Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν προσευχήν

Γρηγόριος ὁ Νύσσης

Λόγος Ε': Η συγχώρηση των οφειλετών ως μίμηση της θείας φιλανθρωπίας

Ανάλυση του αιτήματος της αφέσεως των αμαρτιών, όπου η ικανότητα προς συγχώρηση αναδεικνύεται ως απαραίτητη προϋπόθεση για την άφεση των δικών μας σφαλμάτων από τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 9 από 10

ΛΟΓΟΣ εʹ. Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, καθὼς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἦλθεν προϊὼν ὁ λόγος ἐπ᾽ αὐτὸ τῆς ἀρετῆς τὸ ἀκρότατον.

Ὑπογράφει γὰρ διὰ τῶν τῆς προςευχῆς ῥημάτων οἷον εἶναι βούλεται τὸν τῷ θεῷ προςερχόμενον, τὸν οὐκέτι σχεδὸν ἐν τοῖς τῆς ἀνθρωπίνης φύσεως ὅροις δεικνύμενον, ἀλλ᾽ αὐτῷ τῷ θεῷ διὰ τῆς ἀρετῆς ὁμοιούμενον. ὥστε δοκεῖν ἄλλον ἐκεῖνον εἶναι ἐν τῷ ταῦτα ποιεῖν ἃ τοῦ θεοῦ μόνου ἐστὶ ποιεῖν. Ἡ γὰρ τῶν ὀφλημάτων ἄφεσις ἴδιόν ἐστι τοῦ θεοῦ καὶ ἐξαίρετον· εἴρηται γὰρ ὅτι, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ θεός. Εἰ τοίνυν τις ἐν τῷ ἰδίῳ βίῳ μιμήσαιτο τῆς θείας φύσεως τὰ γνωρίσματα, ἐκεῖνος γίνεται τρόπον τινὰ οὗ τὴν μίμησιν δι᾽ ἀκριβοῦς ὁμοιότητος ἐπεδείξατο. Τί οὖν διδάσκει ὁ λόγος; Πρῶτον ἑαυτοῖς συγγνῶναι τῇ τῶν βεβιωμένων παῤῥησίᾳ τὴν πρὸς τὸν θεὸν ὁμοιότητα, καὶ τότε θαῤῥεῖν πατέρα ἑαυτῶν τὸν θεὸν λέγειν, καὶ ἀμνηστίαν ὑπὲρ τῶν ποτε πλημμεληθέντων αἰτεῖν, ὡς οὐκ ἐν τῷ αἰτοῦντι ὄντος τοῦ τυχεῖν ὧν ἐφίεται, ἀλλ᾽ ἐν τῷ διὰ τῶν ἔργων ἑαυτῷ χαριζομένῳ τῆς αἰτήσεως τὴν παῤῥησίαν.

Ταῦτα γὰρ ἄντικρυς ἡμῖν διαλέγεται τῇ παρούσῃ φωνῇ, ὅτι ὁ τῷ εὐεργέτῃ προςιὼν εὐεργέτης ἔστω, ὁ τῷ ἀγαθῷ ἀγαθὸς, ὁ τῷ δικαίῳ δίκαιος, ἀνεξίκακός τε τῷ ἀνεξικακῷ, καὶ τῷ φιλανθρώπῳ φιλάνθρωπος, καὶ τὰ ἄλλα πάντα ὡςαύτως τῷ χρηστῷ τε καὶ ἐπιεικεῖ καὶ μεταδοτικῷ τῶν ἀγαθῶν, καὶ παντὶ τὸν ἔλεον νέμοντι, καὶ εἴ τι περὶ τὸ θεῖον ὁρᾶται, πρὸς ἕκαστον διὰ τῆς προαιρέσεως ὁμοιούμενος, οὕτως ἑαυτῷ τὴν τῆς προςευχῆς παῤῥησίαν περιποιείτω. Ὡς οὖν οὐκ ἔστιν οὔτε πονηρὸν ἀγαθῷ προςοικειωθῆναι, οὔτε τὸν ἐν ἀκαθάρτοις μολύσμασι ῥυπαινόμενον πρὸς τὸν καθαρὸν καὶ ἀκήρατον κοινωνίαν ἔχειν, οὕτως χωρίζει τῆς φιλανθρωπίας τοῦ θεοῦ τὸν προςιόντα ἡ ἀπήνεια. Ὁ τοίνυν ἐν πικρίᾳ κατέχων ὑπὲρ τῶν ὀφλημάτων τὸν ὑποχείριον διὰ τοῦ ἰδίου τρόπου τῆς θείας φιλανθρωπίας ἑαυτὸν ἀπεσχοίνισεν. Τίς γὰρ κοινωνία φιλανθρωπίᾳ τε καὶ ὠμότητι, καὶ ἀγαπητικῇ διαθέσει πρὸς ἀγριότητα, καὶ τὰ λοιπὰ ὅσα ἐκ τοῦ ἐναντίου τῇ πρὸς τὸ κακὸν ἀντιθέσει νοεῖται, ὧν ἄμικτος ἡ ἐναντιότης, ἐφ᾽ ὧν ὁ τῷ ἑνὶ κατειλημμένος τοῦ ἐναντίου πάντως ἀφώρισται; ὡς γὰρ ὁ ἐν τῷ θανάτῳ γενόμενος ἐν ζωῇ οὐκ ἔστιν, καὶ ὁ τῆς ζωῆς μετέχων τοῦ θανάτου κεχώρισται, οὕτως ἀνάγκη πᾶσα τὸν τῇ φιλανθρωπίᾳ τοῦ θεοῦ προςιόντα πάσης ἀπηνείας ἐκτὸς γενέσθαι.

Ὁ δὲ ἐκτὸς πάντων τῶν ἐν κακίᾳ νοουμένων γενόμενος θεὸς τρόπον τινὰ διὰ τῆς τοιαύτης ἕξεως γίνεται, ἐκεῖνο κατορθώσας ἑαυτῷ ὃ περὶ τὴν θείαν φύσιν ὁ λόγος βλέπει.

Ὁρᾷς εἰς ὅσον μέγεθος ὑψοῖ τοὺς ἀκούοντας διὰ τῶν τῆς προςευχῆς ῥημάτων ὁ κύριος, μεταβαλὼν τρόπον τινὰ τὴν ἀνθρωπίνην φύσιν πρὸς τὸ θειότερον, καὶ θεοὺς γίνεσθαι τοὺς τῷ θεῷ προςιόντας νομοθετῶν; Τί δουλοπρεπῶς, φησὶν, ἐν φόβῳ κατεπτηχὼς, καὶ τῷ συνειδότι τῷ ἑαυτοῦ μαστιζόμενος προςέρχῃ θεῷ; τί ἀποκλείεις σεαυτῷ τὴν παῤῥησίαν, τὴν τῇ ἐλευθερίᾳ τῆς ψυχῆς ἐνυπάρχουσαν, τὴν ἐξ ἀρχῆς συνουσιωμένην τῇ φύσει; τί κολακεύεις ἐν ῥήμασι τὸν ἀθώπευτον; τί προςάγεις τοὺς θεραπευτικούς τε καὶ θωπευτικοὺς λόγους τῷ πρὸς τὰ ἔργα βλέποντι; Ἔξεστί σοι πᾶν ὅ τί πέρ ἐστιν ἐκ θεοῦ χρηστὸν κατ᾽ ἐξουσίαν ἔχειν ἐλευθεριάζοντι τῷ φρονήματι.

Αὐτὸς γενοῦ σεαυτῷ δικαστής· δὸς σεαυτῷ τὴν σώζουσαν ψῆφον. Ἀφεθῆναί σοι ζητεῖς παρὰ τοῦ θεοῦ τὰ ὀφλήματα· σὺ ἄφες, καὶ ὁ θεὸς ἐψήφισεν. Ἡ γὰρ ὑπὲρ τοῦ ὁμοφύλου κρίσις, ἧς σὺ κύριος, σὴ γίνεται ψῆφος, οἵα δ᾽ ἂν ᾖ· ἃ γὰρ ἐπὶ σεαυτοῦ γνῷς, ταῦτά σοι διὰ τῆς θείας κρίσεως ἐπεκυρώθη. Ἀλλὰ πῶς ἄν τις πρὸς ἀξίαν τὸ μεγαλοφυὲς τῆς θείας φωνῆς ἐκκαλύψειεν; Ὑπερβαίνει τὴν ἐκ τῶν λόγων ἑρμηνείαν τὸ νόημα. Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλήταις ἡμῶν. Ἃ γὰρ ἐπέρχεταί μοι περὶ τούτου νοεῖν, τολμηρὸν μὲν ἔστι καὶ τῷ νῷ λαβεῖν, τολμηρὸν δὲ καὶ λόγῳ διακαλύψαι τὸ νόημα. Τί γάρ ἐστι τὸ λεγόμενον;

Ὥςπερ ὁ θεὸς πρόκειται τοῖς τὸ ἀγαθὸν κατορθοῦσιν εἰς μίμησιν (καθὼς εἶπεν ὁ ἀπόστολος, Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ), οὕτως τὸ ἔμπαλιν τὴν σὴν διάθεσιν ὑπόδειγμα τῷ θεῷ πρὸς τὸ ἀγαθὸν γενέσθαι βούλεται, καὶ ἀντιμεθίσταται τρόπον τινὰ ἡ τάξις, ὥστε τολμῆσαι, καθάπερ ἐν ἡμῖν τὸ ἀγαθὸν ἐπιτελεῖται τῇ πρὸς τὸ θεῖον μιμήσει, οὕτως ἐλπίσαι μιμεῖσθαι τὸν θεὸν τὰ ἡμέτερα, ὅταν τι τῶν ἀγαθῶν κατορθώσωμεν, ἵνα εἴπῃς καὶ σὺ τῷ θεῷ ὅτι, Ὃ ἐγὼ πεποίηκα, καὶ σὺ ποίησον· μίμησαι τὸν δοῦλόν σου ὁ κύριος, τὸν πτωχὸν καὶ πένητα ὁ τοῦ παντὸς βασιλεύων· ἀφῆκα τὰ ὀφειλήματα, μηδὲ σὺ ἀπαιτήσῃς· ᾐδέσθην τὸν ἱκέτην, μηδὲ σὺ ἀπώσῃ τὸν ἱκετεύοντα· φαιδρὸν ἀπέπεμψα τὸν ἐμὸν ὀφειλέτην, τοιοῦτος καὶ ὁ σὸς γενέσθω· μὴ ποιήσῃς σὸν τὸν χρεώστην τοῦ ἐμοῦ σκυθρωπότερον· ἴσως οἱ δύο τοῖς ἀπαιτοῦσιν εὐχαριστείτωσαν· ἴση παρ᾽ ἀμφοτέρων κυρωθήτω τοῖς συναλλάκταις ἡ ἄφεσις τῷ ἐμῷ καὶ τῷ σῷ. Ὁ ἐμὸς ὀφειλέτης ὁ δεῖνα, ὁ σὸς δὲ ἐγώ· ἣν ἔσχον ἐπὶ τούτου γνώμην ἐγὼ, αὕτη καὶ παρὰ σοὶ κρατησάτω· ἔλυσα, λῦσον· ἀφῆκα, ἄφες· πολὺν ἐπεδειξάμην ἐγὼ τῷ ὁμοφύλῳ τὸν ἔλεον, μίμησαι τὴν τοῦ δούλου σου φιλανθρωπίαν ὁ κύριος.

Ἀλλὰ βαρύτερά μου τὰ εἰς σὲ πλημμελήματα τῶν εἰς ἐμὲ παρὰ τούτου γεγενημένων. Φημὶ κἀγὼ, καὶ τοῦτο λόγισαι ὅσον ὑπερέχεις ἐν παντὶ ἀγαθῷ· δίκαιος γὰρ εἶ τῇ ὑπερβολῇ τῆς σῆς δυνάμεως ἀναλογοῦντα ἡμῖν τοῖς ἡμαρτηκόσι τὸν ἔλεον δωρεῖσθαι. Ὀλίγην τὴν φιλανθρωπίαν ἐπεδειξάμην ἐγὼ, οὐ γὰρ ἐχώρει τὸ πλέον ἡ φύσις, σὺ δὲ ὅσον ἐθέλεις, οὐ κωλύει τὴν μεγαλοδωρεὰν ἡ δύναμις.

Ἀλλὰ φιλοπονώτερον τὴν προκειμένην τῆς προςευχῆς ῥῆσιν κατανοήσωμεν, εἴ πως γένοιτό τις καὶ ἡμῖν διὰ τῆς τοῦ νοήματος θεωρίας πρὸς τὸν ὑψηλὸν βίον χειραγωγία. Ἐξετάσωμεν τοίνυν ποῖα μὲν ἔστιν ὀφλήματα οἷς ὑπόχρεως ἡ ἀνθρωπίνη φύσις, ποῖα δὲ πάλιν ἐκεῖνα ὧν ἡμεῖς ἐσμεν τῆς ἀφέσεως κύριοι· ἐκ γὰρ τοῦ ταῦτα γνῶναι γένοιτ᾽ ἂν ἡμῖν τῆς ὑπερβολῆς τῶν θείων ἀγαθῶν μετρία τις κατανόησις. Οὐκοῦν ἐντεῦθεν ποιησώμεθα τῶν ἀνθρωπίνων πρὸς τὸν θεὸν πλημμελημάτων τὴν ἀπαρίθμησιν.

Πρώτην ὤφλησεν τῷ θεῷ τιμωρίαν ὁ ἄνθρωπος ὅτι ἀπέστησεν ἑαυτὸν τοῦ ποιήσαντος, καὶ πρὸς τὸν ἐναντίον ἀπηυτομόλησεν, δραπέτης τοῦ κατὰ φύσιν δεσπότου καὶ ἀποστάτης γενόμενος· δεύτερον ὅτι τὴν πονηρὰν τῆς ἁμαρτίας δουλείαν ἀντὶ τῆς αὐτεξουσίου ἐλευθερίας ἠλλάξατο, καὶ προετίμησεν τοῦ συνεῖναι θεῷ τὸ τυραννεῖσθαι παρὰ τῆς καταφθειρούσης δυνάμεως. Ἀλλὰ καὶ τὸ μὴ πρὸς τὸ κάλλος τοῦ πεποιηκότος βλέπειν, πρὸς δὲ τὸ αἶσχος τῆς ἁμαρτίας ἐπιστρέψαι τὸ πρόςωπον, τίνος ἂν δεύτερον τῶν κακῶν κριθείη; Ἥ τε τῶν θείων ἀγαθῶν ὑπεροψία, καὶ ἡ τῶν τοῦ πονηροῦ δελεασμάτων προτίμησις εἰς ποῖον μέρος τιμωρίας ταχθείη; ὅ τε τῆς εἰκόνος ἀφανισμὸς καὶ ἡ λύμη τοῦ θείου χαρακτῆρος, τοῦ παρὰ τὴν πρώτην κτίσιν ἐν ἡμῖν μορφωθέντος, καὶ ἡ τῆς δραχμῆς ἀπώλεια, καὶ ἡ τῆς τραπέζης τοῦ πατρὸς ἀναχώρησις, καὶ ἡ πρὸς τὸν δυςώδη τῶν χοίρων βίον οἰκείωσις, καὶ ἡ τοῦ τιμίου πλούτου διαφθορὰ, καὶ ὅσα τοιαῦτα διά τε τῆς γραφῆς καὶ τῶν λογισμῶν ἰδεῖν ἔστι πλημμελήματα, τίς ἂν ἐξαριθμήσαιτο λόγος; Ἐπειδὴ τοίνυν ἐν τοιούτοις καὶ τοσούτοις ὑπόδικόν ἐστιν πρὸς τιμωρίας ἔκτισιν τὸ ἀνθρώπινον τῷ θεῷ, διὰ τοῦτό μοι δοκεῖ παιδεύειν ἡμᾶς τῇ διδασκαλίᾳ τῆς προςευχῆς ὁ λόγος, μηδαμῶς ἐν τῇ πρὸς θεὸν ἐντεύξει ὡς ἐπὶ καθαρῷ τῷ συνειδότι παῤῥησιάζεσθαι, κἂν ὅτι μάλιστα τῶν ἀνθρωπίνων πλημμελημάτων κεχωρισμένος τις ᾖ.

Ἴσως γάρ τις κατὰ τὸν νεανίαν ἐκεῖνον τὸν πολυκτήμονα ταῖς ἐντολαῖς τὴν ζωὴν ἑαυτοῦ παιδαγωγήσας ἔχει τὸ τοιοῦτον ἐπὶ τοῦ ἰδίου καυχήσασθαι βίου καὶ εἰπεῖν τῷ θεῷ ὅτι, Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, καὶ ὑπειληφέναι αὐτῷ διὰ τὸ μηδὲν εἰς τὰς ἐντολὰς πλημμελῆσαι μὴ λίαν ἁρμόζειν τὴν ὑπὲρ τῶν ὀφλημάτων παραίτησιν, ὡς μόνοις τοῖς ἐξημαρτηκόσιν ἁρμόζουσαν, καί φησιν τῷ μολυνθέντι διὰ πορνείας τὴν τοιαύτην πρέπειν φωνὴν, ἢ τῷ διὰ πλεονεξίας εἰδωλολατρήσαντι ἀναγκαίαν τὴν αἴτησιν τῆς συγγνώμης εἶναι, καὶ παντὶ ὅλως τῷ διά τινος πλημμελείας τὸ συνειδὸς τῆς ψυχῆς καταστίξαντι καλὸν καὶ ἁρμόδιον εἶναι τὸ καταφυγεῖν πρὸς ἔλεον· εἰ δὲ Ἡλίας ἐκεῖνος ὁ πολὺς εἴη, ἢ ὁ ἐν πνεύματι καὶ δυνάμει Ἡλίου, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, ἢ Πέτρος, ἢ Παῦλος, ἢ Ἰωάννης, ἤ τις ἄλλος τῶν πρὸς τὸ κρεῖττον μεμαρτυρημένων ὑπὸ τῆς θείας γραφῆς, εἰς τί χρήσαιτο τῇ τοιαύτῃ φωνῇ, τῇ παραιτουμένῃ αὐτὸν ἀπὸ τῶν ὀφλημάτων, ᾧ γε οὐδὲν ἐξ ἁμαρτίας ὄφλημα;

Ὡς ἂν μή τις πρὸς τὰ τοιαῦτα βλέπων ἀπαυθαδιάζοιτο κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, τὸν οὐδ᾽ ὅ τι ἦν κατὰ τὴν φύσιν ἐπιγινώσκοντα (εἰ γὰρ ἐγνώκει ὅτι ἄνθρωπος ἦν, πάντως ἂν τὸ μὴ καθαρεύειν ἀπὸ ῥύπου τὴν φύσιν παρὰ τῆς ἁγίας ἐδιδάχθη γραφῆς, ἥ φησιν μηδεμιᾶς ἡμέρας ζωὴν δυνατὸν εἶναι δίχα κηλῖδος ἐπ᾽ ἀνθρώπων εὑρεῖν), ὡς ἂν οὖν μηδὲν τοιοῦτον περὶ τὴν ψυχὴν τοῦ διὰ προςευχῆς τῷ θεῷ προςιόντος πάθος ἐγγένοιτο, μὴ πρὸς τὰ κατορθώματα βλέπειν ὁ λόγος παρεγγυᾷ, ἀλλ᾽ ἐπαναλαμβάνειν τὴν μνήμην τῶν κοινῶν τῆς ἀνθρωπίνης φύσεως ὀφλημάτων, ὧν πάντως τις καὶ αὐτὸς μετέχει, τὸ μέρος συμμετέχων τῆς φύσεως, καὶ παρακαλεῖν τὸν κριτὴν ἀμνηστίαν τῶν πλημμελημάτων χαρίσασθαι.

Ὡς γὰρ ζῶντος ἐν ἡμῖν τοῦ Ἀδὰμ πάντες οἱ καθ᾽ ἕκαστον ἄνθρωποι, ἕως ἂν τοὺς δερματίνους τούτους χιτῶνας περὶ τὴν ἑαυτῶν βλέπωμεν φύσιν, καὶ τὰ πρόςκαιρα ταῦτα φύλλα τῆς ὑλικῆς ταύτης ζωῆς, ἅπερ τῶν ἀϊδίων τε καὶ λαμπρῶν ἐνδυμάτων γυμνωθέντες κακῶς ἑαυτοῖς συνεῤῥάψαμεν, τρυφὰς καὶ δόξας καὶ τὰς ἐφημέρους τιμὰς καὶ τὰς ὠκυμόρους τῆς σαρκὸς πληροφορίας ἀντὶ τῶν θείων περιβολαίων μετενδυσάμενοι, καὶ μέχρις ἂν τὸν τῆς κακώσεως βλέπωμεν τόπον, ἐν ᾧ κατεδικάσθημεν παροικεῖν, ἐπειδὰν πρὸς ἀνατολὴν ἑαυτοὺς τρέψωμεν (οὐχ ὡς μόνον ἐκεῖ τοῦ θεοῦ θεωρουμένου, —ὁ γὰρ πανταχοῦ ὢν κατ᾽ οὐδὲν μέρος ἰδιαζόντως καταλαμβάνεται, ἐπ᾽ ἴσης γὰρ περιέχει τὸ πᾶν, ἀλλ᾽ ὡς ἐν ἀνατολαῖς τῆς πρώτης ἡμῖν πατρίδος οὔσης, λέγω δὲ τῆς ἐν παραδείσῳ διαγωγῆς ἧς ἐκπεπτώκαμεν, Ἐφύτευσεν γὰρ ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς), ὅταν τοίνυν πρὸς τὰς ἀνατολὰς ἀναβλέπωμεν, καὶ τῆς ἐκπτώσεως τῶν φωτεινῶν τε καὶ ἀνατολικῶν τῆς μακαριότητος τόπων τῇ διανοίᾳ τὴν μνήμην λάβωμεν, εἰκότως τὴν τοιαύτην φωνὴν προβαλλόμεθα, οἱ ὑπὸ τῆς πονηρᾶς τοῦ βίου συκῆς σκιαζόμενοι, οἱ ἐξ ὀφθαλμῶν τοῦ θεοῦ ῥιφέντες, οἱ πρὸς τὸν ὄφιν αὐτομολήσαντες, τὸν ἐσθίοντα γῆν καὶ εἰς γῆν ἰλυσπώμενον, καὶ ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν ἑαυτοῦ πορευόμενον, καὶ ἡμῖν τὰ ἴσα ποιεῖν συμβουλεύοντα, περὶ τὴν γηΐνην ἀπόλαυσιν ἔχειν καὶ τοῖς χαμαιζήλοις καὶ χαμερπέσιν τὴν καρδίαν ἑαυτῶν ἐπισύρειν νοήμασιν, καὶ ἐπὶ κοιλίαν πορεύεσθαι, τοῦτ᾽ ἔστι περὶ τὸν ἀπολαυστικὸν ἀσχολεῖσθαι βίον, ἐν τούτοις οὖν ὄντες κατὰ τὸν ἄσωτον ἐκεῖνον μετὰ τὴν μακρὰν ταλαιπωρίαν, ἣν τοὺς χοίρους ποιμαίνων ὑπέμεινεν, ἐπειδὰν εἰς ἑαυτοὺς ἐπανέλθωμεν, ὥςπερ κἀκεῖνος, καὶ τοῦ οὐρανίου πατρὸς ἔννοιαν λάβωμεν, καλῶς κεχρήμεθα ταῖς τοιαύταις φωναῖς ὅτι, Ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὥστε, κἂν Μωϋσῆς τις ᾖ καὶ Σαμουὴλ, κἂν ἕτερός τις τῶν δι᾽ ἀρετῆς ἐξεχόντων, οὐδὲν ἧττον ἁρμόζουσαν ἡγεῖται ταύτην, καθὰ ἄνθρωπός ἐστιν, ἑαυτῷ τὴν φωνὴν, ὁ κοινωνῶν τῆς φύσεως τοῦ Ἀδὰμ, κοινωνῶν δὲ καὶ τῆς ἐκπτώσεως.

Ἐπειδὴ γὰρ, καθώς φησιν ὁ ἀπόστολος, ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν, κοινὴν εἶναι προςήκει τὴν τῷ Ἀδὰμ ἐπὶ τῇ μετανοίᾳ πρέπουσαν φωνὴν πάντων τῶν ἐκείνῳ συντεθνηκότων, ὡς ἂν τῆς ἀμνηστίας ἡμῖν τῶν πλημμελημάτων δοθείσης χάριτι πάλιν ὑπὸ τοῦ κυρίου σωθείημεν, καθώς φησιν ὁ ἀπόστολος.

Ἀλλὰ ταῦτα μὲν εἴρηται, ὡς ἄν τις τὸν κοινότερον ἐπισκοπῶν λόγον τὸ προκείμενον θεωρήσειεν. Εἰ δέ τις τὴν ἀληθῆ τοῦ ῥήματος ζητοίη διάνοιαν, οὐκ οἶμαι χρείαν ἐφ᾽ ἡμῶν εἶναι, πρὸς τὸ κοινὸν τῆς φύσεως ἀναφέρειν τὴν ἔννοιαν· ἱκανὴ γὰρ ἡ συνείδησις ἐκ τῶν ἑκάστῳ βεβιωμένων ἀναγκαίαν ποιήσασθαι τοῦ ἐλέου τὴν αἴτησιν. Ἐγὼ γὰρ οἶμαι πολυειδῶς κατὰ τὸν βίον τοῦτον τῆς ζωῆς ἡμῖν ἐνεργουμένης, τῆς μὲν κατὰ ψυχὴν καὶ διάνοιαν, τῆς δὲ κατὰ τὰς αἰσθήσεις τοῦ σώματος, δύςκολον ἢ καὶ παντάπασιν ἀμήχανον εἶναι, μὴ ἑνί τινι πρὸς ἁμαρτίαν πάθει συνενεχθῆναι· οἷόν τι λέγω, τῆς ἀπολαυστικῆς ταύτης τῆς κατὰ τὸ σῶμα ζωῆς ἐπιμεριζομένης ἡμῶν ταῖς αἰσθήσεσι, τῆς δὲ κατὰ ψυχὴν ἐν τῇ τῆς διανοίας ὁρμῇ θεωρουμένης, καὶ ἐν τῇ κινήσει τῆς προαιρέσεως, τίς οὗτος ὑψηλός τε καὶ μεγαλοφυὴς τῷ φρονήματι ὡς δι᾽ ἀμφοτέρων ἔξω γενέσθαι τοῦ κατὰ κακίαν μολύσματος; τίς κατὰ τὸν ὀφθαλμὸν ἀναμάρτητος; τίς κατὰ τὴν ἀκοὴν ἀνυπεύθυνος; τίς τῆς βοσκηματώδους ταύτης κατὰ τὸν λαιμὸν ἡδονῆς ἀλλότριος; τίς τῇ ἁφῇ τῆς κατὰ τὴν ἁμαρτίαν λαβῆς καθαρεύει; Τίς οὐκ οἶδεν τὸ αἴνιγμα τῆς γραφῆς λεγούσης διὰ τῶν θυρίδων εἰςεληλυθέναι τὸν θάνατον;

Τὰς γὰρ αἰσθήσεις, δι᾽ ὧν ἐκκύπτουσα ἡ ψυχὴ πρὸς τὰ ἔξωθεν πράγματα τῶν κατὰ γνώμην ἀντιλαμβάνεται, θυρίδας ἡ γραφὴ προςηγόρευσεν, ἃς ὁδοποιεῖν τῷ θανάτῷ τὴν εἴςοδον ὁ λόγος φησίν. Τῷ ὄντι γὰρ πολλῶν θανάτων εἴςοδος γίνεται πολλάκις ὁ ὀφθαλμὸς, ἢ θυμούμενον βλέπων καὶ πρὸς τὸ ἴσον πάθος ἀντεγειρόμενος, ἢ εὐημεροῦντα παρ᾽ ἀξίαν καὶ εἰς φθόνον φλεγόμενος, ἢ ὑπερηφανούμενον καὶ πρὸς μῖσος ἐκπίπτων, ἤ τινα εὐχροοῦσαν ὕλην, ἢ ἐπὶ μορφῆς εὐφυεστέραν διάπλασιν, καὶ ὅλος πρὸς τὴν τοῦ ἀρέσαντος ἐπιθυμίαν κατολισθαίνων.

Οὕτως ἀνοίγει τῷ θανάτῳ τὰς θυρίδας τὸ οὖς, δι᾽ ὧν ἀκούει πολλὰ πάθη ἐπὶ τὴν ψυχὴν παραδέχεται, φόβον, λύπην, θυμὸν, ἡδονὴν, ἐπιθυμίαν, διάχυσιν γέλωτος καὶ τὰ τοιαῦτα. Ἡ δὲ κατὰ τὴν γεῦσιν ἀπόλαυσις μήτηρ, ὡς ἂν εἴποι τις, τῶν καθ᾽ ἕκαστόν ἐστι κακῶν. Τίς γὰρ οὐκ οἶδεν ὅτι ῥίζα σχεδόν ἐστι τῶν περὶ τὸν βίον πλημμελημάτων ἡ περὶ τὸν λαιμὸν ἀσχολία; ταύτης γὰρ ἐξήρτηται ἡ τρυφὴ, ἡ μέθη, ἡ γαστριμαργία, ἡ περὶ τὴν δίαιταν ἀσωτία, ἡ πληθώρα, ὁ κόρος, ὁ κῶμος, ἡ κτηνώδης καὶ ἄλογος περὶ τὰ πάθη τῆς ἀτιμίας καταφορά. Ὁμοίως ἡ κατὰ τὴν ἁφὴν αἴσθησις πάντων ἔσχατον τῶν ἁμαρτανομένων ἐστίν. Πάντα γὰρ ὅσα τῷ σώματι παρὰ τῶν φιληδόνων ἐπιτηδεύεται, τῆς ἁπτικῆς ἀντιλήψεώς ἐστιν ἀῤῥωστήματα, ὧν τὰ καθ᾽ ἕκαστον διηγεῖσθαι μακρὸν ἂν εἴη· καὶ οὐδὲ πρέπον ἅμα τοῖς σεμνοτέροις τῶν λόγων παραμιγνύειν ὅσα τῆς ἁφῆς ἐστι κατηγορήματα. Τῶν δὲ κατὰ τὴν ψυχήν τε καὶ προαίρεσιν πλημμελουμένων τὸν ἑσμὸν τίς ἂν ἐξαριθμήσαιτο λόγος; Ἔσωθεν, φησὶν, ἐκπορεύονται διαλογισμοὶ πονηροί· καὶ προςέθηκε τῶν δι᾽ ἐνθυμήσεως κοινούντων ἡμᾶς τὸν κατάλογον. Εἰ τοίνυν οὕτω πανταχόθεν ἡμῖν τὰ τῶν ἁμαρτιῶν δίκτυα περικέχυται διὰ πάντων τῶν αἰσθητηρίων, διὰ τῶν ἐγκαρδίων τῆς ψυχῆς κινημάτων, τίς καυχήσεται, καθὼς ἡ Σοφία φησὶν, ἁγνὴν ἔχειν καρδίαν; τίς κεκαθάρισται ἀπὸ ῥύπου; ὡς ὁ Ἰὼβ τὸ τοιοῦτον μαρτύρεται.

Ῥύπος ἐστὶ τῆς κατὰ ψυχὴν καθαρότητος ἡ ἡδονὴ, ἡ πολυμερῶς καὶ πολυτρόπως τῷ ἀνθρωπίνῳ καταμιγνυμένη βίῳ διὰ ψυχῆς τε καὶ σώματος, δι᾽ ἐνθυμήσεων, δι᾽ αἰσθήσεων, διὰ τῶν κατὰ πρόθεσιν κινημάτων, διὰ τῶν σωματικῶν ἐνεργημάτων. Τίς οὖν καθαρὰν τῆς κηλῖδος ταύτης τὴν ψυχὴν ἔχει; πῶς οὐκ ἐπλήγη τῷ τύφῳ; πῶς οὐκ ἐπατήθη τῷ ποδὶ τῆς ὑπερηφανίας; ὃν ἡ ἁμαρτωλὴ χεὶρ οὐκ ἐσάλευσεν; οὗ ὁ ποῦς εἰς κακίαν οὐκ ἔδραμεν; ὃν ὀφθαλμὸς ἀτακτῶν οὐκ ἐμόλυνεν, καὶ ἀπαίδευτος ἀκοὴ οὐκ ἐῤῥύπωσεν, καὶ ἡ γεῦσις πρὸς ἑαυτὴν οὐκ ἠσχόλησεν, καὶ ἡ καρδία πρὸς ματαίας κινήσεις ἀνενέργητος ἔμεινεν; Ἐπεὶ οὖν ταῦτα περὶ ἡμᾶς χείρω μὲν καὶ χαλεπώτερα τοῖς κτηνωδεστέροις, μετριώτερα δὲ τοῖς ἐπιμελεστέροις, πάντη δὲ καὶ πάντως ἐν πᾶσι τοῖς κοινωνοῦσι τῆς φύσεώς ἐστι καὶ ἡ κοινωνία τῶν πλημμελημάτων τῆς φύσεως, διὰ τοῦτο προςπίπτοντες διὰ προςευχῆς τῷ θεῷ ἀφεθῆναι ἡμῖν τὰ ὀφειλήματα παρακαλοῦμεν.

Ἀλλ᾽ ἄπρακτός ἐστι ἡ τοιαύτη φωνὴ, καὶ εἰς ἀκοὰς θείας οὐ φθάνουσα, μὴ τῆς συνειδήσεως ἡμῖν συμβοώσης ὅτι καλόν ἐστιν ἡ τοῦ ἐλέους μετάδοσις. Ὁ γὰρ θεῷ πρέπειν τὴν φιλανθρωπίαν κρίνων (οὐ γὰρ ἂν, εἰ μὴ πρέπειν ᾤετο, πρὸς τὸ ἀπρεπές τε καὶ ἀνάρμοστον ἐλθεῖν ἠξίου), δίκαιος ἂν εἴη τοῖς ἰδίοις ἔργοις τὴν περὶ τοῦ καλοῦ βεβαιῶσαι κρίσιν, ὡς ἂν μὴ τὸ τοιοῦτον ἀκούσειεν παρὰ τοῦ δικαίου κριτοῦ ὅτι, Ἰατρὲ, θεράπευσον σεαυτόν· ἐμὲ πρὸς φιλανθρωπίαν παρακαλεῖς, ἧς τοῖς πέλας αὐτὸς οὐ μετέδωκας; Ἄφεσιν ὀφλημάτων αἰτεῖς· πῶς οὖν κατάγχεις σὺ τὸν ὑπόχρεων; Ἐξαλειφθῆναι τὸ κατὰ σοῦ χειρόγραφον εὔχῃ, ὁ δι᾽ ἐπιμελείας φυλάσσων τὰ τῶν ὑπευθύνων συμβόλαια; χρεῶν αἰτεῖς ἀποκοπὰς, ὁ τρέφων διὰ τῶν τόκων τὸ δάνειον; ὁ σὸς ὀφειλέτης ἐν δεσμωτηρίῳ, καὶ σὺ ἐν εὐκτηρίῳ; ἐκεῖνος τοῖς ὀφλήμασιν ὀδυνᾶται, καὶ σὺ ἀφεθῆναί σοι τὴν ὀφειλὴν ἀξιοῖς; ἀνήκοός ἐστί σου ἡ προςευχὴ, ὑπερηχεῖ γὰρ ἡ τοῦ ὀδυνωμένου φωνή. Ἐὰν λύσῃς τὸ σωματικὸν χρέος, λυθήσεταί σοι τῆς ψυχῆς τὰ δεσμά· ἐὰν συγχωρήσῃς, συγχωρηθήσεταί σοι, σεαυτῷ δικάσεις, σεαυτῷ νομοθετήσεις, τῇ πρὸς τὸν ὑποκείμενον διαθέσει τὴν ἄνωθεν ψῆφον ἐπὶ σεαυτοῦ φέρων.

Τοιοῦτόν τί μοι δοκεῖ καὶ ἐν ἑτέρῳ λόγῳ διδάσκειν ὁ κύριος, διηγηματικῶς τὸ δόγμα τοῦτο παρατιθέμενος, ἔνθα βασιλεύς τίς ἐστιν ἐν τῷ διηγήματι, φοβερῶς προκαθήμενος, καὶ τοὺς οἰκέτας εἰς κρίσιν ἄγων, καὶ τῶν οἰκονομηθέντων παρ᾽ ἑκάστου τὴν γνῶσιν ἐπιζητῶν.

Προςαχθέντος δέ τινος τῶν χρεωφειλετῶν, καὶ φιλανθρωπίαν τετυχηκότος, ἐπειδὴ προςπεσὼν ἀντὶ τῆς τῶν χρημάτων ἐκτίσεως τὴν ἱκετηρίαν προςήγαγεν, εἶτα κατὰ τοῦ ὁμοδούλου ἐπὶ μετρίῳ ὀφλήματι πικρῶς τε καὶ ἀπηνῶς διατεθέντος, ὀργιζόμενον ἐποίησεν ἐπὶ τῇ πρὸς τὸν ὁμόδουλον ἀπηνείᾳ τὸν βασιλέα, καὶ προςτάξαι τοῖς βασανισταῖς παγγενεὶ αὐτὸν τῆς τοῦ βασιλέως οἰκίας ἀλλοτριῶσαι, ἐπὶ τοσοῦτόν τε παρατεῖναι τὴν κόλασιν, ἕως ἂν τὴν ἀξίαν τιμωρίαν ἀποπληρώσῃ. Ἀληθῶς γὰρ ὀβολοί τινές εἰσιν ἀτελεῖς τε καὶ εὐαρίθμητοι πρὸς μυριάδας ταλάντων παρατιθέμενοι τὰ τῶν ἀδελφῶν ἡμῶν εἰς ἡμᾶς ὀφλήματα, συγκρίσει πρὸς τὸν θεὸν τῶν ἡμετέρων πλημμελημάτων. Ζημία πάντως ἐστὶν ἢ ὕβρεως ἀφορμὴ παρά τινος γεγενημένη, ἢ οἰκέτου κακία, ἢ καὶ εἰς σωματικὸν θάνατον ἐπιβουλή· εἶτα σὺ πρὸς τὴν ἄμυναν τούτων ἐν φλεγμονῇ καρδίας ἐξερεθίζῃ, καὶ πᾶσαν τὴν ἐπίνοιαν εἰς τὴν τῶν προλελυπηκότων τιμωρίαν ἀναζητεῖς· οὐ λογίζῃ, εἰ μὲν πρὸς οἰκέτην ὁ θυμὸς φλεγμαίνοι, ὅτι οὐ φύσις, ἀλλὰ δυναστεία πρὸς δουλείαν τε καὶ κυριότητα τὸ ἀνθρώπινον ἔσχισεν· τῶν γὰρ ἀνθρώπῳ δουλεύειν ὁ τοῦ παντὸς οἰκονόμος τὴν ἄλογον φύσιν μόνην ἐνομοθέτησεν, καθώς φησιν ὁ προφήτης ὅτι, Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, καὶ τὰ πετεινὰ, καὶ τὰ κτήνη, καὶ τοὺς ἰχθύας.

Ταῦτά τε καὶ δοῦλα προςαγορεύει, φησάσης ἑτέρωθι τῆς προφητείας, Διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τὸν δὲ ἄνθρωπον τῇ αὐτεξουσίῳ χάριτι κατεκόσμησεν. Ὥστε τὸ ἴσον ἔχει σοὶ τῷ τῆς φύσεως ἀξιώματι ὁ ὑπεζευγμένος συνηθείᾳ καὶ νόμῳ, οὔτε παρὰ σοῦ γέγονεν, οὔτε ἐν σοὶ ζῇ, οὔτε τὰς σωματικάς τε καὶ τὰς τῆς ψυχῆς ἐνεργείας παρὰ σοῦ λαβὼν ἔχει. Τί οὖν τοσοῦτον ἐπιζέεις κατ᾽ αὐτοῦ τῷ θυμῷ, ῥᾳθυμήσαντός τινος, ἢ ἀποστατήσαντος, ἢ τάχα καταφρόνησιν ἐνδειξαμένου σοι κατὰ πρόςωπον, δέον πρὸς ἑαυτὸν βλέπειν, οἷος σὺ γέγονας τῷ δεσπότῃ τῷ πλάσαντί σε καὶ παραγαγόντι διὰ γενέσεως, καὶ κοινωνόν σε τῶν ἐν τῷ κόσμῳ θαυμάτων ποιήσαντι, τῷ προθέντι τὸν ἥλιον εἰς ἀπόλαυσιν, καὶ πάσας τὰς πρὸς τὸ ζῇν ἀφορμὰς ἐκ τῶν στοιχείων χαρισαμένῳ, ἐκ γῆς τε καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος, τῷ παρασχομένῳ τὴν διανοητικὴν χάριν, τὴν ἀντιληπτικὴν αἴσθησιν, τὴν διακριτικὴν καλοῦ τε καὶ τοῦ χείρονος ἐπιστήμην; Πῶς, σὺ πρὸς τὸν τοιοῦτον δεσπότην ἆρα καταπειθὴς καὶ ἀπρόςκοπος; οὐκ ἐδραπετεύσας πρὸς τὴν ἁμαρτίαν; οὐκ ἀντηλλάξω τὴν πονηρὰν δεσποτείαν; οὐ τό γε ἐπὶ σοὶ ἔρημον τὴν τοῦ δεσπότου κατέλιπες οἰκίαν, ἐν ᾧ ἐτάχθης ἐργάζεσθαι καὶ φυλάσσειν, τούτου ἀποφοιτήσας;

τὰ δὲ κατειλεγμένα πλημμελήματα οὐχ ὑπὸ μάρτυρι τῷ θεῷ τῷ πανταχοῦ ὄντι καὶ πάντα ἐφορῶντι ἢ πράττεις, ἢ λέγεις, ἢ φρονεῖς τὰ μὴ δέοντα;

Εἶτα τοιοῦτος ὢν καὶ τοσούτοις ὑπόχρεως μέγα τι οἴει τῷ ὁμοδούλῳ χαρίζεσθαι, εἴ τι τῶν εἰς σὲ πλημμεληθέντων διὰ μακροθυμίας παρίδοις; Εἰ τοίνυν μέλλοιμεν προςάγειν τῷ θεῷ τὴν ὑπὲρ τοῦ ἐλέου καὶ τῆς συγγνώμης παράκλησιν, παρασκευάσωμεν τῷ συνειδότι τὴν παῤῥησίαν, ὡς τὸν βίον συνήγορον τῆς φωνῆς ταύτης προστήσασθαι, καὶ εἰπεῖν ἀληθῶς ὅτι καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφείλουσιν ἡμῖν.