Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Προοίμιον και σκοπός της ψαλμωδίας

Εισαγωγή στον σκοπό της ψαλμωδίας, η οποία ορίζεται ως μέσο επίτευξης της μακαριότητας, της θεραπείας των παθών και της εναρμόνισης του ανθρώπου με την κοσμική τάξη μέσω της θείας μελωδίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 15

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΑΣ ΕΠΙΓΡΑΘΑΣ ΤΩΝ ΨΑΛΜΩΝ I Ἐδεξάμην σου τὸ ἐπίταγμα μετὰ προθυμίας πάσης, ὦ ἄνθρωπε τοῦ θεοῦ, κατὰ τὸ ἴσον ἐμοί τε καὶ σοὶ τὴν σπουδὴν χαριζόμενον, καὶ προσέσχον ταῖς τῶν ψαλμῶν ἐπιγραφαῖς. τοῦτο γὰρ ἡμῖν ἐπέταξας διερευνήσασθαι τὴν ἐνθεωρουμένην ταύταις διάνοιαν, ὡς πᾶσι γενέσθαι δῆλον τὸ διὰ τούτων ἡμᾶς πρὸς ἀρετὴν ὁδηγῆσαι δυνάμενον. πάσῃ τοίνυν τῇ βίβλῳ τῶν Ψαλμῶν μετὰ πλείονος τῆς προσοχῆς καθομιλήσας ἀναγκαῖον ᾠήθην μὴ ἀπὸ τῶν ἐπιγραφῶν ἄρξασθαι τῆς ἐξετάσεως, ἀλλὰ περὶ πάσης ὁμοῦ τῆς ψαλμῳδίας ἔφοδόν τινα πρὸς τὴν τῶν νοημάτων κατανόησιν τεχνικὴν προεκθέσθαι, δι᾽ ἧς ἐκ τοῦ ἀκολούθου καὶ ὁ περὶ τῶν ἐπιγραφῶν ἡμῖν σαφηνισθήσεται λόγος. χρὴ τοίνυν πρῶτον μὲν τὸν σκοπὸν τῆς γραφῆς ταύτης πρὸς ὅ τι βλέπει κατανοῆσαι, εἶτα τὰς δι᾽ ἀκολούθου πρὸς τὸ προκείμενον τῶν νοημάτων κατασκευὰς συνιδεῖν, ἃς ὑποδείκνυσιν ἥ τε τάξις τῶν ψαλμῶν πρὸς τὴν τοῦ σκοποῦ γνῶσιν εὖ διακειμένη καὶ τὰ τμήματα παντὸς τοῦ βιβλίου ἰδίαις τισὶ περιγραφαῖς ὁριζόμενα, πενταχῇ πάσης τῆς ἐν τοῖς ψαλμοῖς προφητείας διαιρεθείσης. ὧν μετρίως προκατανοηθέντων γνωριμωτέρα ἡμῖν ἡ ἐκ τῶν ἐπιγραφῶν ὠφέλεια γενήσεται διὰ τῆς τῶν προεξετασθέντων κατανοήσεως φανερουμένη. ἀρκτέον τοίνυν ἐντεῦθεν τῆς θεωρίας.

ΚΕΦΑΛΑΙΟΝ Αʹ Τέλος τοῦ κατ᾽ ἀρετὴν βίου μακαριότης ἐστίν. πᾶν γὰρ τὸ κατὰ σπουδὴν κατορθούμενον πρός τι τὴν ἀναφορὰν πάντως ἔχει. καὶ ὥσπερ ἡ μὲν ἰατρικὴ πρὸς τὴν ὑγίειαν ὁρᾷ, τῆς δὲ γεωργίας ὁ σκοπὸς πρὸς τὸ ζῆν ἐστι παρασκευή, οὕτω καὶ ἡ τῆς ἀρετῆς κτῆσις πρὸς τὸ μακάριον γενέσθαι τὸν κατ᾽ αὐτὴν ζῶντα βλέπει. τοῦτο γὰρ παντὸς τοῦ κατὰ τὸ ἀγαθὸν νοουμένου κεφάλαιον καὶ πέρας ἐστί. τὸ μὲν οὖν ἀληθῶς τε καὶ κυρίως ἐν τῷ ὑψηλῷ τούτῳ νοήματι θεωρούμενόν τε καὶ νοούμενον ἡ θεία φύσις λέγοιτο ἂν εἰκότως. οὕτω γὰρ ὁ μέγας Παῦλος τὸν θεὸν ὀνομάζει, πάντων τῶν θεολογικῶν ὀνομάτων προθεὶς τὸ μακάριον ἔν τινι τῶν ἐπιστολῶν οὑτωσὶ γράψας τοῖς ῥήμασιν· Ὁ μακάριος καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται, ᾧ τιμὴ καὶ κράτος αἰώνιον. ταῦτα γὰρ πάντα τὰ ὑψηλὰ περὶ τὸ θεῖον νοήματα κατά γε τὸν ἐμὸν λόγον ὁρισμὸς ἂν εἴη μακαριότητος. εἰ γάρ τις ἐρωτηθείη τί ἐστι τὸ μακάριον, οὐκ ἂν τῆς εὐσεβοῦς ἀποκρίσεως ἁμάρτοι ἐπακολουθήσας τῇ Παύλου φωνῇ καὶ εἰπὼν ὅτι μακάριόν ἐστιν ὃ κυρίως τε καὶ πρώτως λέγεται ἡ τοῦ παντὸς ἐπέκεινα φύσις· τὸ δὲ ἐν ἀνθρώποις μακάριον τῇ μεθέξει τοῦ ὄντως ὄντος ἐκεῖνο ποσῶς γίνεταί τε καὶ ὀνομάζεται, ὅπερ ἡ τοῦ μετεχομένου φύσις ἐστίν.

οὐκοῦν ὅρος ἐστὶ τῆς ἀνθρωπίνης μακαριότητος ἡ πρὸς τὸ θεῖον ὁμοίωσις. ἐπεὶ οὖν τὸ ἀληθῶς ἀγαθὸν ἤτοι τὸ ἐπέκεινα τοῦ ἀγαθοῦ, τοῦτο μόνον ἐστὶ καὶ μακάριον καὶ ὀρεκτὸν τῇ φύσει, οὗ πᾶν τὸ μετέχον μακάριον γίνεται, καλῶς ἡ θεία τῆς ψαλμῳδίας γραφὴ διά τινος τεχνικῆς τε καὶ φυσικῆς ἀκολουθίας τὴν πρὸς τοῦτο ἡμῖν ὁδὸν ὑποδείκνυσιν, ἐν ἁπλῇ κατὰ τὸ φαινόμενον καὶ ἀκατασκεύῳ τῇ διδασκαλίᾳ ποικίλως τε καὶ πολυειδῶς τὴν μέθοδον τῆς τοῦ μακαρισμοῦ κτήσεως τεχνολογοῦσα. ἔξεστι μὲν οὖν καὶ ἀπ᾽ αὐτῆς τῆς πρώτης ὑμνῳδίας ἔννοιάν τινα περὶ τοῦ προκειμένου λαβεῖν, ὅπως τριχῇ τεμὼν τὴν ἀρετὴν ὁ λόγος ἑκάστῳ τμήματι κατά τινα πρόσφορον ἀναλογίαν προσμαρτυρεῖ τὸ μακάριον, νῦν μὲν τὴν ἀλλοτρίωσιν τοῦ κακοῦ μακαρίζων, ὡς ἀρχὴν γινομένην τῆς ἐπὶ τὸ κρεῖττον ῥοπῆς μετὰ δὲ τοῦτο τὴν τῶν ὑψηλῶν τε καὶ θειοτέρων μελέτην, ὡς ἕξιν ἐμποιοῦσαν ἤδη τοῦ κρείττονος. εἶτα τὴν διὰ τούτων τοῖς τελειουμένοις κατορθουμένην πρὸς τὸ θεῖον ὁμοίωσιν· ἧς χάριν λέγεται καὶ τὰ προλαβόντα μακάρια. ταύτην δὲ τῷ ἀειθαλεῖ ξύλῳ αἰνίσσεται, ᾧ ἡ τελειωθεῖσα δι᾽ ἀρετῆς ὁμοιοῦται ζωή.

ΚΕΦΑΛΑΙΟΝ Βʹ Ὡς δ᾽ ἂν ἀκριβέστερον ἐπισταίημεν τῇ περὶ τῶν ἀρετῶν διδασκαλίᾳ, ἣν ὑφηγεῖται διὰ πάσης τῆς ψαλμικῆς ὁδηγίας ὁ λόγος, καλῶς ἂν ἔχοι πρότερον ἡμᾶς ἐφ᾽ ἡμῶν αὐτῶν διελέσθαι, οἷόν τινα τεχνικὸν λόγον ἐν τάξει δι᾽ ἀκολούθου προάγοντας, πῶς ἔστιν ἐν ἀρετῇ γενέσθαι τὸν ἐραστὴν τοῦ τοιούτου βίου. οὕτω γὰρ ἂν ἐπιγνοίημεν τῆς προδεικνυμένης διδασκαλίας ἡμῖν τὸ ἀκόλουθον. χρὴ τοίνυν τὸν μέλλοντα πρὸς ἀρετὴν βλέπειν πρότερον μὲν διακρῖναι τῷ λόγῳ τὸν βίον τόν τε ἀστεῖον καὶ τὸν ὑπαίτιον, ἰδίοις ἑκάτερον ἐπισημειωσάμενον γνωρίσμασιν, ὡς ἂν ἀσύγχυτος αὐτῶν ὁ λόγος εἴη μηδενὶ τῶν κοινούντων ἐπιθολούμενος. σημεῖα δὲ τῆς ἑκατέρου τούτων ἰδιότητος ἔστι μὲν ἴσως καὶ ἄλλα τινά· τὰ δὲ γενικώτερα τῶν ἄλλων κατά γε τὴν ἡμετέραν ὑπόληψίν ἐστι ταῦτα· τὸ μεμερίσθαι πρὸς αἴσθησίν τε καὶ διάνοιαν τὴν ἐγγινομένην τοῖς ἀνθρώποις παρ᾽ αὐτῶν εὐφροσύνην τῆς μὲν κακίας ἡδυνούσης τὴν αἴσθησιν, τῆς δὲ ἀρετῆς τὴν ψυχὴν εὐφραινούσης. ἐπὶ τούτοις ἂν εἴη ἀκόλουθον δι᾽ εὐφημίας τε καὶ διαβολῆς τὴν τῶν ἀκουόντων διάνοιαν ἀπάγειν τε τοῦ χείρονος καὶ προσοικειοῦν τῷ βελτίονι τῆς μὲν τοῦ πονηροῦ βίου διαβολῆς τὸ μῖσος πρὸς τὴν κακίαν φερούσης, τοῦ δὲ τῶν ἀγαθῶν ἐπαίνου πρὸς τὸ εὐφημότερον τὴν ἐπιθυμίαν ἐφελκομένου.

μετὰ τοῦτο δὲ ὡς ἂν ἐνεργότερον τοῦ ἀγαθοῦ βίου τὸ ἐγκώμιον γένοιτο καὶ ἐμψυχότερος ὁ τοῦ χείρονος ψόγος, αὐτῶν προσήκει τῶν ἐν ἀρετῇ θαυμασθέντων καὶ τῶν ἐν κακίᾳ κατεγνωσμένων τὴν μνήμην ποιήσασθαι. ἐπίτασιν γάρ τινα τῆς ἐν τῇ ψυχῇ διαθέσεως ἐμποιεῖ καὶ βεβαιότητα προφανέντα τῶν βίων τὰ ὑποδείγματα, πρὸς τὴν τῶν ἀρίστων ὁμοτιμίαν τῆς ἐλπίδος τὴν ψυχὴν ἐφελκομένης καὶ τῆς ἐπὶ τῶν κατεγνωσμένων διαβολῆς πρὸς ἀποφυγήν τε καὶ ἀλλοτρίωσιν τῶν ὁμοίων ἐπιτηδευμάτων παιδοτριβούσης. ἐπὶ πᾶσι δὲ τούτοις ἀναγκαῖον ἂν εἴη πρὸς ἑκάτερον τούτων λεπτομερῆ τινα διδασκαλίαν ποιήσασθαι, ἣ καὶ τὸ κρεῖττον ὑποδείξει καὶ ἀποτρέψει τοῦ χείρονος, πρὸς τοῦτο μὲν ὑποθήκαις τισὶν καὶ συμβουλαῖς ὁδηγοῦσα τὴν ἀκοήν, ἀπὸ δὲ τῶν χειρόνων διὰ τῶν ἀποτρεπτικῶν ἀπείργουσα λόγων.

Τούτων δὲ οὕτω διευκρινηθέντων, ἐπειδὴ δυσπαράδεκτόν ἐστι τῇ φύσει πᾶν τὸ πρὸς ἡδονὴν ἀλλοτρίως ἔχον (ἡδονὴν δὲ λέγω τὴν τοῦ σώματος φίλην· ἡ γὰρ τῆς ψυχῆς εὐφροσύνη πολλῷ τῷ μέσῳ τῆς ἀλόγου τε καὶ ἀνδραποδώδους ἡδυπαθείας ἀπῴκισται)· ἴδιον δὲ σημεῖον ἑκατέρου τῶν βίων, τοῦ ἐν ἀρετῇ τε καὶ κακίᾳ, τοῦτο προλαβόντες ἐπέγνωμεν, ὅτι διὰ μὲν τῆς κακίας κολακεύεται ἡμῶν τὰ τῆς σαρκὸς αἰσθητήρια, ἡ δὲ ἀρετὴ ψυχῆς εὐφροσύνη τοῖς κατορθώσασι γίνεται. τοῖς δὲ νῦν εἰσαγομένοις πρὸς τὸν ὑψηλότερον βίον, οἷς ἔτι τοῦ καλοῦ κριτήριον ἡ αἴσθησις εἶναι δοκεῖ, οὔπω ἱκανῶς ἔχει καθορᾶν τὸ ἀγαθὸν ἡ ψυχή, ἀγύμναστος ἔτι καὶ ἀήθης οὖσα τῆς τοιαύτης κατανοήσεως. πρὸς δὲ τὸ μὴ γνωριζόμενον ἅπαν, κἂν ὅτι μάλιστα καλὸν ᾖ, ἀκίνητος ἡμῶν ἡ ἐπιθυμία μένει, ἐπιθυμίας δὲ μὴ προϋπαρχούσης, οὐδ᾽ ἂν ἡδονή τις ἐγγένοιτο τοῦ μὴ ποθουμένου πράγματος. ὁδὸς γὰρ εἰς ἡδονὴν ὁ πόθος γίνεται. ἀναγκαίως ἐπινοῆσαί τι χρὴ τοιοῦτον τοῖς μήπω τῆς ἀκηράτου καὶ θείας ἡδονῆς γευσαμένοις, δι᾽ οὗ συμπαραδεχθήσεται τῆς ἀρετῆς τὰ διδάγματα, διά τινος τῶν τὴν αἴσθησιν εὐφραινόντων ἐφηδυνόμενα, καθάπερ καὶ τοῖς ἰατροῖς ποιεῖν σύνηθες, ὅταν τι πικρόν τε καὶ δύσληπτον τῶν ἀλεξητηρίων φαρμάκων εὔληπτον ποιῶσι τοῖς ἀρρωστοῦσι τῇ τοῦ μέλιτος ἡδονῇ παραρτύοντες.

εἰ δὲ τελείως ἡμῖν ἡ εἰσαγωγὴ τοῦ κατ᾽ ἀρετὴν βίου διὰ τῶν εἰρημένων τετεχνολόγηται, ὡς δεῖν πρότερον μὲν ἀπ᾽ ἀλλήλων χωρίσαι τὰ ἐναντία τῶν ἐπιτηδευμάτων, εἶτα ἑκάτερον αὐτῶν τῷ ἰδίῳ γνωρίσματι σημειώσασθαι, καὶ μετὰ τοῦτο τὸ μὲν ἀποσεμνῦναι τῷ λόγῳ, τὸ δὲ φευκτὸν ἐκ διαβολῆς ἀπεργάσασθαι, τοῖς τε τῶν ἐπισήμων ἀνδρῶν ὑποδείγμασιν ἐπιρρῶσαι πρὸς ἑκάτερον τὴν διάνοιαν, καὶ ταῖς μερικαῖς ὑποθήκαις τήν τε πρὸς τὸ ἀγαθὸν ἄγουσαν ὁδὸν ὑποδεῖξαι καὶ ἀποτρέψαι τοῦ χείρονος, τό τε κατεσκληκὸς καὶ ἀνδρῶδες τῆς ἀρετῆς ἡδὺ ποιῆσαι τοῖς νηπιάζουσι διά τινος τῶν εὐφραινόντων τὴν αἴσθησιν ἡμῶν γλυκαινόμενον, καιρὸς ἂν εἴη κατανοῆσαι πῶς διὰ τῆς θεωρηθείσης ταύτης τεχνολογίας πᾶσα προῆκται ἡμῖν ἡ διὰ τῶν ψαλμῶν διδασκαλία τῆς τε κακίας ἀπείργουσα καὶ πρὸς ἀρετὴν ἐφελκομένη.

ΚΕΦΑΛΑΙΟΝ Γʹ Πρῶτον τοίνυν, ἐκ γὰρ τῶν τελευταίων ἀρχόμεθα τῆς ἐξετάσεως, σκοπήσωμεν τὴν ἐπίνοιαν, δι᾽ ἧς οὕτω σκληράν τε καὶ σύντονον οὖσαν τὴν κατ᾽ ἀρετὴν πολιτείαν τήν τε τῶν μυστηρίων αἰνιγματώδη διδασκαλίαν καὶ τὴν ἀπόρρητόν τε καὶ κεκρυμμένην δυσεφίκτοις θεωρήμασι θεολογίαν οὕτως εὔληπτόν τε καὶ γλυκεῖαν ἐποίησεν, ὡς μὴ μόνον τελείοις ἀνδράσι τοῖς ἤδη κεκαθαρμένοις τὰ τῆς ψυχῆς αἰσθητήρια τὴν διδασκαλίαν ταύτην σπουδάζεσθαι, ἀλλὰ καὶ τῆς γυναικωνίτιδος ἴδιον γενέσθαι κτῆμα καὶ νηπίοις ὥς τι τῶν ἀθυρμάτων ἡδονὴν φέρειν καὶ τοῖς παρηλικεστέροις ἀντὶ βακτηρίας τε καὶ ἀναπαύσεως γίνεσθαι, τόν τε φαιδρυνόμενον ἑαυτοῦ νομίζειν εἶναι τῆς διδασκαλίας ταύτης τὸ δῶρον καὶ τὸν σκυθρωπῶς ἐκ περιστάσεως διακείμενον δι᾽ αὐτὸν οἴεσθαι τὴν τοιαύτην τῆς γραφῆς χάριν δεδόσθαι· ὁδοιποροῦντές τε πρὸς τούτοις καὶ θαλαττεύοντες ἄνθρωποι, ἤ τισιν ἐπιδιφρίοις ἐργασίαις προσασχολούμενοι καὶ πάντες ἁπαξαπλῶς ἐν πᾶσιν ἐπιτηδεύμασιν ἄνδρες τε καὶ γυναῖκες, ἐν ὑγιείᾳ τε καὶ ἀρρωστίᾳ, ζημίαν ποιοῦνται τὸ μὴ διὰ στόματος τὴν ὑψηλὴν ταύτην διδασκαλίαν φέρειν. ἤδη δὲ καὶ τὰ συμπόσια καὶ αἱ γαμικαὶ φαιδρότητες ὡς μέρος εὐφροσύνης τὴν φιλοσοφίαν ταύτην ἐν ταῖς θυμηδίαις παραλαμβάνουσιν, ἵνα παρῶμεν τὴν ἔνθεον ἐν ταῖς παννυχίσι διὰ τούτων ὑμνῳδίαν καὶ τὴν τῶν ἐκκλησιῶν ἐσπουδασμένην ἐν τούτοις φιλοσοφίαν.

Τίς οὖν ἡ ἐπίνοια τῆς ἀφράστου ταύτης καὶ θείας ἡδονῆς, ἣν κατέχεε τῶν διδαγμάτων ὁ μέγας Δαβίδ, δι᾽ ἧς οὕτω γέγονεν εὐπαράδεκτον τῇ φύσει τῶν ἀνθρώπων τὸ μάθημα; πρόχειρον μὲν ἴσως παντὶ τὸ εἰπεῖν τὴν αἰτίαν, καθ᾽ ἣν ἐν ἡδονῇ τὴν ἐν τούτοις μελέτην ποιούμεθα· τὸ γὰρ μελῳδεῖν τὰ ῥήματα εἴποι τις ἂν αἴτιον εἶναι τοῦ μεθ᾽ ἡδονῆς περὶ τούτων διεξιέναι. ἐγὼ δὲ κἂν ἀληθὲς ᾖ τοῦτο, φημὶ δεῖν μὴ παριδεῖν ἀθεώρητον. ἔοικε γὰρ μεῖζόν τι ἢ κατὰ τὴν τῶν πολλῶν διάνοιαν ὑποσημαίνειν ἡ διὰ τῆς μελῳδίας φιλοσοφία. τί οὖν ἐστιν ὃ φημί; ἤκουσά τινος τῶν σοφῶν τὸν περὶ τῆς φύσεως ἡμῶν διεξιόντος λόγον, ὅτι μικρός τις κόσμος ἐστὶν ὁ ἄνθρωπος πάντα ἔχων ἐν ἑαυτῷ τὰ τοῦ μεγάλου κόσμου. ἡ δὲ τοῦ παντὸς διακόσμησις ἁρμονία τίς ἐστι μουσικὴ πολυειδῶς καὶ ποικίλως κατά τινα τάξιν καὶ ῥυθμὸν πρὸς ἑαυτὴν ἡρμοσμένη καὶ ἑαυτῇ συνᾴδουσα καὶ μηδέποτε τῆς συμφωνίας ταύτης διασπωμένη, εἰ καὶ πολλή τις ἐν τοῖς καθ᾽ ἕκαστον ἡ τῶν ὄντων διαφορὰ θεωρεῖται.

οἷον γὰρ ἐπὶ τοῦ πλήκτρου γίνεται τοῦ τεχνικῶς ἁπτομένου τῶν τόνων καὶ τὸ μέλος ἐν τῇ ποικιλίᾳ τῶν φθόγγων προάγοντος, ὡς εἴγε μονοειδής τις ἐν πᾶσιν ὁ φθόγγος ἦν, οὐδ᾽ ἂν συνέστη πάντως τὸ μέλος· οὕτως καὶ ἡ τοῦ παντὸς κρᾶσις ἐν ποικίλοις τῶν καθ᾽ ἕκαστον ἐν τῷ κόσμῳ θεωρουμένων διά τινος τεταγμένου τε καὶ ἀπαραβάτου ῥυθμοῦ αὐτὴ ἑαυτῆς ἁπτομένη καὶ τὴν τῶν μερῶν πρὸς τὸ ὅλον εὐαρμοστίαν ἐργαζομένη τὴν παναρμόνιον ταύτην ἐν τῷ παντὶ μουσουργεῖ μελῳδίαν, ἧς ἀκροατὴς ὁ νοῦς γίνεται κατ᾽ οὐδὲν τῇ ἀκοῇ ταύτῃ συγχρώμενος, ἀλλ᾽ ὑπερκύπτων τὰ τῆς σαρκὸς αἰσθητήρια καὶ ἄνω γενόμενος, οὕτως ἐπαίει τῆς τῶν οὐρανῶν ὑμνῳδίας. ὥς μοι δοκεῖ καὶ ὁ μέγας ἀκηκοέναι Δαβίδ, ὅτε διὰ τῆς θεωρουμένης αὐτοῖς τεχνικῆς τε καὶ πανσόφου κινήσεως, τὴν δόξαν τοῦ ἐν αὐτοῖς ταῦτα ἐνεργοῦντος θεοῦ διηγουμένων ἐπηκροάσατο.

Ἀληθῶς γὰρ τῆς ἀνεφίκτου τε καὶ ἀφράστου θεοῦ δόξης ὕμνος ἐστὶ τῷ τοιούτῳ ῥυθμῷ προαγόμενος ἡ τῆς κτίσεως πάσης πρὸς ἑαυτὴν συνῳδία διὰ τῶν ἐναντίων συγκεκραμένη. ἐναντίως γὰρ ἔχει πρὸς ἄλληλα στάσις καὶ κίνησις, ταῦτα δὲ κέκραται μετ᾽ ἀλλήλων ἐν τῇ φύσει τῶν ὄντων καί τις ἀμήχανος ἐν αὐτοῖς καθορᾶται τῶν ἀντικειμένων μίξις, ὡς καὶ ἐν τῇ κινήσει τὸ στάσιμον δείκνυσθαι καὶ ἐν τῷ μὴ κινουμένῳ τὸ ἀεικίνητον. κινεῖται μὲν γὰρ τὰ κατ᾽ οὐρανὸν ἀεὶ πάντα ἢ τῷ ἀπλανεῖ συμπεριπολοῦντα κύκλῳ ἢ κατὰ τὸ ἐναντίον διὰ τῶν πλανητῶν ἀνελισσόμενα. ἕστηκε δὲ πάντοτε καὶ ἐπὶ τῆς ταυτότητος μένει ὁ ἐν τούτοις εἱρμὸς οὐδέ ποτε ἀπὸ τοῦ ἐν ᾧ ἐστιν ἐφ᾽ ἕτερόν τι καινὸν μεθιστάμενος, ἀλλ᾽ ἀεὶ ὡσαύτως ἔχων καὶ ἐν τῷ αὐτῷ διαμένων. ἡ τοίνυν τοῦ ἑστῶτος πρὸς τὸ κινούμενον σύνοδος ἐν τεταγμένῃ τινὶ καὶ ἀπαραβάτῳ γινομένη διὰ παντὸς εὐαρμοστίᾳ μουσική τίς ἐστιν ἁρμονία σύγκρατον καὶ θεσπεσίαν τῆς τὸ πᾶν διακρατούσης δυνάμεως ὑμνῳδίαν ἀποτελοῦσα. ἧς μοι δοκεῖ καὶ ὁ μέγας Δαβὶδ ἐν ἀκροάσει γενόμενος εἰπεῖν ἔν τινι τῶν ψαλμῶν, ὅτι αἰνοῦσι τὸν θεὸν αἵ τε ἄλλαι δυνάμεις αἱ κατ᾽ οὐρανὸν πᾶσαι καὶ τὸ ἀστρῷον φῶς, ὅ τε ἥλιος καὶ ἡ σελήνη καὶ οἱ τῶν οὐρανῶν οὐρανοὶ καὶ τὸ ὑπερουράνιον ὕδωρ, ὅτι ποτὲ τὸ ὕδωρ λέγει, καὶ τὰ ἑξῆς πάντα ὅσα ἡ κτίσις ἔχει.

ἡ γὰρ τῶν πάντων πρὸς ἄλληλα σύμπνοιά τε καὶ συμπάθεια τάξει καὶ κόσμῳ καὶ ἀκολουθίᾳ διοικουμένη ἡ πρώτη τε καὶ ἀρχέτυπος καὶ ἀληθής ἐστι μουσική· ἣν ὁ τοῦ παντὸς ἁρμοστὴς τῷ ἀρρήτῳ τῆς σοφίας λόγῳ διὰ τῶν ἀεὶ γινομένων [ἐν σοφίᾳ] τεχνικῶς ἀνακρούεται. εἰ οὖν ὁ διάκοσμος ὅλος μουσική τις ἁρμονία ἐστίν, Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός, καθώς φησιν ὁ ἀπόστολος, μικρὸς δὲ κόσμος ὁ ἄνθρωπος, ὁ δὲ αὐτὸς οὗτος καὶ μίμημα τοῦ ἁρμοσαμένου τὸν κόσμον πεποίηται, ὅπερ ἐπὶ τοῦ μεγάλου κόσμου οἶδεν ὁ λόγος, τοῦτο κατὰ τὸ εἰκὸς καὶ ἐν τῷ μικρῷ βλέπει· τὸ γὰρ μέρος τοῦ ὅλου ὁμογενές ἐστι πάντως τῷ ὅλῳ. ὥσπερ γὰρ ἐν τῷ ψήγματι βραχείας ὑάλου κατὰ τὸ στίλβον μέρος ὅλον ἔστιν ἰδεῖν ὡς ἐν κατόπτρῳ τὸν κύκλον τοῦ ἡλίου δεικνύμενον, καθὼς χωρεῖ ἡ βραχύτης τοῦ στίλβοντος, οὕτω καὶ ἐν τῷ μικρῷ κόσμῳ, τῇ ἀνθρωπίνῃ λέγω φύσει, πᾶσα ἡ ἐν τῷ παντὶ θεωρουμένη μουσικὴ καθορᾶται ἀναλογοῦσα τῷ ὅλῳ διὰ τοῦ μέρους, ὡς χωρεῖται τὸ ὅλον ὑπὸ τοῦ μέρους. δείκνυσι δὲ τοῦτο καὶ ἡ ὀργανικὴ τοῦ σώματος ἡμῶν διασκευὴ πρὸς ἐργασίαν μουσικῆς φιλοτεχνηθεῖσα παρὰ τῆς φύσεως. ὁρᾷς τὸν τῆς ἀρτηρίας αὐλόν, τὴν τῆς ὑπερῴας μαγάδα, τὴν διὰ γλώττης καὶ παρειῶν καὶ στόματος, ὡς διὰ χορδῶν καὶ πλήκτρου, κιθαρῳδίαν;

Ἐπεὶ οὖν πᾶν τὸ κατὰ φύσιν φίλον τῇ φύσει, ἀπεδείχθη δὲ κατὰ φύσιν ἡμῖν οὖσα ἡ μουσική, τούτου χάριν ὁ μέγας Δαβὶδ τῇ περὶ τῶν ἀρετῶν φιλοσοφίᾳ τὴν μελῳδίαν κατέμιξεν, οἷόν τινα μέλιτος ἡδονὴν τῶν ὑψηλῶν καταχέας δογμάτων, δι᾽ ἧς ἑαυτὴν ἀναθεωρεῖ τρόπον τινὰ καὶ θεραπεύει ἡ φύσις. θεραπεία γὰρ φύσεώς ἐστιν ἡ τῆς ζωῆς εὐρυθμία, ἥν μοι δοκεῖ συμβουλεύειν δι᾽ αἰνιγμάτων ἡ μελῳδία. τάχα γὰρ αὐτὸ τοῦτο πρὸς τὴν ὑψηλοτέραν τοῦ βίου κατάστασιν παραίνεσις γίνεται τὸ μὴ δεῖν ἄμουσόν τε καὶ ἔκτροπον καὶ παρηχημένον τῶν ἐν ἀρετῇ ζώντων εἶναι τὸ ἦθος, μήτε πέρα τοῦ μέτρου τῆς χορδῆς ὀξυτονούσης· ῥήγνυται γὰρ πάντως ὑπερτεινόμενον τῆς χορδῆς τὸ εὐάρμοστον· μήτ᾽ αὖ πρὸς τὸ ἐναντίον ἐν ἀμετρίᾳ δι᾽ ἡδονῆς ὑποχαλᾶν τὸν τόνον· κωφὴ γὰρ καὶ ἄναυδος γίνεται ἡ ψυχὴ τοῖς τοιούτοις πάθεσιν ἐγχαυνωθεῖσα· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ἐπιτείνειν τε κατὰ καιρὸν καὶ ὑφιέναι τοῦ τόνου· πρὸς τοῦτο βλέποντας, ὅπως ἂν ἡμῖν διὰ παντὸς εὐμελής τε καὶ εὔρυθμος ὁ ἐν τοῖς ἤθεσι διαμένοι τρόπος μήτε ἀμέτρως λυόμενος μήτε πέρα τοῦ μέτρου ὑπερτεινόμενος. ὅθεν καὶ τὰ κατορθώματα τῆς θείας ταύτης μουσικῆς προσμαρτυρεῖ τῷ Δαβὶδ ἡ ἱστορία· ὅτι παράφορόν ποτε καταλαβὼν τὸν Σαοὺλ καὶ ἐξεστηκότα τῆς διανοίας οὕτως ἐξιάσατο κατεπᾴδων τοῦ πάθους, ὥστε αὐτῷ πάλιν πρὸς τὸ κατὰ φύσιν ἐπανελθεῖν τὴν διάνοιαν.

δῆλον οὖν ἐκ τούτων ἐστὶ πρὸς ὅ τι βλέπει τῆς μελῳδίας τὸ αἴνιγμα, ὅτι τὴν τῶν παθημάτων καταστολὴν συμβουλεύει ποιεῖσθαι τῶν διαφόρως ἡμῖν ἐγγινομένων ἐκ τῶν βιωτικῶν περιστάσεων. ἀλλὰ καὶ τοῦτο προσήκει μὴ παραδραμεῖν ἀθεώρητον, ὅτι οὐ κατὰ τοὺς ἔξω τῆς ἡμετέρας σοφίας μελοποιοὺς καὶ ταῦτα τὰ μέλη πεποίηται· οὐ γὰρ ἐν τῷ τῶν λέξεων τόνῳ κεῖται τὸ μέλος, ὥσπερ ἐν ἐκείνοις ἔστιν ἰδεῖν, παρ᾽ οἷς ἐν τῇ ποιᾷ τῶν προσῳδιῶν συνθήκῃ, τοῦ ἐν τοῖς φθόγγοις τόνου βαρυνομένου τε καὶ ὀξυτονοῦντος καὶ βραχυνομένου τε καὶ παρατείνοντος, ὁ ῥυθμὸς ἀποτίκτεται, ἀλλὰ ἀκατάσκευόν τε καὶ ἀνεπιτήδευτον τοῖς θείοις λόγοις ἐνείρας τὸ μέλος, ἑρμηνεύειν τῇ μελῳδίᾳ τὴν τῶν λεγομένων διάνοιαν βούλεται, τῇ ποιᾷ συνδιαθέσει τοῦ κατὰ τὴν φωνὴν τόνου τὸν ἐγκείμενον τοῖς ῥήμασι νοῦν ὡς δυνατὸν ἐκκαλύπτων. τὸ μὲν οὖν προσόψημα τῆς ἐδωδῆς τοιοῦτον, ᾧ καταγλυκαίνεται καθάπερ τισὶν ἡδύσμασιν ἡ τῶν διδαγμάτων τροφή.