Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν προσευχήν

Γρηγόριος ὁ Νύσσης

Λόγος Α': Η αποφυγή της βαττολογίας και η πνευματική ερμηνεία των αιτημάτων

Ανάλυση της έννοιας της βαττολογίας, απόρριψη των υλικών και εμπαθών αιτημάτων, και πνευματική ερμηνεία των βιβλικών προσευχών εναντίον των εχθρών ως αγώνα κατά της αμαρτίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 10

Ἀλλὰ καιρὸς ἂν εἴη καὶ τῶν τῆς προςευχῆς ῥημάτων κατιδεῖν, ὡς ἔστι δυνατὸν, τὴν διάνοιαν· δῆλον γὰρ ὅτι τὸ τυχεῖν ὧν βουλόμεθα διὰ τοῦ μαθεῖν ὅπως προςήκει ποιεῖσθαι τὴν αἴτησιν περιγίνεται. Τίς οὖν ἡ διδαχή;

Προςευχόμενοι, φησὶν, μὴ βαττολογεῖτε, ὥςπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰςακουσθήσονται. Τάχα μὲν οὖν αὐτόθεν ἔχει τὸ σαφὲς ἡ τῆς διδασκαλίας διάνοια, γυμνότερον ἡμῖν ἐκτεθεῖσα, καὶ οὐδὲν δεομένη τῆς λεπτοτέρας κατανοήσεως· πλὴν ἄξιον ἐξετάσαι τί σημαίνει τῆς βαττολογίας τὸ ῥῆμα, ὡς ἂν μαθόντες τὴν διάνοιαν ἔξω τοῦ ἀπηγορευμένου γενοίμεθα. Δοκεῖ τοίνυν μοι σωφρονίζειν τε καὶ συστέλλειν τὴν χαυνότητα τῆς διανοίας τῶν ταῖς ματαίαις ἐπιθυμίαις ἐμβαθυνόντων, καὶ διὰ τοῦτο τὴν ξένην ταύτην τῆς λέξεως καινοτομίαν ἐξευρηκέναι ἐπὶ ἐλέγχῳ τῆς ἀνοίας τῶν περὶ τὰ ἀνωφελῆ τε καὶ μάταια ταῖς ἐπιθυμίαις διαχεομένων. Ὁ γὰρ ἔμφρων τε καὶ συνετὸς καὶ πρὸς τὸ χρήσιμον βλέπων λόγος κυρίως λέγεται λόγος, ὁ δὲ ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις διὰ τῆς ἀνυποστάτου ἡδονῆς ἐπιχεόμενος οὐκ ἔστι λόγος, ἀλλὰ βαττολόγος, ὡς ἄν τις Ἑλληνικώτερον ἑρμηνεύων εἴποι τὸν νοῦν, φλυαρία, καὶ λῆρος, καὶ φλήναφος, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης σημασίας ἐστίν. Τί οὖν ἡμῖν συμβουλεύει ὁ λόγος; Μὴ ταὐτὸν πάσχειν ἐν τῷ καιρῷ τῶν προςευχῶν οἷον ἐν τῇ τῶν νηπίων διανοίᾳ συνίσταται πάθος.

Ὥςπερ γὰρ οἱ ἀτελεῖς τὴν διάνοιαν οὐχ ὅπως ἄν τι γένοιτο τῶν κατὰ γνώμην αὐτοῖς ἐπινοοῦσιν, ἀλλὰ κατ᾽ ἐξουσίαν εὐκληρίας τινὰς ἑαυτοῖς ἀναπλάττουσιν, θησαυροὺς, καὶ γάμους, καὶ βασιλείας, καὶ πόλεις μεγάλας ταῖς προςηγορίαις αὐτῶν ἐπονομαζομένας ὑποτιθέμενοι εἰς ἐκεῖνο εἶναι τῇ διανοίᾳ φαντάζονται ὅπερ ἂν αὐτοῖς ἡ ματαιότης τῶν λογισμῶν ὑπογράψῃ, —εἰσὶ δέ τινες οἳ καὶ νεανικώτερον τῆς ματαιότητος ταύτης ἀντιλαμβάνονται, καὶ ὑπερβάντες τὰ μέτρα τῆς φύσεως ἢ πτηνοὶ γίνονται, ἢ κατὰ τοὺς ἀστέρας λάμπουσιν, ἢ ὄρη διὰ χειρὸς φέρουσιν, ἢ τὸν οὐρανὸν ἑαυτοῖς ὁδοποιοῦσιν, ἢ πρὸς μυριοστὸν διαρκοῦσιν ἔτος, νέοι ἐκ παλαιῶν γινόμενοι, ἢ ὅσα ἄλλα τοιαῦτα τοῖς νηπιωδεστέροις τίκτει πομφολυγώδη καὶ διάκενα ἡ καρδία ποιήματα—ὥςπερ τοίνυν ἐν τοῖς πράγμασιν ὁ μὴ τοιαῦτα λογιζόμενος δι᾽ ὧν ἂν γένοιτό τι ἀγαθὸν τῷ βουλευομένῳ, ἀλλ᾽ ἐμματαιάζων ταῖς ἀνυπάρκτοις ἐπιθυμίαις ἀνόητός τίς ἐστι καὶ ἄθλιος, τὸν τοῦ πρᾶξαί τι τῶν λυσιτελούντων βουλεύσασθαι καιρὸν τοῖς ἐνυπνίοις τούτοις προςαναλίσκων, οὕτως ὁ ἐν καιρῷ προςευχῆς πρὸς τὰ συμφέροντα τῇ ψυχῇ μὴ τεταμένος, ἀλλὰ πρὸς τὰς ἐμπαθεῖς τῆς διανοίας κινήσεις συνδιατίθεσθαι τὸν θεὸν ἀξιῶν, λῆρός τίς ἐστιν ὡς ἀληθῶς καὶ βαττολόγος, τῶν ἰδίων ματαιοτήτων συνεργόν τε καὶ ὑπηρέτην τὸν θεὸν γίνεσθαι προςευχόμενος.

Οἷόν τι λέγω· πρόςεισί τις διὰ προςευχῆς τῷ θεῷ, καὶ μὴ κατανοήσας τῇ διανοίᾳ τὸ ὕψος τῆς δυνάμεως ᾗ προςέρχεται, λανθάνει καθυβρίζων τὸ μέγεθος ταῖς αἰσχραῖς καὶ ταπειναῖς τῶν αἰτήσεων. Ὥςπερ ἂν, εἴ τις τὰ ἐκ πηλοῦ σκεύη δι᾽ ὑπερβολὴν πενίας ἢ ἀγροικίας τίμια νομίζων, ἔπειτα βασιλεῖ προςελθὼν, πλούτους ὅλους καὶ ἀξιώματα διανέμειν προαιρουμένῳ, ὁ δὲ καταλιπὼν τὰς βασιλικὰς αἰτήσεις ἀξιοῖ τὸν τοσοῦτον τῷ ἀξιώματι πηλὸν διαπλάσαντα ποιῆσαί τι τῶν ἐκείνῳ καταθυμίων, οὕτως καὶ ὁ ἀπαιδεύτως τῇ εὐχῇ χρώμενος οὐ πρὸς τὸ ὕψος τοῦ διδόντος ἑαυτὸν ἐπαίρει, ἀλλὰ πρὸς τὸ ταπεινόν τε καὶ γήϊνον τῆς ἰδίας ἐπιθυμίας τὴν θείαν δύναμιν καταβῆναι ποθεῖ, καὶ τούτου χάριν τὰς ἐμπαθεῖς ὁρμὰς προτείνει τῷ τὰς καρδίας βλέποντι, οὐχ ὅπως ἂν θεραπεύσειεν τὰ ἄτοπα τῆς διανοίας κινήματα, ἀλλ᾽ ὅπως ἂν χείρω γένοιτο, εἰς ἔργον τῆς πονηρᾶς ὁρμῆς διὰ τῆς συνεργίας τοῦ θεοῦ προελθούσης. Ἐπειδὴ γὰρ ὁ δεῖνα λυπεῖ, καί μοι διάκειται πρὸς ἐκεῖνον δυςμενῶς ἡ καρδία, πάταξον αὐτὸν, τῷ θεῷ λέγει, μόνον οὐκ ἐκεῖνο βοῶν ὅτι, Τὸ ἐμὸν πάθος ἐν σοὶ γενέσθω, καὶ ἡ ἐμὴ κακία ἐπὶ σὲ διαβήτω. Ὡς γὰρ ἐν ταῖς ἀνθρωπίναις μάχαις οὐκ ἔστι συμμαχῆσαί τινα τῷ ἑνὶ μέρει, μὴ συμπαροξυνθέντα τῷ ὀργιζομένῳ κατὰ τοῦ προςπαλαίοντος, οὕτω δῆλον ὅτι ὁ κατὰ τοῦ ἐχθροῦ τὸν θεὸν κινῶν συνοργισθῆναι παρακαλεῖ, καὶ τοῦ θυμοῦ κοινωνὸν γενέσθαι.

Τοῦτο δέ ἐστι τὸ εἰς πάθος πεσεῖν τὸν θεὸν, καὶ κατὰ ἄνθρωπον διατεθῆναι, καὶ εἰς θηριώδη ἀπήνειαν ἐκ τῆς ἀγαθῆς φύσεως μεταποιηθῆναι. Οὕτως ὁ δοξομανῶν, οὕτως ὁ ἐν ὑπερηφανίᾳ τὸ πλέον ἔχειν ἐπιθυμῶν, ὁ ἐν τῇ διαδικασίᾳ πρὸς τὴν νίκην σπεύδων, ὁ ἐν τοῖς γυμνικοῖς ἀγῶσι πρὸς τὸν στέφανον ἐπειγόμενος, ὁ ἐν θεάτροις τῆς εὐφημίας ἀντιποιούμενος, πολλάκις δὲ καὶ ὁ πρὸς τὸ λυσσῶδες τῆς νεότητος πάθος ἐκτετηκώς· πάντες οὗτοι οὐχ ὅπως ἂν ἔξω τοῦ ἐπικρατοῦντος ἀῤῥωστήματος γένοιντο προςάγουσιν τῷ θεῷ τὰς δεήσεις, ἀλλ᾽ ὅπως ἂν εἰς πέρας αὐτοῖς ἡ νόσος ἔλθοι, καὶ τὸ διαμαρτεῖν τούτων ἀντὶ συμφορᾶς ἕκαστος κρίνοντες βαττολογοῦσιν ὄντως, συνεργὸν τῆς κατὰ τὸν νοῦν αὐτῶν ἀῤῥωστίας γενέσθαι τὸν θεὸν ἱκετεύοντες.

Καὶ τὸ πάντων χαλεπώτατον, ὅτι πρὸς τὰς ἐναντίας ὁρμὰς κινεῖσθαι τὸ θεῖον αὐτοῖς ἐπιθυμοῦσιν, εἰς ἀγριότητα καὶ φιλανθρωπίαν μερίζοντες τοῦ θεοῦ τὴν ἐνέργειαν· ὃν γὰρ ἵλεων καὶ πρᾶον ἐπιζητοῦσιν ἑαυτοῖς εἶναι, τοῦτον πικρόν τε καὶ ἀπηνῆ τοῖς ἐχθροῖς αὐτῶν ἐπιδειχθῆναι παρακαλοῦσιν. Ὢ τῆς ἀνοίας τῶν βαττολογούντων.

Εἰ γὰρ ἐκείνοις ἀπηνὴς ὁ θεὸς, οὐδὲ σοὶ πάντως ἥμερος. Εἰ δὲ ἐπὶ σοῦ πρὸς ἔλεον ῥέπει κατά γε τὴν σὴν ἐλπίδα, πῶς ἂν μεταβάλοιτο πρὸς τοὐναντίον, εἰς πικρίαν μεθαρμόζων τὸν ἔλεον; Ἀλλὰ πρόχειρος τῶν ἐριστικῶν ἡ πρὸς τὸ τοιοῦτον ἀντίθεσις. Εὐθὺς γὰρ εἰς συνηγορίαν τῆς ἑαυτῶν πικρίας τὰς ἐκ τῆς προφητείας φωνὰς παρατίθενται, τὸν Δαυὶδ ἐκλιπεῖν τοὺς ἁμαρτωλοὺς ποθοῦντα, καὶ αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατευχόμενον, τὸν Ἱερεμίαν ἰδεῖν τὴν παρὰ θεοῦ ἐκδίκησιν ἐκ τῶν ἐναντίων ἐπιθυμοῦντα, τὸν Ὠσηὲ μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηροὺς δοθῆναι τοῖς ἐχθροῖς δεόμενον, καὶ πολλὰ τοιαῦτα σποράδην ἐγκείμενα ταῖς ἁγίαις γραφαῖς ἀναλέγονται, συνιστάμενοι τὸ δεῖν τῶν ἐναντίων κατεύχεσθαι, καὶ τῆς ἑαυτῶν πικρίας συνεργὸν ποιεῖσθαι τοῦ θεοῦ τὴν ἀγαθότητα.

Ἀλλ᾽ ἡμεῖς, ὡς ἂν ἐκ παρόδου τοὺς ἐκ τῆς τοιαύτης ἀφορμῆς πρὸς τὸ ἐναντίον ὁδηγουμένους παύσαιμεν βαττολογοῦντας, τοῦτο περὶ ἑκάστου τῶν μνημονευθέντων παραθησόμεθα. Οὐδεὶς τῶν ἀληθῶς ἁγίων, τῶν τῷ ἁγίῳ πνεύματι θεωφορουμένων, ὧν αἱ ῥήσεις κατὰ θείαν οἰκονομίαν εἰς νουθεσίαν τῶν ἐφεξῆς ἀνεγράφησαν, ἐπί τινι κακῷ τὴν σπουδὴν ἔχων ἐπιδειχθήσεται, ἀλλὰ πᾶς αὐτοῖς ὁ σκοπὸς τῶν λόγων πρὸς διόρθωσιν τῆς ἐμπολιτευομένης τῇ φύσει κακίας βλέπει. Ὥςπερ τοίνυν ὁ εὐχόμενος μὴ εἶναι νοσοῦντας, μὴ εἶναι πτωχεύοντας, οὐ τῶν ἀνθρώπων ἀναίρεσιν, ἀλλὰ τῆς νόσου καὶ τῆς πτωχείας ἀφανισμὸν ἐπιθυμεῖ γενέσθαι, οὕτω καὶ τῶν ἁγίων ἕκαστος, τὸ τῇ φύσει ἐχθρὸν καὶ πολέμιον εἰς ἀφανισμὸν ἐλθεῖν δι᾽ εὐχῆς ἔχοντες, ὑπόνοιαν τοῖς ἀπαιδευτοτέροις παρέχουσιν, ὡς κατὰ ἀνθρώπων πικραινόμενοί τε καὶ χαλεπαίνοντες.

Ὅ τε γὰρ ψαλμῳδὸς εἰπὼν ὅτι ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥςτε μὴ ὑπάρχειν αὐτοὺς, τὴν ἁμαρτίαν ἐκλείπειν καὶ τὴν ἀνομίαν εὔχεται· οὐ γὰρ ἄνθρωπος ἀνθρώπῳ πολέμιος, ἀλλ᾽ ἡ κατὰ κακίαν τῆς προαιρέσεως κίνησις εἰς ἐχθροῦ τάξιν τὸ τῇ φύσει συνημμένον κατέστησεν. Τὸ κακὸν τοίνυν ἐκλείπειν εὔχεται. Ὁ δὲ ἄνθρωπος κακὸν οὐκ ἔστιν· πῶς γὰρ ἂν εἴη κακὸν τοῦ ἀγαθοῦ τὸ ὁμοίωμα; Οὕτως, κἂν αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατεύχηται, δείκνυσίν σοι τὸ στῖφος τῶν ἐναντίων τῶν ἐκ τοῦ ἀοράτου ἐχθροῦ τῇ ἀνθρωπίνῃ προςπολεμούντων ζωῇ, περὶ ὧν καὶ ὁ Παῦλος γυμνότερον διεξέρχεται, τὴν πάλην εἶναι λέγων ἡμῖν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις.

Τὰς γὰρ δαιμονιώδεις ἐπιβουλὰς, δι᾽ ὧν ἐπάγεται τοῖς ἀνθρώποις τὰ πονηρὰ πρὸς ἁμαρτίαν συμπτώματα, συντυχίαι θυμώδεις, ἐπιθυμιῶν ἀφορμαὶ, φθόνου καὶ μίσους καὶ ὑπερηφανίας καὶ τῶν τοιούτων κακῶν ὑποθέσεις, ταῦτα ὁρῶν ὁ μέγας προφήτης τὴν ἑκάστου ψυχὴν δι᾽ ἐπιβουλῆς περιτρέχοντα εἰς αἰσχύνην ἐλθεῖν εὔχεται ὁ κατὰ τῶν ἐχθρῶν τούτων εὐχόμενος. Τοῦτο δέ ἐστι τὸ αὐτὸν διασωθῆναι· κατὰ φύσιν γὰρ ἕπεται τῷ ἡττηθέντι κατὰ τὴν πάλην τὸ ἐπαισχυνθῆναι τῷ πτώματι αὐτοῦ, ὥςπερ κεκρατηκότι τὸ ἐπὶ τῇ νίκῃ ἀγάλλεσθαι. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, δηλοῖ τῆς εὐχῆς τὸ εἶδος. Αἰσχυνθήτωσαν γὰρ, φησὶν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντές μου τὴν ψυχήν. Οὐ γὰρ κατεύχεται τῶν εἰς χρημάτων ζημίαν ἐπιβουλευόντων, ἢ περὶ γῆς ὅρων διαμφιςβητούντων, ἢ τῶν κατὰ τοῦ σώματος αὐτοῦ κακίαν ἐπιδεικνυμένων τινὰ, ἀλλὰ τῶν εἰς ψυχὴν ἐπιβουλευόντων. Τίς δὲ ψυχῆς ἐπιβουλὴ, τίς ἄλλη, εἰ μὴ θεοῦ ἀλλοτρίωσις;

Ἀλλοτριοῦται δὲ ἀπὸ θεοῦ ἀνθρωπίνη ψυχὴ οὐκ ἄλλως ἢ διὰ τῆς ἐμπαθοῦς διαθέσεως. Ἐπεὶ οὖν ἀπαθὲς τὸ θεῖον, πᾶν τὸ ἐν πάθει γινόμενον τῆς πρὸς τὸ θεῖον συναφείας ἀποσχοινίζεται. Ὡς ἂν οὖν μὴ τοῦτο πάθοι, αἰσχύνην τῶν ἀντιπαλαιόντων εὔχεται. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἑαυτῷ νίκην κατὰ τῶν πολεμίων ἐπεύξασθαι.

Οἱ δὲ πολέμιοι τὰ πάθη εἰσίν. Οὕτως ὁ Ἱερεμίας ζῆλον τῆς θεοσεβείας ἔχων, εἰδωλομανοῦντος τηνικαῦτα τοῦ βασιλέως, καὶ τῶν ὑποχειρίων αὐτῷ συνδιαστραφέντων, οὐκ ἴδιόν τι θεραπεύει πάθος, ἀλλ᾽ ὑπὲρ τοῦ κοινοῦ τῶν ἀνθρώπων προςάγει τὴν δέησιν, τῇ κατὰ τῶν ἀσεβησάντων ὁρμῇ ἅπαν σωφρονισθῆναι ἀξιῶν τὸ ἀνθρώπινον. Ὡςαύτως δὲ καὶ ὁ προφήτης Ὠσηὲ καὶ πολυγονοῦσαν τότε τὴν κακίαν ἐν τοῖς Ἰσραηλίταις ὁρῶν ἀτεκνίᾳ καταδικάζει, καὶ τὰς πικρὰς θηλὰς τῆς ἁμαρτίας ξηρανθῆναι βούλεται, ὡς ἂν μήτε τίκτοιτο ἐν τοῖς ἀνθρώποις τὸ κακὸν, μήτε τρέφοιτο. Διὰ τοῦτο ὁ προφήτης, Δὸς αὐτοῖς, φησὶ, κύριε, μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηρούς.

Καὶ εἴ τις ἄλλος ἐν τοῖς ἁγίοις εὑρεθείη τοιοῦτος λόγος, θυμοῦ τινα κατηγορίαν καὶ ἔμφασιν ἔχων, πρὸς τὴν τοιαύτην πάντως διάνοιαν βλέπει, ἥτις ἐξορίζει τὸ κακὸν, οὐκ ἐπιτρίβει τὸν ἄνθρωπον. Θεὸς θάνατον οὐκ ἐποίησεν (ἀκούεις τῆς ἀποφάσεως;). Πῶς οὖν εἰς τὸν κατὰ τῶν ἰδίων αὐτοῦ ἐχθρῶν θάνατον παρακαλεῖν ἔμελλεν τὸν θεὸν τὸν τῆς τοῦ θανάτου ἐνεργείας ἀλλότριον; Οὐ τέρπεται ἐπ᾽ ἀπωλείᾳ ζώντων. Ἀλλ᾽ ὁ βαττολογῶν, καὶ κατὰ τῶν ἰδίων ἐχθρῶν τὴν τοῦ θεοῦ φιλανθρωπίαν παρακινῶν, ἐπιτερφθῆναι ταῖς ἀνθρωπίναις αὐτὸν συμφοραῖς ἐγκελεύεται. Ἀλλ᾽ ἤδη τινὲς, φησὶν, καὶ ἀρχῶν καὶ τιμῶν καὶ πλούτου ἠξιώθησαν, εὐχῇ πρὸς τοῦτο χρησάμενοι, καὶ θεοφιλεῖς εἶναι διὰ τῆς τοιαύτης εὐκληρίας ὑπενοήθησαν. Πῶς οὖν ἀπείργεις ἡμᾶς, εἴποι τις ἂν, τοῦ περὶ τῶν τοιούτων προςάγειν τῷ θεῷ τὰς δεήσεις; Ἀλλὰ τὸ μὲν πάντα θείας ἐξῆφθαι βουλῆς καὶ ἄνωθεν οἰκονομεῖσθαι τὸν τῇδε βίον παντὶ δῆλόν ἐστιν, καὶ οὐκ ἄν τις ἀντείποι τῷ λόγῳ· τῶν δὲ τοιούτων τῆς εὐχῆς κατορθωμάτων ἄλλας αἰτίας ἐμάθομεν, οὐχ ὡς ἀγαθὰ πάντως τοῦ θεοῦ ταῦτα τοῖς αἰτοῦσι νέμοντος, ἀλλ᾽ ὡς ἂν διὰ τούτων βεβαιωθῇ τοῖς ἐπιπολαιοτέροις ἡ πρὸς τὸν θεὸν πίστις, καὶ κατ᾽ ὀλίγον ἐν ταῖς μικροτέραις τῶν αἰτήσεων τὸ ἐπακούειν τὸν θεὸν τῶν ἱκεσιῶν τῇ πείρᾳ μανθάνοντες ἀνέλθοιμέν ποτε πρὸς τὴν τῶν ὑψηλῶν τε καὶ θεοπρεπῶν δωρημάτων ἐπιθυμίαν.

Καθάπερ ἐπὶ τῶν ἡμετέρων τέκνων ὁρῶμεν, ἃ τέως μὲν τῇ μητρῴᾳ θηλῇ προςφύεται, ὅσον χωρεῖ ἡ φύσις, τοσοῦτον παρὰ τῆς γεννησαμένης ἐπιζητοῦντα, εἰ δὲ ὑφαδρυνθείη τὸ νήπιον καί τινα προςλάβοι τοῦ φθέγγεσθαι δύναμιν, καταφρονεῖ μὲν τῆς θηλῆς, ζητεῖ δέ τι τοιοῦτον, ἢ προκόσμιον, ἢ ἱμάτιον, ἤ τινα τοιαῦτα οἷς ὁ τῶν νηπίων ὀφθαλμὸς ἐπιτέρπεται, ἐπειδὰν δὲ εἰς ἡλικίαν ἔλθῃ καὶ συναυξηθῇ τῷ σώματι ἡ διάνοια, τότε πάσας τὰς παιδικὰς ἐπιθυμίας καταλιπὼν τὰ τῷ τελείῳ πρέποντα βίῳ παρὰ τῶν γονέων αἰτήσεται, —οὕτω καὶ ὁ θεὸς, ἐθίζων τὸν ἄνθρωπον διὰ πάντων πρὸς αὐτὸν βλέπειν, διὰ τοῦτο πολλάκις οὐδὲ τῶν μικροτέρων αἰτήσεων ἀνήκοος γίνεται, ὡς ἂν ἐπὶ τὴν τῶν ὑψηλοτέρων ἐπιθυμίαν διὰ τῆς ἐν τοῖς μικροῖς εὐεργεσίας τὸν τετυχηκότα τῆς χάριτος προςκαλέσαιτο. Καὶ σὺ τοίνυν, εἰ ὁ δεῖνα γέγονε θείᾳ προνοίᾳ γνώριμός τε καὶ περίβλεπτος ἐξ ἀφανεστέρων, ἢ ἄλλο τι τῶν κατὰ τὸν βίον τοῦτον ἐπιζητουμένων ἐκτήσατο, ἀρχὴν ἢ πλοῦτον ἢ περιφάνειαν, νόει τὸν σκοπὸν, ὅτι σοι ἀπόδειξις τῆς ἐν τοῖς μεγάλοις δυνάμεως τοῦ θεοῦ ἡ περὶ ταῦτα φιλανθρωπία γίνεται, ἵνα διὰ τοῦ τυχεῖν τῶν παιδικῶν ἀθυρμάτων περὶ τῶν μειζόνων τε καὶ τελειοτέρων προςαγάγῃς τῷ πατρὶ τὰς αἰτήσεις. Ταῦτα δέ ἐστιν ὅσα εἰς ψυχὴν φέρει τὸ κέρδος.

Καὶ γὰρ ἂν εἴη τῶν ἀλογωτάτων, προςελθόντα τῷ θεῷ ζητεῖν παρὰ τοῦ ἀϊδίου τὰ πρόςκαιρα, παρὰ τοῦ ἐπουρανίου τὰ ἐπίγεια, παρὰ τοῦ ὑψηλοῦ τὰ χαμαίζηλα, παρὰ τοῦ βασιλείαν οὐρανῶν δωρουμένου τὴν γηΐνην ταύτην καὶ ταπεινὴν εὐκληρίαν, παρὰ τοῦ τὰ ἀναφαίρετα χαριζομένου τὴν ἐν ὀλίγῳ τῶν ἀλλοτρίων χρῆσιν, ὧν ἀναγκαία μὲν ἡ ἀφαίρεσις, πρόςκαιρος δὲ ἡ ἀπόλαυσις, ἐπικίνδυνος δὲ ἡ οἰκονομία. Καλῶς δὲ παρίστησι τῇ προςθήκῃ τὸ ἄτοπον, εἰπὼν, Ὥςπερ οἱ ἐθνικοί· τὸ γὰρ περὶ τὰ φαινόμενα τὴν σπουδὴν ἔχειν ἴδιόν ἐστι τῶν μηδεμίαν τοῦ μέλλοντος αἰῶνος ἑαυτοῖς ὑποτιθεμένων ἐλπίδα, μὴ κρίσεως φόβον, μὴ γεέννης ἀπειλὴν, μὴ ἀγαθῶν προςδοκίαν, μὴ ἄλλο τι τῶν κατὰ τὴν ἀνάστασιν ἐλπιζομένων, οἳ βοσκημάτων δίκην πρὸς τὸν παρόντα ὁρῶντες βίον, ὅπερ ἂν λαιμῷ καὶ κοιλίᾳ καὶ ταῖς λοιπαῖς τοῦ σώματος ἡδυπαθείαις χαρίζωνται, τοῦτο ἐν ἀγαθῶν κρίνουσι μοίρᾳ, ἢ τὸ πρωτεῦσαί τινων, καὶ τὸ ὑπὲρ τοὺς λοιποὺς νομισθῆναι, ἢ πολλοῖς ἐπικαθευδῆσαι ταλάντοις, ἢ εἴ τι ἄλλο τῆς βιωτικῆς ἀπάτης ἐστὶν, οἷς εἴ τις ἂν λέγοι περὶ τῆς μελλούσης ἐλπίδος, λῆρος ἄντικρυς εἶναι δοκεῖ, παράδεισον καὶ βασιλείαν καὶ οὐρανῶν διαγωγὴν, καὶ τὰ τοιαῦτα διεξερχόμενος.

Ἐπεὶ τοίνυν ἴδιόν ἐστι τῶν μὴ ἐχόντων ἐλπίδα τὸ προςτετηκέναι τῇ παρούσῃ ζωῇ, καλῶς τὰ περιττὰ καὶ μάταια τῆς ἐπιθυμίας, ἃ δι᾽ εὐχῆς οἴονται κατορθοῦν ἑαυτοῖς οἱ φιλήδονοι, τῶν ἐθνικῶν ὁ λόγος εἶναί φησι, τῶν νομιζόντων ἐκ τοῦ προςλιπαρεῖν περὶ τῶν ἀτόπων συνεργὸν ἐπὶ τὰ μὴ δέοντα τὸ θεῖον ἕξειν· δοκοῦσι γὰρ, φησὶν, ὅτι ἐν τῇ πολυλογίᾳ αὑτῶν εἰςακουσθήσονται.

Ἀλλὰ ταῦτα μὲν, ἃ δεῖ μὴ αἰτεῖν, δι᾽ ὧν ἐξητάσαμεν ἐδιδάχθημεν. Οἵαν δὲ προςήκει τῷ θεῷ προςάγειν τὴν δέησιν, ἐν τοῖς ἐφεξῆς ἀκουσώμεθα χάριτι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.