Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Ερμηνεία ειδικών επιγραφών: Αλλοίωση, κρύφια και ογδόη

Πνευματική ανάλυση των επιγραφών που αναφέρονται στην ανθρώπινη τρεπτότητα, την επιστροφή στο φως της αρετής, την προσδοκία της ογδόης ημέρας και τη συμμετοχή στην αγγελική χορεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 6 από 15

ΚΕΦΑΛΑΙΟΝ Δʹ Ἡ δὲ ὑπὲρ τῶν ἀλλοιωθησομένων ἐπιγραφὴ τοῦτόν μοι δοκεῖ τὸν νοῦν ἔχειν, ὅτι μόνη κρείττων ἐστὶ τροπῆς τε καὶ ἀλλοιώσεως ἡ θεία φύσις· οὐ γὰρ ἔχει πρὸς ὅ τι χρήσεται τῇ τροπῇ, τοῦ μὲν κακοῦ ἀνεπίδεκτος οὖσα καθόλου, πρὸς δὲ τὸ κρεῖττον τραπῆναι μὴ δυναμένη· οὐκ ἔστι γὰρ πρὸς ὅ τι δέξεται τὴν ἀλλοίωσιν· οὐ γὰρ ἔχει τὸ ἑαυτῆς κρεῖττον, πρὸς ὃ μεταβήσεται. ἡμεῖς δὲ οἱ ἄνθρωποι ἐν τροπῇ τε καὶ ἀλλοιώσει κείμενοι κατ᾽ ἀμφότερα διὰ τῆς ἀλλοιωτικῆς ἐνεργείας ἢ χείρους ἢ βελτίους γινόμεθα· χείρους μέν, ὅταν τῆς μετουσίας τῶν ἀγαθῶν ἀπορρέωμεν, ἀμείνους δὲ πάλιν, ὅταν πρὸς τὸ κρεῖττον ἀλλοιούμενοι τύχωμεν. ἐπεὶ οὖν τῷ κακῷ διὰ τῆς τροπῆς συνηνέχθημεν, χρεία τῆς ἀγαθῆς ἡμῖν ἀλλοιώσεως, ὡς ἂν διὰ ταύτης γένοιτο ἡμῖν ἡ πρὸς τὸ κρεῖττον μεταβολή· καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῆς συμφράσεως τῶν τοῖς ἀλλοιωθησομένοις συγγεγραμμένων· οὐ γὰρ μόνον τὸ δεῖν ἀλλοιωθῆναι συμβουλεύει ὁ λόγος, ἀλλὰ καὶ τρόπον τινὰ ὑποτίθεται, ὅπως ἂν τὸ τοιοῦτον κατορθωθείη, δι᾽ ὑποδειγμάτων τινῶν τὴν πρὸς τὸ κρεῖττον μεταβολὴν προδεικνύων.

Ἔχει δὲ ἡ λέξις τῆς ἐπιγραφῆς οὕτως· Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων εἰς στηλογραφίαν τῷ Δαβὶδ εἰς διδαχήν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβὰ καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν δώδεκα χιλιάδας. δῆλον γὰρ ἂν εἴη διὰ τῶν εἰρημένων, ὅτι διδασκαλίαν τινὰ καὶ συμβουλὴν περιέχει ὁ λόγος εἰπὼν ὅτι Εἰς στηλογραφίαν τῷ Δαβὶδ εἰς διδαχήν. οὐ γὰρ ἂν ἡ διδαχὴ προσέκειτο, μὴ πρὸς διδασκαλίαν τοῦ λόγου βλέποντος· ἡ δὲ Εἰς στηλογραφίαν τὸ δεῖν ἀνεξάλειπτόν τε καὶ ἐντετυπωμένον ἔχειν τῇ μνήμῃ τὸν λόγον ἐνδείκνυται, ὡς εἶναι στήλην μὲν τὸ μνημονικὸν τῆς ψυχῆς, τὰ δὲ ἐπὶ τῆς στήλης χαράγματα τὰ τῶν ἀγαθῶν ὑποδείγματα. ταῦτα δὲ ἦν ἡ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως τοῦ Δαβὶδ ἀριστεία, δι᾽ ὧν διπλοῦν γίνεται κατὰ τῶν πολεμίων τὸ πάθος, τῶν μὲν πυρὶ δαπανηθέντων, τῶν δὲ διὰ πληγῆς ἐν ἀφανισμῷ γενομένων. ἡ μὲν γὰρ μέση τῶν ποταμῶν Συρία διὰ τοῦ πυρὸς ἀναλίσκεται καὶ τὸ πρόσχωρον αὐτοῖς μέρος τῶν Σύρων, ὡσαύτως δὲ καὶ ἡ φάραγξ τῶν ἁλῶν ἐν πολλαῖς χιλιάσι καταφονεύεται· ἀλλὰ τὸ μὲν δι᾽ ἀκριβείας τὴν ἱστορικὴν ἀκολουθίαν ἐκθέσθαι μακρὸν ἂν εἴη καὶ περιττὸν ἅμα. τί γὰρ ἂν γένοιτο πλέον ἡμῖν δι᾽ ἀκολούθου τὴν ἔκθεσιν τῶν γεγονότων μαθοῦσιν;

ἀλλὰ πρὸς τί φέρει τῆς ἱστορικῆς μνήμης τὸ αἴνιγμα κρεῖττον οἶμαι δι᾽ ὀλίγων προθεῖναι τῷ λόγῳ, ὡς ἂν γένοιτο ἡμῖν ἡ τοιαύτη στηλογραφία εἰς διδαχὴν τοῦ ἡμετέρου βίου. τί οὖν ἐστιν ὅ φημι; ὅλον τὸ ἔθνος Συρίαν ὠνόμασε, μερίζει δὲ τοῦτο εἰς δύο τμήματα ἕκαστον αὐτῶν ἰδίοις γνωρίσμασι σημειούμενος· ἡ μὲν γὰρ αὐτῶν Μεσοποταμία Συρίας λέγεται· ἡ δὲ ἑτέρα τοῦ Σωβὰ Συρία κατονομάζεται· καταπίμπραται δὲ καὶ αὕτη καὶ αὕτη. καὶ μετὰ τοῦτο ἐξ ἐπιστροφῆς τοῦ ἀρχιστρατήγου ἡ φάραγξ τῶν ἁλῶν ἐν δυοκαίδεκα χιλιάσι τῷ θανάτῳ καταδικάζεται· οὐκοῦν νοήσωμεν ὅτι διπλοῦν ἐστι τῆς Συρίας τὸ εἶδος. οἱ μὲν γὰρ αὐτῶν εἰσι τοῖς ποταμίοις ῥεύμασιν ἐν κύκλῳ διειλημμένοι· αὐτοὶ δ᾽ ἂν εἶεν οἱ τοῖς παθήμασι πανταχόθεν περιρρεόμενοι.

οἱ δὲ ἀντίκεινται τῷ Σωβὰ διὰ τοῦ ὀνόματος τούτου τὴν τῆς ἀντικειμένης δυνάμεως τυραννίδα τοῦ λόγου σημαίνοντος· οὐκοῦν αὕτη γένοιτο ἂν ἡμῖν τῆς πρὸς τὸ κρεῖττον ἀλλοιώσεως ἡ ὁδός, εἰ τῷ καθαρσίῳ πυρὶ τὸ διπλοῦν τοῦτο τῆς κακίας ἔθνος ἀφανισθείη· ὡς γὰρ ἡ ἀρετὴ βίῳ καὶ διανοίᾳ χαρακτηρίζεται, οὕτω καὶ ἡ κακία τοῖς δύο τούτοις ἐνθεωρεῖται· καὶ ἡ μὲν κατὰ τὸν βίον ἀταξία, ᾗ τὰ τῶν παθῶν ῥεύματα κύκλῳ τὴν ψυχὴν διαλαμβάνει, ἡ τῶν ποταμῶν λέγεται μέση, ἡ δὲ διὰ τῶν πονηρῶν δογμάτων ἀνακειμένη τῷ ἄρχοντι τοῦ κόσμου Σωβὰ Συρίας κατονομάζεται· ὧν τῷ καυστικῷ τε καὶ καθαρσίῳ λόγῳ δαπανηθέντων ἕπεται τὸ τὴν ἄγονόν τε καὶ ἁλμῶσαν γῆν, ἥτις στρατόπεδόν ἐστι τῶν ἀντικειμένων δυνάμεων, τῇ τοῦ ἀρχιστρατήγου πληγῇ παταχθῆναι· οὐ γὰρ ἂν γένοιτο ἡμῖν ἡ κατὰ τῶν ἐχθρῶν νίκη, μὴ τοῦ ἄρχοντος τῶν στρατιῶν ὑπερσχόντος τῇ χειρί. τῇ δὲ τῶν πολεμίων ἀπωλείᾳ εἰρήνη κατὰ τὸ ἀκόλουθον ἕπεται· καὶ τοῦτό ἐστι τὸ ἀκόλουθον τῆς νίκης, πρὸς ὃ βλέπουσα ἡ ἐπιγραφὴ ἐνστηλιτεύει ταῖς μνήμαις ἡμῶν τὴν πρὸς τὸ ἀλλοιωθῆναι ὑφήγησιν διὰ τῶν ἱστορικῶν ὑποδειγμάτων τὴν ἀπαλλαγὴν τῶν παθημάτων ὑποδεικνύουσα. μᾶλλον δ᾽ ἂν ἡμῖν φανερὸν γένοιτο τὸ κατὰ τὴν ἀλλοίωσιν μάθημα, εἰ τοῖς λοιποῖς τῶν ἑρμηνέων ἀκολουθήσαιμεν, ὧν ὁ μὲν τὸ Ὑπὲρ τῶν ἀνθῶν, ὁ δὲ Ὑπὲρ τῶν κρίνων, ἀντὶ τῆς ἀλλοιώσεως τῷ λόγῳ προσέγραψεν.

τό τε γὰρ ἄνθος ἐνδείκνυται τοῦ χειμῶνος τὴν εἰς ἔαρ μεταβολήν, ὅπερ σημαίνει τὴν ἀπὸ κακίας εἰς τὸν κατ᾽ ἀρετὴν βίον μετάστασιν. ἥ τε τοῦ κρίνου ὄψις πρὸς ὅ τι χρὴ γενέσθαι τὴν ἀλλοίωσιν διερμηνεύει· ὁ γὰρ δι᾽ ἀλλοιώσεως λαμπρὸς γινόμενος δηλονότι ἐκ μέλανός τε καὶ ἐσκοτισμένου λαμπρόν τε καὶ χιονῶδες εἶδος μεταλαμβάνει. κατὰ πᾶσαν τοίνυν ἐπιγραφήν, ᾗ τὸ ὑπὲρ τῶν ἀλλοιωθησομένων προσγέγραπται, ταύτην οἶμαι δεῖν δέχεσθαι τὴν συμβουλὴν παρὰ τοῦ λόγου, τὸ δεῖν ἀεὶ διὰ προσευχῆς τε καὶ ἐπιμελείας τοῦ βίου κτήσασθαι τὴν ἐπὶ τὸ κρεῖττον ἀλλοίωσιν.

ΚΕΦΑΛΑΙΟΝ Εʹ Ἡ δὲ ὑπὲρ τῶν κρυφίων ἐπιγραφὴ τὸ περὶ τὴν θεογνωσίαν ἀκριβὲς κατορθοῦν ὑποτίθεται. ἐπειδὴ γὰρ τὸ ἔσχατον πτῶμά ἐστι ψυχῆς ἡ διημαρτημένη περὶ τὸ θεῖον ὑπόληψις (τί γὰρ ἄν τις ἀπόναιτο τῶν ἀγαθῶν αὐτὸ τὸ ἀγαθὸν οὐκ ἔχων;), τούτου ἕνεκεν οἷόν τινα λύχνον σοι προτείνει ἡ ἐπιγραφὴ τὸν ἐρευνητικὸν τῶν κρυφίων τῆς θεογνωσίας λόγον, ἧς κεφάλαιόν ἐστιν ἡ εἰς τὸν υἱὸν πίστις. οὕτω γάρ φησιν καὶ ἡ ἐπιγραφή, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ. κρύφιον γὰρ ὡς ἀληθῶς ἐκεῖνό ἐστιν τὸ ἀκατανόητόν τε καὶ ἀόρατον καὶ πάσης ὑπερκείμενον καταληπτικῆς ἐπινοίας, ᾧπερ ὁ προσεγγίσας διὰ τῆς πίστεως εἰς τὸ τῆς νίκης ἔφθασε τέλος. ὁ δὲ Ὑπὲρ τῆς κληρονομούσης λόγος δῆλός ἐστιν. ὑπὲρ γὰρ τῆς ψυχῆς τῆς τοῦ ἰδίου κλήρου ἀποπεσούσης, ὅτε ἐπέδυ τῷ τὴν ἐντολὴν παραβεβηκότι ὁ ἥλιος, τὴν ἔντευξιν ταύτην προσάγει τῷ θεῷ ὁ προφήτης, ἵνα ἐν πρωΐᾳ γένηται πάλιν ἀποθεμένη τὸ σκότος καὶ τῆς γλυκείας ἐκείνης φωνῆς ἀξία γένηται, ἥ φησι πρὸς τοὺς ἐκ δεξιῶν Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Τὸ αὐτὸ τοῦτο καὶ ὑπὲρ τῆς ἑωθινῆς ἀντιλήψεώς τις νοήσας οὐκ ἂν ἁμάρτοι τοῦ δέοντος. ὄρθρον γὰρ τὴν ἑωθινὴν ἡ τῆς γραφῆς ὀνομάζει συνήθεια. ὁ δὲ ὄρθρος χρόνος ἐστὶν νυκτὸς καὶ ἡμέρας μεθόριος, καθ᾽ ὃν ἡ μὲν ἀφανίζεται, ἡ δὲ ἄρχεται. τῆς δὲ κακίας πολλαχοῦ τῆς γραφῆς διὰ τοῦ σκότους ἐν αἰνίγματι νοουμένης, ὅταν γένηται ἡμῖν ἐκ θείας ἀντιλήψεως ἡ τοῦ κατ᾽ ἀρετὴν βίου ἀνατολή, τότε πρὸς τὴν νίκην φθάσομεν ἀποθέμενοι τὰ ἔργα τοῦ σκότους καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατοῦντες, καθώς φησιν ὁ ἀπόστολος.

Ἐγγὺς τῶν ἐξητασμένων καὶ ὁ τῆς ὀγδόης λόγος ἐστί. πᾶσα γὰρ ἐπιμέλεια τῆς ἐναρέτου ζωῆς πρὸς τὸν ἐφεξῆς αἰῶνα βλέπει, οὗ ἡ ἀρχὴ ὀγδόη λέγεται τὸν αἰσθητὸν διαδεξαμένη χρόνον τὸν ἐν ἑβδομάσιν ἀνακυκλούμενον. συμβουλεύει τοίνυν ἡ ὑπὲρ τῆς ὀγδόης ἐπιγραφὴ μὴ πρὸς τὸν παρόντα βλέπειν χρόνον, ἀλλὰ πρὸς τὴν ὀγδόην ὁρᾶν. ὅταν γὰρ ὁ ῥοώδης οὗτος καὶ παροδικὸς παύσηται χρόνος, ἐν ᾧ τὸ μὲν γίνεται, τὸ δὲ λύεται, καὶ παρέλθῃ μὲν ἡ τοῦ γενέσθαι χρεία, μηκέτι δὲ τὸ λυόμενον ᾖ, τῆς ἐλπιζομένης ἀναστάσεως εἰς ἄλλην τινὰ ζωῆς κατάστασιν μεταστοιχειούσης τὴν φύσιν, καὶ ἡ παροδικὴ τοῦ χρόνου παύσηται φύσις, τῆς κατὰ γένεσιν καὶ φθορὰν ἐνεργείας μηκέτι οὔσης, στήσεται πάντως καὶ ἡ ἑβδομὰς ἡ ἐκμετροῦσα τὸν χρόνον, καὶ διαδέξεται ἡ Ὀγδόη ἐκείνη, ἥτις ἐστὶν ὁ ἐφεξῆς αἰὼν ὅλος μία ἡμέρα γενόμενος, καθώς φησί τις τῶν προφητῶν μεγάλην ἡμέραν τὴν ἐλπιζομένην ὀνομάσας ζωήν. ἐπειδὴ οὐχ ὁ αἰσθητὸς ἥλιος φωτίζει τὴν ἡμέραν ἐκείνην, ἀλλὰ τὸ ἀληθινὸν φῶς, ὁ τῆς δικαιοσύνης ἥλιος, ὃς ἀνατολὴ ὑπὸ τῆς προφητείας κατονομάζεται διὰ τὸ μηδέποτε δυσμαῖς συγκαλύπτεσθαι.

Τὸ δὲ αὐτὸ τοῦτο καὶ ἐν ταῖς Ὑπὲρ τῶν ληνῶν ἐπιγραφαῖς ἐνοήσαμεν. ἡ γὰρ ληνὸς οἴνου ἐστὶν ἐργαστήριον, ἐν ᾗ τῶν βοτρύων συνθλιβομένων ὁ οἶνος γίνεται. ἀλλ᾽ εἰ μὲν ἐκ σεσηπότων ἢ ὀμφακιζόντων τῶν βοτρύων ἀπορρυῇ ὁ οἶνος, τροπίας εὐθὺς καὶ ἄποτος γίνεται, εἰς δυσωδίαν τινὰ ἢ καὶ εἰς ὀξώδη μεταβαλὼν ποιότητα διά τινος ἑτέρας διαφθορᾶς εἰς σκωλήκων γένεσιν ἀλλοιούμενος. εἰ δὲ εὐγενής τε καὶ ὡραῖος ταῖς ληνοῖς ἐντεθείη ὁ βότρυς, ἡδύς τε καὶ ἀνθοσμίας ὁ οἶνος τῶν βοτρύων ἀπορρυήσεται τῷ μακρῷ χρόνῳ συνεπιδιδοὺς εἰς κάλλος καὶ εὔπνοιαν. τί οὖν τὸ αἴνιγμα βούλεται φροντίζειν τοῦ βότρυος ὡς ἔνι μάλιστα; ὅπως ἂν ἡμῖν πλουτοίη τοῦ ἀνθρωπίνου νοῦ ἡ ἀποθήκη· ἐλπὶς δέ ἐστιν ἡ ἀποθήκη ἐν ᾗ πᾶσα ἡμῖν ἡ τοῦ βίου παρασκευὴ περιέχεται. οὕτω δ᾽ ἂν γένοιτο ἡμῖν πρόδηλος τῶν βοτρύων ἡ φύσις, εἰ φανείη πρῶτον τὰ κλήματα καὶ ἡ περιεκτικὴ τῶν τε βοτρύων καὶ κλημάτων ἄμπελος.

ἀλλὰ τοῦτο φανερὸν ἐκ τῶν τοῦ κυρίου λόγων γενήσεται τοῦ εἰπόντος Ἐγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· εἰ γὰρ ἀληθῶς ἐν αὐτῷ ἐσμεν, ἐρριζωμένοι, καρποφοροῦντές τε καὶ αὐξανόμενοι, καθώς φησιν ὁ ἀπόστολος, νοήσομεν διὰ τῶν εἰρημένων ὅτι ἐν αὐτῷ κτισθέντες καὶ ἄνευ αὐτοῦ μὴ ὄντες ἄξιον τῆς ὑποτρεφούσης ἡμᾶς ἰκμάδος τὸν ἐκ τῶν ἔργων βότρυν παρ᾽ αὐτοῦ ἀπαιτούμεθα μήτε δι᾽ ὀργῆς ὀμφακίζοντά τε καὶ καταστύφοντα μήτε δι᾽ ἡδονῆς τινος ἐν σηπεδόνι φθειρόμενόν τε καὶ λυόμενον. ἐν γὰρ τῇ ληνῷ τῆς ἑκάστου ψυχῆς (ληνὸς δέ ἐστιν ἡ συνείδησις) ὁ ἐκ τῶν ἔργων βότρυς τὸν οἶνον ἡμῖν εἰς τὸν ἐφεξῆς ἀποθήσεται βίον. καὶ πᾶσα ἀνάγκη τῶν ἰδίων ἕκαστον ἐμφορεῖσθαι πόνων, οἷοί περ ἂν τύχωσιν ὄντες, ὡς μακάριοί γε τῶν γεωργῶν ἐκεῖνοι, ὧν ὁ οἶνος εὐφραίνει καρδίαν ἐν ἀπολαύσει γινόμενος. ἐλεεινοὶ δὲ ἐκ τοῦ ἐναντίου καὶ θρήνων ἄξιοι, ὧν θυμὸς δρακόντων ὁ οἶνος γίνεται κατὰ τὴν Μωυσέως φωνὴν εἰς δηλητηριώδη μεταβαλὼν ποιότητα, ἐκ τῆς Σοδομιτικῆς κληματίδος καρπογονῶν τὴν ἀπώλειαν. εἰ τοίνυν περὶ τὴν ὀγδόην βλέπεις, μέμνησο, φησίν, τῶν ληνῶν, ὡς ἄν σοι διὰ τῶν ἀγαθῶν ἔργων τοῦ ἀνθοσμίου οἴνου κατὰ τὸν παροιμιώδη λόγον αἱ ληνοὶ ὑπερβλύζωσιν.

ΚΕΦΑΛΑΙΟΝ ϛʹ Ἡ δὲ Ὑπὲρ Μαελὲθ ἐπιγραφὴ σαφέστερον ἐκδοθεῖσα παρὰ τῶν μεταβαλόντων εἰς τὴν Ἑλλάδα φωνὴν ταύτην τὴν λέξιν, προθυμίαν τινὰ τοῖς δι᾽ ἀρετῆς ἀγωνιζομένοις ἐντίθησι, τὸ πέρας τῶν ἄθλων οἷόν ἐστιν ὑποδεικνύουσα. χορείας καὶ εὐφροσύνας τοῖς κεκρατηκόσι τῶν ἀγώνων προκεῖσθαι λέγουσα πρὸς ταύτην τὴν ἔμφασιν ἑρμηνευθείσης τῆς λέξεως. τὸ γὰρ Μαελὲθ ὄνομα διὰ χορείας τὴν ἑρμηνείαν ἔχει, οἷον δὴ καὶ ἐπὶ τῆς νίκης τοῦ Δαβὶδ διὰ τῆς ἱστορίας ἔγνωμεν ὅτι πεσόντος τοῦ Γολιὰθ ἐν τῇ μονομαχίᾳ τοῦ νέου θεραπεύουσι τὸν ἐναγώνιον αὐτοῦ πόνον ὑπαπαντῶσαι διὰ χορείας αἱ νεάνιδες· οὕτως πᾶσαν νίκην ἱδρῶτί τε καὶ πόνῳ κατὰ τῶν ἀντιπάλων κατορθουμένην ἡ περὶ τοῦ Μαελὲθ ἐπιγραφὴ εὐφροσύνην λέγει καὶ χοροστασίαν ἐκδέχεσθαι, πάσης τῆς νοητῆς κτίσεως ἑαυτὴν καθάπερ ἐν χοροῦ συμφωνίᾳ τοῖς νικηταῖς συναρμοζούσης. ἦν γὰρ ὅτε μία τῆς λογικῆς φύσεως ἦν ἡ χοροστασία πρὸς ἕνα βλέπουσα τὸν τοῦ χοροῦ κορυφαῖον, καὶ πρὸς τὴν ἐκεῖθεν ἐνδιδομένην αὐτοῦ τῇ κινήσει διὰ τῆς ἐντολῆς ἁρμονίαν τὸν χορὸν ἀνελίσσουσα.

ἐπειδὴ δὲ τὴν ἔνθεον ἐκείνην διέλυσε τοῦ χοροῦ συνῳδίαν παρεμπεσοῦσα ἡ ἁμαρτία καὶ τοῖς ποσὶ τῶν πρώτων ἀνθρώπων τῶν ταῖς ἀγγελικαῖς δυνάμεσι συγχορευόντων τὸν τῆς ἀπάτης ὄλισθον ὑποχέασα πτῶμα ἐποίησεν, ὅθεν διεσπάσθη τῆς πρὸς τοὺς ἀγγέλους συναφείας ὁ ἄνθρωπος, τοῦ πτώματος τὴν συμβολὴν διαλύσαντος τούτου χάριν πολλῶν ἱδρώτων χρεία τῷ πεπτωκότι καὶ πόνων, ἵνα τὸν ἐπικείμενον αὐτοῦ τῷ πτώματι καταγωνισάμενός τε καὶ ἀνατρέψας πάλιν ἀνορθωθῇ, γέρας τῆς κατὰ τοῦ παλαίοντος νίκης τὴν θείαν χοροστασίαν δεξάμενος. ὅταν οὖν ἀκούσῃς τῆς ἐπιγραφῆς συναπτούσης τὸ Ὑπὲρ Μαελὲθ τῇ Εἰς τέλος φωνῇ, τότε γίνωσκε διὰ τοῦ αἰνίγματος συμβουλήν σοι προσάγεσθαι, μὴ ἐγχαυνοῦσθαι τοῖς τῶν πειρασμῶν ἀγωνίσμασιν, ἀλλ᾽ εἰς τὸ τέλος τῆς νίκης βλέπειν. τοῦτο δέ ἐστι τὸ καταταχθῆναι τῇ ἀγγελικῇ χορείᾳ καὶ τὴν σὴν ψυχὴν τῇ προσβολῇ τῶν πειρασμῶν ἐκκαθαρθεῖσαν. οἷον δὴ καὶ ἐπὶ τοῦ Λαζάρου γενέσθαι παρὰ τῆς φωνῆς τοῦ κυρίου ἠκούσαμεν. ὃς ἐπειδὴ διὰ τῆς ὑπομονῆς τῶν παθημάτων παρ᾽ ὅλον τοῦ βίου τὸ στάδιον ἐφύλαξεν ἑαυτὸν ἀκατάπτωτον, διαλυθείσης αὐτῷ τῆς σκηνῆς καὶ ἡττηθέντος ἐν τῷ τῆς ζωῆς σταδίῳ τοῦ προσπαλαίοντος εὐθὺς ἐν ἀγγέλοις ἦν. Ἐγένετο γάρ, φησίν, ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων.

αὕτη ἐστὶν ἡ χορεία, ἡ μετὰ τῶν ἀγγέλων ὁδοιπορία, καὶ ὁ κόλπος τοῦ πατριάρχου ὁ ἐν ἑαυτῷ συμπεριλαμβάνων τὸν Λάζαρον· οὐδὲ αὐτὸς τῆς φαιδρᾶς τοῦ χοροῦ συμφωνίας ἔξω νοεῖται. κόλπον γὰρ ἀκούσας οἷόν τινα εὐρύχωρον πελάγους περιοχὴν τὸ τῶν ἀγαθῶν πλήρωμα, ᾧ ἐπωνομάσθη ὁ πατριάρχης, νοήσας τις οὐκ ἂν ἁμάρτοι, ἐν ᾧ καὶ ὁ Λάζαρος γίνεται. τῶν γὰρ ἐν τοῖς ὁμοίοις ἀγῶσι διαφανέντων οὐδέν ἐστιν ἴδιον οὐδενός, ἀλλὰ κοινὸν πάντων τὸ ἀγαθὸν γίνεται τῶν διὰ τῆς αὐτῆς ἀρετῆς ἐπὶ τὸ ἴσον ἀγαθὸν συνδραμόντων.

Ἡ δὲ Τὸ ἐξόδιον ἔχουσα τῆς σκηνῆς ἐπιγραφὴ καὶ πάλιν Ὑπὲρ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου Δαβὶδ γειτνιῶσιν ἀλλήλαις κατὰ τὴν θέσιν τε καὶ τὴν ἔννοιαν. ἔστι γὰρ ἡ μὲν ἐν τῷ εἰκοστῷ καὶ ὀγδόῳ, ἡ δὲ ἐν τῷ μετὰ τοῦτον. ἡ δὲ λέξις ἐφ᾽ ἑκατέρου τοῦτον ἔχει τὸν τρόπον· ἐπὶ μὲν τῆς προτέρας ἐπιγραφῆς, Ψαλμὸς τῷ Δαβὶδ ἐξοδίου σκηνῆς· ἐν δὲ τῷ ἐφεξῆς, Ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου Δαβίδ. ἐὰν γὰρ μὴ τῆς αἰσθητῆς σκηνῆς ἐξέλθωμεν, ὁ ἀληθινὸς ἡμῶν οἶκος οὐκ ἐγκαινίζεται. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· δύο περὶ τὴν ἀνθρωπίνην νοεῖται φύσιν· ἥ τε σαρκώδης ζωή, ἡ διὰ τῶν αἰσθήσεων ἐνεργουμένη, καὶ ἡ πνευματική τε καὶ ἄϋλος, ἡ τῷ νοερῷ τε καὶ ἀσωμάτῳ τῆς ψυχῆς βίῳ κατορθουμένη. ἀλλ᾽ οὐκ ἔστι τῶν δύο κατὰ ταὐτὸν ἐν μετουσίᾳ γενέσθαι. ἡ γὰρ περὶ τὸ ἕτερον τούτων σπουδὴ τὴν τοῦ ἑτέρου στέρησιν ἀπεργάζεται. οὐκοῦν εἰ μέλλοιμεν οἰκητήριον θεοῦ ποιεῖν τὴν ψυχήν, ἐξελθεῖν προσήκει τῆς σαρκώδους σκηνῆς. οὐ γὰρ ἔστιν ἄλλως ἐγκαινισθῆναι τὸν οἶκον ἡμῶν ὑπὸ τοῦ ἀνακαινίζοντος ἡμᾶς διὰ τῆς ἑαυτοῦ ἐνοικήσεως, εἰ μὴ τὸ ἐξόδιον τῆς σκηνῆς διὰ τῆς τοῦ σωματικοῦ βίου ἀλλοτριώσεως κατορθωθείη.

Ὁ δὲ τῆς ἐκστάσεως ψαλμὸς ὁ μετὰ τὸν ἐγκαινισμὸν τεταγμένος, οὗ πρόκειται ἡ ἐπιγραφὴ αὕτη Εἰς τὸ τέλος ψαλμὸς τῷ Δαβὶδ ἐκστάσεως, σύμφωνός ἐστι τοῖς προτεθεωρημένοις, ἐκστῆναι συμβουλεύων ἐκείνων, ὧν ἐπιβλαβής ἐστιν ἡ συνάφεια.

Οἷς δὲ παράκειται τὸ Εἰς ἀνάμνησιν, σύντομόν τινα διδασκαλίαν ὁ λόγος ὑπὲρ τῆς σωτηρίας ἡμῖν ὑποτίθεται. ἐπειδὴ γὰρ ἡ παρακοὴ τῆς θείας ἐντολῆς ὁδὸς εἰς ἀπώλειαν τοῖς ἀνθρώποις ἐγένετο (οὐ γὰρ ἂν ἀπολώλαμεν, εἰ τῇ μνήμῃ τὴν ἐντολὴν ἐφυλάξαμεν), διὰ τοῦτο ὡς ἀντιφάρμακον τοῦ κατὰ τὴν λήθην πάθους τὴν ἀνάμνησιν τῆς ἐντολῆς ὁ λόγος ἡμῖν ὑποτίθεται, ἐν δύο ψαλμῳδίαις τοῦτο ποιῶν.

Ἐν οἷς δὲ ἡ ἐξομολόγησις πρόσκειται, ταῦτα παρὰ τῆς φωνῆς διδασκόμεθα· διπλῆς οὔσης ἐν τῇ γραφικῇ συνηθείᾳ τῆς κατὰ τὴν ἐξομολόγησιν σημασίας, καὶ νῦν μὲν τὴν ἐξαγόρευσιν, αὖθις δὲ τὴν εὐχαριστίαν ἐνδεικνυμένης, ἐνταῦθα κατ᾽ ἀμφοτέρας τὰς ἐννοίας πρὸς τὸν κατ᾽ ἀρετὴν βίον χειραγωγούμεθα. ἥ τε γὰρ ἐξαγόρευσις χωρισμόν τε καὶ ἀλλοτρίωσιν τῶν κακῶν ἀπεργάζεται, τό τε πρὸς τὴν εὐχαριστίαν πρόθυμον πλεονάζει τὴν παρὰ τοῦ εὐεργέτου χάριν ἐπὶ τῶν εὐαισθήτως δεχομένων τὰς εὐποιΐας. πρόκειται οὖν ὁ ψαλμὸς Εἰς ἐξομολόγησιν οὕτως, εἰ μέν τις ἁμαρτίας ὑποσμύχει σε μνήμη συμβουλεύων τὸ διὰ τῆς μετανοίας καθάρσιον. εἰ δέ σοι πρὸς τὸ κρεῖττον εὐοδοῦται ὁ βίος, βεβαίαν σοι ποιεῖ διὰ τῆς πρὸς τὸ θεῖον εὐχαριστίας τὴν ἀμείνω προαίρεσιν.

Ἡ δὲ Στηλογραφία καὶ τὸ Μὴ διαφθείρῃς εἴτε μετ᾽ ἀλλήλων εἴτε κεχωρισμένως τισὶ τῶν ἐπιγραφῶν ἐφευρίσκοιτο, συμβουλὴν περὶ τῆς κατὰ τὴν μακροθυμίαν ἀρετῆς περιέχουσι. τὸ γὰρ Μὴ διαφθείρῃς τοῦ Δαβίδ ἐστιν ἡ φωνὴ κωλύοντος τὸν ὑπασπιστὴν χρήσασθαι κατὰ τοῦ Σαοὺλ τῇ πληγῇ, ἡ δὲ τῆς Στηλογραφίας διάνοια τὸ δεῖν οἷόν τινι στήλῃ τῷ μνημονικῷ τῆς ψυχῆς ἐγκεχαραγμένην ἔχειν τὴν τοιαύτην φωνὴν ὡς ἂν ἐπὶ τῶν ὁμοίων πραγμάτων, εἴ τις περίστασις πρὸς τὴν τοῦ λελυπηκότος ἄμυναν τὸν θυμὸν ἡμῶν διαναστήσειεν, ἀναγινώσκοντες τῇ διανοίᾳ τὸ κωλυτικὸν τοῦ φόνου πρόσταγμα καὶ αὐτοὶ πρὸς μακροθυμίαν τὸν θυμὸν κατευνάσωμεν. ἀκριβέστερον δὲ τὸν περὶ τούτων λόγον εἰς αὖθις διαληψόμεθα πρὸς τὴν τῶν λοιπῶν ἐπιγραφῶν θεωρίαν ἐπαναδραμόντες.