Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ ἅγιον καὶ σωτήριον πάσχα

Γρηγόριος ὁ Νύσσης

Η εορτή του Πάσχα και η αληθινή κατάπαυση

Περιγράφεται η βιωματική συμμετοχή στην αναστάσιμη αγρυπνία και η πνευματική της χαρά ως προοίμιο των επουρανίων αγαθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 1 από 3

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΚΑΙ ΣΩΤΗΡΙΟΝ ΠΑΣΧΑ Ἡ μὲν ἀληθινὴ τοῦ σαββάτου κατάπαυσις ἡ τὴν εὐλογίαν τοῦ θεοῦ δεξαμένη, ἐν ᾗ κατέπαυσεν ἀπὸ τῶν ἑαυτοῦ ἔργων ὁ κύριος ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τῇ ἀπραξίᾳ τοῦ θανάτου ἐνσαββατίσας, ἤδη πέρας ἔχει καὶ τὴν ἰδίαν ἔδειξε χάριν καὶ ὀφθαλμοῖς καὶ ἀκοαῖς καὶ καρδίᾳ διὰ πάντων τούτων τῆς ἑορτῆς ἐν ἡμῖν τελεσθείσης, οἷς εἴδομεν, οἷς ἠκούσαμεν, οἷς τῇ καρδίᾳ τὴν εὐφροσύνην ὑπεδεξάμεθα. τὸ μὲν γὰρ ὁρώμενον τοῖς ὀφθαλμοῖς φῶς ἦν τῇ τοῦ πυρὸς νεφέλῃ διὰ τῶν λαμπάδων ἡμῖν ἐν τῇ νυκτὶ δᾳδουχούμενον, ὁ δὲ παννύχιον ταῖς ἀκοαῖς προσηχῶν λόγος ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς οἷόν τι ῥεῦμα χαρᾶς δι᾽ ἀκοῆς εἰς τὴν ψυχὴν εἰσρέων πλήρεις ἡμᾶς τῶν ἀγαθῶν ἐλπίδων ἐποίησεν, ἡ δὲ καρδία τῶν λεγομένων τε καὶ βλεπομένων φαιδρυνομένη τὴν ἄφραστον ἐτυποῦτο μακαριότητα διὰ τῶν φαινομένων χειραγωγουμένη πρὸς τὸ ἀόρατον, ὥστε τῶν ἀγαθῶν ἐκείνων, Ἃ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, εἰκόνα εἶναι τὰ τῆς καταπαύσεως ταύτης ἀγαθὰ δι᾽ ἑαυτῶν τὴν ἀνεκφώνητον ἐλπίδα τῶν ἀποκειμένων πιστούμενα.