου τοίνυν ἡμῖν διωμολογημένου, τοῦ δεῖν τοιαύτην περὶ τῶν ἐπιγραφῶν ἔχειν τὴν ἔννοιαν, ἀκόλουθον ἂν εἴη, καθὼς φθάσαντες εἴπομεν, τῶν μὲν ὁμοίως ἐνόντων γενικωτέραν τινὰ προεκθέσθαι διάνοιαν, τῶν δὲ κατά τινα διαφορὰν ἐκτιθεμένων, ἰδικωτέραν ποιήσασθαι τὴν ἐξέτασιν.

Ἐπειδὴ τοίνυν ἡ Εἰς τὸ τέλος φωνὴ τοῖς πλείστοις τῶν ψαλμῶν ἐπιγέγραπται, τοῦτο οἶμαι δεῖν περὶ τούτου γινώσκειν, ὅπερ ἡ τῶν λοιπῶν σαφηνίζει διάνοια τῶν τὴν αὐτὴν μεθερμηνευσάντων γραφήν. ὁ μὲν γάρ τις ἀντὶ τοῦ εἰς τὸ τέλος, τῷ νικοποιῷ φησιν, ὁ δὲ ἐπινίκιον, ὁ δὲ εἰς τὸ νῖκος. ἐπεὶ οὖν τέλος παντὸς ἀγῶνος ἡ νίκη γίνεται, πρὸς ἣν βλέποντες οἱ πρὸς τοὺς ἀγῶνας ἀποδυόμενοι τῆς ἀθλήσεως ἅπτονται, δοκεῖ μοι διὰ τοῦ τέλους ὁ λόγος ἐκ βραχείας φωνῆς ἐπεγείρειν εἰς προθυμίαν τοὺς διὰ τῶν ἀρετῶν ἀθλοῦντας ἐν τῷ σταδίῳ τοῦ βίου, ὡς ἂν εἰς τὸ τέλος βλέποντες, ὅπερ ἐστὶν ἡ νίκη, τῇ τῶν στεφάνων ἐλπίδι τὸν ἐν τοῖς ἄθλοις πόνον ἐπικουφίζοιεν. ὅπερ δὴ καὶ νῦν ἐν τοῖς ἀγῶσιν ὁρῶμεν γινόμενον. προδεικνύμενος γὰρ τοῖς πρὸς ἀλλήλους ἐν τοῖς σταδίοις συμπλεκομένοις στέφανος ἐπιρρώννυσι μᾶλλον αὐτῶν τὴν ὑπὲρ τῆς νίκης σπουδήν, τῶν γινομένων αὐτοῖς διὰ τῆς συμπλοκῆς πόνων ὑπὸ τῆς ἐλπιζομένης εὐδοξίας ἐκκλεπτομένων.

πᾶσι τοίνυν ἠνεῳγμένου τοῦ σταδίου πρὸς ἄθλησιν (στάδιον δὲ ὁ κοινὸς τῶν ἀνθρώπων βίος ἐστίν), ἐν ᾧ εἷς ἀντίπαλός ἐστιν ἡ κακία πολυτρόπως τοῖς δολεροῖς παλαίσμασι καταγωνιζομένη τοὺς προσπαλαίοντας, διὰ τοῦτο ὁ ἀγαθὸς τῶν ψυχῶν παιδοτρίβης προδείκνυσί σοι τῶν ἱδρώτων τὸ τέλος καὶ τὸν ἐκ τῶν στεφάνων κόσμον καὶ τὴν ἐπὶ τῇ νίκῃ ἀνάρρησιν· ἵνα πρὸς ἐκεῖνο βλέπων τὸ τέλος τῷ νικοποιῷ σεαυτὸν ἐπερείδῃς καὶ τὸ ἐπινίκιον κήρυγμα σεαυτῷ παρασκευάζῃς. ὅσα δὲ τούτοις κατὰ τὸ ἀκόλουθον ὕπεστιν τῆς εἰς ἀρετὴν διδασκαλίας νοήματα, φανερὰ πάντως ἂν εἴη τοῖς διὰ τῆς ἀρχῆς ταύτης πρὸς τὸ ἀκόλουθον βλέπουσι. δῆλον γὰρ ὅτι ὅσα τῆς ψυχῆς πάθη ἐστίν, τοσαῦτα κρατήματα τῶν ἐχθρῶν γίνεται καθ᾽ ἡμῶν καὶ παλαίσματα, δι᾽ ὧν καθάπερ τι μέλος τῆς ψυχῆς ὁ λογισμὸς ἐξαρθροῦται πολλάκις καὶ ἐξαρμόζεται, εἰ μή τις παρεσκευασμένος διὰ μελέτης τὸ ἀσφαλές τε καὶ ἀκατάπτωτον ἐν τοῖς τοιούτοις ἀγῶσιν ἑαυτῷ κατορθώσειε διὰ τῆς νομίμου ἀθλήσεως, καθώς φησιν ὁ ἀπόστολος, τὴν νίκην ἑαυτῷ κατακτώμενος, ἥτις ἐστὶν τῶν ἀγώνων τὸ τέλος· Τὰ δὲ συμπαραγραφόμενα τῇ Εἰς τέλος φωνῇ ὑποθῆκαί τινές εἰσι καὶ συμβουλαὶ πρὸς τὴν νίκην, δι᾽ ὧν ἂν κατορθωθείη τὸ σπουδαζόμενον. ἥ τε γὰρ τῶν ἀλλοιωθησομένων λέξις τὴν πρὸς τὸ κρεῖττον μεταποίησιν τῆς ψυχῆς ὑποτίθεται.

καὶ ἡ τοῦ Μαελὲθ ἑρμηνεία πρὸς μείζονα προθυμίαν ἐπεγείρει τὸν ἀθλητήν, τὴν μετὰ τὸ πέρας τῶν πόνων ἐκδεχομένην ἡμᾶς χοροστασίαν σημαίνουσα· οὕτω γὰρ ἡ λέξις αὕτη παρὰ τῶν λοιπῶν σεσαφήνισται διὰ χορείας τὸ Μαελὲθ ἑρμηνεύουσα. τό τε Πρὸς τὰ κρύφια βλέπειν καὶ Ὑπὲρ τοῦ ἀγαπητοῦ τὴν ᾠδὴν ποιεῖσθαι καὶ Ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεως ᾄδειν καὶ τὴν ὀγδόην πρὸ ὀφθαλμῶν ἔχειν καὶ πρὸς τὴν κληρονομοῦσαν ὁρᾶν καὶ ὅπως ἂν ἔξω τῆς πρὸς τὸν Κορὲ συγγενείας γενοίμεθα, τήν τε μεγάλην ἐκείνην τοῦ Δαβὶδ φωνὴν τὴν Μὴ διαφθείρῃς, ἣν πρὸς τὸν ὑπασπιστὴν ἐποιήσατο πρὸς τὸν τοῦ Σαοὺλ φόνον ὁρμήσαντα ἐνστηλογραφηθῆναι ἐν τῇ ἑκάστου ψυχῇ πρὸς ὑπόδειγμα μακροθυμίας συμβάλλει ὁ λόγος. καὶ πάντα τὰ τοιαῦτα εὕροι τις ἂν δι᾽ ἀκριβείας σκοπούμενος, ὅτι ἀθλητικαί τινές εἰσιν ὑποφωνήσεις παρὰ τοῦ παιδοτρίβου πρὸς τοὺς ἀθλητὰς γινόμεναι, ὅπως ἄν τις πρὸς τὸ τῆς νίκης φθάσειε τέλος. ὡσαύτως δὲ καὶ εἴ τι τῆς ἱστορίας συμπαραγέγραπται τῇ Εἰς τέλος φωνῇ, πρὸς αὐτὸ τοῦτο βλέπει, ὡς ἂν διὰ τῶν ἱστορικῶν ὑποδειγμάτων μᾶλλον πρὸς τοὺς ἀγῶνας ἐπιρρωσθείημεν. αὕτη μὲν ἡ Εἰς τὸ τέλος διάνοια.

ΚΕΦΑΛΑΙΟΝ Γʹ Ψαλμὸς δὲ καὶ ᾠδὴ καὶ αἴνεσις καὶ ὕμνος καὶ προσευχὴ τοιαύτην πρὸς ἄλληλα τὴν διαφορὰν ἔχει· ψαλμὸς μὲν γάρ ἐστιν ἡ διὰ τοῦ ὀργάνου τοῦ μουσικοῦ μελῳδία, ᾠδὴ δὲ ἡ διὰ στόματος γινομένη τοῦ μέλους μετὰ τῶν ῥημάτων ἐκφώνησις, ἡ δὲ προσευχὴ ἱκετηρία ἐστὶ περί τινος τῶν συμφερόντων προσαγομένη τῷ θεῷ, ὕμνος δὲ ἡ ἐπὶ τοῖς ὑπάρχουσιν ἡμῖν ἀγαθοῖς ἀνατιθεμένη τῷ θεῷ εὐφημία αἶνος δὲ ἤτοι αἴνεσις (ταὐτὸν γὰρ ἐπ᾽ ἀμφοτέρων τὸ σημαινόμενον) τῶν θείων θαυμάτων περιέχει τὸν ἔπαινον. οὐδὲ γὰρ ἄλλο τί ἐστιν ἔπαινος, εἰ μὴ τοῦ αἴνου ἐπίτασις. πολλάκις δὲ ταῦτα ἀλλήλοις ἐν ταῖς ἐπιγραφαῖς διά τινος συζυγίας συμπλέκεται, ὥστε ἓν τὰ δύο διὰ τῆς συμπλοκῆς γενέσθαι. ἢ γὰρ ψαλμὸς ᾠδῆς ἢ ᾠδὴ ψαλμοῦ ἢ ἐν ὕμνοις ψαλμὸς ἢ καθὼς ἐν τῷ Ἀμβακοὺμ μεμαθήκαμεν, καὶ προσευχὴ μετ᾽ ᾠδῆς. ἡ δὲ διάνοια, καθ᾽ ἣν πρὸς ἀρετὴν ὁδηγούμεθα ὑπὸ τῶν ἐπιγραφῶν τούτων, ἐστὶ τοιαύτη· τὸ ψαλτήριον ὄργανόν ἐστι μουσικὸν ἐκ τῶν ἄνωθεν μερῶν τῆς κατασκευῆς ἀποτελοῦν τὸν ἦχον, ἡ δὲ τοῦ τοιούτου ὀργάνου μουσουργία ψαλμὸς λέγεται. οὐκοῦν ἐκ τοῦ σχήματος τῆς κατασκευῆς ὁ προτρεπτικὸς εἰς ἀρετὴν λόγος ἔμφασιν ἔχει. τὸν γὰρ σὸν βίον ψαλμὸν εἶναι διακελεύεται μὴ τοῖς γηΐνοις φθόγγοις περιηχούμενον· φθόγγους δέ φημι τὰ νοήματα· ἀλλὰ καθαρόν τε καὶ ἐξάκουστον ἐκ τῶν ἄνωθέν τε καὶ οὐρανίων τὸν ἦχον ἀπεργαζόμενον.

ᾠδὴν δὲ ἀκούσαντες τὴν περὶ τὸ φαινόμενον εὐσχημοσύνην τοῦ βίου μανθάνομεν δι᾽ αἰνίγματος. ὥσπερ γὰρ ἐκ τῶν μουσικῶν ὀργάνων μόνος ὁ ἦχος τῆς μελῳδίας προσπίπτει ταῖς ἀκοαῖς, αὐτὰ δὲ τὰ μελῳδούμενα ῥήματα οὐ διαρθροῦται τοῖς φθόγγοις· ἐν δὲ τῇ ᾠδῇ τὸ συναμφότερον γίνεται, καὶ ὁ τοῦ μέλους ῥυθμὸς καὶ τῶν ῥημάτων ἡ δύναμις ἡ συνδιεξαγομένη μετὰ τοῦ μέλους, ἣν ἀγνοεῖσθαι πᾶσα ἀνάγκη, ὅταν διὰ μόνων τῶν μουσικῶν ὀργάνων ἡ μελῳδία γένηται· οὕτω καὶ ἐπὶ τῶν τὴν ἀρετὴν μετιόντων συμβαίνει. οἱ μὲν γὰρ τῇ θεωρητικῇ τε καὶ ἐποπτικῇ τῶν ὄντων φιλοσοφίᾳ τὸν νοῦν προσανέχοντες ἄδηλον τοῖς πολλοῖς τὴν ἀρετὴν κατορθοῦσιν ἐν τῷ ἰδίῳ συνειδότι τὸ ἀγαθὸν κατακλείοντες· οἷς δὲ καὶ τὸ ἦθος τοῦ βίου κατὰ σπουδὴν συγκατορθοῦται, οὗτοι τῇ περὶ τὸ φαινόμενον εὐσχημοσύνῃ καθάπερ τινὶ λόγῳ τὴν τῆς ζωῆς ἑαυτῶν εὐρυθμίαν δημοσιεύουσιν. ὅταν τοίνυν δι᾽ ἀμφοτέρων ᾖ τὸ ἀγαθὸν κατορθούμενον, τῆς ἠθικῆς φιλοσοφίας πρὸς τὴν θεωρητικὴν συνδραμούσης, ᾠδὴ ψαλμοῦ γίνεται ἢ ψαλμὸς ᾠδῆς· ὅταν δὲ τὸ ἕτερον ᾖ τούτων ἐφ᾽ ἑαυτοῦ τοῖς ἐπαίνοις προκείμενον, ἢ τὸ κατὰ διάνοιαν ἀγαθὸν διὰ τοῦ ψαλμοῦ μόνον σημαίνεται ἢ τὸ ἦθος καὶ ἡ περὶ τὸ φαινόμενον εὐσχημοσύνη διὰ τῆς ᾠδῆς ἑρμηνεύεται.

Ὕμνος δὲ ἢ αἶνος τῇ ᾠδῇ συμμιγνύμενος παράγγελμα γίνεται μὴ πρότερον ἡμᾶς κατατολμᾶν τῶν περὶ θεοῦ νοημάτων, πρὶν ἂν τὸν βίον ἡμῶν τῆς τοιαύτης παρρησίας ποιήσωμεν ἄξιον. Οὐ γὰρ ὡραῖος, φησίν, αἶνος ἐν στόματι ἁμαρτωλοῦ. καὶ τῷ ἁμαρτωλῷ εἶπεν ὁ θεὸς, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; ὡσαύτως δὲ καὶ ἡ μετ᾽ ᾠδῆς προσευχὴ τὸ ἴσον ἡμῖν ὑποτίθεται πρότερον περὶ τὸν βίον σπουδάζειν, ὡς ἂν μή τις ἄρρυθμός τε καὶ παρηχημένος τοῖς ἐπιτηδεύμασι τύχοι, καὶ τότε προσιέναι διὰ προσευχῆς τῷ θεῷ. καί μοι δοκεῖ τὴν τοιαύτην ὁ κύριος ἔννοιαν παραδιδόναι τοῖς εἰποῦσι πρὸς αὐτὸν ὅτι Δίδαξον ἡμᾶς προσεύχεσθαι· ὡς οὐκ ἐν ῥήμασι τῆς προσευχῆς, ἀλλ᾽ ἐν τῷ βίῳ κατορθουμένης, ἐν οἷς φησιν ὅτι Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὁ οὐράνιος τὰς ἁμαρτίας ὑμῶν.

Ὅταν δὲ καθ᾽ ἑαυτὴν ἡ αἴνεσις γράφηται, μαρτυρίαν τινὰ τοῦ ἀνατιθέντος τῷ θεῷ τοὺς ἐπαίνους περιέχει τὸ νόημα. οὐ γὰρ ἄλλου τινός ἐστιν τὸ ἐπαινεῖν τὸν θεόν, ἀλλ᾽ αἴνεσις, φησί, τοῦ Δαβίδ, ὡς ἂν διὰ τούτου μάθοιμεν, ὅτι εἰ κατ᾽ ἐκεῖνον γενοίμεθα, τότε καὶ ἡμεῖς τὴν τοῦ αἰνεῖν τὸν θεὸν παρρησίαν ληψόμεθα.

Ὁ δὲ ἐν ὕμνοις ψαλμὸς εἰς ὑψηλοτέραν ἡμᾶς ἀνάγει κατάστασιν, ἣν ᾔδει καὶ ὁ θεῖος ἀπόστολος, καθὼς πρὸς Κορινθίους φησὶν ἑαυτὸν νῦν μὲν τῷ πνεύματι ψάλλειν, νῦν δὲ τῷ νοΐ. οὐκοῦν ἡ μὲν τῷ νῷ συμμιγνυμένη ψαλμῳδία τὸν προαποδοθέντα λόγον διερμηνεύει, τὸ δεῖν τὸ φαινόμενον ἄξιον εἶναι τοῦ κεκρυμμένου, ἵνα ἡ ᾠδὴ συμβαίνῃ τῷ τοιούτῳ νοήματι. ἡ δὲ πνεύματι μόνῳ κατορθουμένη ψαλμῳδία τὴν ὑπερέχουσαν κατάστασιν τῶν ἁγίων ἐνδείκνυται, ὅταν κρεῖττον ᾖ τῆς διὰ τῶν φαινομένων ἐνδείξεως τὸ τῷ θεῷ προσαγόμενον. οὐ γὰρ ἐν ᾠδαῖς τισιν ὁ ψαλμὸς ταῖς διὰ ῥημάτων διαρθρούσαις τῶν νοουμένων τὴν δύναμιν, ἀλλ᾽ ἐν ὕμνοις, φησίν, ὁ ψαλμός. τοῦτο δέ ἐστι κατά γε τὴν ἐμὴν κρίσιν, διδασκαλία, τί χρὴ ὑπὸ τοῦ ὕμνου γινώσκειν.

μανθάνομεν γὰρ ὅτι ὁ ὑψηλὸς βίος καὶ τὸ τὰ ἄνω φρονεῖν καὶ ἐκ τῶν οὐρανίων τε καὶ ὑπερκειμένων νοημάτων ἔχειν τὸ ἡμέτερον ὄργανον τοῦτο ὕμνος ἐστὶ τοῦ θεοῦ, οὐκ ἐν δυνάμει ῥημάτων, ἀλλ᾽ ἐν τῷ ὑπερέχοντι κατορθούμενος βίῳ· ὅταν δὲ τὴν τῆς συνέσεως φωνὴν συγγράφῃ τοῖς ὕμνοις, συμβουλίαν τινὰ δοκεῖ μοι ποιεῖσθαι ὁ λόγος μὴ ἀσυνέτως ἔχειν τῶν εἰς δοξολογίαν τῷ θεῷ ἀνατιθεμένων ῥημάτων, μή ποτε λάθοιμεν ἀνεξετάστῳ καὶ ἀσυνέτῳ τινὶ ὁρμῇ τὰ μὴ πρέποντα τῇ θείᾳ μεγαλειότητι ἀνατιθέντες νοήματα· οἷόν ἐστι τὸ οἴεσθαι τοῖς κατὰ θεὸν ζῶσιν ἐν τῇ τοῦ βίου τούτου εὐκληρίᾳ προκεῖσθαι τὰς ἀμοιβὰς καὶ τὸ νομίζειν ἐκεῖνο καὶ παρὰ τῷ θεῷ καλὸν κρίνεσθαι, ὅπερ ἂν τῇ αἰσθήσει τῶν ἀνθρώπων τοιοῦτον δόξῃ· καὶ πολλὰ τοιαῦτα δυνατόν ἐστιν εὑρεθῆναι νοήματα ταῖς περὶ θεοῦ ὑπολήψεσι παρὰ τῶν ἀσυνέτων ἀνατιθέμενα. σοὶ δὲ χρεία συνέσεως τοῦ ἐκεῖνα περὶ αὐτοῦ γινώσκειν, ὅσα μὴ μῶμον φέρει προσφερόμενα. τὸ μὲν γὰρ ὄντως αὐτῷ πρέπον εἰς ἔπαινον κρεῖττόν ἐστιν ἢ ὥστε ὑπὸ ἀνθρωπίνης φύσεως εὑρεθῆναι· ἡμῖν δὲ τοσοῦτον ἀγαπητὸν οὐδὲ τὸ δέον περὶ αὐτοῦ γινώσκειν εὑρεῖν, ἀλλὰ τὸ μηδενὶ τῶν ἀπεμφαινόντων συνενεχθῆναι· ὅπερ δὴ ἐπὶ τῆς αἰνέσεως τοῦ Δαβὶδ ἐνοήσαμεν, ὡς τῷ τοιούτῳ μόνῳ πρεπούσης τῆς θείας αἰνέσεως.

ταὐτόν μοι δοκεῖ καὶ περὶ τῆς προσευχῆς γινώσκειν, ὅταν ἀκούσωμεν, προσευχὴ τοῦ Δαβίδ, ὡς δέον καὶ τὸν ἡμέτερον βίον κατὰ τὸν ἐκείνου σπουδάζειν εἶναι, ἵνα τοῦ προσεύχεσθαι τὴν παρρησίαν κτησώμεθα. οὕτω καὶ τὸ προσευχὴ τῷ πτωχῷ ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. πολλὴ γὰρ ἡμῖν χρεία τῆς κατὰ θεὸν ἀναβάσεως, ἵνα νοήσωμεν τίνων πτωχεύομεν· οὐ γὰρ ἂν εἰς ἐπιθυμίαν ἔλθοιμεν τῶν ἀληθινῶν ἀγαθῶν, εἰ μὴ τὴν ἐν τοῖς τοιούτοις ἑαυτῶν πτωχείαν κατανοήσαιμεν. ἀλλ᾽ ἔμψυχός τις γίνεται καὶ ἐνδιάθετος τῆς προσευχῆς ὁ τόνος, ὅταν γνῶμεν τίνων πτωχεύομεν καὶ πρὸς τὴν ἀναβολὴν τῶν ποθουμένων ἀκηδιάσωμεν· καὶ οὕτως ἐκχεῖται ἡ δέησις ἡμῶν διὰ τῶν ὀφθαλμῶν ἀντὶ ῥημάτων χρωμένη τοῖς δάκρυσιν. οὕτω νοήσεις καὶ τὸ Προσευχὴ τῷ Μωυσεῖ ἀνθρώπῳ τοῦ θεοῦ, ὡς οὐκ ἐνὸν ἄλλως προσελθεῖν διὰ προσευχῆς τῷ θεῷ, εἰ μή τις τοῦ κόσμου τούτου ἀποστὰς θεοῦ μόνου γένοιτο ἄνθρωπος.