Ἐν ἐμοὶ οὖν, φησὶν, ἁγιασθήτω τὸ ἐπικληθέν μοι ὄνομα τῆς σῆς δεσποτείας, ὅπως ἴδωσιν οἱ ἄνθρωποι τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς. Τίς δὲ οὕτω θηριώδης καὶ ἄλογος, ὥστε ὁρῶν ἐν τοῖς πεπιστευκόσι θεῷ βίον καθαρὸν δι᾽ ἀρετῆς κατωρθωμένον, πάντων τῶν ἐξ ἁμαρτίας μολυσμῶν καθαρεύοντα, πάσης τῆς πρὸς τὸ χεῖρον ὑπονοίας ἀλλοτριούμενον, λαμπρὸν τῇ σωφροσύνῃ, σεμνὸν τῇ φρονήσει, ἀνδρείως ἔχοντα πρὸς τὰς τῶν παθῶν προςβολὰς, μηδαμοῦ ταῖς σωματικαῖς ἡδυπαθείαις μαλακιζόμενον, τρυφῆς καὶ βλακείας καὶ τῆς κατὰ τὸν τύφον χαυνότητος ὡς ὅτι μάλιστα κεχωρισμένον, τοσοῦτον μετέχοντα τοῦ βίου ὅσον ἐπάναγκες, ἀκρῷ τῷ ποδὶ τῆς γῆς ἐπιψαύοντα, οὐ ταῖς καθ᾽ ἡδονὴν ἀπολαύσεσιν, τῷ γηΐνῳ τούτῳ βίῳ καταχωννύμενον, ἀλλ᾽ ὑπερανεστῶτα πάσης τῆς καθ᾽ αἴσθησιν γινομένης ἀπάτης, καὶ πρὸς τὴν ἀσώματον ζωὴν διὰ σαρκὸς ἁμιλλώμενον, ἕνα πλοῦτον νομίζοντα τὴν τῆς ἀρετῆς κτῆσιν, μίαν εὐγένειαν τὴν πρὸς τὸν θεὸν οἰκειότητα, μίαν ἀξίαν καὶ δυναστείαν μίαν τὸ κρατεῖν ἑαυτοῦ καὶ ἀδούλωτον εἶναι τοῖς ἀνθρωπίνοις παθήμασιν, ἀχθόμενον τῇ παρατάσει τῆς τοῦ ὑλικοῦ βίου ζωῆς, σπεύδοντα δὲ, καθάπερ οἱ διὰ πελάγους κακοπαθοῦντες, πρὸς τὸν λιμένα καταντῆσαι τῆς ἀναπαύσεως, —τίς τοίνυν τὸν τοιοῦτον ὁρῶν οὐ δοξάζει τὸ ὄνομα τὸ ἐπικεκλημένον τῷ τοιούτῳ βίῳ;