Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν προσευχήν

Γρηγόριος ὁ Νύσσης

Λόγος Ε': Η απαλλαγή από τον πειρασμό, τον πονηρό και η τελική δοξολογία

Ερμηνεία των τελικών αιτημάτων της Κυριακής Προσευχής για την αποτροπή των πειρασμών και την απελευθέρωση από τον πονηρό, καταλήγοντας στη γενική δοξολογία του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 10 από 10

Τί δὲ βούλεται τὸ ἐφεξῆς τοῖς εἰρημένοις προςκείμενον; Ἀναγκαίως οἶμαι μηδὲ τοῦτο παραδραμεῖν ἀθεώρητον, ὡς ἂν εἰδότες ᾧ προςευχόμεθα ψυχῇ καὶ μὴ σώματι τὴν ἱκεσίαν προςάγωμεν. Μὴ εἰςενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Τίς, ἀδελφοὶ, τῶν εἰρημένων ἡ δύναμις; Δοκεῖ μοι πολυτρόπως τε καὶ διαφόρως ὁ κύριος τὸ κακὸν ὀνομάζειν, κατὰ τὰς τῶν πονηρῶν ἐνεργειῶν διαφορὰς πολυωνύμως αὐτὸν ἀποκαλῶν διάβολον, Βεελζεβοὺλ, μαμωνᾶν, ἄρχοντα τοῦ κόσμου, ἀνθρωποκτόνον, πονηρὸν, πατέρα ψεύδους, καὶ ἄλλα τοιαῦτα. Τάχα τοίνυν ἓν τῶν περὶ αὐτὸν νοουμένων ὄνομά τί ἐστι καὶ ὁ πειρασμὸς, καὶ βεβαιοῖ τὴν τοιαύτην ἡμῖν ὑπόνοιαν ἡ τῶν εἰρημένων σύμφρασις· εἰπὼν γὰρ, Μὴ εἰςενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἐπήγαγεν τὸ ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ, ὡς τοῦ αὐτοῦ δι᾽ ἑκατέρων τῶν ὀνομάτων σημαινομένου. Εἰ γὰρ ὁ μὴ εἰςελθὼν εἰς πειρασμὸν ἔξω πάντως ἐστὶ τοῦ πονηροῦ, καὶ ὁ ἐν τῷ πειρασμῷ γενόμενος ἐν τῷ πονηρῷ κατ᾽ ἀνάγκην γίνεται, ἆρα ὁ πειρασμός τε καὶ ὁ πονηρὸς ἕν τι κατὰ τὴν σημασίαν ἐστίν. Τί οὖν ἡμῖν ἡ τοιαύτη διδασκαλία τῆς προςευχῆς ἐγκελεύεται; Τὸ ἔξω γίνεσθαι τῶν κατὰ τὸν κόσμον τοῦτον θεωρουμένων, καθώς φησιν ἑτέρωθι πρὸς τοὺς μαθητὰς ὅτι ὅλος ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται.

Οὐκοῦν ὁ ἐκτὸς γενέσθαι τοῦ πονηροῦ θέλων ἐξ ἀνάγκης τοῦ κόσμου ἑαυτὸν ἀποικίσει· οὐ γὰρ ἔχει χώραν ὁ πειρασμὸς τῆς ψυχῆς ἅψασθαι, εἰ μὴ καθάπερ τι δέλεαρ τὴν κοσμικὴν ταύτην ἀσχολίαν τῷ πονηρῷ περιθεὶς ἀγκίστρῳ τοῖς λιχνοτέροις προέτεινεν. Μᾶλλον δὲ σαφέστερον ἂν ἡμῖν δι᾽ ἑτέρων ὑποδειγμάτων τὸ νόημα γένοιτο. Χαλεπὴ πολλάκις ἐκ τρικυμίας ἐστὶν ἡ θάλασσα, ἀλλ᾽ οὐχὶ καὶ τοῖς πόῤῥωθεν ἀπῳκισμένοις αὐτῆς. Φθαρτικὸν τὸ πῦρ, ἀλλὰ τῆς ὑποπεσούσης ὕλης. Δεινὸς ὁ πόλεμος, ἀλλὰ μόνοις τοῖς κοινωνοῦσι τῆς παρατάξεως. Ὥςπερ δὲ ὁ τὰς συμφορὰς τῶν ἐκ τοῦ πολέμου κακῶν φεύγων εὔχεται μὴ ἐμπεσεῖν πολέμῳ, καὶ ὁ τὸ πῦρ δεδοικὼς τὸ μὴ ἐν αὐτῷ γενέσθαι, καὶ ὁ φρίττων τὴν θάλασσαν τὸ μὴ εἰς ἀνάγκην ναυτιλίας ἐλθεῖν, οὕτω καὶ ὁ τοῦ πονηροῦ τὴν προςβολὴν δεδοικὼς εὐχέσθω τὸ μὴ ἐν αὐτῷ γενέσθαι.

Ἐπειδὴ δὲ, καθὼς προειρήκαμεν, ἐν τῷ πονηρῷ κεῖσθαι τὸν κόσμον ὁ λόγος φησὶν, ἐν δὲ τοῖς κοσμικοῖς πράγμασιν αἱ τῶν πειρασμῶν ἀφορμαὶ, καλῶς καὶ προςηκόντως ὁ ῥυσθῆναι ἀπὸ τοῦ πονηροῦ εὐχόμενος ἔξω τῶν πειρασμῶν γενέσθαι παρακαλεῖ. Οὐ γὰρ ἄν τις καταπίῃ τὸ ἄγκιστρον, μὴ κατασπάσας ἐν λιχνείᾳ τὸ δέλεαρ.

Ἀλλ᾽ εἴπωμεν καὶ ἡμεῖς ἀναστάντες τῷ θεῷ ὅτι, Μὴ εἰςενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτ᾽ ἔστιν εἰς τὰ τοῦ βίου κακὰ, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, τοῦ ἐν τῷ κόσμῳ τούτῳ τὴν ἰσχὺν κεκτημένου, οὗ ῥυσθείημεν χάριτι τοῦ Χριστοῦ τοῦ θεοῦ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.