Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὰς ἐπιγραφὰς τῶν Ψαλμῶν

Γρηγόριος ὁ Νύσσης

Ερμηνεία των ψαλμών περί της θεοφανείας και της Καινής Διαθήκης

Η πρόσκληση σε αγαλλίαση, η μετάθεση της ευλογίας στα έθνη μέσω της Καινής Διαθήκης και η υπεροχή της θεογνωσίας που υπερβαίνει τις ανθρώπινες αντιλήψεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 8 από 15

ΚΕΦΑΛΑΙΟΝ Θʹ Μετὰ ταῦτα πρόεισι κατὰ τὸ ἀκόλουθον μηδενὶ τῶν μουσικῶν συγκεχρημένος ὀργάνων. ἀλλὰ διὰ τῆς ἰδίας φωνῆς τὸν εὔφημον αἶνον διὰ τῆς ᾠδῆς ἀνατιθεὶς τῷ θεῷ. φησὶ γὰρ Αἶνος ᾠδῆς τῷ Δαβίδ. καὶ αὕτη δὲ τοῖς Ἑβραίοις ἡ ἐπιγραφὴ οὐκ ἔστι. προκαλεῖται γὰρ τοὺς ἀκούοντας εἰς κοινωνίαν ἀγαλλιάματος καὶ εἰς ἀλαλαγμὸν ἐπινίκιον, Δεῦτε, λέγων, ἀγαλλιασώμεθα τῷ κυρίῳ· ἀλαλάξωμεν τῷ θεῷ τῷ σωτῆρι ἡμῶν. καί τινα πρὸς τῷ τέλει καταφορικωτέραν ἀπειλὴν κατὰ τῶν ἀπιστούντων ἔχει τῶν τὴν αὐτὴν ἐπιδειξαμένων κακόνοιαν ἔν τε τοῖς τεσσαράκοντα ἔτεσι τῆς ἐν ἐρήμῳ διαγωγῆς, ἐν οἷς τὸν εὐεργέτην παρώξυναν καὶ μετὰ ταῦτα τὴν δοθεῖσαν ἡμῖν διὰ τοῦ εὐαγγελίου κατάπαυσιν τῆς ἁμαρτίας μὴ προσδεχόμενοι, οἷς ἐξῆν σήμερον ἀκούσασι τῆς φωνῆς τοῦ δι᾽ ἡμᾶς εἰς τὸ σήμερον εἰσελθόντος καὶ ἐκ τῆς προαιωνίου τε καὶ ἀϊδίου μεγαλειότητος εἰς χρονικὴν γένεσιν καταβάντος ἀνοῖξαι ἑαυτοῖς τὴν εἴσοδον τῆς ἀναπαύσεως. ἀλλ᾽ ἀεὶ τὴν πλάνην καὶ τὴν ἀπιστίαν ὁδηγὸν ἑαυτῶν προβαλλόμενοι ἔν τε τοῖς πρώτοις καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ὅρκῳ τῆς εἰσόδου τῆς εἰς τὴν κατάπαυσιν τοῦ θεοῦ ἀπεκλείσθησαν. πῶς γὰρ ἂν εἰσέλθοιεν εἰς τὴν κατάπαυσιν οἱ ἐκουσίως ἑαυτοὺς τῆς εὐλογίας ἀλλοτριώσαντες;

Οὕτω καὶ ὁ μετὰ τούτους ὁ πέμπτος τε καὶ ἐνενηκοστὸς τοῖς μὲν ἑβραΐζουσιν ἀνεπίγραφος λέγεται· ἡμῖν δέ ἐστιν ᾠδὴ μετὰ τὴν ἐπάνοδον τὴν ἐκ τῆς αἰχμαλωσίας τῷ θεῷ ᾀσθεῖσα, ὅτε ἀνῳκοδομήθη διαλυθεῖσα ἡ τῆς φύσεως ἡμῶν κατασκευή· οὕτω γὰρ ἡ τῆς ἐπιγραφῆς ἔχει λέξις· Αἶνος ᾠδῆς, ὅτε ὁ οἶκος ᾠκοδομήθη μετὰ τὴν αἰχμαλωσίαν, ἀνεπίγραφος παρ᾽ Ἑβραίοις. εὐθὺς δὲ τὸ τῆς καινῆς διαθήκης μυστήριον ἐν προοιμίοις ἡ ψαλμῳδία εὐαγγελίζεται λέγουσα· Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν. εἰκότως δὲ ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τούτου παρὰ τοῖς Ἑβραίοις σεσίγηται, ὅτι μετὰ τὰς εὐαγγελικὰς φωνάς, ἃς ἐν προοιμίοις τῆς ψαλμῳδίας πεποίηται, πρὸς τοὺς ἐξ ἐθνῶν ἐπιγράφει τὸν λόγον ἡ προφητεία λέγουσα Ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, καὶ προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, καὶ ἄρατε θυσίας καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ. καὶ πᾶς ὁ ἐφεξῆς λόγος τοιοῦτός ἐστι τὴν ἐπὶ τὰ ἔθνη τῆς εὐλογίας μετάστασιν προαγορεύων. Εἴπατε γάρ, φησίν, ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε· καὶ λυθεῖσαν ὑπὸ κακίας τὴν οἰκουμένην κατώρθωσεν, ὥστε ἀσάλευτον εἰς τὸ διηνεκὲς μένειν· ἐφ᾽ οἷς Εὐφραίνονται οἱ οὐρανοὶ καὶ ἀγάλλεται πᾶσα ἡ γῆ, σαλευομένων τῶν θαλασσίων ὑδάτων σὺν τῷ ἰδίῳ πληρώματι.

δι᾽ ὧν τροπικῶς τὴν ἐναντίαν ἐνδείκνυται δύναμιν ταρασσομένην τε καὶ ἀστατοῦσαν ἐπὶ τῇ ἡμετέρᾳ ζωῇ, ὅταν οὐρανοὶ γενώμεθα τὴν δόξαν τοῦ θεοῦ διηγούμενοι ἢ γῆ διὰ τῆς τῶν ἀρετῶν καρποφορίας εὐλογουμένη. Σαλευθήτω γάρ, φησίν, ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς. χαρήσεσθαι δὲ τὰ πεδία λέγει, τὸν ὁμαλὸν ἐν ἀρετῇ βίον πεδία λέγων, οὗ καὶ ὁ Ἠσαΐας ἐν τοῖς ἰδίοις λόγοις ἄλλῳ μέμνηται τρόπῳ, ἀναπληροῦσθαι μὲν κελεύων τὰς φάραγγας, καταστέλλειν δὲ τοὺς βουνοὺς καὶ τὰ ὄρη. ὅπερ οὐδὲν ἕτερόν μοι δοκεῖ ἢ τὰς ἐλλείψεις τε καὶ ὑπερπτώσεις τῶν κατ᾽ ἀρετὴν ἐπιτηδευμάτων θεραπεύειν βουλόμενος ταῦτα λέγειν, ὥστε μήτε δι᾽ ἐλλείψεως τοῦ ἀγαθοῦ τὸν τῆς ἀρετῆς λόγον κοιλαίνεσθαι μήτε ἀνωμαλεῖν διὰ τῆς ὑπερπτώσεως. Χαρήσεται γάρ, φησίν, τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς.

Παραπλησίως δὲ καὶ ὁ μετ᾽ αὐτὸν ψαλμὸς οὐ παρεδέχθη τῇ τῶν Ἑβραίων ἐπιγραφῇ, διότι τὰ ἡμέτερα λέγει καὶ τῆς ἡμετέρας γῆς τὴν κατάστασιν τῷ λόγῳ εὐαγγελίζεται. ἀνατίθησι γὰρ τῷ Δαβὶδ τὴν ψαλμῳδίαν ἡ ἐπιγραφὴ οὕτως ἔχουσα· Τῷ Δαβίδ, ὁπότε ἡ γῆ αὐτοῦ κατεστάθη. τὸ δὲ αὐτοῦ δηλονότι οὐ πρὸς τὸν Δαβίδ, ἀλλὰ πρὸς τὸν θεὸν τὴν σημασίαν ἔχει. ἡ γὰρ πρότερον διὰ κακίας ἀποστᾶσα γῆ νῦν διὰ τῆς ἐπιγνώσεως τοῦ θεοῦ ἔσχε τὸ στάσιμον. ἡμεῖς δὲ πάντες ἐσμὲν ἡ γῆ τοῦ θεοῦ, οἱ πρότερον ἐν τῷ ἀγαθῷ ἀστατήσαντες καὶ διὰ τοῦτο ἐν κατάρᾳ γενόμενοι, μετὰ τοῦτο δὲ τῆς κατάρας ἐξαιρεθέντες καὶ τῆς ἐν τῷ ἀγαθῷ πάλιν ἐπιτυχόντες στάσεως. καὶ τοῦτο εὐθὺς ἡ ἀρχὴ τῆς ψαλμῳδίας εὐαγγελίζεται, ὅτι τοῦ κυρίου βασιλεύσαντος ἡ γῆ εὐφραίνεται. ὡς ἂν εἴ τις λέγοι, ὅτι τοῦ ἡλίου λάμψαντος ἡ γῆ φωτίζεται· οὕτως ἐπικρατούσης τοῦ κυρίου τῆς βασιλείας ἐν ἡμῖν ἐστιν ἡ εὐφροσύνη τῆς βασιλείας. ἔχει δὲ ἡ λέξις οὕτως· Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ· εὐφρανθήτωσαν νῆσοι πολλαί. καλῶς τὰς ψυχὰς τῶν ἐν τοῖς πειρασμοῖς τὸ ἑδραῖόν τε καὶ ἀμετάθετον ἐπιδεικνυμένων νήσους ὠνόμασεν, ἃς πάντοθεν μὲν διαλαμβάνει ἡ τῆς κακίας ἅλμη, οὐ μὴν τοσοῦτον ἰσχύει προσπίπτουσα, ὡς καὶ σάλον τινὰ τῷ παγίῳ τῆς ἀρετῆς ἐμποιῆσαι· εἶτα διὰ μέσου τούτων τὸ ἀθεώρητον τῆς θείας φύσεως ἐν τῇ νεφέλῃ καὶ τῷ γνόφῳ δι᾽ αἰνίγματος ἀποσημαίνει ὁ λόγος.

Νεφέλη γάρ, φησί, καὶ γνόφος κύκλῳ αὐτοῦ, καὶ τὰ φοβερὰ τῆς ἀνταποδοτικῆς δυνάμεως ὑποδείξας, δι᾽ ὧν φησιν ὅτι Πῦρ ἐνώπιον αὐτοῦ προπορεύσεται καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ, ἐκκαλύπτει τὴν εὐαγγελικὴν φωταγωγίαν, ἀστραπὰς λέγων τοὺς τοῦ θείου κηρύγματος λόγους, οἳ κατὰ πάσης τῆς οἰκουμένης ἐκλάμπουσιν· Ἔφαναν γάρ, φησίν, αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ· καὶ τὸ ὕψος τῶν εὐαγγελικῶν μυστηρίων τῷ ἐφεξῆς ὑποδείξας ἐν τῷ εἰπεῖν, ὅτι Ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ· καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. τήν τε τῶν εἰδώλων καθαίρεσιν καὶ τὸν ἀφανισμὸν τῆς τοιαύτης πλάνης προαγορεύσας, ἐν οἷς λέγει Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν, ἐπάγει τῶν ἀγαθῶν τὴν σφραγῖδα, τὴν διὰ σαρκὸς γενομένην τοῦ κυρίου τοῖς ἀνθρώποις ἐμφάνειαν, λέγων· Φῶς ἀνέτειλε τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.

Καλῶς δὲ καὶ προσφυῶς ἡ τοῦ ἐφεξῆς ἀνεπιγράφου ἀρχὴ πρὸς τὸ πέρας ταύτης τῆς ψαλμῳδίας συνάπτεται. ἡ γὰρ αὐτὴ δύναμις τῷ μὲν δικαίῳ φῶς τε καὶ εὐφροσύνη γίνεται, ὀργὴ δὲ τῷ ἀπιστοῦντι λαῷ. Ὁ κύριος γάρ, φησίν, ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. τίς οὗτος ὁ βασιλεύσας κύριος ὁ τῆς ἀγγελικῆς τε καὶ οὐρανίας ὑπερκαθήμενος φύσεως; διὰ γὰρ τῶν Χερουβὶμ τὸ ἐξέχον τῆς ὑπερκοσμίου δυνάμεως ὁ λόγος ἐνδείκνυται (οὗ ἡ βασιλεία διάλυσιν τοῦ κακῶς συνεστῶτος ποιεῖ· οὐ γὰρ τὸ οὐράνιον τῶν ἐν ἡμῖν, ἀλλὰ τὸ γήϊνον εἰς σάλον ἄγει) οὑτωσὶ λέγων τῷ ῥήματι Ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ· σαλευθήτω ἡ γῆ. καὶ τὰ ἐφεξῆς παρίημι, ὡς ἂν μὴ πολὺν ὄχλον ἐπάγοιμι τῇ ἀκολουθίᾳ τῆς ἐξηγήσεως τοσοῦτον εἰπών, ὅτι πάντα πρὸς ἕνα καὶ τὸν αὐτὸν σκοπὸν βλέπει μέχρι τοῦ τέλους τῆς ψαλμῳδίας. διαμαρτύρεται γὰρ ὅτι οὗτος ὁ βασιλεύσας θεὸς οὐ νῦν ἡμῖν πέφηνε πρῶτον, ἀλλὰ καὶ τοῖς ὀνομαστοῖς τῶν προφητῶν ἐμφανὴς ὁ αὐτός ἐστι. διὸ Μωυσέως μέμνηται καὶ Ἀαρὼν καὶ τοῦ Σαμουήλ, ὧν ἕκαστος ἀπὸ τῆς εἰς τὸν θεὸν εὐσεβείας περίβλεπτός ἐστι καὶ ἀοίδιμος. προστίθησι δὲ τῷ λόγῳ καὶ τῆς νεφέλης τὸν στύλον, ἐν ᾧ πρὸς αὐτοὺς ὁ θεὸς διελέγετο, διδάσκων, οἶμαι, τοὺς ἀπίστους διὰ τούτου μὴ ξενίζεσθαι πρὸς τὴν δι᾽ ἀνθρώπου γενομένην ἡμῖν τοῦ θεοῦ ὁμιλίαν. ὁ γὰρ τότε ἐν τῷ στύλῳ τῆς νεφέλης λαλήσας θεὸς μετὰ ταῦτα ἐφανερώθη ἐν σαρκί.

ὥστε εἴ τις ἀναξίαν λέγοι τὴν σάρκα τοῦ δι᾽ αὐτῆς ἡμῖν τὸν θεὸν λαλῆσαι, οὐδ᾽ ἂν τῷ στύλῳ τῆς νεφέλης τὴν ἀξίαν προσμαρτυρήσειεν. τί γὰρ ἐν αὐτῇ τοιοῦτον, ὡς τῆς θείας μεγαλειότητος ἄξιον κρίνεσθαι; εἰ δὲ πιστὸν τοῖς Ἰουδαίοις ἐστὶ τὸ ἐν στύλῳ νεφέλης τὸν θεὸν λαλῆσαι, μηδὲ τὸ ἐν σαρκὶ αὐτὸν λελαληκέναι ἄπιστον ἔστω, ἄλλως τε καὶ τοῦ Ἠσαΐου τὴν σάρκα διὰ τῆς νεφέλης νοήσαντος· Ἰδοὺ γάρ, φησί, κύριος κάθηται ἐπὶ νεφέλης κούφης. καὶ τοὺς ἑπομένους αὐτῷ πάλιν ὁ αὐτὸς προφήτης ὀνομάζει νεφέλας, ἐν οἷς φησιν· Τίνες οἵδε ὡς νεφέλαι πέτανται; ὡς διὰ τῆς τῶν νεφελῶν ὁμωνυμίας τὸ συγγενὲς τῆς τοῦ κυρίου σαρκὸς πρὸς τὴν λοιπὴν τῶν ἀνθρώπων φύσιν ἐνδείξασθαι. πρὸς τοῦτον οὖν τὸν θεὸν τόν ποτε μὲν διὰ νεφέλης, μετὰ ταῦτα δὲ διὰ σαρκὸς τοῖς ἀνθρώποις λαλήσαντα, φησὶ προϊὼν ὁ Δαβίδ· Κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν. ὁ θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.

Ὡς δ᾽ ἂν μή τις πρὸς τὴν οἰκονομίαν βλέπων εἰς ταπεινάς τινας καὶ ἀνθρωπίνας ὑπολήψεις περὶ τὸ θεῖον κατολισθήσειεν, ταύτην ἐπὶ τέλει τῆς ψαλμῳδίας ἐπάγει τὴν φωνὴν πρὸς ἡμᾶς τρέψας τὸν λόγον· Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. τὴν δὲ διάνοιαν τῶν εἰρημένων ταύτην εἶναι ὑπονοοῦμεν, ὅτι ὦ ἄνθρωποι, μεμήνυται μὲν ὑμῖν, ὡς δυνατὸν δέξασθαι τὴν ἀνθρωπίνην ἀκοήν, τὰ θεῖα μυστήρια. ὑμεῖς δὲ διὰ τούτων ὁδηγηθέντες πρὸς τὴν εὐσεβῆ θεογνωσίαν, ὅσον χωρεῖ ὑμῶν ὁ λογισμός, τοσοῦτον τοῦ θεοῦ τὴν δόξαν ὑψώσατε, εἰδότες ὅτι ὅταν ὑπερταθῇ ὑμῶν ἡ διάνοια καὶ πᾶσαν παρέλθῃ ὑψηλὴν φαντασίαν ἐν ταῖς περὶ θεοῦ ὑπολήψεσι, τότε τὸ παρ᾽ ὑμῶν εὑρισκόμενον καὶ προσκυνούμενον οὐκ αὐτὴ ἡ μεγαλειότης τοῦ ζητουμένου ἐστίν, ἀλλὰ τὸ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ, τὸ ὑποβεβηκὸς διὰ τούτου καὶ κάτω κείμενον τῆς διανοίας ἡμῶν συγκρίσει τῆς ἀνεφίκτου καταλήψεως διερμηνεῦον.

Εἶτα μετὰ τοῦτο οὐκ ὀλίγων ἐν τῷ μέσῳ παρεθέντων ψαλμῶν, ἐν ἑκατοστῷ τρίτῳ, ὃν πολλοστὸν ἐν τοῖς καθ᾽ Ἑβραίους ἀνεπιγράφοις ἔταξεν, διαρρήδην θεολογεῖ τὸν μονογενῆ θεόν, ἐκείνῳ τῆς τοῦ παντὸς συστάσεως ἀνατιθεὶς τὴν αἰτίαν. λέγει γὰρ ἐπὶ τῆς τοῦ κόσμου κτίσεως τοῦ Δαβὶδ ὄντα τὸν ψαλμὸν τοῦτον ἀνεπίγραφον εἶναι παρ᾽ Ἑβραίοις. σημαίνει δὲ τὸ ἐκείνους τὸν σκοπὸν τῆς προφητείας ταύτης μὴ παραδέχεσθαι. ἔχει δὲ ἡ ἐπιγραφὴ οὕτως· Τοῦ Δαβὶδ ἐπὶ τῆς τοῦ κόσμου γενέσεως, ἀνεπίγραφος παρ᾽ Ἑβραίοις. τοῦ δὲ ψαλμοῦ τούτου τὴν διάνοιαν ἐπὶ καιροῦ ἐκθησόμεθα, νῦν δὲ ἡμῖν ἐξαρκέσει τοσοῦτον εἰπεῖν, ὅτι ἡ αὐτὴ αἰτία, ἡ κατὰ τὴν ἀπιστίαν λέγω τῶν Ἰουδαίων, καὶ τούτου τὴν ἐπιγραφὴν ἀπαράδεκτον τοῖς Ἑβραίοις ἐποίησε.