Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὴν ὑπαπαντὴν τοῦ κυρίου

Γρηγόριος ὁ Νύσσης

Η πνευματική εκπλήρωση του νομικού γράμματος περί των πρωτοτόκων

Θεολογική ανάλυση των μωσαϊκών διατάξεων για την αφιέρωση και λύτρωση των πρωτοτόκων. Επισημαίνεται η μετάβαση από το γράμμα στο πνεύμα και η ανάδειξη της μοναδικής αρχιερωσύνης και θυσίας του Χριστού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 2 από 5

Τοῦ γὰρ Νόμου λέγοντος, πᾶν ἀρσενικὸν διανοῖγον μήτραν ἁγιάζεσθαι, δεῖν δὲ τὴν ἀρτιτόκον γυναῖκα ἄρσενος παιδὸς γενομένην μητέρα, τεσσαράκοντα ἡμερῶν μετὰ τὸ τεκεῖν καθηραμένην διαστήματι, οὕτω μετά τινος εὐκρινῶς διωρισμένης θυσίας ἐπὶ τὸ τοῦ Θεοῦ πορεύεσθαι τέμενος· οἱ μὲν τὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης τῇ καρδίᾳ αὐτῶν περιφέροντες, ταῖς αὐταῖς κατ᾽ ἐνιαυτὸν θυσίαις, ἵν᾽ οὕτως εἴπω (αἳ οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι), νηπιοφρόνως τὴν τοιαύτην νομοθεσίαν νομιζέτωσαν πληροῦν. Ἡμῖν δὲ, οἷς ἐν τῇ πρὸς Θεὸν ἐπιστροφῇ τὸ τοιοῦτον περιῄρηται κάλυμμα, ἅπαξ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος εἰς ἀθέτησιν ἁμαρτίας διὰ τῆς θυσίας αὐτοῦ πεφανερῶσθαι τὸ μέγα τῆς εὐσεβείας πεπιστευκόσι μυστήριον, ἐπαξίως τοῦ θείου τῆς ἀληθείας φωτὸς, τῇ δᾳδουχίᾳ τοῦ Πνεύματος τὸ τῆς παρούσης πανηγύρεως θεωρητέον μυστήριον, μικρὸν ἄνωθεν προσβαλοῦσι τῷ θεωρήματι, κἀκεῖνό γε μὴν εὐκαίρως προσημηναμένοις· ὅτι κατὰ τὸ τῆς ἐξετάσεως ἀκόλουθον τὸ προτεθὲν τοῦ Νόμου θέσπισμα ἐπὶ μόνῳ τῷ σαρκωθέντι Θεῷ ὡρισμένως τε καὶ ἀνεπισυμβάτως ἑτέρῳ ὁρᾶται πληρούμενον.

Μόνος γὰρ αὐτὸς ἀῤῥήτως συλληφθεὶς, καὶ ἀφράστως κυηθεὶς, μὴ προδιηνοιγμένην τῷ γάμῳ τὴν παρθενικὴν μήτραν ἀνέῳξεν, τὰ σήμαντρα τῆς παρθενίας ἀπαράτρωτα καὶ μετὰ τὴν παράδοξον πρόοδον φυλαξάμενος, καὶ μόνος ἄῤῥην πνευματικῶς εἶναι πεπίστευται μηδὲν τῆς θηλυπρεποῦς ἁμαρτίας ἐπαγόμενος, ὅθεν καὶ ὄντως ἅγιος ἐπαξίως κέκληται· ὥσπερ καὶ Γαβριὴλ τὰ τοῦ ζωοποιοῦ τόκου τῇ Θεοτόκῳ φέρων εὐαγγέλια, οἱονεὶ τὴν περὶ τούτου προδιωρισμένην τε καὶ εἰς αὐτὸν μόνον ὁρῶσαν νομοθεσίαν ἐν ἀναμνήσει ποιούμενος· Διὸ καὶ τὸ γεννώμενον ἅγιον, ἔλεγε, κληθήσεται Υἱὸς Θεοῦ· ὡς κυρίως τῆς τοῦ ἁγίου ἁρμοζούσης ἐπωνυμίας τῷ τὴν παρθένον μήτραν τῇ θείᾳ διανοίξαντι θαυματουργίᾳ. Καὶ ἐπὶ μὲν τῶν ἄλλων πρωτοτόκων, ἅγια ταῦτα κληθήσεσθαι, βεβασανισμένως τῷ βάθει τοῦ Νόμου ἐγκύψασα ἡ εὐαγγελικὴ ἀκρίβεια, διηγόρευσεν, ὡς τῇ τοῦ Θεοῦ ἀφιερώσει τὸ οὕτω καλεῖσθαι κληρωσαμένων· ἐπὶ δὲ τοῦ πρωτοτόκου πάσης κτίσεως, Ἅγιον τὸν γεννώμενον ὁ ἄγγελος εἴρηκεν, ὡς τοῦτο κυρίως ὑπάρχων, καὶ τὴν ὄντως ἁγιότητα ἐν τῇ ἀποπομπῇ τῆς κακίας, καὶ τῇ τοῦ ἀγαθοῦ ἐκλογῇ, ἅμα τῷ γεννηθῆναι, ὥς φησιν ὁ προφήτης, ἐπιδειξάμενος.

Ἀλλ᾽ ἐπανακτέον ἐπὶ τὴν θάλασσαν τῆς θεωρίας, ὡς ἡ θεία προστάσσει τῷ νομοθέτῃ φωνὴ, τοῦ Πνεύματος χάριτος, ὡς ἐν στύλῳ πυρὸς καὶ νεφέλης, τῇ τῶν Γραφῶν λαμπρότητι τοῦ ἐνθέου τῆς Ἐκκλησίας στρατοπέδου προηγουμένης, ἵνα τῇ ῥάβδῳ τῆς δυνάμεως τῇ ἀποστελλομένῃ ἐκ τῆς ἄνω Σιὼν, ὡς Ψάλλων φησὶν, δι᾽ ἧς οἱ ἐχθροὶ κυριεύονται, τὸ τοῦ γράμματος περάσαντες πέλαγος, ἔνθα καὶ ἔνθα διῃρημένον ἐν τῇ εὐκρινεῖ διαβάσει τῶν νοημάτων, τὸ Αἰγύπτιον τῶν ἀπειθούντων τῇ χάριτι διαδράσωμεν φρόνημα, συγκλυσθέντων αὐτῶν τῆς ἀληθείας τῷ ῥείθρῳ· οἷς διὰ σπουδῆς ἐστιν, ἐμποδίζειν ἡμῖν τὴν ἐπὶ πνευματικὴν γῆν τῆς ἐπαγγελίας τοῦ Εὐαγγελίου ὁδὸν, ἐθέλειν τε ἐν τῇ σιδηρᾷ καμίνῳ τοῦ γράμματος (ὅπερ ἡ Αἴγυπτος ὠνόμασται) προσμένειν ἡμᾶς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ δουλεύοντας, τουτέστι ταῖς σωματικαῖς τοῦ Νόμου παρατηρήσεσιν.

Ἔφη τοίνυν τῷ Μωϋσῇ ἐν Αἰγύπτῳ ὁ τῶν ὅλων Θεὸς ἤδη τὴν κατὰ τῶν πρωτοτόκων Αἰγύπτου διορισάμενος, πληγήν· Ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραὴλ, ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἧς τινος θείας νομοθεσίας τὸ συνεπτυγμένον ὥσπερ ἐξαπλώσας ὁ μακάριος Μωϋσῆς ἐν τῇ πρὸς τὸν λαὸν διαλέξει ἀποφαίνεται· Καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσέ σοι καὶ τοῖς πατράσι σου· Καὶ δώσω σοι αὐτὴν, ἀφοριεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀῤῥενικὰ τῷ Κυρίῳ· καὶ πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων, ἢ ἐν τοῖς κτήνεσί σου, ὅσα ἂν γένηταί σοι, τὰ ἀῤῥενικὰ τῷ Κυρίῳ· πᾶν δὲ διανοῖγον μήτραν ὄνου, ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτὸ, καὶ πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ, τουτέστιν, λύτρα δώσεις ὑπὲρ αὐτοῦ. Οὕτω γὰρ ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ὁ θεῖος σαφηνίζει χρησμὸς, τῷ τῆς ἀρχιερωσύνης ἐπειλημμένῳ διαλεγόμενος· Καὶ πᾶν διανοῖγον μήτραν ἀπὸ πάσης σαρκὸς ἃ προσφέρουσι τῷ Κυρίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους, σοὶ ἔσται· ἀλλ᾽ ἢ λύτροις λυτρωθήσεται τὰ πρωτότοκα τῶν ἀνθρώπων, καὶ τὰ πρωτότοκα τῶν κτηνῶν τῶν ἀκαθάρτων λυτρώσῃ· Καὶ ἡ λύτρωσις αὐτοῦ· Ἀπὸ μηνιαίου λυτρώσῃ, ἡ συντίμησις ἀργυρίου πέντε σίκλων, κατὰ τὸν σίκλον τὸν ἅγιον.

Πλὴν τὰ πρωτότοκα τῶν μόσχων, καὶ τὰ πρωτότοκα τῶν προβάτων, καὶ τῶν αἰγῶν οὐ λυτρώσῃ· ἅγια γάρ ἐστι· καὶ τὸ αἷμα αὐτῶν προσέχεις πρὸς τὸ θυσιαστήριον.

Ἤδη μὲν οὖν τοῖς ἀκαθάρτοις τῶν κτηνῶν συμπαρέζευξέ τε καὶ συγκατέλεξε τοῦ Ἰσραὴλ τὰ πρωτότοκα ἡ θεία φωνή· ὡς τὸ ὄντως κεκαθαρμένον καὶ ἅγιον ἐν τῇ κατὰ Νόμον λατρείᾳ οὐκ ἔχοντα, εἰ καὶ ἁγιάζεσθαι αὐτὰ τῇ ἀποκληρώσει τῆς νομοθεσίας ἐνομίζετο.

Ὁμοίως γὰρ εἰς θυσίαν Θεοῦ ἀποβλήτοις, λύτρα δίδοσθαι ἀντὶ τῶν ἀνθρώπων παρ᾽ αὐτοῖς ἐτεθέσπιστο· ὡς τῆς παρὰ Ἰουδαίοις ἀλογωτέρας καταστάσεως ἀναξίας ὑπαρχούσης τὴν λογικὴν ἀναφέρειν λατρείαν, καὶ τῷ τῆς Καινῆς Διαθήκης μυστικωτάτῳ εἰς πνευματικὴν ὁλοκάρπωσιν προσάγεσθαι θυσιαστηρίῳ.

Λύτρα δὲ, ὥσπερ ἑαυτῇ κατάλληλα εἰθισμένῃ προσάγειν τὰς κατὰ Νόμον δι᾽ αἱμάτων θυσίας (ἃς ὁ προφήτης Ἡσαΐας, ὡς ἐκ προσώπου τοῦ Θεοῦ, μηδὲ ἐξῃτηκέναι παρὰ τῶν χειρῶν αὐτῶν διορίζεται), ὡς πνευματικὴν δηλαδὴ τελείωσιν τοῦ σκοποῦ νομοθέτου ὁρῶντος. Τὰ δὲ εἰς θυσίαν προσαγόμενα, ὧν τὸ αἷμα προχεῖσθαι τῷ θυσιαστηρίῳ ἐνενόμιστο, Ἅγια διεσταλμένως ὠνόμασται· κἀν τούτῳ δηλαδὴ τῆς ἀληθείας προδιαγραφομένης τῷ τύπῳ. Ὁ γὰρ ἑαυτὸν προσαγαγὼν τῷ Θεῷ καὶ Πατρὶ θυσίαν, καὶ προσφορὰν εἰς ὀσμὴν εὐωδίας, ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὗτος μόνος κυρίως καὶ ἀληθῶς ἅγιος ἔστι τε καὶ ὀνομάζεται.

Ἀλλ᾽ ἴσως ἐρεῖ ὁ ἀπειθὴς Ἰουδαῖος, ὡς τῇ κατὰ νόμον θυσίᾳ οὐ δυνάμενα προσάγεσθαι τῶν κατ᾽ αὐτὸν ἀκαθάρτων κτηνῶν τὰ πρωτότοκα, λύτροις ἀντικαταλλάσσεσθαι εἴωθεν· ὁμοίως καὶ τῶν ἀνθρωπίνων πρωτοτόκων εἰς θυσίαν μὴ κατασφαττομένων (καὶ γὰρ ἀπεικὸς τοῦτό γε, καὶ θείας νομοθεσίας ἀλλότριον), ταῦτα τῇ τῶν λύτρων ἀμείψει καθιεροῦσθαι εἰκός. Ἀλλ᾽ ἐπισκεψάσθω, εἴγε μὴ τῷ ἐπιπροσθοῦντι ταῖς τῆς ψυχῆς αὐτῶν ὄψεσι καλύμματι ἐμποδίζεται, ὡς ἤδη ἐν ἑτέρᾳ νομοθεσίᾳ τοὺς Λευΐτας εἰληφέναι εἰς ἀφιέρωσιν ἀντὶ τῶν πρωτοτόκων, τὸ ἱερὸν ἐδίδαξε Γράμμα, οὑτωσὶ φάσκον ἐν τοῖς Ἀριθμοῖς ἐπὶ λέξεως· Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Ἰδοὺ εἴληφα τοὺς Λευΐτας ἐκ μέσου τῶν υἱῶν Ἰσραὴλ, ἀντὶ παντὸς πρωτοτόκου διανοίγοντος μήτραν παρὰ τῶν υἱῶν Ἰσραήλ· λύτρα αὐτῶν ἔσονται, καὶ ἔσονταί μοι οἱ Λευῗται. Ἐμοὶ γὰρ πᾶν πρωτότοκον ἡγίασα ἐν Ἰσραὴλ, ἐν ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ. Εἶτα τὸ ἀκριβὲς τῆς ἀμείψεως διαγορεύων ὁ νόμος, Εἶπεν Κύριος, φησὶ, πρὸς Μωσῆν λέγων· Ἐπίσκεψαι πᾶν πρωτότοκον τῶν υἱῶν Ἰσραὴλ ἀπὸ μηνιαίου καὶ ἐπάνω, καὶ λαβὲ τὸν ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν.

Καὶ λήψῃ τοὺς Λευΐτας ἐμοὶ ἀντὶ πάντων τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραήλ. Εἶτα τῆς συναριθμήσεως τῶν πρωτοτόκων πρὸς τὸν ἀριθμὸν τῶν Λευϊτῶν ἐν πλεονασμῷ εὑρημένης, φησίν· Ἐλάλησε Κύριος τῷ Μωϋσῆ λέγων· Λάβε τὰ λύτρα τῶν πλεοναζόντων παρὰ τοὺς Λευΐτας ἀπὸ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ, καὶ λήψῃ πέντε σίκλους κατὰ κεφαλὴν κατὰ τὸ δίδραχμον τὸ ἅγιον. Εἴπερ οὖν κατὰ τὸ ἱερὸν Γράμμα οἱ Λευῗται λύτρα εἰσὶ τῶν πρωτοτόκων τῶν υἱῶν Ἰσραὴλ, ὡς καὶ ἡ τῆς συναριθμήσεως ἀκρίβεια δηλοῖ, ὥστε τῶν πλεοναζόντων ἐν αὐτοῖς στάθμιον ὡρισμένον τῷ νόμῳ ἀντιδοθῆναι· ποίῳ λόγῳ καθ᾽ ἕκαστον τῶν πρωτοτόκων λύτρα δίδοσθαι ὁ νόμος διηγόρευσεν; Ἐπὶ μὲν γὰρ τῶν ἀπροσδέκτων εἰς θυσίαν κτηνῶν, ἢ καταλλάττεσθαι, ταῦτα, ἢ λύτρα ὑπὲρ αὐτῶν δίδοσθαι ὁ νόμος φησίν· ἐπὶ δὲ τῶν ἀνθρώπων, καὶ λύτρα δίδοσθαι, καὶ ἤδη τὴν ἀντάμειψιν διὰ τῶν Λευϊτῶν γενέσθαι μανθάνομεν· ὅπερ ἀσύμφωνον καὶ αὐτῷ νομικῷ γράμματι φαίνεται, ὡς ἡ ἐν τοῖς κτήνεσι νομοθεσία δηλοῖ, καὶ αὐτὴ ἡ φύσις ὑφηγεῖται τοῦ πράγματος. Εἰ γὰρ μετὰ τὴν τῶν Λευϊτῶν πρὸς λειτουργίαν Θεοῦ ἀντὶ τῶν πρωτοτόκων ἀποκλήρωσιν λύτρα δίδοσθαι ἀντ᾽ αὐτῶν διηγόρευται, δῆλον ὡς τῶν Λευϊτῶν οὐκ ἐχόντων τὸ εἰς ἀντίλυτρον ἰσοστάσιόν τε καὶ ἀξιόδεκτον.

Εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον ἀναξιωτέρα ἡ διὰ τῆς τοῦ ἀργυρίου προσαγομένη λύτρωσις, ὅσον πᾶσα ἡ ἄλογος καὶ ἀναίσθητος φύσις τῆς ἀνθρωπίνης οὐσίας ἀτιμοτέρα καθέστηκεν. Πλὴν ἐπείπερ κατὰ τὸν προφήτην τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, καὶ τὸ ἐκ τούτου ἀκόλουθον βλέπειν οὐ δύνανται· ἆρα δυνήσονται ἀκούειν κ᾽ αὐτοῦ σοφωτάτου διακεκραγότος Μιχαίου; Ἐγὼ μὲν οὐκ οἶμαι. Καὶ γὰρ καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἀκούουσιν· ὅμως ἱκέτω ὁ μακάριος οὗτος προφήτης μεγαλοφώνως ταῦτα βοῶν, καὶ τῷ προφητικῷ προαινισσόμενος πνεύματι τὴν τῶν Ἰουδαϊκῶν πρωτοτόκων ἀποβολὴν, ὁμοίως τῇ τῶν σωματικῶν θυσίων προσαγωγῇ· φησὶ γάρ· Ἐν τίνι καταλάβω τὸν Κύριον, ἀντιλήψομαι Θεοῦ μου ὑψίστου; Εἰ καταλήψομαι αὐτὸν ἐν μόσχοις ἐνιαυσιαίοις; Εἰ προσδέξεται Κύριος ἐν χιλιάσι κριῶν, ἢ ἐν μυριάσι χιμάρων πιόνων; Εἰ δῶ πρωτότοκά μου ἀσεβείας, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτιῶν μου, Ἀκουέτωσαν οἱ τὴν καρδίαν παχεῖαν ἔχοντες, ὅπερ αὐτῶν ὁ προφήτης περὶ ἡμῶν κατηγόρησεν, ὡς πρωτότοκα ἀσεβείας ὁ μακάριος Μιχαίας τὰ κατὰ σάρκα Ἰσραὴλ πρωτότοκα ἐξωνόμασε.

Πῶς οὖν ἅγια ταῦτα ὑπειλήφασιν, ἅπερ προφητικῷ λόγῳ ἀσεβείας πρωτότοκα ὠνομάσθησαν; Λεγέτωσαν ἡμῖν αἱ ὄντως ψελλίζουσαι γλῶσσαι, αἱ μὴ δυνάμεναι ὀρθολεκτεῖν τὴν ἀλήθειαν, πῶς ὁ προφήτης, ἐν Πνεύματι ἁγίῳ φθεγγόμενος, καρπὸν ἀσεβείας ταῦτα καλεῖν ἀπετόλμησε; Πῶς ὁ περὶ τῆς τούτων λυτρώσεως λόγος τὸ ὁμαλὸν καὶ ἀκόλουθον ἑαυτῷ ἔχων οὐ φαίνεται, ὅσον κατὰ τὸ τοῦ γράμματος πρόχειρον; καίτοιγε τοῦ νόμου παρ᾽ ἡμῖν ἁγίου τε καὶ πνευματικοῦ εἶναι νοουμένου τε καὶ πιστευομένου.

Ὁρᾶτε τῶν Ἰουδαϊκῶν ἁρμάτων συνδεδεμένους ἄξονας, καθάπερ πάλαι τῶν Αἰγυπτίων τοὺς δίφρους ἐπὶ τῶν Ἐρυθραίων ναμάτων. Ἀλλ᾽ ἐπαφείσθω ἀντὶ ῥάβδου τῇ θαλάσσῃ τοῦ λόγου ἡ τοῦ ἀληθοῦς νομοθέτου καὶ βασιλέως τῆς δόξης Χριστοῦ δύναμις καὶ βοήθεια, καὶ ὁδηγησάτω τὸν λαὸν αὐτοῦ εἰς ὁδὸν εὐθεῖαν ἀναγωγῆς τε καὶ θεωρίας, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου γνώσεώς τε καὶ ἀληθείας, καὶ ἐπικαλυψάτω τοὺς ἐναντίους τῆς θείας δόξης τὸ ἀπροσμάχητον· ἧστινος πεπλήρωται ἡ σύμπασα γῆ, τοῦ γνῶναι τὸν Κύριον, ὥς φησιν ἡ Γραφὴ, ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας.

Ἄρτι μὲν τὴν πρωτότοκον τοῦ διαβόλου γονὴν, ἤγουν τὴν ἁμαρτίαν ὁ σαρκωθεὶς Θεὸς ἐνέκρωσέ τε καὶ ἐξηφάνισεν, ἅμα τῷ γεννηθῆναι κατὰ τὴν σάρκα, τὴν κατάκρισιν ἑαυτῷ τῆς κακίας ποιησάμενος, καὶ τὸν παντελῆ ταύτης ἀφανισμὸν ἐν ἑαυτῷ ἐργασάμενος, θρήνων τὰς ἐναντίας δυνάμεις ἐπλήρωσεν, καθάπερ σκεύη τινὰ παρ᾽ αὐτῶν λαβὼν τοὺς ἀπὸ ἀνατολῶν ἐλθόντας Μάγους, καὶ τῇ προσκυνήσει καὶ ἐπιγνώσει τῆς αὐτοῦ δεσποτείας εὔχρηστα σκεύη τῷ Δεσπότῃ γεγενημένους εἰς συνεργίαν τῆς οἰκοδομῆς τῆς Ἐκκλησίας, τῆς ὄντως θεοτεύκτου σκηνῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος· ἄρτι δὲ καθάπερ πηλοῦ καὶ πλινθείας πάλαι τὸν Ἰσραὴλ, οὕτω τοῦ γηΐνου φρονήματος τὸ ἀνθρώπινον γένος ἐν αὑτῷ λυτρωσάμενος, φυγεῖν μὲν Αἴγυπτον τοῦτο πεποίηκε, τουτέστι τὸ τοῦ θανάτου στυγητὸν καὶ ζοφῶδες φρούριον.

Ἁγιάζει δὲ τῷ Θεῷ καὶ Πατρὶ οὐ μόνον τὰ τῶν ἀνθρώπων πρωτότοκα, ἀλλ᾽ ἤδη καὶ πᾶν τὸ ἀνθρώπινον φῦλον, διὰ τῆς ἐν αὐτῷ ἀπαρχῆς τοῦ ἡμετέρου φυράματος, τουτέστι τῆς ἐξ ἡμῶν ληφθείσης αὐτῷ σαρκὸς ἐψυχωμένης νοερῶς, ὅλον ὥσπερ ἀναζυμώσας εἰς ἁγιασμὸν τῆς ἀνθρωπίνης οὐσίας τὸ σύγκριμα. Εἰ γὰρ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα, φήσαιμι ἂν νῦν εἰκότως κἀγὼ κατὰ τὸν θεῖον Ἀπόστολον. Καὶ καθάπερ πάλαι τὴν ἱερατεύειν λαχοῦσαν φυλὴν ἀντὶ τῆς τῶν πρωτοτόκων ἀπαρχῆς ὁ νομοθέτης λόγος τυπικῶς τῷ Θεῷ προσηγάγετο· οὕτω νῦν ἐν τῷ λαμπρῷ χαρακτῆρι τῆς ἀληθείας τὸν ἀρχιερέα καὶ Ἀπόστολον τῆς ὁμολογίας ἡμῶν, τὸν ὅσιόν τε καὶ ἄκακον καὶ ἀμίαντον, καὶ παντὸς ἁμαρτωλοῦ κεχωρισμένον ῥύπου τε καὶ φρονήματος, τῷ Θεῷ καὶ Πατρὶ σωματικῶς προσενηνέχθαι γινώσκομεν ἀντὶ τῆς καθαγιασθείσης αὐτῷ διὰ πίστεως ἀνθρωπότητος· καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ οὐδὲ ὑπερτεροῦσαν καὶ ὑπερπλεονάζουσαν παρὰ τὸν ἑαυτὸν δεδωκότα λύτρον ἀντὶ πολλῶν ὅλην ὁρῶμεν τὴν ἀνθρωπότητα, κατὰ τὸν τῆς ἁγιότητος λόγον (καθάπερ ἐν τῇ σκιᾷ τοῦ νόμου ἐν πλεονασμῷ παρὰ τοὺς Λευΐτας τὰ πρωτότοκα εὕρηνται), ἀλλὰ κατόπιν αὐτοῦ παμπληθὲς ἀπειλειμμένην, καθόσον χωρὶς πάσης ἀντιλογίας τὸ εὐλογούμενον ἔλαττον τοῦ εὐλογοῦντος καθέστηκε.

Καὶ τότε μὲν εἰς μόνον τοῦ Ἰσραὴλ τὸ ἔθνος τὸ τῆς Λευϊτικῆς ἱερωσύνης ἀξίωμα ἐχρημάτιζε, καὶ μόνον τῶν παρ᾽ αὐτοῖς πρωτοτόκων λύτρα εἶναι οἱ Λευῗται μεμαρτύρηνται· Χριστὸς δὲ ὁ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, ὡς ὁ πάνσοφος Παῦλός φησιν, καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν, ἀλλὰ κατὰ τὴν τάξιν Μελχισεδὲκ, καθὼς τὸ θεῖον προεχρησμῴδησε λόγιον, τῇ μὲν μεταθέσει τῆς ἱερωσύνης τῷ ἐξ ἑτέρας αὐτὸν εἶναι φυλῆς (πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς) καὶ τὴν τοῦ νόμου μετάθεσιν ἀπειργάσατο, ἀπὸ τῆς κατὰ νόμον σκιᾶς ἐπὶ τὸ τῆς βασιλείας τῶν οὐρανῶν μεταθέμενος ἡμᾶς Εὐαγγέλιον, καθάπερ ἀπὸ τῆς Λευϊτικῆς ἐπὶ τὴν βασιλικὴν φυλὴν τὸ τῆς ἱερωσύνης ἀξίωμα· τῇ δὲ κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀφομοιώσει οὐχ ὑπὲρ μόνου τοῦ Ἰσραὴλ, ἀλλ᾽ ὑπὲρ πάντων τῶν ἐθνῶν λύτρον ἑαυτὸν τῷ Πατρὶ προσηγάγετο, καὶ τῆς πάντων ἀνθρώπων ὁμολογίας ἀρχιερεὺς καθέστηκεν, ἐπεὶ καὶ ὁ Μελχισεδὲκ ἐκ τῆς ἐθνικῆς μοίρας εἶναι γνωρίζεται, καὶ ἐκ τοῦ Ἀβραὰμ γένους εὑρίσκεται. Ἡ δὲ κατὰ νόμον τῶν πέντε διδραχμάτων ὑπὲρ ἑκάστου τῶν πρωτοτόκων συντίμησις ἐμφαίνειν οἶδεν αἰνιγματωδῶς, ὡς χρὴ ἕκαστον ἡμῶν πᾶσαν αἴσθησιν ἁγιάζειν Θεῷ, καὶ τὰ ἐν τούτοις, καθαρὸν καὶ ἡδονῆς πάσης ἀτόπου ἀλλότριον προσάγειν τῷ κτίσαντι καθάπερ τι λύτρον εὐαγές τε καὶ ἔννομον.

Ταύτης ἡμεῖς σήμερον τῆς ἱερᾶς τελετῆς τὴν ἀνάμνησιν ἑορτάζομεν, αὕτη ἡμῖν ἡ πνευματικὴ τοῦ μυστηρίου ἀνάπτυξις τὴν παροῦσαν συνεκρότησεν ἁγίαν πανήγυριν· καθ᾽ ἣν νομικῶς μὲν προσήγετο ὁ Σωτὴρ κατὰ τὸ φαινόμενον, νοητῶς δὲ καὶ πνευματικῶς τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος τῷ Πατρὶ προσαγαγὼν, ὅλον αὐτὸ ἱερὸν ἀπεδείκνυε, καὶ πρὸς θείαν προσαγωγὴν ἐπιτήδειον. Τοῦτο γὰρ πάλαι ὁ νόμος ὤδινε, καὶ πρὸς τοῦτο ἑώρα ἥ τε περὶ τῶν πρωτοτόκων νομοθεσία καὶ τῆς τῶν Λευϊτῶν ἀντιδόσεως καὶ τῆς τῶν διδραχμάτων συντιμήσεως. Οὕτως ἡμᾶς διεβίβασε διὰ τῆς θαλάττης τῶν ἁγίων Γραφῶν ἡ χάρις τοῦ Πνεύματος. Ἀλλ᾽ εἴδωμεν καὶ τὴν τῶν ἐναντίων σύγκλεισίν τε καὶ ἀπόδειξιν. Ἤδη μὲν οὖν ἀνωτέρω κατάδηλος ἡμῖν ἡ περὶ τῶν Λευϊτῶν τε καὶ πρωτοτόκων πᾶσα νομοθεσία γεγένηται, ἀλλὰ καθὼς ὁ μέγας Μωϋσῆς παραθαρσύνων τὸν λαὸν μηκέτι ὄψεσθαι τοὺς Αἰγυπτίους διεβεβαιώσατο· οὕτω κἀγὼ νῦν προάγομαι τὸν τοῦ Θεοῦ περιούσιον λαὸν εὐαγγελίζεσθαι, ὡς οὐκέτι τῆς σκιώδους λατρείας τὸ σωματικὸν στρατόπεδον θεασόμεθα. Ποῦ γὰρ μετὰ τὴν φανέρωσιν τοῦ μεγάλου Ἀρχιερέως ἡ τῶν Λευϊτῶν ἱερουργία;

Ποῦ μετὰ τὸ τοῦ κόσμου καθάρσιον λύτρον ἡ τῶν πρωτοτόκων συντίμησις; Ποῦ ἡ λοιπὴ τῆς νομικῆς τελετῆς ἀκρίβεια; Οὐχ ὁρᾷς ὅτι ἕως ὅτε ἡ νὺξ τῆς ἀγνοίας κατεῖχε τὰ σύμπαντα, ἀστέρων δίκην ἀμυδράν τινα καὶ σύμμετρον αὐγὴν ἡ κατὰ νόμον παρεῖχε λατρεία· ὅτε δὲ ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, καὶ ἡ ἐξ ὕψους ἀνατολὴ ἐπέφανε, καὶ τῆς σωτηρίας ἡμέρα ἐπέλαμψεν, ἀφανὴς ἡ τῶν νομικῶν διατάξεων δᾳδουχία ἐγένετο, τῷ ὑπερλάμποντι φωτὶ νικωμένη τῆς χάριτος; Οὐκ ἠδάφισται, καθάπερ οἱ τριστάται καὶ τὰ ἅρματα, ὁ περιώνυμος ἐκεῖνος ναὸς, καὶ πᾶσα ἡ τῶν ἀρχιερέων ἐπ᾽ αὐτῷ μεγαλοφροσύνη καὶ ἔπαρσις; Οὐ πᾶσα κατεκλύσθη αὐτῶν καὶ συνεχέθη ἡ νομικὴ εὐταξία; Οὐκ ἄρδην ἀπόλωλε τῶν παρὰ Ἰουδαίοις ἐθῶν ἡ ἀκρίβεια; Ποῦ γὰρ τὰς θυσίας τὰς ὑπὲρ τῶν ἀρτιτόκων γυναικῶν προσαγάγοιεν, τοῦ ἐκλελεγμένου τόπου διαπεπτωκότος, καὶ σαφῶς διορισθέντος, μὴ ἐξεῖναι ἑτέρωθί που παρ᾽ αὐτῶν τὰς θυσίας προσάγεσθαι; Ποῦ ἡ ἱερατικὴ στολή τε καὶ ἀξία καὶ τὰ λοιπὰ ἅπαντα;