Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου

Γρηγόριος ὁ Νύσσης

Η μαρτυρία της προφήτιδος Άννης

Προβολή του βίου και του προφητικού κηρύγματος της Άννης, η οποία επιβεβαιώνει τις παλαιοδιαθηκικές προφητείες και σηματοδοτεί τη μετάβαση στη νέα εν Χριστώ πραγματικότητα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 4 από 5

Ἐπειδὴ δὲ ἡ προφῆτις Ἄννα ἐκ τοῦ γήρως ἀδρανές τι καὶ οὐ λίαν ἐξακουστὸν φθέγγεται, ἀλλ᾽ οὐδὲ τὸ ὑψηλὸν Εὐαγγέλιον αὐτολεξεὶ τὰ ἐξ αὐτῆς λεχθέντα παρήγαγε· πρῶτον μὲν ἐκ τοῦ εὐαγγελιστοῦ πυθώμεθα, τίς τε καὶ πόθεν αὕτη καθέστηκε, καὶ ἐπὶ ποίοις καὶ πότε τῷ ἱερῷ ἐφέστηκεν, αὖθίς τε τίνων ἔλεγε διάνοιαν ἐρευνήσωμεν.

Φησὶ τοίνυν ὁ μακάριος Λουκᾶς, ὡς Ἦν Ἄννα ἡ προφῆτις θυγάτηρ Φανουὴλ ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων· ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· καὶ αὕτη, αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Θεῷ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. Τίς ὁ λόγος τοῦ τοιαύτην ἀκριβῆ τὴν περὶ τῆς προφήτιδος ταύτης τὸν εὐαγγελιστὴν ποιήσασθαι τὴν ἀφήγησιν, ὥστε καὶ τὸν ταύτης πατέρα, καὶ τὴν φυλὴν ἐν ἐπιμνήσει ποιήσασθαι, καὶ ὅπερ ἐπ᾽ οὐδενὶ ἑτέρῳ σχεδὸν ἱστορημένον εὕρηται;

Τὸν μὲν περὶ τούτου ἀκριβῆ λόγον μόνος ἂν εἰδείη αὐτὸς ὁ τῶν ἁγίων Θεὸς, καὶ οἱ τῇ αὐτοῦ ἐπιπνοίᾳ Πνεύματι λαλεῖν κατὰ τὸν θεῖον Ἀπόστολον δεδιδαγμένοι μυστήρια· κατὰ δὲ τὸ ἡμῖν ἐφικτὸν, καὶ ἑτέρας κατ᾽ ἐκεῖνο καιροῦ τῇ μακαρίᾳ ταύτῃ συνωνύμους ὑπάρχειν φαμὲν, καὶ τῶν αὐτῶν ἐκείνῃ ἔχεσθαι ἱερῶν σπουδασμάτων, τοῦ ἐν νηστείαις καὶ προσευχαῖς προσκαρτερεῖν. Πρὸς οὖν τὸ εὐκρινὲς εἶναι τὸ ταύτης πρόσωπον, τῇ τοῦ πατρὸς αὐτῆς ἐπιμνήσει καὶ τῆς φυλῆς τὸ ἴδιον προσεγράψατο· μεγάλοις δὲ αὐτὴν ἐγκωμίοις ἐστέψατο, καὶ πάντως τὸ παρὰ τοῖς ἀκούουσιν ἀξιόπιστον ἔχουσιν, οἷς καὶ περὶ τοῦ Κυρίου διελέγετο. Ἀλλ᾽ ἐπειδὴ, ὡς εἴρηται, τὸ τοῦ λόγου διηχημένον καὶ μεγαλόφωνον ὑπὸ τοῦ γήρως ἀφῄρηται, πλησίον αὐτῆς ὥσπερ τοῦ στόματος τὸ οὖς τῆς διανοίας ἐνθέμενοι διὰ τῆς παρούσης ὑποθέσεως ἐρεύνης, ἴδωμεν τί καὶ αὕτη διελέγετο τοῖς τὴν λύτρωσιν προσδεχομένοις ἐν Ἱερουσαλήμ. Κατὰ γὰρ τὸ τῆς ἐννοίας ἀκόλουθον ἐκ τῶν προφητικῶν λόγων, τὴν περὶ τοῦ Κυρίου ἐποιεῖτο διάλεξιν· ἐπεὶ καὶ οὗτοι, πρὸς οὓς ταῦτα λαλεῖν αὐτὴν τὸ Εὐαγγέλιον ἔφησεν, πάντως ἐκ τῶν ἐν τοῖς προφήταις ἐκφερομένων θείων χρησμῶν προσδέχεσθαι λύτρωσιν μεμαθήκασιν.

Πάντως αὐτῇ πρόχειρος εἰς ὑπογραφὴν τοῦ μυστηρίου ὁ τοῦ μεγάλου Ἡσαΐου λόγος καθέστηκε· Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ὅτι καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Καὶ μὴν, Φωτίζου, φωτίζου, Ἱερουσαλήμ· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν. Καὶ Δαυῒδ ὁ μέγας παρήγετο· Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν· καὶ, Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν. Καὶ ἐνδεικτικῶς εἰς αὐτόν· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτὸν, καὶ δουλεύσουσιν αὐτῷ καὶ προσκυνήσουσιν αὐτῷ· καὶ ὅτι Ἐγνώρισε Κύριος τὸ σωτήριον αὑτοῦ τοῖς υἱοῖς Ἰσραήλ. Αὖθίς τε ἡ τιμία καὶ ἀγγελοπρεπὴς τοῦ σοφοῦ Μαλαχίου φωνή· Ἰδοὺ ἐγὼ ἀποστελῶ τὸν ἄγγελόν μου, καὶ ἑτοιμάσει ὁδὸν πρὸ προσώπου σου καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὐτοῦ Κύριος, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε.

Καὶ ἄλλοις ἄλλοθεν προφητικῶν λογίων μυστικοῖς ἄνθεσι τὸ θεολόγον καὶ μακάριον στέφος ἐπλέξατο, ἀσθενεῖ μὲν ἔτι καὶ ὑποτρόμῳ χειρὶ, ὡς δὴ προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς. Οὐ γάρ που ἐχωρεῖτο τότε τοῖς ἀκούουσιν ἡ τῶν ὑψηλῶν περὶ τοῦ Κυρίου νοημάτων ἀφήγησις, ὅτε καὶ μετὰ τὴν τοσαύτην τῶν σημείων ἐπίδειξιν καὶ τῶν ἐνθέων μυστηρίων ἀνακήρυξιν ὁ τῶν τῆς σοφίας καὶ τῆς γνώσεως θησαυρῶν ταμίας Χριστὸς τοῖς ἑαυτοῦ ἔλεγε μαθηταῖς· Πολλὰ ὑμῖν ἔχω λαλῆσαι, ἀλλ᾽ οὐ δύνασθε βαστάζειν ἄρτι. Ὅμως εἰ καὶ ἀμυδρῶς ἡ γηραλέα καὶ προφῆτις τὸν περὶ τοῦ Κυρίου ἐποιήσατο λόγον, ὡς τοῦ νόμου ἔχουσα πρόσωπον, ὅπερ παλαιωθέν τε καὶ γηράσαν καὶ ἐγγὺς ἀφανισμοῦ γεγονὸς, τῇ Καινῇ Διαθήκῃ παρεχώρησεν· ἀλλ᾽ οὖν οὐκ ἀσυντελὴς ἡ παρ᾽ αὐτῆς διάλεξις τοῖς συνετοῖς ἀκροαταῖς γέγονεν, ὥσπερ οὐδὲ ἡ παρὰ τοῦ νόμου ἐν σκιαῖς καὶ αἰνίγμασι τοῦ μεγάλου μυστηρίου προαναφώνησις.