Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν προσευχήν

Γρηγόριος ὁ Νύσσης

Λόγος Δ': Η θεραπεία της ψυχής και η εκπλήρωση του θείου θελήματος

Προσέγγιση της προσευχής ως πνευματικής ιατρικής και ερμηνεία του αιτήματος για το θείο θέλημα ως κοινής κλήσης αγγέλων και ανθρώπων προς την επικράτηση του αγαθού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 7 από 10

ΛΟΓΟΣ δʹ. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Ἤκουσά τινος ἰατρικοῦ τεχνικῶς περὶ τῆς κατὰ τὴν ὑγείαν ἕξεως φυσιολογοῦντος· ἴσως δ᾽ ἂν γένοιτο ἡμῖν καὶ πρὸς τὴν τῆς ψυχῆς εὐεξίαν οὐκ ἀπὸ σκοποῦ τὸ λεγόμενον.

Τὴν γὰρ ἐκ τοῦ μετρίου παρατροπὴν τῶν ἐν ἡμῖν στοιχείων τινὸς ἀρχὴν καὶ αἰτίαν τῆς κατὰ τὸ πάθος συστάσεως διωρίζετο, καὶ ἐκ τοῦ ἐναντίου πάλιν τὴν ἐπὶ τὸ οἰκεῖόν τε καὶ κατὰ φύσιν τῶν πλημμελῶς παρακινηθέντων ἀποκατάστασιν θεραπείαν ἔφασκεν τῆς νοσώδους αἰτίας εἶναι. Καὶ διὰ τοῦτο σκοπεῖν ᾤετο δεῖν τί μάλιστα τῶν ἐν ἡμῖν ἐν ἀταξίᾳ κινουμένων διὰ τῆς ἰδίας ἐπικρατήσεως ἄτονον ποιεῖ τοῦ ἀντιστοιχοῦντος τὴν πρὸς τὴν ὑγείαν συνειςφοράν· ὡς εἰ μὲν τὸ θερμὸν ἐπικρατοίη, συμμαχίαν τῷ δυναστευομένῳ παρέχειν καὶ ὑπονοτίζειν τὸ ξηραινόμενον, μή που τῆς ὕλης ἐπιλιπούσης μαρανθείη τελείως καὶ ἀποσβεσθείη ἐν ἑαυτῷ τὸ θερμὸν, αὐτὸ περὶ ἑαυτὸ δαπανώμενον, ὡςαύτως καὶ, εἴ τι τῶν ἄλλων τῶν κατὰ τὸ ἐναντίον ἐν ἡμῖν θεωρουμένων ἐκβαίνοι τὸν ὄρον, πρὸς τὸ πλεονάζον ἵστασθαι τῷ ἐλαττουμένῳ τὴν ἀπὸ τῆς τέχνης συμμαχίαν ἐπάγοντας, τούτων δὲ γενομένων, καὶ μηδενὸς τῇ τῶν στοιχείων ἰσονομίᾳ ἐμποδίζοντος, ἐπανάγεσθαι τὴν ὑγείαν τῷ σώματι, μηκέτι τῆς φύσεως κατὰ τὴν κρᾶσιν ἀνωμαλούσης. Τί δή μοι βούλεται τὸ μακρὸν τοῦτο τοῦ λόγου προοίμιον; Τάχα οὐκ ἀπὸ σκοποῦ τὸ θεώρημα, οὐδὲ πόῤῥω που τῆς προκειμένης ὑποθέσεως ἀπεσχοίνισται· πρόκειται γὰρ ἡμῖν εἰς θεωρίαν τὸ, Γενηθήτω τὸ θέλημά σου. Ὅτου δὲ χάριν ἐμνήσθημεν τοῦ κατὰ τὴν ἰατρικὴν θεωρήματος, διὰ τῶν ἐφεξῆς σαφηνίσομεν.

Ἦν ἐν ὑγείᾳ ποτὲ νοητῇ τὸ ἀνθρώπινον, οἷόν τινων στοιχείων, τῶν τῆς ψυχῆς λέγω κινημάτων, κατὰ τὸν τῆς ἀρετῆς λόγον ἰσοκρατῶς ἐν ἡμῖν κεκραμένων. Ἐπεὶ δὲ τοῦ ἐπιθυμητικοῦ κατισχύσαντος ἡ ἐκ τοῦ ἐναντίου νοουμένη διάθεσις, ἡ ἐγκράτεια, κατεκρατήθη τῷ πλεονάζοντι, καὶ τὴν ἄμετρον τῆς ἐπιθυμίας ἐπὶ τὰ μὴ δέοντα κίνησιν τὸ κωλύον οὐκ ἦν, ἐκ τούτου τὸ ἐπιθανάτιον νόσημα, ἡ ἁμαρτία, τῇ ἀνθρωπίνῃ συνέστη φύσει. Ὁ τοίνυν ἰατρὸς ἀληθὴς τῶν τῆς ψυχῆς παθημάτων, ὁ διὰ τοὺς κακῶς ἔχοντας ἐν τῇ ζωῇ τῶν ἀνθρώπων γενόμενος, τοῖς ἐν τῇ προςευχῇ νοήμασι τὸ νοσοποιὸν αἴτιον ὑπεκλύων ἐπανάγει ἡμᾶς ἐπὶ τὴν νοητὴν ὑγίειαν. Ὑγεία δὲ τῆς ψυχῆς ἡ τοῦ θείου θελήματος εὐοδία, ὥςπερ δὴ πάλιν τὸ ἐκπεσεῖν τοῦ ἀγαθοῦ θελήματος νόσος ἐστὶ ψυχῆς τελευτῶσα εἰς θάνατον. Ἐπεὶ οὖν ἠσθενήσαμεν τὴν ἀγαθὴν ἐν τῷ παραδείσῳ δίαιταν καταλιπόντες, ὅτε τοῦ δηλητηρίου τῆς παρακοῆς ἄρδην ἐνεφορήθημεν, καὶ διὰ τοῦτο τῷ πονηρῷ τούτῳ καὶ ἐπιθανατίῳ νοσήματι κατεκρατήθη ἡ φύσις, ἦλθεν ὁ ἀληθινὸς ἰατρὸς, κατὰ τὸν νόμον τῆς ἰατρικῆς διὰ τῶν ἐναντίων τὸ κακὸν ἐξιώμενος. Καὶ τοὺς διὰ τοῦτο τῇ ἀῤῥωστίᾳ συνενεχθέντας, ὅτι τοῦ θείου θελήματος ἐχωρίσθησαν, πάλιν ἐλευθεροῖ τοῦ νοσήματος τῇ πρὸς τὸ βούλημα τοῦ θεοῦ συναφείᾳ.

Τὰ γὰρ τῆς προςευχῆς ῥήματα θεραπεία ἐστὶ τῆς ἐγγενομένης τῇ ψυχῇ ἀῤῥωστίας· εὔχεται γὰρ οἷόν τισιν ὀδύναις τὴν ψυχὴν συνεχόμενος ὁ λέγων, Γενηθήτω τὸ θέλημά σου. Θέλημα δὲ θεοῦ ἡ σωτηρία τῶν ἀνθρώπων ἐστίν. Ἐπειδὰν τοίνυν εἰς τοῦτο στῶμεν ὥστε εἰπεῖν τῷ θεῷ ὅτι, Γενηθήτω καὶ ἐν ἐμοὶ τὸ θέλημά σου, ἀνάγκη πᾶσα πρότερον κατειπεῖν ἐκείνου τοῦ βίου ὃς ἔξω τοῦ θείου βουλήματος ἦν, καὶ ταῦτα ἐν τῇ ἐξαγορεύσει διεξελθεῖν ὅτι, Ἐπειδὴ κακῶς ἐνήργησεν ἐν ἐμοὶ διὰ τοῦ φθάσαντος βίου τὸ ἀντικείμενον θέλημα, καὶ ὑπηρέτης ἐγενόμην τοῦ πονηροῦ τυράννου, οἷόν τις δήμιος τὴν τοῦ ἐχθροῦ ψῆφον εἰς πέρας κατ᾽ ἐμαυτοῦ φέρων, τούτου χάριν οἶκτον λαβὼν τῆς ἀπωλείας μου δός ποτε καὶ τὸ σὸν θέλημα γενέσθαι ἐν ἐμοί. Ὥςπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων φωτὸς εἰςκομισθέντος ὁ ζόφος ἐξαφανίζεται, οὕτω τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου πᾶσα πονηρὰ καὶ ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιΐσταται.

Ἡ γὰρ σωφροσύνη σβέσει τὴν ἀκόλαστον καὶ ἐμπαθῆ τῆς διανοίας ὁρμὴν, ἡ ταπεινοφροσύνη καταναλώσει τὸν τύφον, ἡ μετριότης ἰάσεται τῆς ὑπερηφανίας τὴν νόσον, τὸ δὲ τῆς ἀγάπης ἀγαθὸν πολὺν κατάλογον τῶν ἀντικειμένων κακῶν τῆς ψυχῆς ἀπελάσει· ταύτῃ γὰρ ὑποχωρεῖ τὸ μῖσος, ὁ φθόνος, ἡ μῆνις, ἡ κατ᾽ ὀργὴν κίνησις, ἡ θυμώδης διάθεσις, ἡ ἐπιβουλὴ, ἡ ὑπόκρισις, ἡ λυπηρῶν μνήμη, ἡ τῆς ἀντιλυπήσεως ὄρεξις, ἡ περικάρδιος τοῦ αἵματος ζέσις, ὁ πικρὸς ὀφθαλμὸς, πᾶσα ἡ τῶν τοιούτων κακῶν ἀγέλη τῇ ἀγαπητικῇ διαθέσει ἐξαφανίζεται. Οὕτως ἐκβάλλει τὴν διπλῆν εἰδωλολατρείαν ἡ ἐνέργεια τοῦ θεοῦ βουλήματος· διπλῆν δέ φημι τήν τε περὶ τὰ εἴδωλα μανίαν καὶ τὴν περὶ τὸ ἀργύριον καὶ χρυσίον ἐπιθυμίαν, ἅπερ εἴδωλα τῶν ἐθνῶν ὁ τῆς προφητείας ὠνόμασε λόγος. Γενηθήτω τοίνυν τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέλημα.

Διὰ τί δὲ παρὰ τοῦ θεοῦ γενέσθαι τὴν ἀγαθὴν ἡμῖν προαίρεσιν ἐπευχόμεθα; Ὅτι ἀσθενὴς ἡ ἀνθρωπίνη φύσις πρὸς τὸ ἀγαθόν ἐστιν, ἅπαξ διὰ κακίας ἐκνευρισθεῖσα. Οὐ γὰρ μετὰ τῆς αὐτῆς εὐκολίας πρός τε τὸ κακὸν ὁ ἄνθρωπος ἔρχεται καὶ ἀπὸ τούτου πάλιν ἐπὶ τὸ ἀγαθὸν ἐπανέρχεται, ὥςπερ καὶ ἐπὶ τῶν σωμάτων ἔστι κατανοῆσαι τὸν τοιοῦτον λόγον, ὅτι οὐχ ὁμοίως, οὐδὲ μετὰ τῆς ἴσης ῥᾳστώνης τό τε ὑγιαῖνον ἐν νόσῳ γίνεται καὶ τὸ νενοσηκὸς ὑγιάζεται. Ὁ γὰρ ἐν ὑγείᾳ τέως διάγων καὶ δι᾽ ἑνὸς πολλάκις τραύματος εἰς τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἦλθεν, καὶ μία περίοδος ἢ καταβολὴ πυρετοῦ πάντα τὸν τοῦ σώματος τόνον διέλυσεν, καὶ βραχεῖα δηλητηρίου γεῦσις ἢ παντελῶς διέφθειρεν ἢ παρ᾽ ὀλίγον τοῦτο ἐποίησεν, καὶ δήγματι ἑρπετοῦ, ἢ κέντρῳ τινὶ τῶν ἰοβόλων, ἢ ὀλισθήματι, ἢ καταπτώματι, ἢ πλείονι τῆς δυνάμεως ἀδηφαγίᾳ, ἢ ἄλλῳ τινὶ τοιούτῳ εὐθέως ἐπηκολούθησεν ἢ νόσος ἢ θάνατος· ἡ δὲ τοῦ ἀῤῥωστήματος ἀπαλλαγὴ πολλαῖς ἐπινοίαις γίνεται καὶ δυςκολίαις καὶ τέχναις ἰατρικαῖς, ἐὰν ἄρα καὶ γένηται. Διὰ τοῦτο πρὸς μὲν τὸ κακὸν ἡμῖν τῆς ὁρμῆς γινομένης οὐ χρεία τοῦ συνεργοῦντος, αὐτομάτως ἐν τῷ θελήματι ἡμῶν τῆς κακίας ἑαυτὴν τελειούσης· εἰ δὲ πρὸς τὸ κρεῖττον γένοιτο ἡ ῥοπὴ, τοῦ θεοῦ χρεία τοῦ τὴν ἐπιθυμίαν εἰς ἔργον ἄγοντος.

Διὰ τοῦτό φαμεν ὅτι, Ἐπειδὴ θέλημά σού ἐστιν ἡ σωφροσύνη, ἐγὼ δὲ σάρκινός εἰμι, πεπράμενος ὑπὸ τὴν ἁμαρτίαν, τῇ σῇ δυνάμει κατορθωθείη μοι τὸ ἀγαθὸν τοῦτο θέλημα· οὕτως ἡ δικαιοσύνη, ἡ εὐσέβεια, ἡ τῶν παθῶν ἀλλοτρίωσις. Ἡ γὰρ τοῦ θελήματος φωνὴ πάσας γενικῶς ἐμπεριλαμβάνει τὰς ἀρετὰς, καὶ τὰ καθ᾽ ἕκαστον τῶν ἐν τῷ ἀγαθῷ νοουμένων ἐν τῷ θελήματι τοῦ θεοῦ θεωρεῖται.

Ἀλλὰ τί βούλεται ἡ προςθήκη τοῦ λόγου, Ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς; Τάχα μοι δοκεῖ τῶν βαθυτέρων τι δογμάτων ὑποσημαίνειν ὁ λόγος, καί τινα ποιεῖσθαι διδασκαλίαν θεοπρεποῦς διανοίας ἐν τῇ θεωρίᾳ τῆς κτίσεως.

Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν. Μεμέρισται πᾶσα ἡ λογικὴ κτίσις εἴς τε τὴν ἀσώματον καὶ τὴν ἐνσώματον φύσιν. Ἔστι δὲ ἀγγελικὴ μὲν ἡ ἀσώματος, τὸ δὲ ἕτερον εἶδος ἡμεῖς οἱ ἄνθρωποι.

Ἡ μὲν οὖν νοητὴ, ἅτε δὴ τοῦ βαροῦντος κεχωρισμένη σώματος, τούτου λέγω τοῦ ἀντιτύπου τε καὶ εἰς γῆν βρίθοντος, τὴν ἄνω λῆξιν ἐπιπορεύεται, τοῖς κούφοις τε καὶ αἰθεριώδεσι τόποις ἐνδιατρίβουσα ἐν ἐλαφρᾷ τε καὶ εὐκινήτῳ τῇ φύσει· ἡ δὲ ἑτέρα διὰ τὴν τοῦ σώματος ἡμῶν πρὸς τὸ γεῶδες συγγένειαν οἷόν τινα ἰλύος ὑποστάθμην κατ᾽ ἀνάγκην τὸν περίγειον τοῦτον εἴληχε βίον, οὐκ οἶδα μὲν ὅ τι τοῦ θείου βουλήματος διὰ τούτων οἰκονομοῦντος, εἴτε πᾶσαν πρὸς ἑαυτὴν οἰκειοῦντος τὴν κτίσιν, ὡς ἂν μήτε τῶν οὐρανίων ὑψωμάτων ἡ κάτω λῆξις ἀμοιρήσειε, μήτε ὁ οὐρανὸς καθ᾽ ὅλου τῶν κατὰ τὴν γῆν ἀμοιρήσειεν, ὡς ἂν γένοιτό τις διὰ τοῦ ἀνθρωπίνου πλάσματος ἑκατέρων τῶν στοιχείων μετουσία τῶν ἐν θατέρῳ νοουμένων, τοῦ τε νοεροῦ τῆς ψυχῆς, ὅπερ δοκεῖ συγγενές τε καὶ ὁμόφυλον τῶν κατ᾽ οὐρανὸν εἶναι δυνάμεων, τοῖς γηΐνοις σώμασιν ἐνοικοῦντος, τῆς τε γεηρᾶς ταύτης σαρκὸς ἐν τῇ ἀποκαταστάσει τῶν πάντων εἰς τὸν οὐράνιον χῶρον τῇ ψυχῇ συμμετοικιζομένης (ἁρπαγησόμεθα γὰρ, καθώς φησιν ὁ ἀπόστολος, ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα), εἴτε οὖν τοῦτο, εἴτε τι ἕτερον παρὰ τοῦτο τῆς τοῦ θεοῦ σοφίας οἰκονομούσης, ἐν τῇ διπλῇ ταύτῃ ζωῇ μερισθεῖσα πᾶσα ἡ λογικὴ διῄρηται φύσις, ἡ μὲν ἀσώματος τὴν οὐράνιον λαχοῦσα μακαριότητα, ἡ δὲ διὰ σαρκὸς εἰς τὴν γῆν ἐπιστρεφομένη διὰ τὴν πρὸς αὐτὴν οἰκειότητα.

Ἡ μέν τοι τοῦ καλοῦ τε καὶ ἀγαθοῦ ἐπιθυμία ὁμοτίμως ἑκατέρᾳ συνουσιώθη τῇ φύσει, καὶ τὸ αὐτοκρατές τε καὶ αὐτεξούσιον καὶ πάσης ἀνάγκης ἐλεύθερον ἴσον ἐπ᾽ ἀμφοῖν ὁ τοῦ παντὸς ἐπιστάτης ἐποίησεν, ὡς αὐτονόμῳ τινὶ προαιρέσει οἰκονομεῖσθαι πᾶν ὅσον λόγῳ τε καὶ διανοίᾳ τετίμηται.

Ἀλλ᾽ ἡ μὲν ἄνω ζωὴ καθαρεύει πάντη κακίας, καὶ οὐδὲν ἐκείνοις τῶν ἐκ τοῦ ἐναντίου νοουμένων συμπολιτεύεται· πᾶσα δὲ ἐμπαθὴς κίνησίς τε καὶ διάθεσις τὴν κάτω ζωὴν περιπολεῖ, ἐν οἷς ἐστι τὸ ἀνθρώπινον. Διὰ τοῦτο τὴν ἐν οὐρανοῖς τῶν ἁγίων δυνάμεων πολιτείαν ἀμιγῆ κακίας καὶ παντὸς τοῦ ἐξ ἁμαρτιῶν μολυσμοῦ καθαρεύουσαν ὁ θεόπνευστος ἐπίσταται λόγος· πᾶν δὲ ὅσον ἐκτὸς τοῦ ἀγαθοῦ δι᾽ αὐτῆς τῆς ἀναχωρήσεως αὐτοῦ παρυπέστη κακὸν, περὶ τὴν κοίλην ταύτην ζωὴν οἷόν τις τρυγία τε καὶ ἰλὺς συνεῤῥύη, ᾗ μολύνεται τὸ ἀνθρώπινον, πρὸς τὸ κατιδεῖν τὸ θεῖον τῆς ἀληθείας φῶς διὰ τοῦ τοιούτου σκότους ἐμποδιζόμενον. Εἰ τοίνυν ἀπαθὴς μὲν ἡ ὑπερκειμένη ζωὴ καὶ ἀκήρατος, παντοίοις δὲ πάθεσι καὶ ταλαιπωρίαις καταβεβάπτισται ἡ ἀθλιότης τῆς ὧδε ζωῆς, δῆλον ἂν εἴη ὅτι ἡ μὲν ἄνω πολιτεία, ἅτε παντὸς κακοῦ καθαρεύουσα, ἐν τῷ ἀγαθῷ θελήματι τοῦ θεοῦ κατορθοῦται (ἔνθα γὰρ κακὸν οὐκ ἔστιν, ἀνάγκη πᾶσα ἀγαθὸν εἶναι), ἡ δὲ καθ᾽ ἡμᾶς ζωὴ τῆς τῶν ἀγαθῶν μετουσίας ἐκπεπτωκυῖα συνεκπέπτωκεν καὶ τοῦ θείου βουλήματος.

Διὰ τοῦτο ἐν τῇ προςευχῇ διδασκόμεθα οὕτως ἡμῶν τοῦ κακοῦ τὴν ζωὴν ἐκκαθαρθῆναι, ὡς καθ᾽ ὁμοιότητα τῆς οὐρανίας διαγωγῆς καὶ ἐν ἡμῖν ἀνεμποδίστως τὸ θέλημα τοῦ θεοῦ πολιτεύσασθαι, ὡς ἄν τις λέγοι ὅτι, Καθάπερ ἐν θρόνοις καὶ ἀρχαῖς καὶ ἐξουσίαις καὶ κυριότησι καὶ πάσῃ τῇ ὑπερκοσμίῳ δυνάμει γίνεταί σου τὸ θέλημα, μηδαμοῦ κακίας παρεμποδιζούσης τοῦ ἀγαθοῦ τὴν ἐνέργειαν, οὕτω καὶ ἐν ἡμῖν τὸ ἀγαθὸν τελειωθείη, ἵνα πάσης κακίας ἐκποδὼν γενομένης διὰ πάντων ᾖ τὸ θέλημά σου ταῖς ψυχαῖς ἡμῶν κατευοδούμενον. Ἀλλ᾽ ὡς ἀνθυπενεγκόντος τινὸς, Καὶ πῶς ἐστι δυνατὸν τὴν ἐν ταῖς ἀσωμάτοις δυνάμεσι καθαρότητα τοῖς διὰ σαρκὸς τὴν ζωὴν εἰληχόσι κατορθωθῆναι, ἐν μυρίαις φροντίσι διὰ τὰς σωματικὰς χρείας τῆς ψυχῆς ἐμβαθυνούσης; διὰ τοῦτό μοι δοκεῖ, καθάπερ λύων τὴν τοιαύτην ἀμηχανίαν, τῷ ἑξῆς λόγῳ τὸ δοκοῦν δυςχερὲς πρὸς τὴν προκειμένην σπουδὴν ὑπεκλῦσαι. Δόγμα γὰρ οἶμαι διὰ τούτων τῶν λόγων ἡμῖν ὑποτίθεσθαι ἐν τῷ τὸν ἐφήμερον ἄρτον αἰτεῖν προςτάξαι, ὅτι τῷ ἀνενδεεῖ κατὰ τὴν φύσιν τὸ ὀλιγαρκές τε καὶ μέτριον κατὰ τὸν τῆς ἀπαθείας λόγον συνεξισοῦται· οὐ γὰρ αἰτεῖ τὸν θεὸν ἐν ταῖς προςευχαῖς ὁ ἄγγελος τὴν χορηγίαν τοῦ ἄρτου, ὅτι ἀπροςδεῆ κέκτηται τῶν τοιούτων τὴν φύσιν, αἰτεῖν δὲ προςετάχθη ὁ ἄνθρωπος, διότι τὸ κενούμενον ἐπιδεὲς τοῦ ἀναπληροῦντος πάντως ἐστίν.

Ῥοώδης δὲ καὶ παροδικὴ τῆς ἀνθρωπίνης ζωῆς ἐστιν ἡ σύστασις, ἀντὶ τοῦ ἐκποιηθέντος τὸ ἀνανεάζον ἐπιζητοῦσα. Ὁ οὖν πρὸς τὴν τῆς φύσεως ὑπηρεσίαν βλέπων, καὶ μηδὲν ἔξω τοῦ ἀναγκαίου διὰ τῶν ματαίων φροντίδων ἐπισυρόμενος, οὐ πολὺ τῆς ἀγγελικῆς πολιτείας ἐλαττωθήσεται, τὸ ἀνενδεὲς ἐκείνων καθ᾽ ἑαυτὸν τῇ ὀλιγαρκίᾳ μιμούμενος.