Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ ἅγιον πνεῦμα
Γραφική τεκμηρίωση της θεότητας του Αγίου Πνεύματος
Αναίρεση των θέσεων των Πνευματομάχων μέσω της συγκριτικής ερμηνείας χωρίων της Παλαιάς και Καινής Διαθήκης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Γραφική τεκμηρίωση της θεότητας του Αγίου Πνεύματος
Αναίρεση των θέσεων των Πνευματομάχων μέσω της συγκριτικής ερμηνείας χωρίων της Παλαιάς και Καινής Διαθήκης.
Οὐκοῦν καὶ πρὸς τοῦτο ἡμᾶς ὁδηγησάτω Δαβὶδ, συγχορεύοντα λαβὼν ἑαυτῷ τὸν Ἀπόστολον. Ἐν γὰρ τῇ ψαλμῳδίᾳ ταύτῃ, ἧς ἡ ἀρχὴ τὸ ἀγαλλίαμα ἡμῖν τὸ ἐπὶ τῷ Κυρίῳ χαρίζεται, λέγουσα· Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, οὐ διὰ τούτου πρὸς τὴν τοῦ ἁγίου Πνεύματος ὁδηγούμεθα δοξολογίαν· ἀλλὰ πολὺ μᾶλλον ἐν τοῖς ὑπολοίποις τὰ περὶ τῆς θεότητος αὐτοῦ διδασκόμεθα. Λέξω δὲ ὑμῖν αὐτὰ τοῦ Προφήτου τὰ ῥήματα, οἷς συντίθεται καὶ ὁ μέγας Ἀπόστολος· ἔχει δὲ ἡ ῥῆσις οὕτως· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Τούτων μεμνημένος ὁ θεῖος Ἀπόστολος, οὕτω φησί· Διὸ καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· καὶ τοῦτο εἰπὼν, ταύτας τοῦ Προφήτου τὰς ῥήσεις ἐπήγαγεν, ἐφαρμόζων αὐτὰς τῷ προσώπῳ τοῦ Πνεύματος.
Τίς οὖν ἐστιν, ὃν ἐπείρασαν οἱ πατέρες αὐτῶν ἐν τῇ ἐρήμῳ; τίς, ὃν παρώργισαν; Μάθε παρ᾽ αὐτοῦ τοῦ Προφήτου, ὅς φησιν, ὅτι· Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον. Ἀλλὰ μὴν ὁ Ἀπόστολος προτάξας τὸ πρόσωπον τοῦ ἁγίου Πνεύματος, ἐκείνῳ ταύτας τὰς φωνὰς ἀνατίθησι, λέγων· Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν.
Οὐκοῦν ὃν ὕψιστον Θεὸν ὁ Προφήτης κατωνόμασε, τοῦτον ὁ θεῖος Ἀπόστολος τὸ Πνεῦμα τὸ ἅγιον εἶναι λέγει. Εἰ δὲ ἀπιστεῖς, πάλιν τὸ εἰρημένον ἐπίσκεψαι· Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν. Εἰ οὖν τὸ Πνεῦμα τὸ ἅγιον λέγει, ὅτι· Ἐπείρασάν με οἱ πατέρες ὑμῶν ἐν τῇ ἐρήμῳ· ὁ δὲ Προφήτης διαμαρτύρεται, ὅτι ὁ ἐν τῇ ἐρήμῳ πειρασθεὶς, ὕψιστός ἐστι Θεός· ἐνεφράγη τὰ στόματα τῶν Πνευματομάχων, τὰ λαλοῦντα κατὰ τοῦ Θεοῦ ἀδικίαν, σαφῶς τοῦ τε Ἀποστόλου καὶ τοῦ Προφήτου διὰ τῶν εἰρημένων τὴν θεότητα κηρυσσόντων τοῦ Πνεύματος· τοῦ μὲν εἰπόντος, ὅτι, Ἐπείρασαν τὸν Θεὸν τὸν Ὕψιστον, καὶ ὡς παρὰ τοῦ Θεοῦ τοῖς Ἰσραηλίταις προφέροντος τὴν ῥῆσιν ἐκείνην, ὅτι, Ἐν τῇ ἐρήμῳ ἐπείρασάν με οἱ πατέρες ὑμῶν· τοῦ δὲ μεγάλου Παύλου τῷ ἁγίῳ Πνεύματι ταύτας τὰς φωνὰς ἐφαρμόσαντος, ὡς διὰ τούτων ἐναργῶς ἀποδειχθῆναι, ὅτι Θεὸς ὕψιστος τὸ Πνεῦμά ἐστι τὸ ἅγιον. Ἆρα βλέπουσιν οἱ ἐχθροὶ τῆς δόξης τοῦ Πνεύματος τὴν πυρίνην γλῶσσαν τῶν θείων λογίων τὴν τὰ κεκρυμμένα φωτίζουσαν, ἢ ὡς πεπληρωμένων τοῦ γλεύκους καταγελάσουσιν; Ἐγὼ δὲ κἂν ταῦτα λέγωσι καθ᾽ ἡμῶν, συμβουλεύω ὑμῖν, ἀδελφοὶ, μὴ φοβηθῆναι τὸν ὀνειδισμὸν τῶν τοιούτων, μηδὲ τῷ φαυλισμῷ αὐτῶν ἡττηθῆναι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.