Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν γέννησιν τοῦ Χριστοῦ

Γρηγόριος ὁ Νύσσης

Προφητικές προτυπώσεις, η μαρτυρία του Ζαχαρία και ο αγγελικός ύμνος

Η χαρμόσυνη αγγελία μέσω των προφητειών και η ερμηνεία της παρθενικής γέννησης μέσω της άφλεκτης βάτου. Η συσχέτιση της Γεννήσεως με το μαρτύριο του ιερέα Ζαχαρία και η θεολογική σημασία του αγγελικού ύμνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Ἀλλ᾽ ἐπανέλθωμεν ἐπὶ τὴν παροῦσαν χαρὰν, ἣν εὐαγγελίζονται τοῖς ποιμέσιν οἱ ἄγγελοι, ἣν οἱ οὐρανοὶ διηγοῦνται τοῖς μάγοις, ἣν τὸ πνεῦμα τῆς προφητείας διὰ πολλῶν τε καὶ διαφόρων ἀνακηρύσσει, ὡς καὶ τοὺς μάγους κήρυκας γενέσθαι τῆς χάριτος. ὁ γὰρ ἀνατέλλων τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους, ὁ βρέχων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς ἤνεγκε τὴν ἀκτῖνα τῆς γνώσεως καὶ τὴν δρόσον τοῦ πνεύματος καὶ εἰς ἀλλότρια στόματα, ὥστε τῇ παρὰ τῶν ἐναντίων μαρτυρίᾳ βεβαιωθῆναι μᾶλλον ἐν ἡμῖν τὴν ἀλήθειαν. ἀκούεις τοῦ οἰωνιστοῦ βαλαὰμ ἐπιπνοίᾳ κρείττονι τοῖς ἀλλοφύλοις ἐπιθειάζοντος, ὅτι ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ; ὁρᾷς τοὺς ἀπ᾽ ἐκείνου τὸ γένος κατάγοντας μάγους ἐπιτηροῦντας κατὰ τὴν πρόρρησιν τοῦ προπάτορος τὴν τοῦ καινοῦ ἀστέρος ἐπιτολὴν, ὃς παρὰ τὴν τῶν λοιπῶν ἀστέρων φύσιν μόνος καὶ κινήσεως μετέσχε καὶ στάσεως πρὸς τὴν χρείαν ἑκάτερον τούτων μεταλαμβάνων; τῶν γὰρ λοιπῶν ἀστέρων, τῶν μὲν ἅπαξ καταπεπηγότων τῇ ἀπλανεῖ σφαίρᾳ καὶ ἀκίνητον εἰληχότων τὴν στάσιν, τῶν δὲ μὴ παυομένων ποτὲ τῆς κινήσεως, οὗτος καὶ κινεῖται προηγούμενος τῶν μάγων καὶ ἵσταται καταμηνύων τὸν τόπον. ἀκούεις τοῦ Ἠσαΐου βοῶντος, ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν;

Μάθε παρ᾽ αὐτοῦ τοῦ προφήτου, πῶς ἐγεννήθη τὸ παιδίον, πῶς ἐδόθη υἱός. ἆρα κατὰ τὸν νόμον τῆς φύσεως; οὐ, φησὶν ὁ προφήτης, οὐ δουλεύει φύσεως νόμοις ὁ δεσπότης τῆς φύσεως. —ἀλλὰ πῶς ἐγεννήθη τὸ παιδίον, εἰπέ. —ἰδού, φησὶν, ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ᾽ ἡμῶν ὁ θεός.

Ὢ τοῦ θαύματος, ἡ παρθένος μήτηρ γίνεται καὶ διαμένει παρθένος. ὁρᾷς τὴν καινοτομίαν τῆς φύσεως; ἐπὶ τῶν ἄλλων γυναικῶν, ἕως παρθένος ἐστὶ, μήτηρ οὔκ ἐστιν. ἐπειδὰν δὲ μήτηρ γένηται, τὴν παρθενίαν οὐκ ἔχει. ἐνταῦθα δὲ τὰ δύο συνέδραμε κατὰ ταὐτὸν τὰ ὀνόματα. ἡ γὰρ αὐτὴ καὶ μήτηρ καὶ παρθένος ἐστί. καὶ οὔτε ἡ παρθενία τὸν τόκον ἐκώλυσεν, οὔτε ὁ τόκος τὴν παρθενίαν ἔλυσεν. ἔπρεπε γὰρ τὸν ἐπὶ ἀφθαρσίᾳ τοῦ παντὸς ἐν τῷ ἀνθρωπίνῳ βίῳ γενόμενον ἀπὸ τῆς ὑπηρετούσης αὐτοῦ τῇ γεννήσει τῆς ἀφθαρσίας ἄρξασθαι. τὴν γὰρ ἀπειρόγαμον ἄφθορον οἶδεν ὀνομάζειν ἡ τῶν ἀνθρώπων συνήθεια.

Τοῦτό μοι δοκεῖ προκατανενοηκέναι τῇ γενομένῃ διὰ τοῦ φωτὸς αὐτῷ θεοφανείᾳ Μωυσῆς ἐκεῖνος ὁ μέγας, ὅτε ἐξήπτετο τῆς βάτου τὸ πῦρ καὶ ἡ βάτος οὐκ ἐμαραίνετο. διαβὰς γάρ, φησιν, ὄψομαι τὸ μέγα ὅραμα τοῦτο. οὐ τοπικὴν οἶμαι δηλῶν κίνησιν διὰ τῆς διαβάσεως ἀλλὰ τὴν παροδικὴν τοῦ χρόνου διάβασιν. τὸ γὰρ τότε προδιατυπωθὲν ἐν τῇ φλογὶ καὶ τῇ βάτῳ διαβάντος τοῦ μέσου χρόνου σαφῶς ἐν τῷ κατὰ τὴν παρθένον μυστηρίῳ ἀνεκαλύφθη. ὥσπερ γὰρ ἐκεῖ ἡ θάμνος καὶ ἅπτει τὸ πῦρ καὶ οὐ καίεται, οὕτω καὶ ἐνταῦθα ἡ παρθένος καὶ τίκτει τὸ φῶς καὶ οὐ φθείρεται. εἰ δὲ βάτος προδιατυποῖ τὸ θεότοκον σῶμα τῆς παρθένου, μὴ ἐπαισχυνθῇς τῷ αἰνίγματι. πᾶσα γὰρ σὰρξ διὰ τὴν τῆς ἁμαρτίας παραδοχὴν κατ᾽ αὐτὸ τοῦτο, ὅτι σάρξ ἐστι μόνον, ἁμαρτία ἐστίν. ἡ δὲ ἁμαρτία παρὰ τῆς γραφῆς τῇ τῆς ἀκάνθης ἐπωνυμίᾳ κατονομάζεται.

Εἰ δὲ μὴ πόρρω τῶν προκειμένων ἀποφερόμεθα, τάχα καὶ τὸν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου φονευθέντα Ζαχαρίαν οὐκ ἄκαιρον εἰς μαρτυρίαν τῆς ἀφθάρτου μητρὸς παραστήσασθαι. ἱερεὺς οὗτος ὁ Ζαχαρίας ἦν, οὐχ ἱερεὺς δὲ μόνον, ἀλλὰ καὶ ἐν τῷ τῆς προφητείας χαρίσματι. ἡ δὲ τῆς προφητείας δύναμις ἀπαράγραπτος ἐν τῇ βίβλῳ τοῦ εὐαγγελίου κηρύσσεται. ὅτε προοδοποιοῦσα τοῖς ἀνθρώποις ἡ θεία χάρις μὴ ἄπιστον τὸν ἐκ παρθένου τόκον ἡγήσασθαι τοῖς ἐλάττοσι θαύμασι προγυμνάζει τῶν ἀπίστων τὴν συγκατάθεσιν, τῇ στείρᾳ καὶ παρήλικι τίκτεται παῖς. τοῦτο προοίμιον τοῦ κατὰ τὴν παρθενίαν θαύματος γίνεται. ὡς γὰρ ἡ Ἐλισαβὲτ οὐ δυνάμει φύσεως γίνεται μήτηρ ἄγονος τὸν βίον καταγηράσασα, ἀλλ᾽ ἐπὶ τὸ θεῖον βούλημα τοῦ παιδὸς ἡ γέννησις ἀναφέρεται, οὕτω καὶ τῆς παρθενικῆς ὠδῖνος ἡ ἀπιστία τῇ πρὸς τὸ θεῖον ἀναφορᾷ τὸ πιστὸν ἔχει. ἐπειδὴ τοίνυν προλαμβάνει τὸν ἐκ παρθενίας ὁ ἀπὸ τῆς στείρας, ὁ πρὸς τὴν φωνὴν τῆς κυοφορούσης τὸν κύριον, πρὶν εἰς φῶς προελθεῖν, ἐν τῇ μητρῴᾳ νηδύι σκιρτήσας, —ἅμα τε παρῆλθεν εἰς γένεσιν ὁ τοῦ λόγου πρόδρομος, τότε λύεται τῷ Ζαχαρίᾳ διὰ τῆς προφητικῆς ἐπιπνοίας ἡ σιώπη. καὶ ὅσα διεξέρχεται Ζαχαρίας, προφητεία τοῦ μέλλοντος ἦν.

Οὗτος τοίνυν ὁ τῷ προφητικῷ πνεύματι πρὸς τὴν τῶν κρυπτῶν γνῶσιν χειραγωγούμενος τὸ τῆς παρθενίας μυστήριον ἐπὶ τοῦ ἀφθάρτου τόκου κατανοήσας οὐκ ἀπέκρινεν ἐν τῷ ναῷ τοῦ ταῖς παρθένοις κατὰ τὸν νόμον ἀποκεκληρωμένου τόπου τὴν ἄγαμον μητέρα διδάσκων τοὺς Ἰουδαίους, ὅτι ὁ τῶν ὄντων δημιουργὸς καὶ βασιλεὺς πάσης τῆς κτίσεως ὑποχείριον ἔχει μετὰ πάντων ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν τῷ ἰδίῳ θελήματι πρὸς τὸ δοκοῦν αὐτὴν ἄγων, οὐκ αὐτὸς ὑπ᾽ αὐτῆς δυναστευόμενος, ὡς ἐν τῇ δυνάμει αὐτοῦ εἶναι καινὴν γέννησιν δημιουργῆσαι, ἥτις τὴν γενομένην μητέρα τὸ παρθένον εἶναι οὐκ ἀφαιρήσεται. διὰ τοῦτο αὐτὴν οὐκ ἀπέκρινεν ἐν τῷ ναῷ τοῦ χοροῦ τῶν παρθένων. ἦν δὲ οὗτος ὁ τόπος τὸ μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου διάστημα. ἐπεὶ οὖν ἤκουον βασιλέα τῆς κτίσεως εἰς γέννησιν ἀνθρωπίνην οἰκονομικῶς προελθεῖν φόβῳ τοῦ μὴ γενέσθαι βασιλεῖ ὑποχείριοι τὸν ταῦτα μαρτυροῦντα περὶ τοῦ τόκου διαχειρίζονται πρὸς αὐτῷ τῷ θυσιαστηρίῳ τὸν ἱερέα ἱερουργήσαντες.

Ἀλλὰ μακρὰν τῶν προκειμένων ἀπεπλανήθημεν δέον ἐπὶ τὴν ἐν τῷ εὐαγγελίῳ Βηθλεὲμ τῷ λόγῳ ἀναδραμεῖν. Εἰ γὰρ ποιμένες ὄντως ἡμεῖς καὶ τοῖς ἰδίοις ἐπαγρυπνοῦμεν ποιμνίοις, πρὸς ἡμᾶς πάντως ἐστὶν ἡ τῶν ἀγγέλων φωνὴ ἡ εὐαγγελιζομένη τὴν χαρὰν τὴν μεγάλην ταύτην. οὐκοῦν ἀναβλέψωμεν εἰς τὴν οὐράνιον στρατιὰν, ἴδωμεν τὴν τῶν ἀγγέλων χοραστασίαν, ἀκούσωμεν τῆς θείας αὐτῶν ὑμνῳδίας. τίς ὁ ἦχος τῶν ἑορταζόντων; δόξα ἐν ὑψίστοις θεῷ βοῶσι. διὰ τί δοξάζει ἡ τῶν ἀγγέλων φωνὴ τὴν ἐν τοῖς ὑψίστοις θεωρουμένην θεότητα; —ὅτι φησὶ καὶ ἐπὶ γῆς εἰρήνη. περιχαρεῖς γεγόνασι ἐπὶ τῷ φαινομένῳ οἱ ἄγγελοι. ἐπὶ γῆς εἰρήνη. ἡ πρότερον κατηραμένη, ἡ τῶν ἀκανθῶν καὶ τριβόλων γόνιμος, τὸ τοῦ πολέμου χωρίον, ἡ τῶν καταδίκων ἐξορία, αὕτη εἰρήνην δέδεκται. ὢ τοῦ θαύματος, ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε. τοιοῦτον δέδωκεν ἡ τῶν ἀνθρώπων γῆ τὸν καρπὸν αὐτῆς καὶ ταῦτα γίνεται ὑπὲρ τῆς ἐν ἀνθρώποις εὐδοκίας. θεὸς τῇ ἀνθρωπίνῃ κατακιρνᾶται φύσει, ἵνα συνεπαρθῇ τῷ ὕψει τοῦ θεοῦ τὸ ἀνθρώπινον. ταῦτα ἀκούσαντες διέλθωμεν εἰς τὴν Βηθλεέμ, ἴδωμεν τὸ καινὸν θέαμα, πῶς ἐπαγάλλεται ἡ παρθένος τῷ τόκῳ, πῶς ἡ ἀπειρόγαμος τιθηνεῖται τὸ νήπιον. πρότερον δὲ τίς αὕτη καὶ πόθεν, τῶν τὰ περὶ αὐτῆς ἱστορούντων ἀκούσωμεν.