Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν τριήμερον προθεσμίαν τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Η κάθοδος του Κυρίου στον Άδη και η ίαση της ανθρώπινης φύσεως

Η χρησιμοποίηση της σάρκας ως δολώματος για την απάτη του πονηρού, η κατάλυση του θανάτου και η τριήμερος θεραπεία του συσσωρευθέντος κακού από την πτώση των πρωτοπλάστων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 7

Βούλεσθέ τι καὶ περὶ τῆς τριημέρου προθεσμίας μαθεῖν; ἀρκεῖ τοσοῦτον εἰπεῖν, ὅτι ἐν οὕτω ὀλίγῳ τῷ χρονικῷ διαστήματι ἤρκεσεν ἡ παντοδύναμος σοφία ἐν τῇ καρδίᾳ γενομένη τῆς γῆς τὸν μέγαν ἐκεῖνον νοῦν τὸν ἐν αὐτῇ διαιτώμενον καταμωρᾶναι· οὕτω γὰρ ὁ προφήτης αὐτὸν κατονομάζει μέγαν νοῦν αὐτὸν ἀποκαλῶν καὶ Ἀσσύριον. ἐπεὶ οὖν ἑστία τίς ἐστι τοῦ νοῦ ἡ καρδία (ἐν ταύτῃ γὰρ τὸ ἡγεμονικὸν εἶναι πεπίστευται), διὰ τοῦτο γίνεται ἐν τῇ καρδίᾳ τῆς γῆς ὁ κύριος, ἥτις ἐστὶ τοῦ νοῦ ἐκείνου τοῦ πονηροῦ ἐνδιαίτημα ὥστε τὴν βουλὴν αὐτοῦ μωρᾶναι, καθὼς ἡ προφητεία φησίν, καὶ δράξασθαι τὸν σοφὸν ἐν τῇ πανουργίᾳ αὐτοῦ καὶ περιτρέψαι αὐτῷ πρὸς τὸ ἐναντίον τὰ σοφὰ ἐγχειρήματα. ἐπειδὴ γὰρ ἀμήχανον ἦν τὸν ἄρχοντα τοῦ σκότους ἀκράτῳ προσμῖξαι τῇ τοῦ φωτὸς παρουσίᾳ μὴ σαρκός τινα μοῖραν ἐν αὐτῷ θεωρήσαντα, διὰ τοῦτο, ὡς εἶδε τὴν θεόφορον σάρκα εἶδε δὲ καὶ τὰ δι᾽ αὐτῆς ἐνεργούμενα παρὰ τῆς θεότητος θαύματα, ἤλπισεν, εἰ τῆς σαρκὸς διὰ τοῦ θανάτου κρατήσειε, καὶ πάσης τῆς ἐν αὐτῇ κατακρατήσειν δυνάμεως. καὶ τούτου χάριν τὸ τῆς σαρκὸς δέλεαρ περιχανὼν τῷ τῆς θεότητος ἀγκίστρῳ περιεπάρη καὶ οὕτως ἤχθη ὁ δράκων διὰ τοῦ ἀγκίστρου, καθώς φησιν τῷ Ἰὼβ ὁ προαναφωνήσας δι᾽ ἑαυτοῦ τὸ ἐσόμενον λέγων ὅτι Ἄξεις τὸν δράκοντα ἐν ἀγκίστρῳ.

ἀκούσωμεν δὲ παρὰ τῆς τοῦ προφήτου φωνῆς τίνα ἦν, ἃ ἡ καρδία τῆς γῆς αὕτη κατὰ τοῦ παντὸς ἐβουλεύσατο, ὅτε κατὰ τῆς σαρκὸς τοῦ κυρίου τὸ στόμα ἤνοιξεν. τί λέγει πρὸς αὐτὸν Ἠσαΐας ἐλέγχων αὐτοῦ τὰ νοήματα; Σὺ εἶπας ἐν τῇ καρδίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, καθιῶ ἐν ὄρει ὑψηλῷ, ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. ταῦτα ἡ πονηρὰ καρδία καθ᾽ ἑαυτὴν ἐβουλεύσατο. καὶ ἔτι πρὸ τούτων ὁ μέγας ἐν κακίᾳ νοῦς ὁ πονηρὸς Ἀσσύριος οἷα πρὸς ἑαυτὸν διεξῄει ἀκούσωμεν πάλιν ἐκ τῆς Ἠσαΐου φωνῆς, ἃ εἶπε· Τῇ ἰσχύι τῆς χειρός μου ποιήσω καὶ τῇ σοφίᾳ τῆς συνέσεώς μου ἀφελῶ ὅρια ἐθνῶν καὶ τὴν ἰσχὺν αὐτῶν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψομαι ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπῃ μοι. μετὰ ταύτης τῆς ἐλπίδος δέχεται ἐν ἑαυτῷ τὸν διὰ φιλανθρωπίαν τοῖς κάτω ἐπιδημήσαντα· τί δὲ αὐτῷ ἀντὶ τῶν ἐλπισθέντων ἐγένετο, διηγεῖται σαφῶς ἡ προφητεία τὸ κατ᾽ ἐκείνου πάθος λέγουσα· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος; πῶς συνετρίβη ἐπὶ τὴν γῆν, ᾧ ὑπεστορέσθη ἡ σῆψις, οὗ ἔνδυμα γίνεται ἡ περιβολὴ τῶν σκωλήκων; καὶ ὅσα ἄλλα περὶ τοῦ ἀφανισμοῦ αὐτοῦ διεξέρχεται, ἅπερ ἔξεστι τῷ βουλομένῳ ἐξ αὐτῶν τῶν γεγραμμένων δι᾽ ἀκριβείας μαθεῖν.

ἐμοὶ δὲ πρὸς τὸν σκοπὸν ἐπανακτέον τὸν λόγον· διὰ τοῦτο γίνεται ἡ ἀληθινὴ σοφία ἐν τῇ μεγαλορρήμονι ταύτῃ καρδίᾳ τῆς γῆς, ἵνα ἐξαφανίσῃ ἐξ αὐτῆς τὸν μέγαν ἐν κακίᾳ νοῦν καὶ φωτισθῇ τὸ σκότος καὶ Καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς καὶ τὸ κακὸν εἰς ἀνυπαρξίαν μεταχωρήσῃ τοῦ ἐσχάτου ἐχθροῦ καταργηθέντος, ὅς ἐστιν ὁ θάνατος. ταῦτά σοι ἡ τριήμερος τοῦ χρόνου προθεσμία κατείργασται.

Μὴ βραδεία ἡ χάρις; μὴ διὰ μακρᾶς περιόδου τοσοῦτον ἀγαθὸν κατώρθωται; βούλει γνῶναι τὸ ὑπερβάλλον τῆς δυνάμεως τῶν ἐν οὕτω βραχεῖ χρόνῳ κατορθωθέντων; ἀρίθμησόν μοι πάσας τὰς μεταξὺ γενεὰς τῶν ἀνθρώπων ἀπὸ τῆς πρώτης τῶν κακῶν εἰσόδου μέχρι τῆς ἀναλύσεως, πόσοι καθ᾽ ἑκάστην γενεὰν ἄνθρωποι ἐν πόσαις ἀριθμούμενοι μυριάσιν. ἆρα δυνατόν ἐστιν ἀριθμῷ διαληφθῆναι τὸ πλῆθος, ὧν ταῖς διαδοχαῖς ἡ κακία συνεπλατύνετο καὶ ὁ κακὸς τῆς πονηρίας πλοῦτος εἰς τοὺς καθ᾽ ἕκαστον μεριζόμενος δι᾽ ἑκάστου μείζων ἐγίνετο; καὶ οὕτω πολυγονοῦσα συνδιεξῄει ταῖς ἀεὶ ἐπιγινομέναις γενεαῖς ἡ κακία χεομένη τῷ πλήθει πρὸς ἄπειρον, ἕως εἰς τὸ ἀκρότατον μέτρον τοῦ κακοῦ προελθοῦσα πάσης κατεκράτησε τῆς ἀνθρωπίνης φύσεως οὕτω τοῦ προφήτου καθολικῶς ἀποφηναμένου ὅτι Πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν καὶ οὐκ ἦν ἐν τοῖς οὖσιν οὐδὲν, ὃ μὴ κακίας ὄργανον ἦν. τὴν οὖν τοσαύτην τοῦ κακοῦ σωρείαν τὴν ἀπὸ καταβολῆς κόσμου μέχρι τῆς κατὰ τὸ πάθος τοῦ κυρίου οἰκονομίας συναθροισθεῖσαν ὁ ἐν τρισὶ διαχέας ἡμέραις μικράν σοι πεποίηται τῆς ὑπερβαλλούσης δυνάμεως τὴν ἐπίδειξιν, ἢ οὐχὶ πασῶν τῶν ἐν ταῖς ἱστορίαις θαυματοποιιῶν ἰσχυροτέραν;

ὥσπερ γὰρ πλεονάζει τοῦ Σαμψὼν τὸ θαῦμα οὐκ ἐν τῷ κατισχῦσαι μόνον τοῦ λέοντος ἀλλὰ τῷ ἀπόνως αὐτὸν διαχειρίσασθαι καὶ γυμναῖς καὶ ἀόπλοις ταῖς χερσὶ τὸν τοσοῦτον θῆρα καθάπερ παίζοντα διασπάσασθαι, οὕτω καὶ τὸ δίχα πάσης ἐργωδίας τὸν κύριον τὴν τοσαύτην ἐξαφανίσαι κακίαν ἀπόδειξις μείζων ἐστὶ τοῦ τῆς δυνάμεως ὑπερβάλλοντος. οὐχ ὑδάτων ἀπείρων ἐπιρροαὶ ἐκ τῶν ἄνωθεν καταρρακτῶν τῷ ὑποκειμένῳ ἐγκαταπίπτουσαι οὐδὲ ἄβυσσοι τῶν ἰδίων ὅρων ὑπεροιδαίνουσαι καὶ τοῖς πελάγεσι τὴν γῆν ἐπικλύζουσαι οὐδὲ πᾶσα ἡ οἰκουμένη νηὸς δίκην αὔτανδρος τῷ βυθῷ καλυπτομένη οὐδὲ ὄρη γινόμενα βύθια καὶ κορυφαὶ τῶν ὀρῶν ὑποβρύχιοι οὐδὲ καθ᾽ ὁμοιότητα Σοδόμων αἱ τῆς φλογὸς ἐπομβρίαι τῷ πυρὶ τὸ διεφθορὸς ἐκκαθαίρουσαι οὐδὲ ἄλλο τι τοιοῦτον οὐδέν, ἀλλὰ ἁπλῆ τις καὶ ἀκατάληπτος ἐπιδημία, μόνη ζωῆς καὶ φωτὸς παρουσία τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἔκλειψιν παντελῆ καὶ ἀφανισμὸν τοῦ τε σκότους καὶ τοῦ θανάτου πεποίηται.

Εἴπω τι πρὸς τοῖς εἰρημένοις καὶ ἕτερον; ἐφύη τὸ κάκον ἐν τῷ ὄφει, ἡττήθη ἡ γυνὴ τῆς πείρας τοῦ δράκοντος, ἡττήθη μετὰ ταῦτα καὶ τῆς γυναικὸς ὁ ἀνήρ. διὰ τριῶν ἔσχε τὸ κακὸν τὴν γένεσιν· πρὸς τί μοι βλέπει τούτων ἡ μνήμη; ἔστι τινὰ τοῦ ἀγαθοῦ τάξιν διὰ τῆς ἐν τῷ κακῷ τάξεως κατανοῆσαι. τρία βλέπω ταῦτα τοῦ κακοῦ τὰ δοχεῖα· πρῶτον μὲν ἐν ᾧ τὸ πρῶτον συνέστη, δεύτερον εἰς ὃ μετερρύη, τρίτον ἐν ᾧ μετὰ ταῦτα ἐπεγένετο. ἐπειδὴ τοίνυν ἐν τοῖς τρισὶ τούτοις ἡ κακία ἐπλήμυρε, τῇ διαβολικῇ λέγω φύσει καὶ τῷ τῶν γυναικῶν γένει καὶ τῷ πληρώματι τῶν ἀνδρῶν, τούτου χάριν ἀκολούθως ἐν τρισὶν ἡμέραις ἡ νόσος ἐξαφανίζεται ἑκάστῳ γένει τῶν ἐν κακίᾳ νενοσηκότων μιᾶς ἡμέρας ἀποκληρωθείσης πρὸς ἴασιν· ἐν μιᾷ ἡμέρᾳ οἱ ἄνδρες τῆς νόσου καθαίρονται, ἐν τῇ δευτέρᾳ τὸ τῶν γυναικῶν θεραπεύεται γένος, ἐν τῇ τελευταίᾳ ὁ ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος καὶ αἱ περὶ αὐτόν τε ἀρχαὶ καὶ ἐξουσίαι καὶ δυνάμεις τῶν ἀντικειμένων δυνάμεων τῷ προκαθημένῳ συναφανίζονται.

μὴ θαυμάσῃς δέ, εἰ χρονικοῖς διαστήμασιν ἡ τοῦ ἀγαθοῦ κτίσις ἐπιμερίζεται· καὶ γὰρ παρὰ τὴν πρώτην τοῦ κόσμου γένεσιν οὐκ ἠτόνει ἡ θεία δύναμις ἅπαντα ἐν ἀκαρεῖ τελειῶσαι τὰ ὄντα, ἀλλ᾽ ὁμῶς συμπαραλαμβάνει τῇ δημιουργίᾳ τῶν ὄντων καὶ τὰ χρονικὰ διαστήματα, ὡς τόδε μέν τι κατὰ τὴν πρώτην ἡμέραν τελειωθῆναι τὸ μέρος τῆς κτίσεως, ἐν δὲ τῇ δευτέρᾳ τὸ ἕτερον καὶ ἐφεξῆς ὁμοίως, ἕως ἐπερατώθη τὰ ὄντα ῥηταῖς ἡμέραις τοῦ θεοῦ τὴν κτίσιν ἅπασαν συναρμόσαντος. οὕτω καὶ ἐνταῦθα κατὰ τὸν ἄρρητον αὐτοῦ τῆς σοφίας λόγον ἐν τρισὶν ἡμέραις τῶν ὄντων τὸ κακὸν ἐξοικίζεται, ἐξ ἀνδρῶν ἐκ γυναικῶν καὶ ἐκ τοῦ γένους τῶν ὄφεων, ἐν οἷς πρώτοις ἡ τῆς κακίας φύσις ἔσχε τὴν γένεσιν.