Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου

Γρηγόριος ὁ Νύσσης

Επίλογος και προτροπή προς πνευματική θυσία

Πρακτική εφαρμογή του μηνύματος της εορτής με κάλεσμα σε μίμηση των δικαίων προσώπων, προσφορά των αρετών ως μυστικής θυσίας στον Θεό και τελική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 5 από 5

Δεῦτε οὖν καὶ ὑμεῖς, Πατέρες καὶ ἀδελφοὶ πνευματικοὶ, οἱ ἑορτάζειν δεδιδαγμένοι ἐν καινότητι πνεύματος, καὶ οὐ παλαιότητι γράμματος, οἱ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας τὸ τίμιον καὶ ζωοποιὸν Πάσχα τῆς θυσίας Χριστοῦ ἑορτάζειν ὀφείλοντες· οἱ τῇ θείᾳ ἀναγεννήσει τοῦ ἁγίου βαπτίσματος τὸν παλαιὸν ἄνθρωπον ἀποθέμενοι, τὸν κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης φθειρόμενον, καὶ τὸν νέον ἐνδυσάμενοι, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ σωτῆρι ἡμῶν. Εἴπωμεν τὸ, Ὡς φοβερὰ τὰ ἔργα σου, Κύριε! εἰ καὶ ἐν τῷ πλήθει τῆς δυνάμεώς σου οἱ ἐχθροί σου ἐψεύσαντο, ἑκουσίως πρὸς τὸ φανὲν τῷ κόσμῳ θεῖόν σου φῶς τοὺς ὀφθαλμοὺς ἀπομύσαντες.

Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ. Ἀνενέγκωμεν θυσίαν αἰνέσεως διαπαντὸς τῷ Θεῷ, τουτέστι καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ, τῆς τε εὐποιίας καὶ κοινωνίας μὴ ἐπιλαθώμεθα· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεὸς ἵνα τὸν ῥύπον τῆς ἁμαρτίας ἀπονιψώμεθα, καὶ ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ πνευματικὴ ἡμῶν νεότης· καθάπερ καὶ τοῦ μακαρίου πρεσβύτου Συμεῶνος, ἵνα καὶ ἡμεῖς εἰρηνικῶς τε καὶ περιχαρῶς ἐν ἀγαθῇ πεποιθήσει καὶ σωτηρίῳ ἐλπίδι πρὸς τὴν τοῦ βίου ἔξοδον δράμωμεν, καὶ μὴ μετ᾽ αἰσχύνης καὶ δέους τὸν παρόντα βίον ὑπεξέλθωμεν, καὶ τρόπον τινὰ μὴ βουλόμενοι, καθάπερ οἱ πονηρὰ ἑαυτοῖς συνεγνωκότες, ἀηδῆ τε καὶ κατεστυγημένην τοῦ βασιλέως τὴν ἐπιστασίαν ἔχουσι. Μιμησώμεθα τῆς μακαρίας Ἄννης τὸ ἐν νηστείαις τε καὶ προσευχαῖς σύντονον καὶ ἀνένδοτον· μὴ γυναικὸς χείρους φανείημεν, καὶ ταῦτα ὑπὸ τὴν σκιὰν πολιτευομένης τοῦ νόμου, ἔνθα τὸ ἐν τούτοις εὐδόκιμον σπάνιον.

Ἀλλ᾽ ἡμεῖς τῷ φωτὶ καταλαμπόμενοι τῆς χάριτος, καὶ τῷ τρανῷ τε καὶ ἐκτυπωτέρῳ τῆς ἐλπίδος βοηθούμενοι, καὶ τῷ κράτει τοῦ Πνεύματος δυναμούμενοι, μὴ χωρισθῶμεν τῶν ἱερῶν διδαγμάτων, ἐξ ὧν ἡ σωτήριος ἕξις ταῖς ψυχαῖς ἐντίκτεσθαι εἴωθεν· καθάπερ κἀκείνη ἀχώριστος εἶναι τοῦ ἱεροῦ μεμαρτύρηται, μὴ περιπλαζώμεθα τοὺς λογισμοὺς ἀπὸ τοῦ θείου φόβου, ἀλλ᾽ ἐξ αὐτοῦ τε καὶ ἐν αὐτῷ τὰς σάρκας ἡμῶν καὶ τὰ νοήματα, κατὰ τὴν τοῦ προφήτου εὐχὴν, καθηλώσωμεν.

Ἀκούσωμεν τοῦ μεγάλου Παύλου διδάσκοντος· Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ μὴ τὰς πρὸς αὐτὸν συνθήκας ἀθετήσωμεν διὰ τῆς πρὸς τὸν φθορέα τῆς ζωῆς ἡμῶν ἐπιμιξίας ἐκ τοῦ ποιεῖν τὰ ἐκείνου θελήματα· κἀν τούτῳ μιμούμενοι τῆς προφήτιδος τὸ σῶφρόν τε καὶ μονόζυγον· ἀλλὰ κατὰ τὸ πρόχειρον μὴ ἀπολειφθείητε τῆς μιμήσεως, ὅσοι μονογαμίας ἐλύθητε, καὶ εἰ δυνατὸν, πρὸς δεύτερον γάμον μὴ ἔλθητε. Οὕτω γὰρ μακαριώτερον ἔσεσθαι Παῦλος ὑμᾶς περὶ τούτου διαβεβαιοῦται.

Προσαγάγωμεν καὶ ἡμεῖς ἐπὶ τὸ ἄνω θυσιαστήριον ὡς ζεῦγος τρυγόνων τὴν τῆς ψυχῆς καὶ τοῦ σώματος καθαρότητα· ἢ ὡς δύο νεοσσοὺς περιστερῶν τὸ προνοεῖσθαι καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων, ἵνα πάντα καὶ ἡμεῖς πνευματικῶς κατὰ τὸν θεῖον νόμον τελέσαντες, ἐν σοφίᾳ τε καὶ χάριτι προκόπτοντες, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ φθάνοντες, καὶ τὸν ἔσω ἄνθρωπον τελειούμενοι, καὶ Πνεύματος ἁγίου γινόμενοι ἐνδιαίτημα, ὑποστρέψωμεν εἰς τὴν πατρίδα ἡμῶν τὴν ἀληθινὴν, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, ἐν ᾗ καταξιωθείημεν τῆς μακαρίας καὶ διηνεκοῦς εὐφροσύνης τε καὶ βασιλείας ἀπολαύειν ἐν Χριστῷ Ἰησοῦ, ᾧ δόξα καὶ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀμήν.