Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Γρηγόριος ὁ Νύσσης

Η αναίρεση της πτώσεως και η θεολογία της Σαρκώσεως του Λόγου

Η μετάβαση στη χαρά της εορτής και η ανόρθωση της πεπτωκυίας φύσεως. Η εναρμόνιση των θείων ιδιοτήτων κατά την Ενανθρώπηση και η υπεράσπιση της απαθείας του σαρκωθέντος Θεού Λόγου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 5

Ἀλλ᾽ ἀπαγάγωμεν τὴν ἀκοὴν τῶν ἐπὶ τοῖς παισὶ θρήνων καὶ πρὸς τὰ εὐθυμότερα καὶ μᾶλλον τῇ ἑορτῇ πρέποντα τὴν διάνοιαν τρέψωμεν, κἂν ὑπερβοῶσα κατὰ τὴν προφητείαν ἡ Ῥαχὴλ τὴν σφαγὴν τῶν τέκνων ἀπολοφύρηται. ἐν γὰρ ἡμέρᾳ ἑορτῆς, καθώς φησιν ὁ σοφὸς Σολομὼν, ἀμνηστία πρέπει κακῶν. τίς δ᾽ ἂν γένοιτο τῆς ἑορτῆς ἡμῖν ταύτης εὐσημοτέρα, ἐν ᾖ τὴν πονηρὰν τοῦ διαβόλου σκοτόμαιναν διαχέας ὁ τῆς δικαιοσύνης ἥλιος δι᾽ αὐτῆς τῆς ἡμετέρας φύσεως ἐπιλάμπει τῇ φύσει, ἐν ᾖ τὸ πεπτωκὸς ἀνεγείρεται, τὸ ἐκπεπολεμωνένον εἰς καταλλαγὰς ἄγεται, τὸ ἀποκηρυχθὲν ἐπανάγεται, τὸ ἀποπεπτωκὸς τῆς ζωῆς εἰς τὴν ζωὴν ἐπανέρχεται, τὸ τῇ αἰχμαλωσίᾳ δεδουλωμένον εἰς τὴν τῆς βασιλείας ἀξίαν ἐπαναλαμβάνεται, τὸ τοῖς δεσμοῖς τοῦ θανάτου πεπεδημένον ἄνετον πρὸς τὴν χώραν τῶν ζώντων ἐπανατρέχει; νῦν κατὰ τὴν προφητείαν αἱ χαλκαῖ πύλαι τοῦ θανάτου συντρίβονται, οἱ σιδηροῖ συγκλῶνται μοχλοὶ, οἷς πρότερον κατειργμένον ἦν τὸ ἀνθρώπινον γένος ἐν τῇ τοῦ θανάτου φρουρᾷ. νῦν ἀνοίγεται, καθώς φησιν ὁ Δαβὶδ, ἡ πύλη τῆς δικαιοσύνης. νῦν ὁμόφωνος κατὰ πᾶσαν τὴν οἰκουμένην ὁ ἦχος τῶν ἑορταζόντων ἀκούεται. —δι᾽ ἀνθρώπου θάνατος, δι᾽ ἀνθρώπου ἡ σωτηρία. ὁ πρῶτος εἰς ἁμαρτίαν ἔπεσεν, ὁ δεύτερος τὸν πεπτωκότα ἀνώρθωσεν. ἀπολελόγηται ὑπὲρ τῆς γυναικὸς ἡ γυνή.

ἡ πρώτη τῇ ἁμαρτίᾳ τὴν εἴσοδον ἔδωκεν, αὕτη δὲ τῇ εἰσόδῳ τῆς δικαιοσύνης ὑπηρετήσατο. ἐκείνη τοῦ ὄφεως τὴν συμβουλὴν ἐπεσπάσατο, αὕτη τὸν ἀναιρέτην τοῦ ὄφεως παρεστήσατο. ἐκείνη διὰ τοῦ ξύλου τὴν ἁμαρτίαν εἰσήνεγκεν, αὕτη διὰ τοῦ ξύλου τὸ ἀγαθὸν ἀντεισήνεγκε. ξύλον γὰρ ἦν ὁ σταυρός. ὁ δὲ τοῦ ξύλου τούτου καρπὸς ἀειθαλὴς καὶ ἀμάραντος ζωὴ τοῖς γευομένοις γίνεται.

Καὶ μηδεὶς τῷ κατὰ τὸ πάσχα μυστηρίῳ μόνην τὴν τοιαύτην εὐχαριστίαν πρέπειν ὑπονοείτω. λογιζέσθω γὰρ, ὅτι τὸ πάσχα πέρας τῆς οἰκονομίας ἐστί. πῶς δ᾽ ἂν ἐγένετο τὸ πέρας, εἰ μὴ ἡ ἀρχὴ καθηγήσατο; τί τίνος ἐστὶν ἀρχηγικώτερον; ἡ γέννησις δηλαδὴ τῆς κατὰ τὸ πάθος οἰκονομίας. οὐκοῦν καὶ τὰ τοῦ πάσχα καλὰ τῶν περὶ τὴν γέννησιν εὐφημιῶν μέρος ἐστί, κἂν τὰς εὐεργεσίας τῶν ἐν τοῖς εὐαγγελίοις ἱστορηθέντων τις καταλέγῃ κἂν διεξέρχηται τὰ κατὰ τὰς ἰάσεις θαύματα, τὴν ἐξ ἀπόρων τροφὴν, τὴν τῶν τεθνηκότων ἐκ τῶν μνημάτων ὑποστροφὴν, τὴν αὐτοσχέδιον γεωργίαν τοῦ οἴνου, τὴν τῶν δαιμόνων φυγὴν, τὴν τῶν ποικίλων παθημάτων εἰς ὑγιείαν μεταβολὴν, τὰ τῶν χωλῶν ἅλματα τοὺς ἐκ πήλου ὀφθαλμοὺς, τὰς θείας διδασκαλίας, τὰς νομοθεσίας, τὴν διὰ τῶν παραβολῶν ἐπὶ τὰ ὑψηλότερα μυσταγωγίαν. πάντα ταῦτα τῆς παρούσης ἡμέρας χάρις ἐστίν. αὕτη γὰρ ἦρξε τῶν ἐφεξῆς ἀγαθῶν. οὐκοῦν ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ μὴ φοβούμενοι τὸν ὀνειδισμὸν τῶν ἀνθρώπων καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττώμενοι, καθὼς παρεγγυᾷ ὁ προφήτης, οἳ καταχλευάζουσι τῆς οἰκονομίας τὸν λόγον, ὡς οὐκ εὐπρεπὲς ὂν σώματος ὑπελθεῖν φύσιν καὶ διὰ γεννήσεως ἑαυτὸν τῇ ἀνθρωπίνῃ ζωῇ καταμῖξαι τὸν κύριον. οὐ γὰρ ἀγνοεῖς πάντως τὸ περὶ τούτου μυστήριον, ὅπως ἡ τοῦ θεοῦ σοφία τὴν σωτηρίαν ἡμῖν ᾠκονομήσατο.

ἑκουσίως ταῖς ἁμαρτίαις ἐπράθημεν, ἀργυρωνήτων δίκην τῷ ἐχθρῷ τῆς ζωῆς ἡμῶν κατεδουλώθημεν. τί σοι γενέσθαι παρὰ τοῦ δεσπότου μάλιστα καταθύμιον ἦν; οὐ τὸ ἐξαιρεθῆναι τῆς συμφορᾶς; τί περιεργάζῃ τὸν τρόπον; τί νομοθετεῖς τῷ εὐεργέτῃ τῆς εὐεργεσίας τὸ εἶδος, ὥσπερ ἂν εἴ τις καὶ τὸν ἰατρὸν ἀπωθούμενος τῆς εὐποιίας μέμφοιτο, ὅτι μὴ οὕτως ἀλλ᾽ ἑτέρως τὴν θεραπείαν ἐνήργησεν; εἰ δὲ τὸν λόγον τῆς οἰκονομίας ὑπὸ φιλοπραγμοσύνης ἐπιζητεῖς, ἀρκεῖ σοι τοσοῦτον μαθεῖν, ὅτι τὸ θεῖον οὐχ ἕν τι μόνον ἔχει τῶν ἀγαθῶν, ἀλλὰ πᾶν, ὅτιπέρ ἐστι κατ᾽ ἐπίνοιαν ἀγαθὸν, ἐκεῖνο ἐστι, —δυνατὸν, δίκαιον ἀγαθὸν, σοφὸν, πάντα, ὅσα τῆς θεοπρεποῦς σημασίας ἐστὶν ὀνόματά τε καὶ νοήματα. σκόπησον δὴ τοίνυν, εἰ μὴ πάντα περὶ τὸ γενόμενον ἡμῖν τὰ εἰρημένα συνέδραμεν. ἡ ἀγαθότης, ἡ σοφία, ἡ δικαιοσύνη, ἡ δύναμις. ὡς ἀγαθὸς τὸν ἀποστάτην ἠγάπησεν. ὡς σοφὸς τὴν ἐπίνοιαν τῆς ἐπανόδου τῶν καταδεδουλωμένων ἐμηχανήσατο. ὡς δίκαιος οὐ βιάζεται τὸν καταδουλωσάμενον, τὸν ὠνῆς δικαίως κτησάμενον, ἀλλ᾽ ἑαυτὸν δίδωσιν ἀντὶ τῶν κεκρατημένων ἀντάλλαγμα, ἵνα καθάπερ τις ἐγγυητὴς εἰς ἑαυτὸν μεταθεὶς τὴν ὀφείλην ἐλευθερώσῃ τῶν κρατούντων τὸν κατεχόμενον. ὡς δυνατὸς οὐκ ἐνεκρατήθη τῷ ᾅδῃ οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. οὐδὲ γὰρ ἦν δυνατὸν κρατηθῆναι ὑπὸ τῆς φθορᾶς τὸν ἀρχηγὸν τῆς ζωῆς.

ἀλλ᾽ αἰσχρὸν τὸ εἰς γένεσιν ἀνθρωπίνην ἐλθεῖν καὶ τῶν τῆς σαρκὸς παθημάτων ὑποστῆναι τὴν πεῖραν; τὴν τῆς εὐεργεσίας λέγεις ὑπερβολήν. ἐπειδὴ γὰρ ἄλλως οὐκ ἦν ἐξαιρεθῆναι τῶν κακῶν τὸ ἀνθρώπινον, ὑπέμεινεν ὁ πάσης ἀπαθείας βασιλεὺς τὴν ἰδίαν δόξαν τῆς ἡμετέρας ζωῆς ἀνταλλάξασθαι. καὶ ἡ μὲν καθαρότης ἐν τῷ ἡμετέρῳ γίνεται ῥύπῳ, ὁ δὲ ῥύπος τῆς καθαρότητος οὐ προσάπτεται, καθώς φησι τὸ εὐαγγέλιον, ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ ἔλαμψεν, ἡ δὲ σκοτία αὐτὸ οὐ κατέλαβεν. ἀφανίζεται γὰρ τῇ παρουσίᾳ τῆς ἀκτῖνος ὁ ζόφος, οὐκ ἐναμαυροῦται τῷ ζόφῳ ὁ ἥλιος. τὸ θνητὸν ὑπὸ τῆς ζωῆς καταπίνεται, καθώς φησι ὁ ἀπόστολος, οὐκ ἐνδαπανᾶται ἡ ζωὴ τῷ θανάτῳ. τὸ κατεφθαρμένον τῷ ἀφθάρτῳ συνδιασῴζεται, ἡ δὲ φθορὰ τῆς ἀφθαρσίας οὐ προσάπτεται. διὰ ταῦτα κοινὴ πάσης γίνεται συνῳδία τῆς κτίσεως ὁμόφωνον πάντων τὴν δοξολογίαν ἀναπεμπόντων τῷ δεσπότῃ τῆς κτίσεως πάσης γλώσσης ἐπουρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων βοώσης, ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.