Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν Πουλχερίαν

Γρηγόριος ὁ Νύσσης

Ευαγγελική παραμυθία και η μακαριότητα της απαλλαγής από τον επίγειο βίο

Αποστολική προτροπή κατά της άμετρης λύπης, ανάδειξη της ουράνιας μακαριότητας της αγνής ψυχής και η προστασία της από τα γήινα δεινά.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 4

Ἐπειδὴ τοίνυν τοσοῦτον ἡττήθη τοῦ πάθους ὁ λογισμός, καιρὸς ἂν εἴη τὸ κεκμηκὸς τῆς διανοίας διὰ τῆς τῶν λογισμῶν συμβουλῆς ὡς ἔστι δυνατὸν ἀναρρώννυσθαι. κίνδυνος γὰρ οὐ μικρὸς παρακούσαντας ἐν τούτῳ τῆς τοῦ Ἀποστόλου φωνῆς συγκατακριθῆναι τοῖς ἀνελπίστοις. φησὶ γάρ, καθὼς τοῦ ὑπαναγινώσκοντος ἀρτίως ἠκούσαμεν, Μὴ δεῖν ἐπὶ τῶν κεκοιμημένων λυπεῖσθαι· μόνων γὰρ τοῦτο τῶν οὐκ ἐχόντων ἐλπίδα τὸ πάθος εἶναι. ἀλλ᾽ εἴποι τις ἄν, οἶμαι, τῶν μικροψυχοτέρων ἀδύνατα κελεύειν τὸν θεῖον Ἀπόστολον καὶ ὑπερβαίνειν τὴν φύσιν τοῖς ἐπιτάγμασιν. πῶς γάρ ἐστι δυνατὸν ὑπεραρθῆναι τοῦ πάθους τὸν ἐν τῇ φύσει ζῶντα καὶ μὴ κρατηθῆναι τῇ λύπῃ ἐπὶ τοιούτῳ θεάματι, ὅταν μὴ καθ᾽ ὥραν ἐν γήρᾳ συμπέσῃ ὁ θάνατος, ἀλλ᾽ ἐν τῇ πρώτῃ ἡλικίᾳ κατασβεσθῇ μὲν τῷ θανάτῳ ἡ ὥρα, καλυφθῇ δὲ τοῖς βλεφάροις ἡ τῶν ὀμμάτων ἀκτίς, μεταπέσῃ δὲ εἰς ὠχρότητα τῆς παρειᾶς τὸ ἐρύθημα, κρατηθῇ δὲ τῇ σιωπῇ τὸ στόμα, μελαίνηται δὲ τὸ ἐπὶ τοῦ χείλους ἄνθος, χαλεπὸν δὲ μὴ μόνον τοῖς γεννησαμένοις τοῦτο δοκῇ, ἀλλὰ καὶ παντὶ τῷ πρὸς τὸ πάθος βλέποντι; τί οὖν πρὸς τούτοις ἡμεῖς; οὐχ ἡμέτερον ἐροῦμεν, ἀδελφοί, λόγον, ἀλλὰ τὴν ἀναγνωσθεῖσαν ἡμῖν ἐκ τοῦ Εὐαγγελίου ῥῆσιν παραθησόμεθα. ἠκούσατε γὰρ λέγοντος τοῦ κυρίου· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.

οὐκοῦν εἰ καὶ σοῦ ἀπεφοίτησε τὸ παιδίον, ἀλλὰ πρὸς τὸν δεσπότην ἀπέδραμεν. σοὶ τὸν ὀφθαλμὸν ἔκλεισεν, ἀλλὰ τῷ φωτὶ τῷ αἰωνίῳ διήνοιξεν. τῆς σῆς ἀπέστη τραπέζης, ἀλλὰ τῇ ἀγγελικῇ προσετέθη. ἔνθεν τὸ φυτὸν ἀνεσπάσθη, ἀλλὰ τῷ παραδείσῳ ἐνεφυτεύθη. ἐκ βασιλείας εἰς βασιλείαν μετέστη. ἐξεδύσατο τὸ τῆς πορφύρας ἄνθος, ἀλλὰ τῆς ἄνω βασιλείας τὴν περιβολὴν ἐνεδύσατο. εἴπω σοι τὴν ὕλην τοῦ θείου ἐνδύματος; οὐ λίνον ἐστὶν οὐδὲ ἔριον οὐδὲ τὰ ἐκ σηρῶν νήματα. ἄκουσον τοῦ Δαβίδ, ὅθεν ἐξυφαίνεσθαι λέγει τῷ θεῷ τὰ ἐνδύματα· Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. ὁρᾷς οἷα ἀνθ᾽ οἵων ἠλλάξατο; λυπεῖ σε τὸ τοῦ σώματος κάλλος μηκέτι φαινόμενον, οὐ γὰρ ὁρᾷς αὐτῆς τὸ ἀληθινὸν τῆς ψυχῆς κάλλος, ᾧ νῦν ἐν τῇ πανηγύρει τῶν οὐρανίων ἀγάλλεται. ὡς καλὸς ἐκεῖνος ὁ ὀφθαλμὸς ὁ τὸν θεὸν βλέπων. ὡς ἡδὺ τὸ στόμα τὸ ταῖς θείαις ὑμνῳδίαις καλλωπιζόμενον.

Ἐκ στόματος γάρ, φησίν, νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον. ὡς καλαὶ αἱ χεῖρες αἱ μηδέποτε τὸ κακὸν ἐνεργήσασαι. ὡς ὡραῖοι οἱ πόδες οἱ μὴ ἐπιβάντες κακίας, μηδὲ τῇ ὁδῷ τῶν ἁμαρτωλῶν τὸ ἴχνος ἑαυτῶν ἐπιστήσαντες. ὡς καλὴ πᾶσα τῆς ψυχῆς ἐκείνης ἡ ὄψις, οὐ λίθων αὐγαῖς κεκοσμημένη, ἀλλ᾽ ἁπλότητι καὶ ἀκακίᾳ ἐκλάμπουσα. ἀλλὰ λυπεῖ σε τυχὸν τὸ μὴ εἰς γῆρας ἐλθεῖν. τί γάρ, εἰπέ μοι, καλὸν ἐνορᾷς τῷ γήρᾳ; ἆρα καλὸν τὸ κνυζοῦσθαι τὰ ὄμματα, τὸ ῥυσοῦσθαι τὴν παρειάν, τὸ ἀπορρεῖν τοὺς ὀδόντας τοῦ στόματος καὶ ψελλισμὸν ἐμποιεῖν τῇ γλώσσῃ, τὸ ὑποτρέμειν τῇ χειρὶ καὶ εἰς γῆν κύπτειν, καὶ ὑποσκάζειν τῷ ποδὶ καὶ χειραγωγοῖς ἐπερείδεσθαι καὶ παρανοεῖν τῇ καρδίᾳ καὶ παραφθέγγεσθαι τῇ φωνῇ, οἷα τῇ ἡλικίᾳ ταύτῃ κατ᾽ ἀνάγκην συμβαίνει πάθη; καὶ ὑπὲρ τούτου ἀγανακτοῦμεν, ὅτι μὴ ἀφίκετο εἰς τὴν τῶν τοιούτων πεῖραν; καὶ μὴν συγχαίρειν προσήκει ἐκείνοις, ὧν ἡ ζωὴ τὴν τῶν σκυθρωπῶν πεῖραν οὐ παρεδέξατο καὶ οὔτε ἐνταῦθα τῶν λυπηρῶν ᾔσθετο οὔτε τι τῶν ἐκεῖ σκυθρωπῶν ἐπιγνώσεται. ἡ γὰρ τοιαύτη ψυχὴ ἡ οὐκ ἔχουσα ἐφ᾽ ὅτῳ εἰς κρίσιν ἔλθῃ, γέενναν οὐ φοβεῖται, κρίσιν οὐ δέδοικεν, ἄφοβος διαμένει καὶ ἀκατάπληκτος, οὐδενὸς πονηροῦ συνειδότος τὸν τῆς κρίσεως φόβον ἐπάγοντος. ἀλλ᾽ ἔδει, φησίν, αὐτὴν εἰς μέτρον ἡλικίας ἐλθεῖν καὶ νυμφικῷ θαλάμῳ ἐμφαιδρυνθῆναι.

ἀλλ᾽ ἐρεῖ σοι πρὸς τοῦτο ὁ ἀληθινὸς νυμφίος, ὅτι κρείττων ἡ οὐρανία παστάς, προτιμότερος ἐκεῖνος ὁ θάλαμος, ἐν ᾧ χηρείας φόβος οὐκ ἔστιν. τίνος οὖν, εἰπέ μοι, τῶν καλῶν ἀπεστέρηται τὸν σάρκινον τοῦτον ἐκδυσαμένη βίον; εἴπω σοι τὰ τοῦ βίου καλά; λῦπαι καὶ ἡδοναί, θυμοὶ καὶ φόβοι, ἐλπίδες καὶ ἐπιθυμίαι. ταῦτά ἐστι καὶ τὰ τοιαῦτα, οἷς κατὰ τὴν παροῦσαν ζωὴν συμπεπλέγμεθα. τί οὖν κακὸν πέπονθεν ἡ τοσούτων ἀπαλλαγεῖσα τυράννων; ἕκαστον γὰρ πάθος, ὅταν ἐπικρατῇ τῆς ψυχῆς, τύραννος ἡμῶν γίνεται τοὺς λογισμοὺς δουλωσάμενος. ἢ λυπεῖ ἡμᾶς, ὅτι μὴ κατεπονήθη διὰ ὠδίνων, ὅτι μὴ συνετρίβη διὰ φροντίδων παιδοτροφίας, ὅτι μὴ τὰς ὁμοίας ἀλγηδόνας ἐδέξατο, ἃς ἐπ᾽ αὐτῆς οἱ γεγεννηκότες ὑπέμειναν; ἀλλὰ τὰ τοιαῦτα μακαρισμῶν οὐκ ὀδυρμῶν ἐστιν ἄξια. τὸ γὰρ ἐν μηδενὶ γενέσθαι κακῷ κρεῖττον ἢ κατὰ τὴν ἀνθρωπίνην φύσιν ἐστίν. οὕτως καὶ ὁ σοφὸς Σολομὼν ἐν τῇ ἰδίᾳ γραφῇ μακαρίζει πρὸ τοῦ περιόντος τὸν κατοιχόμενον καὶ ὁ μέγας Δαβὶδ θρήνου καὶ οἰμωγῆς ἀξίαν τὴν ἐν σαρκὶ διαγωγὴν εἶναί φησιν. καίτοι γε ἀμφότεροι λαμπροὶ κατὰ τὴν βασιλείαν ὑπάρχοντες, πάντων κατ᾽ ἐξουσίαν τῶν κατὰ τὸν βίον ἡδέων μετέχοντες, οὐδὲν πρὸς τὴν παροῦσαν ἀπόλαυσιν ἐπεκλίθησαν, ἀλλὰ τῶν ἀπορρήτων ἀγαθῶν τῶν ἐν τῇ ἀσωμάτῳ ζωῇ προκειμένων τὴν ἐπιθυμίαν ἔχοντες συμφορὰν ἐποιοῦντο τὴν ἐν σαρκὶ ζωήν.

ἤκουσα πολλαχῇ τοῦ Δαβὶδ ἐν ταῖς ἱεραῖς ψαλμῳδίαις ἔξω γενέσθαι τῆς τοιαύτης ἀνάγκης ἐπιθυμοῦντος, ἐν οἷς φησι νῦν μέν, ὅτι Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου, νῦν δέ, ὅτι Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. ὡσαύτως δὲ καὶ ὁ Ἰερεμίας κατάρας ἀξίαν κρίνει τὴν ἡμέραν ἐκείνην τὴν ἄρξασαν αὐτῷ τῆς τοιαύτης ζωῆς. καὶ πολλάς ἐστι τοιαύτας τῶν παλαιῶν ἁγίων φωνὰς ἐν τῇ θείᾳ γραφῇ φερομένας εὑρεῖν, οἳ δι᾽ ἐπιθυμίαν τῆς ὄντως ζωῆς τὴν ἐν σαρκὶ διαγωγὴν ἐβαρύνοντο.