Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν ἑῴαν ἀνάστασιν τοῦ κυρίου
Η εκούσια κένωση και τα πάθη του Χριστού
Αναδρομή στα γεγονότα του Πάθους, με έμφαση στην ταπείνωση του Κυρίου από την προδοσία και τη δίκη έως τη σταύρωση και την ταφή.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η εκούσια κένωση και τα πάθη του Χριστού
Αναδρομή στα γεγονότα του Πάθους, με έμφαση στην ταπείνωση του Κυρίου από την προδοσία και τη δίκη έως τη σταύρωση και την ταφή.
Πότε ἦν ἄτιμος; ὅτε τοῖς ἀλιτηρίοις Ἰουδαίοις προσωμίλει καὶ Σαμαρίτης καὶ δαιμόνιον ἔχων ἐκαλεῖτο, ὅτε Ἰούδας ὁ Ἰσκαριώτης καὶ τὰ τοῦ σκότους γεννήματα πρὸς φόνον ἐκράτουν τὸν ἀχώρητον. οὐκ ἀσκόπως ἔλεγεν αὐτοῖς Ἰωάννης· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ὄντως γὰρ ἡ ὀργὴ τοῦ θεοῦ μενεῖ ἐπ᾽ αὐτούς.
Πότε ἦν ἄτιμος; ὅτε τὸ βλάστημα τῆς ἐπιεικείας ῥαπίσμασι ἐλάμβανον καὶ μεθ᾽ ὅρκων ἠρώτων τὸν τῶν ὅρκων δικαστὴν ὑπάρχοντα. Πότε ἦν ἄτιμος; ὅτε ἐδικάζετο ὁ δικαστὴς καὶ ἐκρίνετο ὁ κριτὴς τοῦ κόσμου, ὁ οἰκέτης ἠρώτα καὶ 〈ὁ〉 δεσπότης ἐσιώπα, τὸ φῶς ἡσύχαζε καὶ τὸ σκότος ἐγαυρία, τὸ πλάσμα ἐθρασύνετο καὶ ὁ δημιουργὸς ἐκαρτέρει.
Πότε ἦν ἄτιμος; ὅτε οἱ ταῦροι ἐκεράτιζον καὶ ὁ μόσχος παρίστατο, ὅτε ὁ λέων ὠρύετο καὶ οἱ ταῦροι ἐγαυρύνοντο καθὼς γέγραπται· Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾽ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος.
Πότε ἦν ἄτιμος; ὅτε οἱ κύνες ὑλάκτουν καὶ ὁ δεσπότης ἠνείχετο, ὅτε οἱ λύκοι ἥρπαζον καὶ τὸ πρόβατον παρίστατο, ὅτε 〈ὁ〉 λῃστὴς εἰς ζωὴν ἐκαλεῖτο, ἡ δὲ ζωὴ τοῦ κόσμου εἰς θάνατον εἵλκετο, ὅτε ἐβόων ἐκείνην τὴν ἄτακτον καὶ ὀλέθριον φωνὴν Ἆρον, ἆρον, σταύρωσον αὐτόν, Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, οἱ κυριοκτόνοι, οἱ προφητοκτόνοι, οἱ θεομάχοι, οἱ μισόθεοι, οἱ τοῦ νόμου ὑβρισταί, οἱ τῆς χάριτος πολέμιοι, οἱ ἀλλότριοι τῆς πίστεως τῶν πατέρων, οἱ συνήγοροι τοῦ διαβόλου, τὰ γεννήματα τῶν ἐχιδνῶν, οἱ ψιθυρισταί, οἱ κατάλαλοι, οἱ ἐσκοτισμένοι τῇ διανοίᾳ, ἡ ζύμη τῶν Φαρισαίων, τὸ συνέδριον τῶν δαιμόνων, οἱ ἀλάστορες, οἱ πάμφαυλοι, οἱ λιθασταί, οἱ μισόκαλοι. εἰκότως γὰρ ἔκραζον· Ἆρον, ἆρον, σταύρωσον αὐτόν. ἐβάρει γὰρ αὐτοὺς ἡ ἐπιδημία τῆς θεότητος μετὰ σαρκὸς καὶ ἐλυπεῖτο τὸν ἔλεγχον ὁ τρόπος· ἔθος γὰρ ἁμαρτωλοῖς μισεῖν τὴν τῶν δικαίων συντυχίαν.
Πότε ἦν ἄτιμος; ὅτε αὐτὸν ἐφραγέλλωσαν καὶ τὸ σῶμα αὐτοῦ τὸ ἅγιον ἐβασάνιζον φέροντα ἑκουσίως πάθη, ἵνα τοὺς παλαιοὺς μώλωπας τῶν ἡμετέρων ἁμαρτημάτων θεραπεύσῃ, ὅτε τὸ ξύλον τοῦ σταυροῦ ἐπὶ τῶν ὤμων ἐβάσταζε τὸ κατὰ τοῦ διαβόλου τρόπαιον, ὅτε στέφανον ἐξ ἀκανθῶν περιέβαλλον τῷ στεφανοῦντι τοὺς πεποιθότας ἐπ᾽ αὐτόν, ὅτε πορφύραν ἐνέδυσαν τὸν ἀφθαρσίαν τοῖς ἀναγεννωμένοις δι᾽ ὕδατος καὶ πνεύματος [ἁγίου] χαριζόμενον, ὅτε προσήλωσαν τῷ ξύλῳ τὸν τῆς ζωῆς καὶ τοῦ θανάτου κύριον ὑπάρχοντα.
Πότε ἦν ἄτιμος; ὅτε ἐθριάμβευον ἐμπαίζοντες οἱ στρατιῶται τὸν τῆς στρατιᾶς τῶν οὐρανῶν δεσπότην. Πότε ἦν ἄτιμος; ὅτε καλάμῳ περιθέντες σπόγγον ἐμπλήσαντες ὄξους ἐπότιζον [αὐτὸν καὶ χολὴν ἐδίδουν] τὸν τὸ μάννα αὐτοῖς ἐπομβρήσαντα, ὅτε αἱ πέτραι ἐρρήγνυντο καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίζετο τῶν ἀλιτηρίων τὴν τόλμαν ἐκπληττόμενα, ὅτε ὁ ἥλιος ἐπένθει καὶ τὸ σκότος ὡς σάκκον ἐνεδύετο πενθῶν τὴν τῶν Ἰουδαίων ἀπόπτωσιν· ἐθρήνει γὰρ ἡ ἡμέρα τὰς Ἰουδαίων συμφοράς, ὅτε ἐν μέσῳ λῃστῶν ἡ ζωὴ ἐκρέματο τοῦ μὲν ὀνειδίζοντος καὶ καταλαλοῦντος, τοῦ δὲ τῇ μετανοίᾳ λῃστεύοντος τὸν παράδεισον.
Πότε ἦν ἄτιμος; ὅτε τὸ σῶμα πρὸς ταφὴν ἐδίδοτο. Πότε ἦν ἄτιμος; ὅτε 〈οἱ〉 στρατιῶται ἐφύλαττον καὶ ἡ γῆ κατέκρυπτε τὸν τὴν γῆν ἐπὶ τῶν ὑδάτων ἑδράσαντα, ὅτε οἱ ἀπόστολοι ἐκρύπτοντο τῶν πειρασμῶν τὸν ὄγκον οὐ δυνάμενοι φέρειν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.