Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ ἅγιον καὶ σωτήριον πάσχα

Γρηγόριος ὁ Νύσσης

Επινίκιος πανηγυρισμός και τελική δοξολογία

Απευθύνεται προτροπή για τον εορτασμό της ήττας του πονηρού διά του σταυρού και η ομιλία κατακλείεται με δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Γρηγόριος ὁ Νύσσης

—

Κεφάλαιο 3 από 3

Τί οὖν ἔτι τοῖς τοιούτοις προσήκει ποιεῖν; τί ἄλλο ἢ μιμεῖσθαι τὰ ὄρη τὰ προφητικὰ καὶ τοὺς βουνοὺς τοῖς σκιρτήμασι. Τὰ ὄρη, γάρ φησιν, ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. οὐκοῦν δεῦτε, ἀγαλλιασώμεθα τῷ κυρίῳ τῷ καθελόντι τοῦ πολεμίου τὴν δύναμιν καὶ τὸ μέγα τρόπαιον τοῦ σταυροῦ ὑπὲρ ἡμῶν ἀναστήσαντι ἐν τῷ πτώματι τοῦ ἀντικειμένου. ἀλαλάζωμεν, ἀλαλαγμὸς δέ ἐστιν ἐπινίκιος εὐφημία παρὰ τῶν κεκρατηκότων ἐγειρομένη κατὰ τῶν ἡττημένων. ἐπεὶ οὖν πέπτωκεν ἡ τοῦ πολεμίου παράταξις καὶ αὐτὸς ἐκεῖνος ὁ τὸ κράτος ἔχων τῆς πονηρᾶς τῶν δαιμόνων στρατιᾶς οἴχεται καὶ ἠφάνισται καὶ εἰς τὸ μὴ ὂν ἤδη μετακεχώρηκεν, εἴπωμεν ὅτι Θεὸς μέγας κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν ὁ Εὐλογήσας τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητος αὐτοῦ καὶ συναγαγὼν ἡμᾶς εἰς τὴν πνευματικὴν ταύτην χοροστασίαν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, ἀμήν.