Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν τριήμερον προθεσμίαν τῆς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀναστάσεως

Γρηγόριος ὁ Νύσσης

Το αχώριστο της θείας φύσεως κατά τον σταυρικό θάνατο

Η ταυτόχρονη παρουσία του Χριστού στον Άδη, τον Παράδεισο και τον Πατέρα, και η αδιάλειπτη ένωση της θεότητας με την ανθρώπινη ψυχή και το σώμα ως προϋπόθεση της Αναστάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 7

Ἀλλ᾽ οὔπω τοῦ μεγίστου τῶν κεφαλαίων ὁ λόγος ἥψατο· ζητεῖν γὰρ τοὺς φιλομαθεστέρους εἰκός, πῶς ἐν τῷ αὐτῷ χρόνῳ τρισὶν ἑαυτὸν ὁ κύριος δίδωσι, τῇ τε καρδίᾳ τῆς γῆς καὶ τῷ παραδείσῳ σὺν τῷ λῃστῇ καὶ ταῖς πατρῴαις χερσίν· πρὸς τοὺς Φαρισαίους μὲν γάρ φησιν ὅτι Ὥσπερ Ἰωνᾶς ἦν ἐν τῇ κοιλίᾳ τοῦ κήτους, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς κατὰ τὸ τριήμερον τοῦ χρόνου διάστημα, πρὸς δὲ τὸν λῃστὴν ὅτι Σήμερον μετ᾽ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ, πρὸς δὲ τὸν πατέρα ὅτι Εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. οὔτε γὰρ ἐν ὑποχθονίοις εἴποι τις ἂν τὸν παράδεισον οὔτε ἐν τῷ παραδείσῳ τὰ ὑποχθόνια, ὥστε κατὰ ταὐτὸν ἐν ἀμφοτέροις εἶναι ἢ χεῖρα τοῦ πατρὸς λέγεσθαι ταῦτα. ἀλλὰ τοῦτο μὲν τοῖς εὐσεβῶς λογιζομένοις τυχὸν οὐδὲ ζητήσεως ἄξιον· ὁ γὰρ πανταχοῦ ὢν διὰ τῆς θείας δυνάμεως καὶ παντὶ πάρεστι καὶ οὐδενὸς ἀπολείπεται.

Ἐγὼ δέ τινα καὶ ἕτερον οἶδα λόγον περὶ τούτου μαθών, ὃν βουλομένοις ὑμῖν δι᾽ ὀλίγων ἐκθήσομαι. ὅτε ἦλθεν ἐπὶ τὴν παρθένον τὸ πνεῦμα τὸ ἅγιον καὶ ἡ τοῦ ὑψίστου δύναμις αὐτῇ ἐπεσκίασεν ἐπὶ τῷ τὸν καινὸν ἄνθρωπον ἐν αὐτῇ συστῆναι (τὸν διὰ τοῦτο καινὸν ὠνομασμένον, ὅτι κατὰ θεὸν ἐκτίσθη οὐ κατὰ ἀνθρωπίνην συνήθειαν ὥστε γενέσθαι θεοῦ δοχεῖον ἀχειροποίητον· οὐ γὰρ κατοικεῖ ἐν χειροποιήτοις, τοῖς ὑπὸ ἀνθρώπων λέγω κατασκευαζομένοις, ὁ ὕψιστος), τότε ἑαυτῇ τὸν οἶκον τῆς σοφίας οἰκοδομούσης καὶ τῷ τῆς δυνάμεως ἀποσκιάσματι οἱονεὶ τύπῳ σφραγῖδος ἔνδοθεν καταμορφωθέντος τοῦ πλάσματος, τότε ἀμφοτέροις, δι᾽ ὧν ἡ ἀνθρωπίνη φύσις συνέστηκε, ψυχῇ τε λέγω καὶ σώματι, ἡ θεία κατακιρνᾶται δύναμις ἑκατέρῳ καταλλήλως ἑαυτὴν καταμίξασα. ἔδει γὰρ τῶν δύο τούτων διὰ τῆς παρακοῆς νεκρωθέντων (ἐπειδὴ νέκρωσις ἦν τῆς ψυχῆς μὲν ἡ τῆς ὄντως ζωῆς ἀλλοτρίωσις, τοῦ σώματος δὲ ἡ φθορά τε καὶ διάλυσις) ἀμφοτέρων τούτων τῇ ἐπιμιξίᾳ τῆς ζωῆς ἐξοικισθῆναι τὸν θάνατον.

πρὸς ἑκάτερον τοίνυν τῶν τοῦ ἀνθρώπου τμημάτων καταλλήλως τῆς θεότητος ἐμμιχθείσης δι᾽ ἀμφοτέρων ἐπίδηλα τῆς ὑπερεχούσης φύσεως τὰ γνωρίσματα ἦν· τὸ μὲν γὰρ σῶμα τὴν ἐν αὐτῷ θεότητα διὰ τῆς ἁφῆς τὰς ἰάσεις ἐνεργοῦν ἐπεσήμαινεν, ἡ ψυχὴ δὲ τῷ δυνατῷ ἐκείνῳ θελήματι τὴν θείαν ἐνεδείκνυτο δύναμιν· ὥσπερ γὰρ ἡ κατὰ τὴν ἁφὴν αἴσθησις τοῦ σώματός ἐστιν ἰδία οὕτω καὶ τῆς ψυχῆς ἡ κατὰ προαίρεσιν κίνησις. προσέρχεται ὁ λεπρὸς διερρυηκὼς ἤδη καὶ ἠχρειωμένος τῷ σώματι. πῶς γίνεται ἐπὶ τούτου παρὰ τοῦ κυρίου ἡ ἴασις; ἡ ψυχὴ θέλει καὶ τὸ σῶμα ἅπτεται καὶ δι᾽ ἀμφοτέρων φεύγει τὸ πάθος· ἀπῆλθε, γάρ φησιν, ἀπ᾽ αὐτοῦ παραχρῆμα ἡ λέπρα. πάλιν τοὺς ἐν πολλαῖς χιλιάσι κατὰ τὴν ἔρημον αὐτῷ προσεδρεύσαντας ἀπολῦσαι μὲν νήστεις οὐ θέλει, ταῖς χερσὶ δὲ διακλᾷ τοὺς ἄρτους. ὁρᾷς, πῶς δι᾽ ἀμφοτέρων ἡ ἑκατέρῳ συμπαρομαρτοῦσα θεότης δημοσιεύεται τῷ τε ἐνεργοῦντι σώματι καὶ τῇ ὁρμῇ τοῦ ἐν τῇ ψυχῇ γινομένου θελήματος. καὶ τί χρὴ πάντα διεξιέναι τὰ θαύματα ὁμοιοτρόπως ἐπιτελούμενα τοῖς προδήλοις ἐνασχολοῦντα τὸν λόγον; ἀλλ᾽ οὗ χάριν τῶν εἰρημένων ἐμνήσθην, πρὸς ἐκεῖνο καὶ μεταβήσομαι.

Πῶς κατὰ ταὐτὸν καὶ ἐν τῷ ᾅδῃ καὶ ἐν τῷ παραδείσῳ ὁ κύριος; οὗ ζητήματος λύσις μέν ἐστι μία τὸ μηδὲν ἄβατον εἶναι θεῷ, ἐν ᾧ τὰ πάντα συνέστηκεν, ἑτέρα δὲ, πρὸς ἣν νῦν ὁ λόγος βλέπει, ὅτι ὅλον τὸν ἄνθρωπον τοῦ θεοῦ διὰ τῆς πρὸς ἑαυτὸν ἀνακράσεως εἰς τὴν θείαν φύσιν μετασκευάσαντος ἐν τῷ καιρῷ τῆς κατὰ τὸ πάθος οἰκονομίας οὐ θατέρου μέρους τὸ ἅπαξ ἐγκραθὲν ἀνεχώρησεν (ἀμεταμέλητα γὰρ τοῦ θεοῦ τὰ χαρίσματα), ἀλλὰ τὴν μὲν ψυχὴν τοῦ σώματος ἡ θεότης ἑκουσίως διέζευξεν, ἑαυτὴν δὲ ἐν ἀμφοτέροις μένουσαν ἔδειξεν· διὰ μὲν γὰρ τοῦ σώματος, ἐν ᾧ τὴν ἐκ τοῦ θανάτου φθορὰν οὐκ ἐδέξατο, κατήργησε τὸν ἔχοντα τοῦ θανάτου τὸ κράτος, διὰ δὲ τῆς ψυχῆς ὡδοποίησε τῷ λῃστῇ τὴν ἐπὶ τὸν παράδεισον εἴσοδον. καὶ τὰ δύο κατὰ ταὐτὸν ἐνεργεῖται δι᾽ ἀμφοτέρων τῆς θεότητος τὸ ἀγαθὸν κατορθούσης, διὰ μὲν τῆς τοῦ σώματος ἀφθαρσίας τὴν τοῦ θανάτου κατάλυσιν, διὰ δὲ τῆς ψυχῆς τῆς πρὸς τὴν ἰδίαν ἑστίαν ἐπειγομένης τὴν ἐπὶ τὸν παράδεισον τῶν ἀνθρώπων ἐπάνοδον. ἐπεὶ οὖν διπλοῦν μὲν τὸ ἀνθρώπινον σύγκραμα, ἁπλῆ δὲ καὶ μονοειδὴς ἡ τῆς θεότητος φύσις, ἐν τῷ καιρῷ τῆς τοῦ σώματος ἀπὸ τῆς ψυχῆς διαζεύξεως οὐ συνδιασχίζεται τῷ συνθέτῳ τὸ ἀδιαίρετον, ἀλλ᾽ ἓν τὸ ἔμπαλιν γίνεται· τῇ γὰρ ἑνότητι τῆς θείας φύσεως τῆς κατὰ τὸ ἴσον ἐν ἀμφοτέροις οὔσης πάλιν πρὸς ἄλληλα τὰ διαστάντα συμφύεται.

καὶ οὕτω γίνεται ὁ θάνατος μὲν ἐκ τῆς τῶν συμπεφυκότων διαιρέσεως ἡ ἀνάστασις δὲ ἐκ τῆς τῶν διαιρεθέντων ἑνώσεως. εἰ δὲ ζητεῖς, πῶς ὁ ἐν τῷ παραδείσῳ ὢν ταῖς χερσὶ τοῦ πατρὸς ἑαυτὸν παρατίθεται, ἑρμηνεύσει σοι ὁ ὑψηλὸς Ἠσαΐας τὸ περὶ τούτων ζητούμενον· εἶπε γὰρ ἐκεῖνος ἐκ προσώπου τοῦ θεοῦ περὶ τῆς ἄνω Ἰερουσαλήμ, ἣν οὐκ ἄλλην παρὰ τὸν παράδεισον εἶναι πιστεύομεν, ὅτι Ἐπὶ τῶν χειρῶν μου ἐζωγράφησά σου τὰ τείχη. εἰ οὖν ἐν ταῖς χερσὶ τοῦ πατρὸς περιγέγραπται ἡ Ἰερουσαλήμ, ἥτις ἐστὶν ὁ παράδεισος, δηλονότι ὁ ἐν τῷ παραδείσῳ γενόμενος ταῖς πατρῴαις πάντως ἐνδιαιτᾶται παλάμαις, ἐν αἷς ἡ θεία πόλις τὴν περιγραφὴν ἔχει.