Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν Πουλχερίαν

Γρηγόριος ὁ Νύσσης

Θεολογική ερμηνεία του θανάτου και επίλογος

Θεώρηση του θανάτου ως μέσου κάθαρσης και αναστοιχείωσης της ανθρώπινης φύσης, προτροπή για υπέρβαση του πένθους και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 4

οὐδὲ γὰρ ἄλλο τί ἐστιν ἐπ᾽ ἀνθρώπων ὁ θάνατος, εἰ μὴ κακίας καθάρσιον. ἐπειδὴ γὰρ οἷόν τι σκεῦος ἀγαθῶν δεκτικὸν τὸ κατ᾽ ἀρχὰς ἡ φύσις ἡμῶν παρὰ τοῦ θεοῦ τῶν ὅλων κατεσκευάσθη, τοῦ δὲ ἐχθροῦ τῶν ψυχῶν ἡμῶν δι᾽ ἀπάτης ἡμῖν τὸ κακὸν παρεγχέαντος τὸ ἀγαθὸν χώραν οὐκ ἔσχεν, τούτου ἕνεκεν, ὡς ἂν μὴ διαιωνίζοι ἡμῖν ἡ ἐμφυεῖσα κακία, προνοίᾳ κρείττονι θανάτῳ τὸ σκεῦος πρὸς καιρὸν διαλύεται, ἵνα τῆς κακίας ἐκρυείσης ἀναπλασθῇ τὸ ἀνθρώπινον καὶ ἀμιγὲς κακίας τῷ ἐξ ἀρχῆς ἀποκαταστῇ βίῳ. τοῦτο γάρ ἐστιν ἡ ἀνάστασις, ἡ εἰς τὸ ἀρχαῖον τῆς φύσεως ἡμῶν ἀναστοιχείωσις. εἰ οὖν ἀμήχανόν ἐστιν ἀναστοιχειωθῆναι πρὸς τὸ κρεῖττον τὴν φύσιν χωρὶς ἀναστάσεως, θανάτου δὲ μὴ προηγησαμένου ἀνάστασις γενέσθαι οὐ δύναται, ἀγαθὸν ἂν εἴη ὁ θάνατος, ἀρχὴ καὶ ὁδὸς τῆς πρὸς τὸ κρεῖττον μεταβολῆς ἡμῖν γενόμενος. οὐκοῦν ἐκβάλωμεν, ἀδελφοί, τὴν λύπην τὴν περὶ τῶν κεκοιμημένων, ἣν μόνοι ὑπομένουσιν οἱ μὴ ἔχοντες ἐλπίδα. ἐλπὶς δέ ἐστιν ὁ Χριστός· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.