Ἔργον
Γρηγόριος ὁ Νύσσης – Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων
Λόγος Ι΄
Η εξουσία της Νύμφης επί των ανέμων, η έλευση του νότου, η πρόσκληση προς τον Νυμφίο, το πνευματικό συμπόσιο και η εγρήγορση του νοός.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Λόγος Ι΄
Η εξουσία της Νύμφης επί των ανέμων, η έλευση του νότου, η πρόσκληση προς τον Νυμφίο, το πνευματικό συμπόσιο και η εγρήγορση του νοός.
Λόγος ιʹ Ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου καὶ ῥευσάτωσαν ἀρώματά μου. καταβήτω ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. Κατέβην εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. φάγετε, οἱ πλησίον μου, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί μου.
Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Τῆς νῦν προτεθείσης ἡμῖν τῶν θείων ῥητῶν θεωρίας ἐκ τῆς τοῦ Ἄισματος τῶν Ἀισμάτων ἀκολουθίας δυσεφικτά τινα καὶ κεκαλυμμένα δι᾽ ἀσαφείας ἐν ἀπορρήτοις περιεχούσης νοήματα μείζονος ἡμῖν προσοχῆς ἐστι χρεία, μᾶλλον δὲ πλείονος τῆς διὰ τῶν εὐχῶν συνεργίας καὶ τῆς παρὰ τοῦ ἁγίου πνεύματος ὁδηγίας, ὡς ἂν μὴ ταὐτὸν πάθοιμεν ἐπὶ τῆς τῶν ὑψηλῶν τούτων θαυμάτων ἐκπλήξεως, ὅπερ καὶ ἐπὶ τῶν ἀστέρων πάσχειν εἰώθαμεν· καὶ γὰρ ἐκείνων πόρρωθεν τὸ κάλλος θαυμάζοντες οὐδεμίαν μηχανὴν πρὸς τὴν κτῆσιν αὐτῶν ἐπινοῆσαι δυνάμεθα, ἀλλὰ μία τοῦ κάλλους αὐτῶν ἐστιν ἡμῖν ἡ ἀπόλαυσις τὸ θαυμαστικῶς περὶ τὸ φαινόμενον ἔχειν. ἀστέρες γάρ τινές εἰσιν ἀτεχνῶς αἱ τῶν θείων τούτων λογίων μαρμαρυγαί τε καὶ λαμπηδόνες τῶν τῆς ψυχῆς ὀμμάτων ὑπερλάμπουσαί τε καὶ ὑπερκείμεναι Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ὥς φησιν ὁ προφήτης.
εἰ δὲ γένοιτο καὶ περὶ τὴν ἡμετέραν ψυχήν, ὃ περὶ τὸν Ἠλίαν ἀκούομεν, καὶ ἀναληφθεῖσα τῷ πυρίνῳ ἅρματι ἡμῶν ἡ διάνοια μετάρσιος πρὸς τὰ οὐράνια κάλλη μετατεθείη (πνεῦμα δὲ ἅγιον εἶναι τὸ πῦρ ἐννοήσομεν, ὅπερ βαλεῖν ἐπὶ τὴν γῆν ἦλθεν ὁ κύριος, τὸ ἐν γλωσσῶν εἴδει τοῖς μαθηταῖς μεριζόμενον), οὐκ ἀπ᾽ ἐλπίδος ἡμῖν γενήσεται τὸ πλησιάσαι τούτοις τοῖς ἄστροις, τοῖς θείοις λέγω νοήμασι, τοῖς διὰ τῶν οὐρανίων τε καὶ πνευματικῶν λογίων τὰς ψυχὰς ἡμῶν περιαστράπτουσιν. ἀνάβλεψον γὰρ τῷ τῆς ψυχῆς ὀφθαλμῷ, πρὸς σὲ λέγω τὸν ἀκροατὴν τὴν πρὸς τὸν πατριάρχην γενομένην παρὰ τοῦ κυρίου φωνήν, Ἀνάβλεψον εἰς τὸν οὐρανὸν τοῦτον καὶ ἴδε τοὺς ἀστέρας τούτους, εἰ δύνασαι αὐτῶν ἐκμετρῆσαι τῶν νοημάτων τὸ ὕψος, βλέπε τὴν ἐξουσίαν τῆς βασιλίδος ἐκ τῶν προσταγμάτων αὐτῆς τὴν δυναστείαν κατανοήσας, ὡς αὐτοκρατορική τις αὐθεντία τοῖς λεγομένοις ἐμφαίνεται· οὐ δι᾽ εὐχῆς κατορθοῖ ὅπερ βούλεται ἀλλὰ κατὰ τὴν ἀψευδῆ τοῦ ἐπαγγειλαμένου φωνήν, ὅς φησι τὸν πιστὸν καὶ φρόνιμον οἰκονόμον πάντων τῶν ὑπαρχόντων τῷ δεσπότῃ κύριον γίνεσθαι. ταύτης ἐπιλαβομένη τῆς ἐξουσίας βασιλικῶς ἑαυτῇ διοικεῖται τὰ καταθύμια τῶν δύο ἀνέμων, τὸν μὲν βορρᾶν διὰ προστάγματος ἑαυτῆς ἀφορίζουσα, τὸν δὲ νότον φιλοφρόνως καλοῦσα καὶ πρὸς ἑαυτὴν ἐλθεῖν κατεπείγουσα.
Ἔχει δὲ ἡ λέξις οὕτως· Ἐξεγέρθητι, βορρᾶ, καὶ ἔρχου, νότε. τάχα τι συγγενὲς ἔστι τοῖς λεγομένοις εὑρεῖν ἐν τοῖς τοῦ ἑκατοντάρχου λόγοις, οὓς αὐτὸς ὁ θεὸς λόγος ἐθαύμασε, καθὼς ὁ εὐαγγελιστὴς διηγήσατο λέγων ὅτι Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ ὑπερέθηκε τῆς τοῦ Ἰσραὴλ πίστεως τὴν τοῦ ἑκατοντάρχου φωνήν· οὐ γὰρ πρὸς τὸν λαόν μοι δοκεῖ τὸν Ἰσραηλιτικὸν ποιεῖσθαι τοῦ ἑκατοντάρχου τὴν σύγκρισιν ἐν τῷ τῆς πίστεως λόγῳ ἀλλὰ πρὸς αὐτὸν ἐκεῖνον τὸν Ἰσραήλ, ὃς ἐν τῇ πρὸς τὸν ἀντικείμενον πάλῃ μετὰ τῆς τοῦ θεοῦ συμμαχίας μόγις τὸ πτῶμα διέφυγεν οὐκ ἀκριβῶς τῆς τοῦ ἀντιπάλου βλάβης ἔξω γενόμενος· ἐν γὰρ τῷ μηρῷ τὸ πάθος ἐδέξατο. οὗτος δὲ ὁ ἑκατοντάρχης, περὶ οὗ νῦν ὁ λόγος ἐστί, βασιλικῇ τινι δυνάμει τὸ ἀλλότριον κατ᾽ ἐξουσίαν ἀποπεμπόμενος οἰκειοῦται τὸ καταθύμιον· ἐπὶ τούτῳ γάρ μοι δοκεῖ μάλιστα τετυχηκέναι τοῦ θαύματος ὁ ἀνήρ, ὅτι φησὶν ἐν τοῖς ὑποχειρίοις αὐτοῦ στρατιώταις ἐν αὐθεντικῇ ἐξουσίᾳ ἀποπέμπεσθαί τε ὃν βούλεται καὶ προσκαλεῖσθαι τὸν καταθύμιον καὶ τῷ δούλῳ τὴν καθήκουσαν ἐπιτάττειν ὑπηρεσίαν.
κἀκεῖ γὰρ φιλοσοφία τίς ἐστιν ἡ τοῦ ἑκατοντάρχου φωνή, ὅτι τὸν ἅπαξ ἀποπεμφθέντα οὐκέτι πρὸς ἑαυτὸν ἐπανάγει, ἀλλὰ τούτου ἀποφοιτήσαντος ἕτερον ἀντ᾽ αὐτοῦ εἰσοικίζεται (Τούτῳ γὰρ εἰπὼν ὅτι πορεύθητι, καὶ πορεύεται, ἄλλον προσκαλεῖσθαί φησιν, οὐχ ὃν ἀπεπέμψατο) παιδεύοντος οἶμαι τοῦ λόγου τὸ τοιοῦτον δόγμα ὅτι τὰ ἀλλήλοις ἀντικείμενα τῷ αὐτῷ μετ᾽ ἀλλήλων συνεπιχωριάζειν φύσιν οὐκ ἔχει· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, φησὶν ὁ ἀπόστολος, ἀλλ᾽ ἀνάγκη πᾶσα τοῦ σκότους ἐκχωρήσαντος φῶς εἶναι τὸ ἀντ᾽ ἐκείνου ὁρώμενον καὶ τῆς κακίας ἐκποδὼν γενομένης τὴν ἀρετὴν ἀντεισάγεσθαι, τούτου δὲ κατορθωθέντος μηκέτι τὸ φρόνημα τῆς σαρκὸς ἀνταίρειν τῷ πνεύματι (μηδὲ γὰρ δύνασθαι νεκρωθείσης αὐτοῦ τῆς εἰς τὸ ἀντιτείνειν δυνάμεως), ἀλλὰ πρὸς πᾶσαν καθήκουσαν ὑπηρεσίαν εὔθετον γίνεσθαι τῇ δυναστείᾳ τοῦ πνεύματος ἐπιπειθὲς ὑπάρχον καὶ ὑποχείριον.
ὅταν γὰρ ἀποδιωχθῇ μὲν ὁ τῆς κακίας σύμμαχος στρατιώτης, ἀντεισέλθῃ δὲ ὁ τῆς ἀρετῆς ὁπλίτης ἐνδεδυκὼς τὸν θώρακα τῆς δικαιοσύνης καὶ τὴν μάχαιραν τοῦ πνεύματος διὰ χειρὸς φέρων, προβαλλόμενος δὲ τὰ σκεπαστήρια τῶν ὅπλων· τήν τε περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὸν θυρεὸν τῆς πίστεως, καὶ πᾶσαν φέρων ἐν ἑαυτῷ τὴν πνευματικὴν πανοπλίαν, τότε φοβεῖται τὸν ἑαυτοῦ κύριον τὸν νοῦν ὁ δοῦλος τὸ σῶμα καὶ προθύμως τὰ τοῦ κρατοῦντος παραγγέλματα δέχεται, δι᾽ ὧν ἡ ἀρετὴ κατορθοῦται τῇ ὑπουργίᾳ τοῦ σώματος. τοῦτο γὰρ ἐνδείκνυται τοῦ ἑκατοντάρχου ὁ λόγος εἰπὼν ὅτι Καὶ τῷ δούλῳ μου λέγω· ποίησον τοῦτο, καὶ ποιεῖ.
Ἀλλ᾽ ἀκούσωμεν τῆς βασιλίδος, ὅπως ἀπανίστησιν ἀφ᾽ ἑαυτῆς τὸν βορρᾶν εἰς τὸ ἔμπαλιν αὐτοῦ τὴν πνοὴν ἀναστρέψασα· οὐ γὰρ ἠρεμεῖν ἐπιτάσσει, καθάπερ ἐπὶ τοῦ κλυδωνίου τῆς θαλάσσης ὁ κύριος εἰς ἡσυχίαν ἄγει τὴν λαιλαπίαν σιωπᾶν παραγγείλας τοῖς κύμασιν, ἀλλ᾽ ἀποχωρεῖν καὶ φεύγειν παρακελεύεται, ὡς ἂν ἀκωλύτως ὁ νότος ῥέοι μηδεμιᾶς ἀντιπνοίας ἐμποδιζούσης αὐτοῦ τὴν φοράν, Ἐξεγέρθητι λέγουσα τῷ βορρᾷ. τίς δὲ ἡ αἰτία τῆς τοῦ ἀνέμου τούτου μεταναστάσεως; Σκληρὸς ἄνεμος ὁ βορρᾶς ἐστι, φησὶ [ποῦ τοῦτο;] τῆς Παροιμίας ὁ λόγος, ὀνόματι δὲ ἐπιδέξιος καλεῖται. ἀλλ᾽ οὐδενὶ δεξιὸς ὁ βορρᾶς πλὴν εἴ τις κατὰ νώτου τὴν ἀνατολὴν ἔχοι πρὸς τὰς δυσμὰς τὸν δρόμον ποιούμενος. νοεῖς δὲ πάντως τῶν λεγομένων τὸ αἴνιγμα, ὅτι ὁ τῆς ἀνατολῆς ἀποστάς (οὕτω γὰρ παρὰ τῆς προφητείας ὁ Χριστὸς ὀνομάζεται) καὶ πρὸς τὰς δυσμὰς τοῦ φωτὸς ἑαυτὸν συνελαύνων, ὅπου ἐστὶν ἡ ἐξουσία τοῦ σκότους, δεξιὸν ἔχει ἐφ᾽ ἑαυτοῦ τὸν βορρᾶν τοῖς πονηροῖς ἐφοδίοις αὐτὸν δεξιούμενον, δι᾽ ὧν ὁ πρὸς τὸ σκότος γίνεται δρόμος.
οὕτως εὑρίσκει τὸν βορρᾶν ἑαυτοῦ δεξιὸν ὁ ἀκόλαστος τῷ πάθει τῆς ἀτιμίας συμπνέοντα, οὕτω γίνεται τῷ πλεονέκτῃ δεξιὸν τὸ πνεῦμα τοῦτο τῆς πονηρίας, ὅταν αὐτῷ τὰς ὕλας τῆς πλεονεξίας οἷόν τινα ψάμμον ἢ κόνιν περισωρεύῃ, οὕτω πρὸς ἕκαστον τῶν πλημμελημάτων τὴν παρ᾽ ἑαυτοῦ συνεργίαν χαριζόμενος ἐπιδέξιος γίνεται, οἷς ἂν γένηται, σκληρὸς μὲν κατὰ τὴν φύσιν ὤν, ἐπικρύπτων δὲ ταῖς ἡδοναῖς τὸ ἀντίτυπον. διὰ τοῦτο φυγαδεύει τῆς ἰδίας ἀρχῆς τὸν βορρᾶν ἡ κατὰ τῶν παθῶν ἀναδησαμένη τὸ κράτος Ἐξεγέρθητι λέγουσα ὦ βορρᾶ. διὰ τί δὲ τῷ ὀνόματι τούτῳ ἡ ἀντικειμένη διασημαίνεται δύναμις, παντὶ δῆλον ἂν εἴη τῷ κατανενοηκότι τὴν τῶν ὄντων φύσιν. τίς γὰρ οὐκ οἶδε τοῦ ἡλίου τὴν κίνησιν, ὅτι ἐκ τῶν ἀνατολῶν διὰ τοῦ νοτίου τὸν δρόμον ποιούμενος πρὸς τὰς δυσμὰς ἐπικλίνεται; τὸ δὲ σχῆμα τῆς γῆς σφαιροειδὲς ὄν, καθώς φασιν οἱ τὰ τοιαῦτα κατανοήσαντες, ἐν ᾧπερ ἂν τῷ ἡλίῳ περιλαμφθῇ, κατὰ πᾶσαν ἀνάγκην ἐν τῷ ἀντικειμένῳ σκοτίζεται τῇ ἀντιφράξει τοῦ ναστοῦ σκιαζόμενον.
ἐπεὶ οὖν ἀφεγγὴς ὁ τόπος ἐκεῖνος καὶ κατεψυγμένος εἰς ἀεὶ διαμένει μήτε λαμπόμενος ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων μήτε θαλπόμενος, διὰ τοῦτο τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ σκότους, τὸν τὴν ἁπαλὴν τῶν ψυχῶν φύσιν ὕδατος δίκην ἀπολιθοῦντα διὰ τῆς πήξεως καὶ σκληρὰν ἐργαζόμενον, βορρᾶν τε καὶ σκληρὸν ὀνομάζει ὁ λόγος, τὸν τῆς κατηφείας τοῦ χειμῶνος ἐργάτην, ἐκείνου λέγω τοῦ χειμῶνος, ἐν ᾧ τὴν φυγὴν τῶν κινδύνων ἀμήχανον λέγει τὸ εὐαγγέλιον· ἐν αὐτῷ γὰρ τῶν κατ᾽ ἀρετὴν ἀνθούντων ἡ ὥρα μαραίνεται.
Καλῶς οὖν ἀπελαύνει τοῦτον κατ᾽ ἐξουσίαν ἡ τῆς βασιλίδος φωνή, προσκαλεῖται δὲ τὸ μεσημβρινὸν πνεῦμα τὸ θερμόν τε καὶ ἀειφεγγές, ὅπερ ὀνομάζει νότον, δι᾽ οὗ ὁ χειμάρρους τῆς τρυφῆς ῥέει, λέγουσα Καὶ ἔρχου, νότε, διάπνευσον κῆπόν μου καὶ ῥευσάτωσαν ἀρώματά μου, ὥστε τῇ βιαίᾳ πνοῇ, καθὼς ἐν τῷ ὑπερῴῳ γεγενῆσθαι τοῖς μαθηταῖς ἀκούομεν, τοῖς ἐμψύχοις φυτοῖς ἐπιπεσόντα κινῆσαι τὴν τοῦ θεοῦ φυτείαν πρὸς τὴν τῶν ἀρωμάτων φορὰν καὶ ῥέειν παρασκευάσαι διὰ τοῦ στόματος τὴν εὐώδη προφητείαν καὶ τὰ σωτήρια τῆς πίστεως δόγματα κατὰ πᾶν εἶδος γλώσσης ἀκωλύτως τὴν εὐωδίαν τῶν διδαγμάτων προχέοντα. οὕτως οἱ ἑκατὸν καὶ εἴκοσι μαθηταὶ οἱ ἐν τῷ οἴκῳ τοῦ θεοῦ πεφυτευμένοι τῇ πνοῇ τοῦ τοιούτου νότου τὴν διὰ τῶν γλωσσῶν διδασκαλίαν ἐξήνθησαν. διὰ τοῦτο τοίνυν φησὶ τῷ τοιούτῳ νότῳ ἡ νύμφη ὅτι Διάπνευσον κῆπόν μου, ἐπειδὴ μήτηρ κήπων ἐγένετο παρὰ τῆς τοῦ νυμφίου φωνῆς τοῦ ποιήσαντος αὐτήν, καθὼς περιέχει ὁ λόγος, Κήπων πηγήν.
οὗ χάριν τὸν κῆπον αὐτῆς τὴν ἐκκλησίαν τὴν τοῖς ἐμψύχοις βρύουσαν δένδροις διαπνευσθῆναι βούλεται, ὥστε ῥεῦσαι ἀπ᾽ αὐτῶν τὰ ἀρώματα· ὁ μὲν γὰρ προφήτης φησὶν ὅτι Πνεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα, ἡ δὲ τῷ βασιλικῷ πλούτῳ κομῶσα νύμφη πρὸς τὸ μεγαλοφυέστερον ἐξαλλάσσει τὰ ῥεύματα ἀρωμάτων ποταμοὺς ποιοῦσα τῶν τοῦ κήπου δένδρων ἐκρέοντας διὰ τῆς βίας τοῦ πνεύματος, ὥστε διὰ τούτου μαθεῖν τῆς παλαιᾶς διαθήκης πρὸς τὴν καινὴν τὸ διάφορον, ὅτι ὁ μὲν προφητικὸς ποταμὸς ἐπληρώθη ὑδάτων, ὁ δὲ εὐαγγελικὸς ἀρωμάτων. τοιοῦτος ποταμὸς ἀρωμάτων ἦν ἐκ τοῦ κήπου τῆς ἐκκλησίας ῥέων διὰ τοῦ πνεύματος ὁ μέγας Παῦλος, οὗ τὸ ῥεῖθρον Χριστοῦ εὐωδία ἦν, τοιοῦτος ἄλλος ὁ Ἰωάννης, ὁ Λουκᾶς, ὁ Ματθαῖος, ὁ Μᾶρκος καὶ οἱ ἄλλοι πάντες, τὰ εὐγενῆ φυτὰ τοῦ κήπου τῆς νύμφης, οἳ τῷ φωτεινῷ ἐκείνῳ τῷ μεσημβρινῷ νότῳ διαπνευσθέντες πηγαὶ ἀρωμάτων ἐγένοντο βρύοντες τὴν τῶν εὐαγγελίων εὐωδίαν.
Καταβήτω, φησίν, ὁ ἀδελφιδός μου εἰς κῆπον αὐτοῦ καὶ φαγέτω καρπὸν ἀκροδρύων αὐτοῦ. ὦ πεπαρρησιασμένης φωνῆς. ὦ φιλοτίμου τε καὶ μεγαλοδώρου ψυχῆς πᾶσαν ὑπερβολὴν μεγαλοφροσύνης νικώσης. τίνα δεξιοῦται πρὸς εὐωχίαν τοῖς ἰδίοις καρποῖς; τίνι παρασκευάζει διὰ τῶν ἰδίων ἀγαθῶν τὴν πανδαισίαν; τίνα καλεῖ πρὸς τὴν τῶν παρεσκευασμένων ἑστίασιν; τὸν ἐξ οὗ τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα, τὸν διδόντα τοῖς πᾶσι τροφὴν ἐν εὐκαιρίᾳ, τὸν ἀνοίγοντα τὴν χεῖρα αὐτοῦ καὶ πληροῦντα πᾶν ζῷον εὐδοκίας, τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ καταβαίνοντα καὶ ζωὴν διδόντα τῷ κόσμῳ, τὸν πᾶσι τοῖς οὖσι τὴν ζωὴν ἐκ τῆς ἰδίας πηγῆς ἐπιρρέοντα· τούτῳ ἡ νύμφη προτίθησι τράπεζαν. κῆπος δέ ἐστιν ἡ τράπεζα ὁ διὰ τῶν ἐμψύχων δένδρων πεφυτευμένος, ἡμεῖς δὲ τὰ δένδρα, εἴπερ δὴ καὶ ἡμεῖς, οἱ τροφὴν αὐτῷ προτιθέντες τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν οὕτως εἰπόντος τοῦ τὴν ἡμετέραν εὐωχουμένου ζωὴν ὅτι Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πατρός μου. δῆλος δὲ ὁ σκοπὸς τοῦ θείου θελήματος, Ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. αὕτη οὖν ἐστιν ἡ ἑτοιμασθεῖσα βρῶσις αὐτῷ τὸ σωθῆναι ἡμᾶς. καρπὸς δὲ ἡμῶν ἡ προαίρεσις γίνεται ἡ τῷ δρεπομένῳ ἡμᾶς θεῷ δι᾽ ἑαυτῆς ὡς διά τινος ἀκρεμόνος τὴν ψυχὴν ἐγχειρίζουσα.
χρὴ δὲ διὰ τούτων ἰδεῖν ὅτι πρότερον ἡ νύμφη τῷ καρπῷ τοῦ μήλου καταγλυκαίνεται εἰποῦσα· Καὶ ὁ καρπὸς αὐτοῦ γλυκὺς ἐν τῷ λάρυγγί μου· καὶ τότε καρπὸς καὶ αὐτὴ γίνεται ὡραῖός τε καὶ γλυκάζων καὶ τῷ γεωργῷ πρὸς εὐφροσύνην προκείμενος. ἡ δὲ τοῦ Καταβήτω λέξις εὐκτικὴν ἔχει τὴν σημασίαν ὁμοιοτρόπως ἐκφωνηθεῖσα τῷ Ἁγιασθήτω τὸ ὄνομά σου καὶ Γενηθήτω τὸ θέλημά σου· ὡς γὰρ ἐκεῖ τὴν εὐκτικὴν ἔμφασιν ὁ τῶν ῥητῶν ἐκείνων σχηματισμὸς περιέχει, οὕτω καὶ ἐνταῦθα τὸ Καταβήτω εὐχὴ τῆς νύμφης ἐστὶν ἐπιδεικνυμένης τῷ θεῷ τῶν τῆς ἀρετῆς ἀκροδρύων τὴν εὐφορίαν. ἡ δὲ κατάβασις τὸ τῆς φιλανθρωπίας ἔργον διασημαίνει· ἐπειδὴ γὰρ οὐκ ἔστιν ἄλλως ἀναληφθῆναι ἡμᾶς πρὸς τὸν ὕψιστον, εἰ μὴ πρὸς τὸ χθαμαλὸν ἐπικλιθείη ὁ Ἀναλαμβάνων τοὺς πραεῖς κύριος, διὰ τοῦτο ἡ ἀνιοῦσα πρὸς τὸ ἄνω ψυχὴ τὴν παρὰ τοῦ ὑπερκειμένου χειραγωγίαν προσκαλουμένη ὑποκαταβῆναι αὐτὸν τοῦ ἰδίου μεγέθους εὔχεται, ἵνα τοῖς κάτω ἐφικτὸς γένηται.
ὁ δὲ εἰπὼν διὰ τοῦ προφήτου ὅτι Ἔτι λαλοῦντός σου ἐρεῖ· ἰδοὺ πάρειμι, πρὶν ἐπεξελθεῖν τῇ εὐχῇ τὴν νύμφην, καὶ ἤκουσεν ὧν ἐδεήθη καὶ τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῆς προσέσχε καὶ ἐν τῷ κήπῳ ἐγένετο τῷ διαπνευσθέντι ὑπὸ τοῦ νότου καὶ τοὺς καρποὺς τῶν ἀρωμάτων ἐδρέψατο καὶ τῶν τῆς ἀρετῆς ἀκροδρύων ἐνεφορήθη καὶ διήγημα τὴν εὐωχίαν πεποίηται λέγων οὑτωσὶ πρὸς τὴν νύμφην· Κατέβην εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. φάγετε, οἱ πλησίον μου, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί μου.
Ὁρᾷς πῶς ὑπερβάλλει τῇ μεγαλοδωρεᾷ τὴν αἴτησιν· ἀρωμάτων ηὔξατο γενέσθαι πηγὰς ἡ νύμφη τὰ ἑαυτῆς ἐν τῷ κήπῳ φυτὰ διαπνευσθέντα τῷ ἐκ μεσημβρίας ἐπιπνέοντι νότῳ καὶ τῷ καρπῷ τῶν ἀκροδρύων τὸν γεωργὸν δεξιώσασθαι (τοῦτο δὲ παντὶ δῆλον ὅτι πᾶσα εὔπνοια τῆς ὀσφραντικῆς αἰσθήσεως ἡδονὴ γίνεται, τὰ δὲ ἀκρόδρυα τῆς τοῦ ἄρτου δυνάμεως κατὰ τὴν βρῶσιν ὡς πρὸς τὴν τῶν τρεφομένων εὐεξίαν ἐστὶν ἀτονώτερα), ὁ δὲ καταβὰς ἐπὶ τὸν ἑαυτοῦ κῆπον καὶ πρὸς τὸ μεῖζόν τε καὶ τιμιώτερον τὴν τῶν καρπῶν μεταβαλὼν φύσιν δρέπεται μὲν ἐκ τοῦ κήπου σμύρναν εὑρὼν μετὰ ἀρωμάτων αὐτοῦ (παρ᾽ αὐτοῦ γὰρ εἶναι εἴ τι καλόν, ἐν ᾧπερ ἂν εὑρεθῇ, ὁ προφητικὸς ὕμνησε λόγος), ἀντὶ δὲ τῶν ἀκροδρύων ἄρτῳ βρίθειν παρασκευάζει τὰ δένδρα συναναμεμιγμένῳ μετὰ τοῦ μέλιτος αὐτοῦ (καὶ τούτῳ τὸ προφητικὸν συνεκφωνείσθω ὅτι αὐτοῦ τὸ μέλι ὡς καὶ τὰ λοιπὰ τῶν καλῶν) καὶ τὸν οἶνον ἀπ᾽ αὐτῶν ἀρύεται συνανακεκραμένον τῷ γάλακτι αὐτοῦ· Ἐξ αὐτοῦ γὰρ καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. ὦ μακαρίων κήπων ἐκείνων, ὧν τὰ φυτὰ τοιούτοις βρύειν καρποῖς μεμαρτύρηται, ὡς πρὸς ἅπαν εἶδος τρυφῆς κατὰ τὴν ἐπιθυμίαν τῆς ἀπολαύσεως ἁρμοδίως μεταποιεῖσθαι.
τῷ μὲν γὰρ διὰ τῆς εὐωδίας τρυφῶντι σμύρνα γίνεται μετὰ ἀρωμάτων διὰ τῆς τῶν ἐπιγείων μελῶν νεκρότητος τὸν καθαρὸν καὶ εὐώδη μυρεψοῦντα βίον τὸν ἐκ ποικίλων τε καὶ διαφόρων τῶν τῆς ἀρετῆς ἀρωμάτων συγκεραννύμενον, τῷ δὲ τὴν τελειοτέραν ἐπιζητοῦντι τροφὴν ἄρτος γίνεται οὐκέτι ἐπὶ πικρίδων ἐσθιόμενος, ὡς ὁ νόμος διακελεύεται (πρὸς γὰρ τὸ παρόν ἐστιν ἡ πικρία), ἀλλ᾽ ὄψον ἑαυτοῦ τὸ μέλι ποιούμενος, ὅταν ἐν τῷ ἰδίῳ καιρῷ ὁ καρπὸς τῆς ἀρετῆς καταγλυκαίνῃ τὰ τῆς ψυχῆς αἰσθητήρια (οὗ ἀπόδειξις ὁ μετὰ τὴν ἀνάστασιν τοῦ κυρίου προφανεὶς τοῖς μαθηταῖς ἄρτος ἐστί) τῷ κηρίῳ τοῦ μέλιτος ἡδυνόμενος, τῷ διψῶντι δὲ κρατὴρ γίνεται πλήρης οἴνου καὶ γάλακτος, οὐ σπογγιὰ χολῇ τε καὶ ὄξει διάβροχος, οἵαν οἱ Ἰουδαῖοι τῷ εὐεργέτῃ τὴν φιλοτησίαν διὰ τοῦ καλάμου προτείνουσιν.
πάντως δὲ οὐκ ἀγνοοῦμεν τὰ τῶν εἰρημένων αἰνίγματα· πῶς δένδρον ἦν σμυρνοφόρον ὁ Παῦλος ὁ καθ᾽ ἡμέραν ἀποθνῄσκων καὶ αὐτὸς ἑαυτῷ διδοὺς τὸ τοῦ θανάτου ἀπόκριμα καὶ διὰ καθαρότητός τε καὶ ἀπαθείας ἀρωματίζων ὀσμὴ ζωῆς τοῖς σῳζομένοις γινόμενος, πῶς δὲ σιτοποιεῖ [τῷ κυρίῳ] τὰ ἔμψυχα τοῦ κήπου φυτὰ τῷ δεσπότῃ τοῦ κήπου, οἷς μαρτυρεῖ ὁ ἐπὶ τοῦ θρόνου καθήμενος ὅτι Ἐπείνασα καὶ ἐδώκατέ μοι φαγεῖν (ἄρτος γὰρ εὐφροσύνης ἐστὶν ἡ εὐποιΐα τῷ μέλιτι τῆς ἐντολῆς γλυκαινόμενος), πῶς δὲ πάλιν οἰνοχοεῖ τῷ νυμφίῳ τὰ εὐερνῆ τοῦ κήπου φυτά, πρὸς οὓς τοῦτό φησιν ὅτι Ἐδίψησα καὶ ἐποτίσατέ με, γάλακτι τὸν οἶνον κεράσαντες, οὐχ ὕδατι κατὰ τὴν τῶν καπήλων συνήθειαν. τὸ δὲ γάλα ἡ πρώτη τῆς ἀνθρωπίνης φύσεώς ἐστι τροφή, ἡ καθαρά τε καὶ ἁπλῆ καὶ ὄντως νηπιώδης καὶ ἄδολος καὶ πάσης πονηρᾶς αἰτίας κεκαθαρμένη.
Ταῦτα εἰπὼν πρὸς τὴν νύμφην ὁ λόγος παρατίθεται τοῖς πλησίον τὰ τοῦ εὐαγγελίου μυστήρια λέγων Φάγετε, οἱ πλησίον μου, καὶ πίετε καὶ μεθύσθητε, ἀδελφοί μου· τῷ γὰρ ἐπισταμένῳ τὰς μυστικὰς τοῦ εὐαγγελίου φωνὰς οὐδεμία φανήσεται διαφορὰ τῶν ἐνταῦθα ῥητῶν πρὸς τὴν ἐκεῖ τοῖς μαθηταῖς γινομένην μυσταγωγίαν· ὡσαύτως γὰρ ἐκεῖ τε καὶ ἐνταῦθά φησιν ὁ λόγος τὸ Φάγετε καὶ τὸ Πίετε. ἡ δὲ πρὸς τὴν μέθην προτροπή, ἣν ἐνταῦθα τοῖς ἀδελφοῖς ὁ λόγος πεποίηται, δόξειεν ἂν τοῖς πολλοῖς πλεῖόν τι παρὰ τὸ εὐαγγέλιον ἔχειν. εἰ δέ τις ἀκριβῶς ἐξετάσειεν, καὶ τοῦτο σύμφωνον τοῖς εὐαγγελικοῖς εὑρεθήσεται· ὅπερ γὰρ ἐνταῦθα τῷ λόγῳ τοῖς φίλοις παρεκελεύσατο, τοῦτο ἐκεῖ διὰ τῶν ἔργων ἐποίησεν, διότι πᾶσα μέθη ἔκστασιν εἴωθε ποιεῖν τῆς διανοίας τοῖς κεκρατημένοις ὑπὸ τοῦ οἴνου. οὐκοῦν ὅπερ ἐνταῦθα προτρέπεται, τοῦτο διὰ τῆς θείας ἐκείνης βρώσεώς τε καὶ πόσεως καὶ τότε ἐγένετο καὶ πάντοτε γίνεται συνεισιούσης τῇ βρώσει τε καὶ τῇ πόσει τῆς ἀπὸ τῶν χειρόνων πρὸς τὰ βελτίω μεταβολῆς καὶ ἐκστάσεως. οὕτω μεθύουσι, καθὼς ἡ προφητεία φησίν, οἱ τὴν πιότητα τοῦ οἴκου τοῦ θεοῦ πίνοντες καὶ τῷ χειμάρρῳ τῆς τρυφῆς ποτιζόμενοι.
ὥσπερ ἐμεθύσθη ποτὲ καὶ ὁ μέγας Δαβίδ, ὅτε ἐκβὰς αὐτὸς ἑαυτοῦ καὶ ἐν ἐκστάσει γενόμενος εἶδε τὸ ἀθέατον κάλλος καὶ τὴν ἀοίδιμον ἐκείνην φωνὴν ἐξεβόησεν ὅτι Πᾶς ἄνθρωπος ψεύστης, ὁ λόγῳ τῶν ἀφράστων ἀγαθῶν ἐπιτρέπων τὴν ἑρμηνείαν. οὕτως ἐμεθύσθη καὶ ὁ νεώτερος Βενιαμὶν Παῦλος, ὅτε ἐν ἐκστάσει ἐγένετο λέγων Εἴτε γὰρ ἐξέστημεν, θεῷ (πρὸς ἐκεῖνον γὰρ αὐτῷ ἡ ἔκστασις ἦν), Εἴτε σωφρονοῦμεν, ὑμῖν, οἷς ἐδείκνυεν ἐν τοῖς πρὸς τὸν Φῆστον λόγοις ἑαυτὸν μὴ μαινόμενον, ἀλλὰ σωφροσύνης τε καὶ δικαιοσύνης ἀποφθεγγόμενον ῥήματα.
οἶδα καὶ τὸν μακάριον Πέτρον ἐν τῷ τοιούτῳ τῆς μέθης εἴδει πρόσπεινόν τε ὄντα ὁμοῦ καὶ μεθύοντα· πρὶν γὰρ τὴν σωματικὴν τροφὴν προσενέγκασθαι, ὅτε Ἐγένετο πρόσπεινος καὶ ἤθελε γεύσασθαι, παρασκευαζόντων αὐτῷ τῶν ἰδίων τὴν τράπεζαν γίνεται αὐτῷ ἡ θεία τε καὶ νηφάλιος μέθη, δι᾽ ἧς ἐξίσταται αὐτὸς ἑαυτοῦ καὶ θεωρεῖ τὴν εὐαγγελικὴν ὀθόνην τέσσαρσιν ἀρχαῖς ἄνωθεν καθιεμένην πᾶν γένος ἀνθρώπων ἐν ἑαυτῇ περιέχουσαν ἐν μυρίοις εἴδεσι πετεινῶν τε καὶ τετραπόδων καὶ ἑρπετῶν καὶ θηρίων κατὰ τὰς τῶν σεβασμάτων διαφορὰς μεμορφωμένων, ὧν τὸ θηριῶδές τε καὶ ἄλογον εἶδος θῦσαι τῷ Πέτρῳ ὁ λόγος διακελεύεται, ἵνα καθαρθέντων αὐτῶν τὸ λειπόμενον ἐδώδιμον γένηται, ὅτε καὶ γυμνὸς ὁ τῆς εὐσεβείας παραδίδοται λόγος οὐχ ἅπαξ εἰπούσης τῆς θείας φωνῆς ὅτι οὐκ ἔστι κοινόν, ὅπερ ὁ θεὸς ἐκαθάρισεν, ἀλλ᾽ εἰς τρὶς γενομένου τοῦ τοιούτου κηρύγματος, ἵνα μάθωμεν τῇ μιᾷ φωνῇ θεὸν καθαρίζοντα τὸν πατέρα καὶ ἐν τῇ ἑτέρᾳ ὡσαύτως τὸν καθαρίζοντα θεὸν τὸν μονογενῆ θεὸν εἶναι καὶ ἐν τῇ ἄλλῃ παραπλησίως ὅτι ὁ πᾶν ἀκάθαρτον καθαρίζων θεὸς τὸ πνεῦμά ἐστι τὸ ἅγιον.
τοιαύτης τοίνυν γινομένης τῆς ἐκ τοῦ οἴνου μέθης, ὃν προτίθησι τοῖς συμπόταις ὁ κύριος, δι᾽ ἧς πρὸς τὰ θειότερα τῇ ψυχῇ ἡ ἔκστασις γίνεται, καλῶς παρακελεύεται τοῖς πλησίον διὰ τῶν ἀρετῶν γεγονόσιν, οὐ τοῖς πόρρωθεν ἀφεστηκόσιν [ὁ κύριος] ὅτι Φάγετε, οἱ πλησίον μου, καὶ πίετε καὶ μεθύσθητε· Ὁ γὰρ ἀναξίως ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει, καλῶς δὲ τοὺς ἀξίους τῆς βρώσεως ἀδελφοὺς προσηγόρευσεν· ὁ γὰρ ποιῶν τὰ θελήματα αὐτοῦ καὶ ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ὑπὸ τοῦ λόγου κατονομάζεται.
Ἀκολούθως δὲ διαδέχεται τὴν μέθην ὁ ὕπνος, ὡς ἂν διὰ τῆς πέψεως ἀναδοθείη τοῖς δαιτυμόσιν εἰς εὐεξίαν ἡ δύναμις. διὰ τοῦτο μετὰ τὴν πανδαισίαν ἐκείνην ἐν τῷ ὕπνῳ ἡ νύμφη γίνεται. ξένος δέ τις οὗτος ὁ ὕπνος ἐστὶ καὶ τῆς φυσικῆς συνηθείας ἀλλότριος· ἐπὶ μὲν γὰρ τοῦ συνήθους ὕπνου οὔτε ὁ καθεύδων ἐγρήγορεν καὶ ὁ ἐγρηγορὼς οὐ καθεύδει, ἀλλ᾽ ἐν ἀλλήλοις λήγει ἀμφότερα ὅ τε ὕπνος καὶ ἡ ἐγρήγορσις ταῖς διαδοχαῖς ἀλλήλων ὑπεξιστάμενα καὶ ἀνὰ μέρος ἑκάστῳ παραγινόμενα, ἐνταῦθα δέ τις καινὴ καὶ παράδοξος μίξις τῶν ἐναντίων καὶ σύνοδος περὶ αὐτὴν θεωρεῖται· Ἐγὼ γάρ, φησί, καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ. τίνα οὖν χρὴ διάνοιαν περὶ τούτων λαβεῖν; ὕπνος θανάτου ἐστὶν ὁμοίωμα· λύεται γὰρ ἐν αὐτῷ πᾶσα αἰσθητικὴ τῶν σωμάτων ἐνέργεια, οὐκ ὄψεως, οὐκ ἀκοῆς, οὐκ ὀσφρήσεως, οὐ γεύσεως, οὐχ ἁφῆς παρὰ τὸν τοῦ ὕπνου καιρὸν ἐνεργούσης τὸ ἴδιον· ἀλλὰ καὶ λύει τὸν τόνον τοῦ σώματος, ποιεῖ δὲ καὶ λήθην τῶν ἐν τῷ ἀνθρώπῳ φροντίδων καὶ κατευνάζει τὸν φόβον καὶ ἡμεροῖ τὸν θυμὸν καὶ ὑποχαλᾷ τῶν πικραινομένων τὸ σύντονον καὶ πάντων τῶν κακῶν ἀναισθησίαν ποιεῖ, ἕως ἂν κατακρατῶν τύχῃ τοῦ σώματος. οὐκοῦν τοῦτο διὰ τῶν εἰρημένων μανθάνομεν ὅτι ὑψηλοτέρα γέγονεν ἑαυτῆς ἡ ταῦτα μεγαλαυχουμένη καὶ λέγουσα ὅτι Ἐγὼ καθεύδω καὶ ἡ καρδία μου ἀγρυπνεῖ.
τῷ ὄντι γὰρ ἐφ᾽ ὧν μόνος ὁ νοῦς ἐφ᾽ ἑαυτοῦ βιοτεύει οὐδενὶ τῶν αἰσθητηρίων παρενοχλούμενος, ὡς ὕπνῳ τινὶ καὶ κώματι πάρετος ἡ τοῦ σώματος γίνεται φύσις καὶ ἀληθῶς ἔστιν εἰπεῖν ὅτι κοιμᾶται δι᾽ ἀπραξίας ἡ ὅρασις ἀτιμαζομένων τῶν θεαμάτων ἐκείνων, ὅσα τὰς παιδικὰς ὄψεις ἐκπλήττειν εἴωθεν. οὐ ταῦτα λέγω μόνα ἃ τῆς γεώδους ὕλης ἐστίν, οἷον χρυσίον τε καὶ ἀργύριον καὶ τῶν λίθων ἐκεῖνα ὅσα διά τινος εὐχροίας κινεῖ τοῖς ὀφθαλμοῖς τὴν λιχνείαν, ἀλλὰ καὶ τὰ περὶ τὸν οὐρανὸν φαινόμενα θαύματα, αἵ τε τῶν ἀστέρων αὐγαὶ καὶ τοῦ ἡλίου ὁ κύκλος καὶ τὸ πολύμορφον τῆς σελήνης εἶδος καὶ εἴ τι ἄλλο τοῖς ὀφθαλμοῖς ἡδονὴν φέρει διὰ τὸ μηδὲν εἰς ἀεὶ μένειν ἀλλὰ συμμετακινεῖσθαι τῇ παρόδῳ τοῦ χρόνου καὶ συμπαράγεσθαι. πάντων τῶν τοιούτων ὑπεροφθέντων διὰ τὴν τῶν ἀληθινῶν ἀγαθῶν θεωρίαν πάρετός ἐστιν ὁ τοῦ σώματος ὀφθαλμὸς πρὸς οὐδὲν τῶν παρ᾽ αὐτοῦ ὑποδεικνυμένων τῆς τελειοτέρας ψυχῆς καθελκομένης διὰ τὸ μόνα βλέπειν τῇ διανοίᾳ τὰ τῶν ὁρατῶν ὑπερκείμενα. οὕτω καὶ ἡ ἀκοὴ νεκρά τις καὶ ἀνενέργητος γίνεται πρὸς τὰ ὑπὲρ λόγον τῆς ψυχῆς ἀσχολουμένης.
τὰς δὲ κτηνωδεστέρας τῶν αἰσθήσεων οὐδὲ λέγειν ἄξιον ὅτι πόρρωθεν καθάπερ τις νεκρώδης δυσωδία τῆς ψυχῆς ἀπορρίπτεται ἥ τε ῥινηλατοῦσα τὰς ὀδμὰς ὄσφρησις καὶ ἡ τῇ λατρείᾳ τῆς κοιλίας προσκαθημένη γεῦσις καὶ ἡ ἁφὴ πρὸς τούτοις, τὸ ἀνδραποδῶδες καὶ τυφλὸν αἰσθητήριον ὃ τάχα διὰ τοὺς τυφλοὺς μόνον ἡ φύοις ἐποίησεν, ὧν πάντων ὥσπερ ἐν ὕπνῳ τινὶ δι᾽ ἀπραξίας κεκρατημένων καθαρὰ τῆς καρδίας ἐστὶν ἡ ἐνέργεια καὶ πρὸς τὸ ἄνω βλέπει ὁ λογισμὸς ἀπεριήχητος μένων ἐκ τῆς αἰσθητικῆς κινήσεως καὶ ἀθόλωτος. διπλῆς γὰρ οὔσης ἐν τῇ ἀνθρωπίνῃ φύσει τῆς ἡδονῆς, τῆς μὲν ἐν ψυχῇ δι᾽ ἀπαθείας ἐνεργουμένης, τῆς δὲ διὰ πάθους ἐν σώματι, ἥνπερ ἂν ἐξ ἀμφοτέρων ἡ προαίρεσις ἕληται, αὕτη κατὰ τῆς ἑτέρας τὸ κράτος ἔχει. ὡς εἴ τις πρὸς τὴν αἴσθησιν βλέποι τὴν δι᾽ αὐτῆς ἐμφυομένην τῷ σώματι ἡδονὴν ἐφελκόμενος, ἄγευστος τῆς θείας εὐφροσύνης διαβιώσεται, διότι πέφυκέ πως ἐπισκοτεῖσθαι τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος. οἷς δ᾽ ἂν ἡ ἐπιθυμία τὴν πρὸς τὸ θεῖον ἔχῃ ῥοπήν, τούτοις ἀνεπισκότητον μένει τὸ ἀγαθὸν καὶ φευκτὸν ἅπαν εἶναι νομίζεται τὸ καταγοητεῦον τὴν αἴσθησιν.
διὰ τοῦτο ἡ ψυχή, ὅταν μόνῃ τῇ θεωρίᾳ τοῦ ὄντος εὐφραίνηται, πρὸς οὐδὲν ἐγρήγορε τῶν ἐνεργουμένων καθ᾽ ἡδονὴν δι᾽ αἰσθήσεως, ἀλλὰ πᾶσαν σωματικὴν κατακοιμήσασα κίνησιν γυμνῇ τε καὶ καθαρᾷ τῇ διανοίᾳ διὰ τῆς θείας ἐγρηγόρσεως δέχεται τοῦ θεοῦ τὴν ἐμφάνειαν· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν διὰ τοῦ εἰρημένου ὕπνου κατορθοῦντες τῆς ψυχῆς τὴν ἐγρήγορσιν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν ᾧ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.