Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου

Γρηγόριος ὁ Νύσσης

Ερμηνεία του Ψαλμού 23: Η θεία συγκατάβαση και η θριαμβευτική Ανάληψη

Θεολογική ανάλυση της παρουσίας του Δεσπότη στην κτίση, της άνοδου διά των αρετών, της νίκης του Χριστού επί του θανάτου και της διάνοιξης των ουρανίων πυλών κατά την Ανάληψή Του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 4

Τοιαῦτα ἡμῖν ἐν τῷ ἑνὶ τῶν ψαλμῶν χαρισάμενος πρὸς μείζονα καὶ τελεωτέραν εὐφροσύνην ἐν τῷ ἑξῆς ψαλμῷ τὴν ψυχὴν ἐπεγείρει, καὶ, εἰ δοκεῖ, καὶ τούτου τὴν διάνοιαν ὑμῖν παραθώμεθα δι᾽ ὀλίγων ἐπιτεμόμενοι· Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. τί οὖν ξενίζῃ, ὦ ἄνθρωπε, εἰ ὁ θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη; κτίσμα γὰρ ἐκείνου ἡ γῆ, διότι καὶ ποίημα. οὐκοῦν οὐδὲν καινὸν οὐδὲ ἔξω τοῦ πρέποντος τὸ εἰς τὰ ἴδια ἐλθεῖν τὸν δεσπότην· οὐ γὰρ ἐν ἀλλοτρίῳ γίνεται κόσμῳ, ἀλλ᾽ ὃν αὐτὸς συνεστήσατο ὁ ἐπὶ θαλασσῶν θεμελιώσας τὴν γῆν καὶ πρὸς τὴν τῶν ποταμῶν δίοδον εὔθετον αὐτὴν εἶναι παρασκευάσας. ὑπὲρ τίνος οὖν ἡ παρουσία; ἵνα σε τῶν βαράθρων τῆς ἁμαρτίας ἐκβαλὼν ἐπὶ τὸ ὄρος ἀγάγῃ τῆς βασιλείας ὀχήματι πρὸς τὴν ἄνοδον τῇ κατ᾽ ἀρετὴν πολιτείᾳ χρησάμενον· οὐ γὰρ ἔστιν ἀνελθεῖν ἐπὶ τὸ ὄρος ἐκεῖνο, εἰ μή 〈τις〉 ταῖς ἀρεταῖς συνοδεύσειε ταῖς μὲν χερσὶν ἀθῷος γενόμενος καὶ μηδεμιᾷ πονηρᾷ πράξει ῥυπούμενος, καθαρὸς δὲ τῇ καρδίᾳ πρὸς οὐδὲν μάταιον τὴν ψυχὴν ἑαυτοῦ φέρων μηδέ τινα δόλον τῷ πλησίον ἐξαρτυόμενος. ταύτης τῆς ἀναβάσεως ἔπαθλόν ἐστιν ἡ εὐλογία, τούτῳ δίδωσι τὴν ἀποκειμένην ἐλεημοσύνην ὁ κύριος, Αὕτη ἐστὶν ἡ τῶν ζητούντων αὐτὸν γενεὰ τῶν δι᾽ ἀρετῆς πρὸς ὕψος ἀναβαινόντων καὶ Ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.

τὸ δὲ ἐφεξῆς τῆς ψαλμῳδίας καὶ αὐτῆς τάχα τῆς εὐαγγελικῆς διδασκαλίας ἐστὶν ὑψηλότερον· τὸ μὲν γὰρ εὐαγγέλιον τὴν ἐπὶ γῆς τοῦ κυρίου διαγωγὴν καὶ τὴν ἀναστροφὴν διηγήσατο, ὁ δὲ ὑψηλὸς οὗτος προφήτης ἐκβὰς αὐτὸς ἑαυτόν, ὡς ἂν μὴ βαρύνοιτο τῷ ἐφολκίῳ τοῦ σώματος, καὶ ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἑαυτὸν καταμίξας τὰς ἐκείνων ἡμῖν φωνὰς διεξέρχεται, ὅτε προπομπεύουσαι τοῦ δεσπότου ἐπὶ τὴν κάθοδον ἐπαρθῆναι κελεύουσι τῶν περιγείων ἀγγέλων τῶν τὴν ἀνθρωπίνην ζωὴν πεπιστευμένων τὰς εἰσόδους λέγουσαι· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. καὶ ἐπειδὴ εἰς ὃ ἂν γένηται ὁ τὸ πᾶν ἐν ἑαυτῷ περιέχων σύμμετρον ἑαυτὸν τῷ δεχομένῳ ποιεῖ (οὐ γὰρ μόνον ἐν ἀνθρώποις ἄνθρωπος γίνεται, ἀλλὰ κατὰ τὸ ἀκόλουθον πάντως καὶ ἐν ἀγγέλοις γινόμενος πρὸς τὴν ἐκείνων φύσιν ἑαυτὸν συγκατάγει), διὰ τοῦτο χρῄζουσιν οἱ πυλωροὶ τοῦ δεικνύντος· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; οὗ χάριν τὸν κραταιὸν αὐτοῖς καὶ δυνατὸν ἐν πολέμῳ ὑποδεικνύουσι, τὸν μέλλοντα πρὸς τὸν αἰχμαλωτίσαντα τὴν ἀνθρωπίνην φύσιν συμπλέκεσθαι καὶ καταλύειν τὸν ἔχοντα τοῦ θανάτου τὸ κράτος, ἵνα τοῦ ἐσχάτου ἐχθροῦ ἀφανισθέντος, εἰς ἐλευθερίαν τε καὶ εἰρήνην ἀνακληθῇ τὸ ἀνθρώπινον.

πάλιν διεξέρχεται τὰς ὁμοίας φωνάς (πεπλήρωται γὰρ ἤδη τὸ τοῦ θανάτου μυστήριον καὶ κατώρθωται κατὰ τῶν πολεμίων ἡ νίκη καὶ ἐγήγερται τὸ κατ᾽ αὐτῶν τρόπαιον ὁ σταυρὸς καὶ πάλιν Ἀνέβη εἰς ὕψος ὁ αἰχμαλωτεύων τὴν αἰχμαλωσίαν, ὁ δοὺς τὴν ζωήν τε καὶ τὴν βασιλείαν τὰ ἀγαθὰ ταῦτα δόματα τοῖς ἀνθρώποις) καὶ δεῖ πάλιν ἀνοιχθῆναι τὰς ὑπερκειμένας πύλας αὐτῷ. ἀντιμεταλαμβάνουσι τὴν προπομπὴν οἱ ἡμέτεροι φύλακες καὶ ἀνοιχθῆναι αὐτῷ τὰς ὑπερκειμένας πύλας παρακελεύονται, ἵνα πάλιν ἐν αὐταῖς δοξασθῇ· ἀλλ᾽ ἀγνοεῖται ὁ τὴν ῥυπαρὰν στολὴν τοῦ ἡμετέρου βίου περιβαλλόμενος, οὗ τὸ ἐρύθημα τῶν ἱματίων ἐκ τῆς ληνοῦ τῶν ἀνθρωπίνων κακῶν. διὰ τοῦτο παρ᾽ ἐκείνων ἡ ἐρωτηματικὴ αὕτη φωνὴ πρὸς τοὺς προπομπεύοντας γίνεται· Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα ἡ τούτων ἀπόκρισις οὐκέτι· ὁ Κραταιὸς καὶ δυνατὸς ἐν πολέμῳ, ἀλλά· Κύριος τῶν δυνάμεων ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος, ὁ ἀνακεφαλαιώσας τὰ πάντα ἐν ἑαυτῷ, ὁ ἐν πᾶσι πρωτεύων, ὁ εἰς τὴν πρώτην κτίσιν ἀποκαταστήσας τὰ πάντα Αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης. ὁρᾶτε, ὅπως ἡμῖν γλυκυτέραν τὴν ἑορτὴν ὁ Δαβὶδ ἀπειργάσατο τὴν ἰδίαν χάριν τῇ φαιδρότητι τῆς ἐκκλησίας ἐγκαταμίξας.