Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν αὐτοκράτειραν Πλακίλλαν ἐπιτάφιος

Γρηγόριος ὁ Νύσσης

Επίγειος βίος, αποδημία και πάνδημη εκφορά

Περιγραφή της αρμονικής συζυγικής κοινωνίας του βασιλικού ζεύγους, του θανάτου της Πλακίλλης στη Θράκη και του καθολικού θρήνου κατά την εκφορά του σκηνώματός της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

καὶ τῷ κατὰ θείαν ψῆφον τῆς οἰκουμένης ἁπάσης προτεταγμένῳ εἰς βίου τε καὶ βασιλείας κοινωνίαν συναρμοσθεῖσα μακαριστὸν ἐποίει δι᾽ ἑαυτῆς τὸ ὑπήκοον, ὄντως, καθώς φησιν ἡ γραφή, βοηθὸς αὐτῷ πρὸς πᾶν ἀγαθὸν γινομένη. εἰ φιλανθρωπίας ἦν ὁ καιρός, ἢ συνέτρεχεν αὐτῷ πρὸς τὸ ἀγαθὸν τοῦτο ἢ καὶ προέτρεχεν· ἴσος ἦν ὁ ζυγὸς ἑκατέρωθεν τῇ τῆς φιλανθρωπίας ῥοπῇ. μαρτυρεῖ δὲ τῷ λόγῳ τά τε πρότερα ἀριθμὸν νικῶντα καὶ τὰ ἐπὶ τοῦ παρόντος κηρύγματα, ἃ νῦν παρὰ τοῦ κήρυκος τῆς ἀληθείας ἠκούσαμεν. εἰ τὸ εὐσεβὲς ἐπιζητεῖς, κοινὸς ἦν ἀμφοτέρων ὁ πρὸς εὐσέβειαν δρόμος, εἰ τὸ προνοητικόν, εἰ τὸ δίκαιον, εἰ ἄλλο τι τῶν πρὸς τὸ κρεῖττον σπουδαζομένων, πάντα ἐν ἁμίλλῃ ἦν ἀλλήλους νικᾶν ἐν ταῖς εὐποιΐαις φιλονικούντων καὶ οὐκ ἦν ὁ ἡττώμενος. ἴση τις ἦν ἀμφοτέρων ἡ ἐπ᾽ ἀλλήλοις χάρις· ἡ μὲν ἀρετῆς ἆθλον εἶχε τὸν τῆς οἰκουμένης προτεταγμένον, ὁ δὲ μικρὰν ἡγεῖτο γῆς τε καὶ θαλάττης τὴν ἐξουσίαν συγκρίσει τοῦ κατ᾽ αὐτὴν εὐτυχήματος. ἴσας ἀλλήλοις ἀντιπαρεῖχον τὰς εὐφροσύνας ἀλλήλους τε βλέποντες καὶ ὑπ᾽ ἀλλήλων ὁρώμενοι· ὁ μὲν τοιοῦτος ὢν οἷός ἐστι (ποῖον γὰρ ἄν τις κάλλος ὑπὲρ τὸ φαινόμενον δείξειεν;

καὶ εἴη γε διαρκέσαι καὶ εἰς ἐκγόνων ζωὴν τὸ ὁρώμενον), τὴν δέ, οἵα τις ἦν, οὐκ ἔστιν ὑποδεῖξαι τῷ λόγῳ· οὐ γὰρ περιλέλειπταί τι αὐτῆς δι᾽ ἀκριβείας παρὰ τῆς τέχνης ὁμοίωμα, ἀλλ᾽ εἰ καί τι γέγονεν ἐν γραφαῖς ἢ ἐν πλάσμασιν, πάντα τῆς ἀληθείας ἐστὶν ἐνδεέστερα.

Τοιαῦτα καὶ μέχρι τούτου τὰ διηγήματα. τὰ δὲ ἐπὶ τούτοις οἷα· πάλιν βοᾶν ἀναγκάζομαι καί μοι σύγγνωτε ὑπερβοῶντι τὸ πάθος· ὦ Θρᾴκη τὸ φευκτὸν ὄνομα, ὦ δυστυχὲς ἔθνος ἐκ συμφορῶν γνωριζόμενον, ὦ πρότερον μὲν πολεμίῳ πυρὶ ταῖς τῶν βαρβάρων ἐπιδρομαῖς δῃωθεῖσα, νῦν δὲ τὸ κεφάλαιον τῆς κοινῆς συμφορᾶς ἐν ἑαυτῇ δεξαμένη. ἐκεῖθεν τὸ ἀγαθὸν ἀναρπάζεται, ἐκεῖ ὁ φθόνος κατὰ τῆς βασιλείας ἐκώμασεν, ἐκεῖ γέγονεν τὸ τῆς οἰκουμένης ναυάγιον, ἐκεῖ καθάπερ ἐν κλύδωνι τῷ προβόλῳ προσπταίσαντες τῷ τῆς λύπης βυθῷ κατεδύημεν. ὦ πονηρᾶς ἐκδημίας ἐκείνης, ἣ τὴν ὑποστροφὴν οὐκ ἀπέδωκεν, ὦ πικρῶν ὑδάτων, ὧν τὰς πηγὰς ἐπεπόθησεν, ὡς οὐκ ὤφελεν, ὦ χωρίον, ἐν ᾧ τὸ πάθος ἐγένετο, διὰ τὸ πάθος τῇ σκοτομήνῃ ἐπώνυμον. (ἀκούω γὰρ κατὰ τὴν πάτριον αὐτῶν γλῶσσαν Σκοτούμην τὸν τόπον ἐπονομάζεσθαι.) ἐκεῖ ἐσκοτίσθη ὁ λύχνος, ἐκεῖ κατεσβέσθη τὸ φέγγος, ἐκεῖ αἱ ἀκτῖνες τῶν ἀρετῶν ἠμαυρώθησαν. οἴχεται τῆς βασιλείας τὸ ἐγκαλλώπισμα, τὸ τῆς δικαιοσύνης πηδάλιον, ἡ τῆς φιλανθρωπίας εἰκών, μᾶλλον δὲ αὐτὸ τὸ ἀρχέτυπον. ἀφῃρέθη τῆς φιλανδρίας ὁ τύπος, τὸ ἁγνὸν τῆς σωφροσύνης ἀνάθημα, ἡ εὐπρόσιτος σεμνότης, ἡ ἀκαταφρόνητος ἡμερότης, ἡ ὑψηλὴ ταπεινοφροσύνη, ἡ πεπαρρησιασμένη αἰδώς, ἡ σύμμικτος τῶν ἀγαθῶν ἁρμονία.

οἴχεται ὁ τῆς πίστεως ζῆλος, ὁ τῆς ἐκκλησίας στῦλος, ὁ τῶν θυσιαστηρίων κόσμος, ὁ τῶν πενομένων πλοῦτος, ἡ πολυαρκὴς δεξιά, ὁ κοινὸς τῶν καταπονουμένων λιμήν. πενθείτω ἡ παρθενία, θρηνείτω ἡ χηρεία, ὀδυρέσθω ἡ ὀρφανία, γνώτωσαν τί εἶχον ὅτε οὐκ ἔχουσιν. μᾶλλον δὲ τί χρή με κατὰ μέρη καὶ τάξεις διαιρεῖν τὸν θρῆνον; στεναζέτω πᾶσα ἡ γενεὰ βύθιον ἐκ μέσης καρδίας τὸν στεναγμὸν ἀναπέμπουσα. συμπενθείτω καὶ ἡ ἱερωσύνη αὐτὴ τὸν κοινὸν κόσμον τοῦ φθόνου ἀποσυλήσαντος. ἆρα μὴ τολμηρὸν τὸ τοῦ προφήτου εἰπεῖν; τὸ Ἵνα τί ἀπώσω, ὁ θεός, εἰς τέλος, καὶ διωργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; ποίων ἁμαρτημάτων τὰς δίκας ἐκτιννύομεν; ὑπὲρ τίνος ταῖς ἐπαλλήλοις τῶν συμφορῶν μαστιζόμεθα; ἢ τάχα διὰ τὸ πλεονάσαι τὴν ἀσέβειαν τῶν ποικίλων αἱρέσεων αὕτη καθ᾽ ἡμῶν ἡ ψῆφος ἐκράτησεν; ὁρᾶτε γὰρ οἵοις κακοῖς ἐν βραχεῖ συνηνέχθημεν χρόνῳ. οὔπω ἐπὶ τῇ προτέρᾳ πληγῇ ἀναπνεύσαντες, οὔπω τὸ δάκρυον τῶν ὀφθαλμῶν ἀποψήσαντες πάλιν ἐν τοσαύτῃ γεγόναμεν συμφορᾷ· τότε τὸ νεοθαλὲς ἄνθος ἀπωδυράμεθα, νῦν αὐτὸ τὸ ἔρνος, ἀφ᾽ οὗ τὸ ἄνθος ἐβλάστησεν, τότε τὴν ἐλπισθεῖσαν ὥραν, νῦν τὴν ἀκμάσασαν, τότε τὸ προσδοκώμενον ἀγαθόν, νῦν τὸ ἐν πείρᾳ γενόμενον.

Ἆρά μοι συγγνώσεσθε, ἀδελφοί, εἴ τι διὰ τὸ πάθος παραληρήσαιμι; τάχα, καθώς φησιν ὁ ἀπόστολος, καὶ αὐτὴ ἡ κτίσις τῷ ἡμετέρῳ κακῷ συνεστέναξεν. ὑπομνήσω δὲ τῶν γεγονότων ὑμᾶς καὶ οἶμαι τοὺς πολλοὺς τοῖς λεγομένοις συνθήσεσθαι· ὅτε χρυσῷ καὶ πορφυρίδι κεκαλυμμένη ἐπὶ τὴν πόλιν ἡ βασιλὶς ἐκομίζετο (κλίνη δὲ ἦν ἡ κομίζουσα) καὶ πᾶσα ἀξία καὶ ἡλικία πᾶσα προχεθεῖσα τοῦ ἄστεος ἅπαν ἐστενοχώρει ἀπὸ πλήθους τὸ ὕπαιθρον πάντων ἐκ ποδῶν καὶ τῶν ὑπερεχόντων τοῖς ἀξιώμασι προπομπευόντων τοῦ πάθους (μέμνησθε πάντως ὅπως ὁ ἥλιος ταῖς νεφέλαις τὰς ἀκτῖνας ἑαυτοῦ συνεκάλυψεν, ὡς ἂν μὴ ἴδοι τάχα καθαρῷ τῷ φωτὶ μετὰ τοιούτου σχήματος εἰσελαύνουσαν τὴν βασιλίδα τῇ πόλει, οὐκ ἐπὶ ἅρματός τινος ἢ χρυσοδέτου ἀπήνης κατὰ τὸν βασίλειον κόσμον τοῖς δορυφόροις ἀγαλλομένην, ἀλλ᾽ ἐν σορῷ κεκαλυμμένην, ἐπικρυπτομένην τὸ εἶδος ἐκείνῳ τῷ σκυθρωπῷ προκαλύμματι, θέαμα δεινόν τε καὶ ἐλεεινόν, δακρύων ἀφορμὴν προκειμένην τοῖς ἐντυγχάνουσιν, ἣν ἅπας τῶν συνειλεγμένων ὁ δῆμος ὁ ἔπηλύς τε καὶ ὁ ἐγχώριος οὐκ εὐφημίαις, ἀλλὰ θρήνοις εἰσιοῦσαν ἐδέχετο), τότε καὶ ὁ ἀὴρ πενθικῶς ἐσκυθρώπασεν οἷον ἱμάτιόν τι πενθικὸν τὸν ζόφον περιβαλλόμενος, ἀλλὰ καὶ αἱ νεφέλαι καθὼς δυνατὸν αὐταῖς ἦν ἐπεδάκρυον ἁπαλὰς ψεκάδας ἀντὶ δακρύων ἐπαφιεῖσαι τῷ πάθει. ἢ ταῦτα μὲν ὄντως λῆρός ἐστι καὶ οὐδὲ λέγειν ἄξιον;

εἰ γάρ τι καὶ γέγονεν ἐν τῇ κτίσει τοιοῦτον οἷον ἐπισημῆναι τὴν συμφορὰν, οὐ παρὰ τῆς κτίσεως γέγονε πάντως, ἀλλὰ παρὰ τοῦ δεσπότου τῆς κτίσεως τιμῶντος δι᾽ ὧν ἐποίει τῆς ὁσίας τὸν θάνατον· Τίμιος γάρ, φησίν, ἐναντίον κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. εἶδον δὲ ἐγὼ τότε ἕτερον θέαμα τῶν εἰρημένων παραδοξότερον· εἶδον διπλοῦν ὄμβρον τὸν μὲν ἐκ τοῦ ἀέρος τὸν δὲ ἐκ τῶν δακρύων ἐπὶ τὴν γῆν καταρρέοντα καὶ οὐκ ἦν ὁ ἐξ ὀφθαλμῶν ὑετὸς τοῦ ἐκ τῶν νεφῶν ἐνδεέστερος· ἐν γὰρ τοσαύταις μυριάσι τῶν συμπαρόντων οὐκ ἦν ὀφθαλμὸς ὁ μὴ καταβρέχων τὴν γῆν ταῖς τῶν δακρύων σταγόσιν.