Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου

Γρηγόριος ὁ Νύσσης

Ερμηνεία του Ψαλμού 22: Ο Καλός Ποιμένας και τα μυστήρια

Ανάλυση της ποιμαντικής φροντίδας του Θεού, της συμμετοχής στο μυστήριο του βαπτίσματος και της βίωσης της πνευματικής τράπεζας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

ἐν μὲν γὰρ τῷ ἑνὶ πρόβατόν σε κελεύει γενέσθαι παρὰ τοῦ θεοῦ ποιμαινόμενον καὶ οὐδενὸς τῶν ἀγαθῶν ὑστερούμενον, ᾧ καὶ πόα νομῆς καὶ ὕδωρ ἀναπαύσεως καὶ τροφὴ καὶ σκηνὴ καὶ τρίβος καὶ ὁδηγία καὶ πάντα γίνεται ὁ ποιμὴν ὁ καλὸς πρὸς πᾶσαν χρείαν τὴν ἑαυτοῦ χάριν προσφόρως καταμερίζων· δι᾽ ὧν ἁπάντων παιδεύει τὴν ἐκκλησίαν, ὅτι χρή σε πρόβατον πρῶτον γενέσθαι τοῦ καλοῦ ποιμένος διὰ τῆς ἀγαθῆς κατηχήσεως πρὸς τὰς θείας τῶν διδαγμάτων νομάς τε καὶ πηγὰς ὁδηγούμενον εἰς τὸ συνταφῆναι αὐτῷ διὰ τοῦ βαπτισμοῦ εἰς τὸν θάνατον καὶ μὴ φοβηθῆναι τὸν τοιοῦτον θάνατον· οὐ γὰρ θάνατος οὗτός ἐστιν, ἀλλὰ θανάτου σκιὰ καὶ ἐκτύπωμα.

Ἐὰν γὰρ πορευθῶ, φησίν, ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι ὡς κακὸν τὸ γινόμενον, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ. μετὰ ταῦτα παρακαλέσας τῇ βακτηρίᾳ τοῦ πνεύματος (ὁ γὰρ παράκλητος τὸ πνεῦμά ἐστι) τὴν μυστικὴν προτίθησι τράπεζαν τὴν ἐξ ἐναντίου τῆς τῶν δαιμόνων τραπέζης ἑτοιμασθεῖσαν· ἐκεῖνοι γὰρ ἦσαν οἱ διὰ τῆς εἰδωλολατρίας τὴν ζωὴν τῶν ἀνθρώπων ἐκθλίβοντες· ὧν ἐξ ἐναντίου ἡ τοῦ πνεύματος τράπεζα. εἶτα μυρίζει τὴν κεφαλὴν τῷ ἐλαίῳ τοῦ πνεύματος καὶ προθεὶς αὐτῷ οἶνον τὸν τὴν καρδίαν εὐφραίνοντα τὴν νήφουσαν ἐκείνην μέθην ἐμποιεῖ τῇ ψυχῇ στήσας τοὺς λογισμοὺς ἀπὸ τῶν προσκαίρων πρὸς τὸ ἀίδιον· ὁ γὰρ τῆς τοιαύτης γευσάμενος μέθης διαμείβεται τοῦ ὠκυμόρου τὸ ἀτελεύτητον εἰς μακρότητα ἡμερῶν τὴν ἐν τῷ οἴκῳ τοῦ θεοῦ διαγωγὴν παρατείνων.