Τοιαῦτα καὶ μέχρι τούτου τὰ διηγήματα. τὰ δὲ ἐπὶ τούτοις οἷα· πάλιν βοᾶν ἀναγκάζομαι καί μοι σύγγνωτε ὑπερβοῶντι τὸ πάθος· ὦ Θρᾴκη τὸ φευκτὸν ὄνομα, ὦ δυστυχὲς ἔθνος ἐκ συμφορῶν γνωριζόμενον, ὦ πρότερον μὲν πολεμίῳ πυρὶ ταῖς τῶν βαρβάρων ἐπιδρομαῖς δῃωθεῖσα, νῦν δὲ τὸ κεφάλαιον τῆς κοινῆς συμφορᾶς ἐν ἑαυτῇ δεξαμένη. ἐκεῖθεν τὸ ἀγαθὸν ἀναρπάζεται, ἐκεῖ ὁ φθόνος κατὰ τῆς βασιλείας ἐκώμασεν, ἐκεῖ γέγονεν τὸ τῆς οἰκουμένης ναυάγιον, ἐκεῖ καθάπερ ἐν κλύδωνι τῷ προβόλῳ προσπταίσαντες τῷ τῆς λύπης βυθῷ κατεδύημεν. ὦ πονηρᾶς ἐκδημίας ἐκείνης, ἣ τὴν ὑποστροφὴν οὐκ ἀπέδωκεν, ὦ πικρῶν ὑδάτων, ὧν τὰς πηγὰς ἐπεπόθησεν, ὡς οὐκ ὤφελεν, ὦ χωρίον, ἐν ᾧ τὸ πάθος ἐγένετο, διὰ τὸ πάθος τῇ σκοτομήνῃ ἐπώνυμον. (ἀκούω γὰρ κατὰ τὴν πάτριον αὐτῶν γλῶσσαν Σκοτούμην τὸν τόπον ἐπονομάζεσθαι.) ἐκεῖ ἐσκοτίσθη ὁ λύχνος, ἐκεῖ κατεσβέσθη τὸ φέγγος, ἐκεῖ αἱ ἀκτῖνες τῶν ἀρετῶν ἠμαυρώθησαν. οἴχεται τῆς βασιλείας τὸ ἐγκαλλώπισμα, τὸ τῆς δικαιοσύνης πηδάλιον, ἡ τῆς φιλανθρωπίας εἰκών, μᾶλλον δὲ αὐτὸ τὸ ἀρχέτυπον. ἀφῃρέθη τῆς φιλανδρίας ὁ τύπος, τὸ ἁγνὸν τῆς σωφροσύνης ἀνάθημα, ἡ εὐπρόσιτος σεμνότης, ἡ ἀκαταφρόνητος ἡμερότης, ἡ ὑψηλὴ ταπεινοφροσύνη, ἡ πεπαρρησιασμένη αἰδώς, ἡ σύμμικτος τῶν ἀγαθῶν ἁρμονία.